eul_wid: gke-aa

Ἀποσπάσματα περὶ Ἰνοῦς
Mythological Fragments on Ino

Menecrates of Tyre Mythological Fragments on Ino PDF

6 [30] Zenob. IV, 38: Ἰνοῦς ἄχ η: Ἰνὼ ἡ Κάδμου συνελθοῦσα Ἀθάμαντι δύο ἐγέννησε παῖδας, Λέαρχον καὶ Μελικέρτην, καὶ θυγατέρα Εὐρύκλειαν. Οὗτοι ὑπὸ Ἀθάμαντος μανέντος κατετοξεύθησαν. Μετὰ δὲ Μελικέρτου ἡ Ἰνὼ ἔρριψεν ἑαυτὴν εἰς τὴν πρὸς τῷ Μολουρίῳ θάλασσαν. Καὶ τὴν μὲν εἰς Μέγαρα προσβρασθεῖσαν Μεγαρεῖς ἀνελόμενοι καὶ πολυτελῶς κηδεύσαντες ἐκάλεσαν Λευκοθέαν· τὸν δὲ εἰς Κόρινθον Κορίνθιοι θάψαντες Μελικέρτην ἄγουσιν ἐπ’ αὐτῷ ἀγῶνα τὰ Ἴσθμια. Διὰ δὴ ταῦτα εἴρηται Ἰνοῦς ἄχη. Ἄχος γὰρ ἡ λύπη, ἀχανεῖς ποιοῦσα τοὺς κακῶς παθόντας. Ταῦτα δὲ δηλώσει καὶ Μενεκράτης ὁ Τύριος (ὁ Λύκιος?). Πέπονθε δὲ οὕτως Ἰνὼ δι’ αἰτίαν τήνδε. Ἀθάμας πρότερον γυναῖκα ἐσχηκὼς Νεφέλην, δύο παῖδας ἐκ ταύτης Ἕλλην καὶ Φρίξον ἐγέννησεν. Ἀποθανούσης δὲ τῆς Νεφέλης, δευτέραν ἠγάγετο γυναῖκα Ἰνώ· ἥτις ἐπιβουλεύσασα τοῖς τῆς Νεφέλης παισὶ, παρέπεισε τὰς τῶν ἐγχωρίων γυναῖκας φρύγειν τὰ σπέρματα. Ἡ γῆ δὲ πεφρυγμένον τὸν σπόρον δεχομένη καρποὺς ἐτησίους οὐκ ἀνεδίδου. Πέμψας οὖν εἰς Δελφοὺς ὁ Ἀθάμας περὶ τῆς ἀφορίας ἐπυνθάνετο. Δώροις δὲ πείσασα Ἰνὼ τοὺς πεμφθέντας ὑπέθετο αὐτοῖς εἰπεῖν ὑποστρέψασιν, ὡς ἀνεῖλεν ὁ θεὸς, Ἕλλην καὶ Φρίξον σφαγιασθῆναι, εἰ θέλοιεν ἀπαλλαγὴν τῆς ἀφορίας ἔσεσθαι. Πεισθεὶς οὖν ὁ Ἀθάμας Ἕλλην καὶ Φρίξον τῷ βωμῷ παρέστησεν. Ἀλλ’ ἐκείνους μὲν κατοικτείραντες οἱ θεοὶ διὰ τοῦ χρυσομάλλου κριοῦ ἐναερίους ἀφήρπασαν. Ὅθεν Ἕλλη μὲν ἀντέχειν μὴ δυναμένη, εἰς τὸν ἀπ’ ἐκείνης κληθέντα Ἑλλήσποντον καταπίπτει· Φρίξος δὲ εἰς τὴν Κολχικὴν διασώζεται γῆν. [Ἀθάμαντι δὲ μανίαν ἐμβαλόντες τὴν Ἰνὼ τοιαῦτα παθεῖν παρεσκεύασαν.] Servius ad Virg.
7 Aen. VI, 14: Menecrates Daedalum occiso patruele fratre Cretam petiisse dicit; Icarum filium ejus ab Atticis pulsum dum fratrem petit naufragio periisse, unde mari nomen.