ΠΕΡΙ ΜΟΝΟΣΥΛΛΑΒΩΝ.
Γεώργιος ὁ Χοιροβοσκός πᾶν ὄνομα μονοσύλλαβον μακροκαταληκτεῖν θέλει εἴτε φύσει εἴτε θέσει· φύσει μὲν οἷον Γρᾶς, πᾶς, Κρής, Τρώς, σής ὁ σκώληξ, νοῦς, παῖς, βοῦς, θέσει δὲ οἷον νύξ, στύξ, φλόξ, Φρύξ, ἅλς χωρὶς τοῦ τίς· τοῦτο γὰρ συστέλλει τὸ ι, καὶ χωρὶς τοῦ πός, ὅπερ ἀπὸ τοῦ πούς γέγονε κατʼ ἀποβολὴν τοῦ υ «ᾧ πὸς ἄγʼ ἱεμένοισι» καὶ τοῦ ἕν καὶ τοῦ δέν, ὅπερ ἰσοδυναμεῖ τῷ τί, ὅπερ συνεχῶς εὑρίσκεται μετὰ τῆς οὐ ἀποφάσεως καὶ τῆς μή ἀπαγορεύσεως οἷον οὐδέν, μηδέν, καὶ χωρὶς τοῦ ὅς «ὃς ἂν ἐθέλῃ, μεινάτω με» καὶ χωρὶς τοῦ πάν παρʼ Αἰολεῦσιν — οἱ γὰρ Αἰολεῖς τοῦ πᾶν τὸ α συστέλλουσι — καὶ χωρὶς τοῦ Δί, ὅπερ ἀπὸ τοῦ Δία γέγονε κατʼ ἀποκοπήν, ὅπερ καὶ μετὰ τοῦ νή ἐπιρρήματος γίνεται νὴ Δί.
Θεόγνωστος τὰ εἰς εις μονοσύλλαβα διὰ τῆς ει διφθόγγου γραφόμενα σπάνιά ἐστιν, ἔστι γὰρ τὸ δείς ὀξύτονον, ὅπερ ἀεὶ μετὰ τῆς οὐ ἀποφάσεως ἢ τῆς μή ἀπαγορεύσεως σύνεστιν, οὐδείς καὶ μηδείς. ἔστι δὲ καὶ τὸ κλείς θηλυκὸν καὶ τὸ εἷς ἀρσενικὸν ἐπὶ τοῦ ἀριθμοῦ περισπώμενον ὑγιῶς. αἱ γὰρ εἰς εις ὀξυνόμεναι καὶ ἔχουσαι εἰς εν οὐδέτερον μετοχαί εἰσιν οἷον τιθείς τιθέν, νυγείς νυγέν. βαρυνόμενα δὲ ὀνόματά ἐστιν οἷον τιμήεις, ἐρόεις. ἐπεὶ οὖν τὸ εἷς εἶχεν οὐδέτερον τὸ ἕν, ἐχρῆν βαρύνεσθαι· οὐκ ἦν δὲ τοῦτό πως διὰ τὴν μονοσυλλαβίαν. ἀναγκαίως περισπᾶται, ἵνα δυνάμει βαρύνηται· ἀμέλει εἰς δισυλλαβίαν μετελθὸν βαρύνεται ἐν τῷ «ὀφθαλμὸς ἕεις ἐπέκειτο μετώπῳ», ἵνα τὴν ὀνοματικὴν σημασίαν ἀποφήναι. οὕτως Ἡρωδιανὸς περὶ μονοσυλλάβων.