eul_wid: rui-aa

Ἀποσπάσματα περὶ Ἐπαίνου Βασιλικοῦ
Fragments on Imperial Praise

Lyric Mime Work Anonymous Fragments on Imperial Praise PDF

unit_1 〈? Φοῖβοσ〉 Ἅρματι λευκοπώλῳ ἄρτι Τραιαν[ῷ] συνανατείλας ἥκω σοι, ὦ Δῆμ[ε,] οὐκ ἄγνωστος Φοῖβος θεός ἄνακτα καινὸν Ἀδριανὸν ἀγγελῶν, ᾧ πάντα δοῦλα [δι’] ἀρετήν καὶ πατρὸς τύχην θεοῦ. 〈? Δῆμοσ〉 χαίροντες τοιγαροῦν θύοντες τὰς ἑστίας ἀνάπτωμεν, γέλωσι καὶ μέθαις ταῖς ἀπὸ κρήνης τὰς ψυχὰς ἀνέντες γυμνασίων τε ἀλείμμασι. ὧν πάντων χορηγὸν τὸ πρὸς τὸν κύριον εὐσεβὲς τοῦ στρατηγοῦ φιλότιμόν τε τὸ πρὸς [ἡμᾶς ...]