eul_wid: jii-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Alcibiades' Life by Satyrus of Oxyrhynchus

The Fragments on Alcibiades' Life is a biographical work on the Athenian statesman Alcibiades by the Hellenistic biographer Satyrus. It survives only in thirty-three fragmentary passages preserved on a single papyrus roll discovered at Oxyrhynchus in Egypt. These excerpts, which do not form a continuous text, represent a key example of early Peripatetic biography from the third century BCE. The extant fragments cover various episodes from Alcibiades' life, including his political and military career during the Peloponnesian War, his exile and subsequent service to Sparta, and his relationship with Socrates. The style is anecdotal and dramatic, employing dialogue and vivid scenes to illustrate its subject's character. The work is transmitted solely via the Oxyrhynchus papyrus, a second-century CE roll containing excerpts likely compiled for personal or scholarly use. Published in 1912, the fragments are damaged and their order may not reflect the original sequence of the text, with no other manuscript tradition known. These fragments constitute a crucial source for understanding the development of ancient biography, illustrating Satyrus's anecdotal method which influenced later writers such as Plutarch. They provide important historical details on Alcibiades and serve as a direct source for Hellenistic biographical practice.

ΒΙΟΙ

ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΣΤΡΑΤΗΓΩΝ.

ΑΛΚΙΒΙΑΔΟΥ.

Ἀθήναιος Περὶ δὲ τοῦ καλοῦ Ἀλκιβιάδου Σάτυρος ἱστορῶν «Λέγεται — φησὶν —, ὅτι ἐν Ἰωνίᾳ μὲν ὢν, Ἰώνων ἐφαίνετο τρυφερώτερος, ἐν Θήβαις δὲ σωμασκῶν καὶ γυμναζόμενος, τῶν Θηβαίων αὐτῶν μᾶλλον Βοιώτιος, ἐν Θετταλίᾳ δὲ ἱπποτροφῶν καὶ ἡνιοχῶν, τῶν Ἀλευαδῶν ἱππικώτερος, ἐν Σπάρτῃ δὲ καρτερίαν καὶ ἀφέλειαν ἐπιτηδεύων, ἐνίκα τοὺς Λάκωνας, ὑπερῆρε δὲ καὶ τὴν τῶν Θρᾳκῶν ἀκρατοποσίαν. Τὴν δὲ αὑτοῦ γυναῖκα πειρῶν, ὡς ἕτερος, ἔπεμψεν αὐτῇ χιλίους Δαρεικούς. Κάλλιστος δὲ ὢν τὴν μορφὴν, κόμην τε ἔτρεφεν ἐπὶ πολὺ τῆς ἡλικίας, καὶ ὑποδήματα παρηλλαγμένα ἐφόρει, ἃ ἀπʼ αὐτοῦ Ἀλκιβιάδες καλεῖται. Ὅτε δὲ χορηγοίη πομπεύων ἐν πορφυρίδι, εἰσιὼν εἰς τὸ θέατρον ἐθαυμάζετο οὐ μόνον ὑπὸ τῶν ἀνδρῶν, ἀλλὰ καὶ ὑπὸ τῶν γυναικῶν. Διὸ καὶ Ἀντισθένης ὁ Σωκρατικὸς, ὡς ἂν αὐτὸς αὐτόπτης γεγονὼς τοῦ Ἀλκιβιάδου, ἰσχυρὸν αὐτὸν καὶ ἀνδρώδη καὶ ἀπαίδευτον καὶ τολμηρὸν καὶ ὡραῖον ἐφʼ ἡλικίας γενέσθαι φησίν. Εἰς δὲ τὰς ἀποδημίας ὁπότε στέλλοιτο, τέσσαρσι τῶν συμμαχίδων πόλεων ὥσπερ θεραπαίναις ἐχρῆτο. Σκηνὴν μὲν γὰρ αὐτῷ Περσικὴν ἔπησσον Ἐφέσιοι, τροφὴν δὲ τοῖς ἵπποις αὐτοῦ Χῖοι παρεῖχον, ἱερεῖα δὲ παρίστασαν εἰς τὰς θυσίας καὶ κρεανομίας Κυζικηνοὶ, Λέσβιοι δὲ οἶνον παρεῖχον καὶ τὰ ἄλλα τὰ πρὸς τὴν καθʼ ἡμέραν δίαιταν. Ἀφικόμενος δʼ Ἀθήνησιν ἐξ Ὀλυμπίας, δύο πίνακας ἀνέθηκεν, Ἀγλαοφῶντος γραφήν· ὧν ὁ μὲν εἶχεν Ὀλυμπιάδα καὶ Πυθιάδα στεφανούσας αὐτὸν, ἐν δὲ θατέρῳ Νεμέα ἦν καθημένη, καὶ ἐπὶ τῶν γονάτων αὐτῆς Ἀλκιβιάδης, καλλίων φαινόμενος τῶν γυναικείων προσώπων. Καὶ στρατηγῶν δὲ ἔτι καλὸς εἶναι ἤθελεν· ἀσπίδα γοῦν εἶχεν ἐκ χρυσίου καὶ ἐλέφαντος πεποιημένην, ἐφʼ ἧς ἦν ἐπίσημον ἔρως κεραυνὸν ἠγκυλημένος. Ἐπικωμάσας δέ ποτε ὡς Ἄνυτον, ἐραστὴν ὄντα καὶ πλούσιον, συνεπικωμάζοντος αὐτῷ τῶν ἑταίρων ἑνὸς Θρασύλλου — τῶν πενήτων δʼ οὗτος ἦν —, προπιὼν τῷ Θρασύλλῳ τὰ ἡμίση τῶν ποτηρίων τῶν ἐπὶ τῷ κυλικείῳ προκειμένων ἐκέλευσε τοὺς ἀκουλούθους ἀποφέρειν πρὸς τὸν Θράσυλλον· εἶθʼ οὕτω φιλοφρονησάμενος τὸν Ἄνυτον ἀπηλλάσσετο. Ὁ δὲ Ἄνυτος πάνυ ἐλευθερίως καὶ ἐρωτικῶς, λεγόντων τινῶν, ὡς ἀγνώμονα εἴη πεποιηκὼς ὁ Ἀλκιβιάδης, Οὐ μὰ Δίʼ, ἔφη, ἀλλʼ εὐγνώμονα· ἔχων ἐξουσίαν ἅπαντα λαβεῖν, τὰ ἡμίση κατέλιπεν.»

ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΝΕΩΤΕΡΟΥ.

Ἀθήναιος Περὶ δὲ τῆς Διονυσίου τοῦ νεωτέρου Σικελίας τυράννου τρυφῆς Σάτυρος ὁ περιπατητικὸς ἱστορῶν ἐν τοῖς Βίοις, πληροῦσθαί φησι παρʼ αὐτῷ τριακοντακλίνους οἴκους ὑπὸ τῶν εὐωχουμένων.

ΦΙΛΙΠΠΟΥ.

Ἀθήναιος Σάτυρος δʼ ἐν τῷ τοῦ Φιλίππου βίῳ «Ὅτε — φησὶ — Φίλιππος τὸν ὀφθαλμὸν ἐξεκόπη, συμπροῆλθεν αὐτῷ καὶ ὁ Κλείσοφος, τελαμωνισθεὶς τὸν αὐτὸν ὀφθαλμόν. Καὶ πάλιν, ὅτε τὸ σκέλος ἐπηρώθη, σκάζων συνεξώδευε τῷ βασιλεῖ. Καὶ εἴ ποτε δριμὺ προσφέροιτο τῶν ἐδεσμάτων ὁ Φίλιππος, αὐτὸς συνέστρεφε τὴν ὄψιν, ὡς συνδαινύμενος. Ἐν δὲ τῇ Ἀράβων χώρᾳ οὐχ ὡς ἐν κολακείᾳ τοῦτʼ ἐποίουν, ἀλλὰ κατά τι νόμιμον, βασιλέως παθόντος τι τῶν μελῶν, συνυποκρίνεσθαι τὸ ὅμοιον πάθος, ἐπεὶ καὶ γελοῖον νομίζουσιν, ἀποθανόντι μὲν αὐτῷ σπουδάζειν συγκατορύττεσθαι, πηρωθέντι δὲ μὴ χαρίζεσθαι τὴν ἴσην δόξαν τοῦ πάθους.»

Ἀθήναιος Ἀθηναῖος δʼ ἦν γένος, ὥς φησι Σάτυρος ὁ περιπατητικὸς ἐν τῷ Φιλίππου Βίῳ.

Ἀθήναιος «Ὁ δὲ Φίλιππος ἀεὶ κατὰ πόλεμον ἐγάμει. Ἐν ἔτεσι γοῦν εἴκοσι καὶ δυσὶν, οἷς ἐβασίλευσεν, ὥς φησι Σάτυρος ἐν τῷ Περὶ τοῦ βίου αὐτοῦ, Αὐδάταν Ἰλλυρίδα γήμας, ἔσχεν ἐξ αὐτῆς θυγατέρα Κύνναν· ἔγημε δὲ καὶ Φίλαν, ἀδελφὴν Δέρδα καὶ Μαχάτα. Οἰκειώσασθαι δὲ θέλων καὶ τὸ τῶν Θετταλῶν ἔθνος, ἐπαιδοποιήσατο ἐκ δύο Θετταλίδων γυναικῶν, ὧν ἡ μὲν ἦν Φεραία Νικησίπολις, ἥτις αὐτῷ ἐγέννησε Θετταλονίκην, ἡ δὲ Λαρισσαία Φίλιννα, ἐξ ἧς Ἀριδαῖον ἐτέκνωσε. Προσεκτήσατο δὲ καὶ τὴν Μολοττῶν βασιλείαν, γήμας Ὀλυμπιάδα, ἐξ ἧς ἔσχεν Ἀλέξανδρον καὶ Κλεοπάτραν. Καὶ τὴν Θρᾴκην δὲ ὅτε εἷλεν, ἧκε πρὸς αὐτὸν Κοθήλας ὁ τῶν Θρᾳκῶν βασιλεὺς, ἄγων Μήδαν τὴν θυγατέρα καὶ δῶρα πολλά. Γήμας δὲ καὶ ταύτην ἐπεισήγαγε τῇ Ὀλυμπιάδι. Ἐπὶ πάσαις δὲ ἔγημε Κλεοπάτραν ἐρασθεὶς, τὴν Ἱπποστράτου μὲν ἀδελφὴν, Ἀττάλου δὲ ἀδελφιδῆν· καὶ ταύτην ἐπεισάγων τῇ Ὀλυμπιάδι, ἅπαντα τὸν βίον τὸν ἑαυτοῦ συνέχεεν. Εὐθέως γὰρ ἐν αὐτοῖς τοῖς γάμοις ὁ μὲν Ἄτταλος, Νῦν μέντοι γνήσιοι, ἔφη, καὶ οὐ νόθοι βασιλεῖς γεννηθήσονται. Καὶ ὁ Ἀλέξανδρος ἀκούσας ἔβαλεν ᾗ μετὰ χεῖρας εἶχε κύλικι τὸν Ἄτταλον, ἔπειτα κἀκεῖνος αὐτὸν τῷ ποτηρίῳ. Καὶ μετὰ ταῦτα Ὀλυμπιὰς μὲν εἰς Μολοττοὺς ἔφυγεν, Ἀλέξανδρος δʼ εἰς Ἰλλυριούς. Καὶ ἡ Κλεοπάτρα δὲ ἐγέννησε τῷ Φιλίππῳ θυγατέρα, τὴν κληθεῖσαν Εὐρώπην.»

ΠΟΙΗΤΩΝ. ΣΟΦΟΚΛΕΟΥΣ.

Σοφοκλέους βίος Σάτυρος δέ φησιν ὅτι καὶ τὴν καμπύλην βακτηρίαν αὐτὸς ἐπενόησε.

Σοφοκλέους βίος Σάτυρος δέ φησιν αὐτὸν εἰπεῖν, «Εἰ μὲν εἰμὶ Σοφοκλῆς, οὐ παραφρονῶ· εἰ δὲ παραφρονῶ, οὐκ εἰμὶ Σοφοκλῆς», καὶ τότε τὸν Οἰδίποδα παραναγνῶναι.

Σοφοκλέους βίος Σάτυρος δέ φησι τὴν Ἀντιγόνην ἀναγιγνώσκοντα, καὶ ἐμπεσόντα περὶ τὰ τέλη νοήματι μακρῷ καὶ μέσην ἢ ὑποστιγμὴν πρὸς ἀνάπαυσιν μὴ ἔχοντι, ἄγαν ἀποτείναντα τὴν φωνὴν σὺν τῇ φωνῇ καὶ τὴν ψυχὴν ἀφεῖναι.

ΡΗΤΟΡΩΝ.

ΔΗΜΟΣΘΕΝΟΥΣ.

Πλούταρχος Ἀποθανεῖν δʼ αὐτὸν Φιλόχορος μέν φησι φάρμακον πιόντα· Σάτυρος δὲ ὁ συγγραφεὺς, τὸν κάλαμον πεφαρμάχθαι, ᾧ γράφειν ἤρξατο τὴν ἐπιστολὴν, οὗ γευσάμενον ἀποθανεῖν.

ΤΩΝ ΕΠΤΛ ΣΟΦΩΝ.

Λαέρτιος Διογένης Καὶ πρῶτος εἰσηγήσατο ἐφόρους τοῖς βασιλεῦσι παραζευγνύναι, Σάτυρος δὲ Λυκοῦργον.

Λαέρτιος Διογένης Βίας Τευτάμου, Πριηνεὺς, προκεκριμένος τῶν ἑπτὰ ὑπὸ Σατύρου.

Λαέρτιος Διογένης Ἐν ταῖς Ἀθήναις .. τοῦ τρίποδος εὑρεθέντος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος, Τῷ σοφῷ, Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρας ... οἱ δὲ τὸν πατέρα αὐτῶν, ὡς καὶ Φανόδικος ... εἰς τὴν ἐκκλησίαν, καὶ εἰπεῖν τὸν Βίαντα σοφὸν, διηγησαμένας τὰ καθʼ ἑαυτάς.

ΦΙΛΟΣΟΦΩΝ.

Λαέρτιος Διογένης Ἡρακλείδης δέ φησιν ἐν τῇ τῶν Σατύρου Βίων ἐπιτομῇ, κτλ.

Λαέρτιος Διογένης Σάτυρος δὲ ἐν τοῖς Βίοις φησὶν ὅτι Ἐμπεδοκλῆς υἱὸς μὲν ἦν Ἐξαινέτου, κατέλιπε δὲ καὶ αὐτὸς υἱὸν Ἐξαίνετον. Ἐπὶ δὲ τῆς αὐτῆς Ὀλυμπιάδος τὸν μὲν ἵππῳ κέλητι νενικηκέναι, τὸν δὲ υἱὸν αὐτοῦ πάλῃ, ἢ — ὡς Ἡρακλείδης ἐν τῇ Ἐπιτομῇ — δρόμῳ.

Λαέρτιος Διογένης Φησὶ δὲ Σάτυρος ἐν τοῖς Βίοις ὅτι καὶ ἰατρὸς ἦν καὶ ῥήτωρ ἄριστος. Γοργίαν γοῦν τὸν Λεοντῖνον αὐτοῦ γενέσθαι μαθητὴν, ἄνδρα ὑπερέχοντα ἐν ῥητορικῇ καὶ τέχνην ἀπολελοιπότα· ὅν φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιῶναι. Τοῦτόν φησιν ὁ Σάτυρος λέγειν ὡς αὐτὸς παρείη τῷ Ἐμπεδοκλεῖ γοητεύοντι. Ἀλλὰ καὶ αὐτὸν διὰ τῶν ποιημάτων ἐπαγγέλλεσθαι τοῦτό τε καὶ ἄλλα πλείω, διʼ ὧν φησι· Φάρμακα δʼ ὅσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ πεύσῃ, ἐπεὶ μούνῳ σοὶ ἐγὼ κρανέω τάδε πάντα. Παύσεις δʼ ἀκαμάτων ἀνέμων μένος, οἵ τʼ ἐπὶ γαῖαν ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἄρουραν· καὶ πάλιν, ἢν ἐθέλῃσθα, παλίντιτα πνεύματʼ ἐπάξεις θήσεις δʼ ἐξ ὄμβροιο κελαινοῦ καίριον αὐχμὸν ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο θερείου ῥεύματα δενδρεόθρεπτα, τὰ δʼ ἐν θέρει ἀήσαντα· ἄξεις δʼ ἐξ Ἀΐδαο καταφθιμένου μένος ἀνδρός. Φησὶ δὲ καὶ Τίμαιος κτλ .... Ἡρακλείδης δʼ ἐν τῷ Περὶ νόσων φησὶ καὶ Παυσανίᾳ ὑφηγήσασθαι αὐτὸν τὰ περὶ τὴν ἄπνουν. Ἦν δʼ ὁ Παυσανίας, ὥς φησιν Ἀρίστιππος καὶ Σάτυρος, ἐρώμενος αὐτοῦ, ᾧ δὴ καὶ τὰ Περὶ φύσεως προσπεφώνηκεν οὕτως, Παυσανίη, σὺ δὲ κλῦθι, δαΐφρονος Ἀγχίτου υἱέ. Ἀλλὰ καὶ ἐπίγραμμα εἰς αὐτὸν ἐποίησε· Παυσανίην ἰητρὸν ἐπώνυμον Ἀγχίτεω υἱὸν φῶτʼ Ἀσκληπιάδην πατρὶς ἔθρεψε Γέλα, ὃς πολλοὺς μογεροῖσι μαραινομένους καμάτοισι φῶτας ἀπέστρεψεν Φερσεφόνης ἀδύτων.

Λαέρτιος Διογένης ἐν τῇ Σατύρου Ἐπιτομῇ.

Λαέρτιος Διογένης Περὶ δὲ τῆς δίκης αὐτοῦ διάφορα λέγεται. Σωτίων μὲν γάρ φησιν ἐν τῇ Διαδοχῇ τῶν φιλοσόφων ὑπὸ Κλέωνος αὐτὸν ἀσεβείας κριθῆναι, διότι τὸν ἥλιον μύδρον ἔλεγε διάπυρον· ἀπολογησαμένου δὲ ὑπὲρ αὐτοῦ Περικλέους τοῦ μαθητοῦ, πέντε ταλάντοις ζημιωθῆναι καὶ φυγαδευθῆναι. Σάτυρος δʼ ἐν τοῖς Βίοις ὑπὸ Θουκυδίδου φησὶν εἰσαχθῆναι τὴν δίκην, ἀντιπολιτευομένου τῷ Περικλεῖ· καὶ οὐ μόνον ἀσεβείας, ἀλλὰ καὶ μηδισμοῦ· καὶ ἀπόντα καταδικασθῆναι θανάτου. Ὅτε καὶ ἀμφοτέρων αὐτῷ προσαγγελθέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευτῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα «κἀκείνων κἀμοῦ πάλαι ἡ φύσις κατεψηφίσατο·» περὶ δὲ τῶν παίδων, ὅτι «ᾔδειν αὐτοὺς θνητοὺς γεννήσας.»

Λαέρτιος Διογένης Ἔνιοι δὲ καὶ ἀμφοτέρας ἔχειν ὁμοῦ — φασίν· ὧν ἐστι Σάτυρός τε καὶ Ἱερώνυμος ὁ Ῥόδιος. Φασὶ γὰρ βουλευθέντας Ἀθηναίους διὰ τὸ λειπανδρεῖν συναυξῆσαι τὸ πλῆθος, ψηφίσασθαι, γαμεῖν μὲν ἀστὴν μίαν, παιδοποιεῖσθαι δὲ καὶ ἐξ ἑτέρας· ὅθεν τοῦτο ποιῆσαι καὶ Σωκράτην.

Λαέρτιος Διογένης Λέγουσι δέ τινες — ὧν ἐστι καὶ Σάτυρος — ὅτι Δίωνι ἐπέστειλεν εἰς Σικελίαν, ὠνήσασθαι τρία βιβλία Πυθαγορικὰ παρὰ Φιλολάου μνῶν ἑκατόν. Καὶ γὰρ ἐν εὐπορίᾳ, φασὶν, ἦν, παρὰ Διονυσίου λαβὼν ὑπὲρ τὰ ὀγδοήκοντα τάλαντα, ὡς καὶ Ὀνήτωρ φησὶν ἐν τῷ ἐπιγραφομένῳ· Εἰ χρηματιεῖται ὁ σοφός.

Λαέρτιος Διογένης Σωσικράτης δʼ ἐν τῷ πρώτῳ τῆς Διαδοχῆς, καὶ Σάτυρος ἐν τῷ τετάρτῳ τῶν Βίων, οὐδὲν εἶναι Διογένους φασί. Τὰ δὲ τραγῳδάριά φησιν ὁ Σάτυρος Φιλίσκου εἶναι τοῦ Αἰγινήτου, γνωρίμου τοῦ Διογένους.

Ἀθήναιος Σάτυρος δʼ ἐν τοῖς Βίοις Ἀνάξαρχόν φησι, τὸν Εὐδαιμονικὸν φιλόσοφον, ἕνα τῶν Ἀλεξάνδρου γενέσθαι κολάκων, καὶ συνοδεύοντα τῷ βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ ἰσχυρὰ καὶ ἐξαίσιος, ὡς πάντας πτῆξαι, εἰπεῖν, Μή τι σὺ τοιοῦτον ἐποίησας, Ἀλέξανδρε, ὁ τοῦ Διός; Τὸν δὲ γελάσαντα εἰπεῖν, Οὐ γὰρ φοβερὸς βούλομαι εἶναι, καθάπερ σύ με διδάσκεις, ὁ τὰς τῶν σατραπῶν καὶ βασιλέων κελεύων με δειπνοῦντα προσφέρεσθαι κεφαλάς.

Ἀθήναιος Κατηγοροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον, ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς Βίοις, ὑποτυχοῦσα ἡ Γλυκέρα, «Τὴν αὐτὴν, ἔφη, ἔχομεν αἰτίαν, ὦ Στίλπων. Σέ τε γὰρ λέγουσι διαφθείρειν τοὺς ἐντυγχάνοντάς σοι, ἀνωφελῆ καὶ ἐρωτικὰ σοφίσματα διδάσκοντα, ἐμέ τε ὡσαύτως. Μηδὲν οὖν διαφέρειν ἐπιτριβομένοις καὶ κακῶς πάσχουσιν ἢ μετὰ φιλοσόφου ζῆν, ἢ ἑταίρας.»

ΠΕΡΙ ΧΑΡΑΚΤΗΡΩΝ.

Ἀθήναιος Οἱ δὲ μὴ οὕτως ἄσωτοι κατὰ τὸν Ἄμφιν· «Πίνουσʼ ἑκάστης ἡμέρας διʼ ἡμέρας,» διασειόμενοι τοὺς κροτάφους ὑπὸ τοῦ ἀκράτου, καὶ κατὰ τὸν Δίφιλον «Κεφαλὰς ἔχοντες τρεῖς, ὥσπερ Ἀρτεμίσιον,» «πολέμιοι τῆς οὐσίας ὑπάρχοντες, ὡς Σάτυρος ἐν τοῖς Περὶ χαρακτήρων εἴρηκε, κατατρέχοντες τὸν ἀγρὸν, διαρπάζοντες τὴν οἰκίαν, λαφυροπωλοῦντες τὰ ὑπάρχοντα, σκοποῦντες οὐ τί δεδαπάνηται, ἀλλὰ τί δαπανηθήσεται, οὐδὲ τί περιέσται, ἀλλὰ τί οὐ περιέσται· ἐν τῇ νεότητι τὰ τοῦ γήρως ἐφόδια προκαταναλίσκοντες, χαίροντες τῇ ἑταίρᾳ, οὐ τοῖς ἑταίροις, καὶ τῷ οἴνῳ, οὐ τοῖς συμπόταις.»

ΠΕΡΙ ΔΗΜΩΝ ΑΛΕΞΑΝΔΡΕΩΝ.

Θεόφιλος ὁ Ἀντιοχεύς Ἀλλὰ καὶ Σάτυρος, ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι. Διὸ καὶ τὴν Διονυσίαν φυλὴν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. Λέγει οὖν ὁ Σάτυρος οὕτως· «Διονύσου καὶ Ἀλθαίας τῆς Θεστίου γεγενῆσθαι Δηιάνειραν· τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς, οἶμαι, Ὕλλον, τοῦ δὲ Κλεοδαῖον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μάρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοὸν, τοῦ δὲ Ἀριστοδαμίδαν, τοῦ δὲ Κάρανον, τοῦ δὲ Κοινὸν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκέταν, τοῦ δὲ Ἀμύνταν, … τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύοντος Πτολεμαῖον τὸν Φιλάδελφον. Ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασι συγγένεια οὕτως περιέχει. Ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοί εἰσιν κατακεχωρισμένοι· Ἀλθηὶς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου, Ἀλθαίας· Δηιανειρὶς, ἀπὸ Δηιανείρας τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθαίας, γυναικὸς δὲ Ἡρακλέους. Ἀριαδνὶς ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ πρυμνίδι· Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθαίας πατρός· Θοαντὶς ἀπὸ Θόαντος παιδὸς Διονύσου· Σταφυλὶς ἀπὸ Σταφύλου υἱοῦ Διονύσου· Εὐανθὶς ἀπὸ Εὐάνθεος υἱοῦ Διονύσου· Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου. Οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου.»

ΑΡΧΑΙΩΝ ΜΥΘΩΝ ΣΥΝΑΓΩΓΗ.

Διονύσιος ὁ Ἁλικαρνασσεύς Καλλίστρατός τε ὁ Περὶ Σαμοθρᾴκης συνταξάμενος ἱστορίαν, καὶ Σάτυρος ὁ τοὺς ἀρχαίους μύθους συναγαγών.

Διατί τὰ ἐρωτικὰ ἐν ἱμάντι φησὶν Ὅμηρος κατεστίχθαι; Σάτυρος μὲν οὖν φησι, ἐπεὶ πληγῶν ἄξια δρῶσιν οἱ ἔρωτες· Ἀπίων δὲ κτλ.