Περὶ αἵματος ἀναγωγῆς ἐκ κατάρρου.
Τοὺς μὲν ἐπὶ κατάρρῳ πτύσαντας αἷμα φλεβοτομῶν εὐθὺς ἐν ἀρχαῖς ἢ κλύσματι δριμεῖ χρησάμενος, εἶτα τρίψας τὰ σκέλη καὶ τὰς χεῖρας ἐπὶ πλεῖστον ἅμα φαρμάκῳ θερμαίνοντι καὶ διαδήσας ξυρήσας τε τὴν κεφαλὴν ἐπιθήσεις τὸ διὰ τῆς κόπρου τῶν ἀγρίων περιστερῶν φάρμακον, ὡρῶν τε τριῶν μεταξὺ γενομένων ἐπὶ τὸ βαλανεῖον ἄγε καὶ λοῦε ἄνευ τοῦ ψαῦσαι λίπος τῆς κεφαλῆς, εἶτα σκεπάσας αὐτὴν συμμέτρῳ πίλῳ τρέφε ῥοφήματι μόνῳ αὐστηρῶν ὀπωρῶν ἔχοντι, εἶθʼ ὑπνοῦν μέλλοντι τὸ διὰ τῶν ἐχιδνῶν δίδου φάρμακον νεωστὶ κατεσκευασμένον, καὶ κατὰ τὴν δευτέραν ἡμέραν τὰ ἄλλα πάντα τοῦ σώματος τρίψας πλὴν κεφαλῆς καὶ ἐν ἡσυχίᾳ φυλάξας αὖθις εἰς ἑσπέραν δίδου τὸ διʼ ἐχιδνῶν. σταλέντος δʼ ἐπὶ τούτῳ τοῦ κατάρρου, τῇ τρίτῃ τῶν ἡμερῶν ἕωθεν δίδου μέλιτος ἡψημένου μικρὸν ἐφʼ ἡσυχίας τε φύλαττε καὶ πᾶν ἀπότριβε τὸ σῶμα τροφήν τε δίδου πτισάνης χυλὸν σὺν ἄρτῳ βραχεῖ, κἄπειτα τῇ τετάρτῃ τῶν ἡμερῶν ἕωθεν μὲν τοῦ διʼ ἐχιδνῶν φαρμάκων διδόναι ἅμα συχνῷ μέλιτι, τῇ κεφαλῇ δὲ τοῦ αὐτοῦ φαρμάκου πάλιν ἐπιθείς, εἶτα λούσας καὶ θρέψας μετρίως ἐκκάθαιρε λοιπὸν σφοδρότερον τὸν πνεύμονα τῇ πέμπτῃ τῶν ἡμερῶν, εἶτʼ αὖθις καὶ αὖθις ἐκ διαλειμμάτων χρῶ κατὰ μὲν τῆς κεφαλῆς τῇ συνήθει κηρωτῇ τῇ διὰ θαψίας, τὴν δʼ ὅλην τοῦ σώματος ἐπιμέλειαν ἀναθρεπτικὴν ποιοῦ. τοὺς δʼ ἐπὶ ψύξει τῶν ἀναπνευστικῶν ὀργάνων αἷμα πτύοντας φλεβοτομήσεις παραχρῆμα ἐπαφαιρήσεις τε δὶς κατὰ τὴν αὐτὴν ἡμέραν καὶ κατὰ τὴν ὑστεραίαν ὁμοίως δίς, εἶτα τρίψει τῶν κώλων καὶ δεσμοῖς ἐν τῇ πρώτῃ χρησάμενος εἰς ἑσπέραν δώσεις· τὸ διὰ σπερμάτων· ἐν δὲ τῇ δευτέρᾳ μετὰ τὴν ἐπαφαίρεσιν ἐπιθήσεις παντὶ τῷ θώρακι τῆς διὰ τῆς θαψίας κηρωτῆς, εἶτʼ ἄρας αὐτὴν εἰς ἑσπέραν, ὅπως μὴ θερμανθῇ περαιτέρω τοῦ προσήκοντος, ἐν τῇ τρίτῃ πάλιν ἐπιθεὶς ὥραις που τρισὶ λοῦε τὸν ἄνθρωπον καὶ τρέφε τρισὶν ἐφεξῆς ἡμέραις ῥοφήμασι, τῇ τρίτῃ δὲ πρὸς τῷ χυλῷ τῆς πτισάνης δίδου καὶ ἰχθύν τινα τῶν εὐπέπτων ἁπλῶς ἠρτυμένον. δίδου δʼ ὁμοίως εἰς ἑσπέραν τοῦ διὰ σπερμάτων φαρμάκου ἔν τε τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ τῶν ἡμερῶν· ὑπνοποιόν τε γάρ ἐστι καὶ ἀνώδυνον καὶ ξηραντικόν. ἤδη οὖν τῶν τε μορίων ἐν εὐκρασίᾳ γενομένων καὶ τῆς φλεγμονῆς παυσαμένης, ἀνακαθαίρειν ἐπιτεταμένως δυνήσῃ, καὶ μετὰ τοῦτο χρήσασθαι τῷ διὰ τῶν ἐχιδνῶν φαρμάκῳ, μεθʼ ὃ τῇ τε γαλακτοποσίᾳ καὶ τῇ ἄλλῃ τροφῇ δεόντως ἂν χρήσαιο. οὕτως μὲν τοὺς κατʼ αὐτὴν τὴν πρώτην ἡμέραν ἑαυτοὺς ἐγχειρίσαντας ἂν ἰάσαιο· οὐ μὴν τούς γε μετὰ δύο ἡμέρας ἢ τρεῖς ἅπαντας, ἀλλʼ ἐνίοτε αὐτῶν τινες ἀνίατον ἔσχον τὸ ἕλκος. χαλεπωτέραν δʼ ἔχει τὴν ἴασιν τὰ ἐν τῷ πνεύμονι συνιστάμενα τῶν ἑλκῶν, καὶ χρὴ παραχρῆμα τέμνειν τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔνδον ἐπαφαιρεῖν τε δίς που ἢ καὶ τρὶς τρίβειν τε καὶ διαλαμβάνειν ὅλα τὰ κῶλα δεσμοῖς· ἐπειδὰν δὲ ταῦτα πραχθῇ, πρῶτον μὲν ὀξύκρατον ὑδαρές τε καὶ χλιαρὸν διδόναι πίνειν, ὅπως, εἴ τις εἴη θρόμβος ἐν τῷ σπλάγχνῳ, διαλυθεὶς ἐκβληθείη, καὶ τοῦτο οὐδὲν κωλύει καὶ δὶς καὶ τρὶς ἐργάσασθαι· μετὰ δὲ ταῦτα διδόναι τῶν ἐμπλαττόντων τε ἅμα καὶ τῶν στυφόντων φαρμάκων, ἤτοι διʼ ὑδαροῦς ὀξυκράτου τὴν πρώτην ἢ διʼ ἀφεψήματος μήλων ἢ μύρτων ἤ τινος ἄλλου τῶν στυπτικῶν, εἰς ἑσπέραν τε πάλιν ὁμοίως διδόναι τὸ φάρμακον, εἴργοντα πάσης τροφῆς. κάλλιστον δὲ καὶ τῇ ὑστεραίᾳ ἐπαφαιρεῖν αὖθις ὀλίγον καὶ τροφαῖς καὶ φαρμάκοις ὁμοίως χρῆσθαι μέχρι τετάρτης ἡμέρας, καὶ βρέχοντα κύκλῳ τὸν θώρακα, θέρους μὲν μηλίνῳ καὶ ῥοδίνῳ, χειμῶνος δὲ νάρδῳ. χρῶ δὲ κατʼ αὐτοῦ καὶ τοῖς ἐμπλαστικοῖς φαρμάκοις, οἷά ἐστι τὰ διʼ ἀσφάλτου καὶ ὄξους. μόνοι δʼ ἀνιάτως μοι δοκοῦσιν ἔχειν οἱ διὰ κακοχυμίαν ἀναβρωθέντες.
Περὶ ἀναγωγῆς αἵματος.
Ὁ πρῶτος κίνδυνός ἐστι τῆς τοῦ αἵματος ἀναγωγῆς κατʼ αὐτὴν τὴν ἄμετρον κένωσιν. βοηθεῖν οὖν ἐκ τοῦ παραυτίκα τοῖς πάσχουσι δυνήσῃ διὰ τῶν ὑπογεγραμμένων· τὴν γὰρ ὅλην διάθεσιν ἰατρῶν ἔργον ἰάσασθαι. ἀνδράχνη ἐσθιομένη ποιεῖ — δραστικώτερος δʼ ὁ χυλὸς αὐτῆς πινόμενος —, βαλαύστιον, βάτου ὁ καρπὸς καὶ τὸ ἄνθος, δρυὸς τὸ ὑμενῶδες τὸ ὑπὸ τῷ φλοιῷ τοῦ πρέμνου καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου· μάλιστα δʼ ἑψῶντες αὐτῷ χρῶνται· φηγοῦ δὲ καὶ πρίνου δραστικώτερα. ἀλθαίας τῆς ῥίζης ἀφέψημα, ἡδύοσμον πρὸς τὰς προσφάτους, κενταυρίου τοῦ μεγάλου 𐅻 β διδόμεναι τοῖς μὲν πυρέσσουσι μεθʼ ὕδατος, τοῖς δʼ ἀπυρέτοις μετʼ οἴνου, ῥήου, σχίνου τῶν φύλλων ὁ χυλός. Σάμιος ἀστὴρ πρὸς πᾶσαν ὁμοίως καὶ Λημνία σφραγίς. πρὸς δʼ αἵματος θρομβώσεις ποιεῖ πυτία ποθεῖσα, καὶ μάλιστα ἡ λαγῴα. διαχεῖ δὲ θρόμβους καὶ ἡ συκίνη κονία μεθʼ ὕδατος ποθεῖσα καὶ θύμος ἢ θύμβρα μετʼ ὄξους.
Περὶ ἐμπύων. Ἐκ τῶν Γαληνοῦ.
Ἐμπύους καλοῦσι τοὺς κατὰ θώρακα καὶ πνεύμονα πύον ἀθρόον ἔχοντας· περιέχεται δὲ μετὰ τὴν ῥῆξιν ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ τὸ πύον, ὅπερ εἰ μὴ διὰ ταχέων ἀναπτυσθῇ, φθινώδεις ἀποτελοῦνται· πυρέττουσι δʼ ἀεὶ λεπτῶς ἑκτικὸν πυρετόν. ῥήγνυται δὲ τὸ πύον, τὸ μὲν ἄνω, τὸ δὲ κάτω· καὶ τῶν κάτω τὸ μὲν εἰς κοιλίαν καὶ ἔντερα μεταλαμβάνεται, τὸ δʼ εἰς κύστιν τῆς μεταλήψεως διʼ ἀγγείων τινῶν γινομένης· ὅσα δʼ ἄνω ῥήγνυται, κινδυνωδέστερά ἐστιν. δεῖ δὲ πρῶτον μὲν τῇ πέψει τοῦ ἐμπυήματος συνεργεῖν διά τε σπόγγων πυριῶντας καὶ καταπλάσματα προσάγοντας ἐξ ἀλεύρων κριθῆς, προσμιγνυμένων καὶ ἰσχάδων ἑφθῶν, ὀλίγου δὲ ῥητίνης καὶ περιστερᾶς κόπρου καὶ νίτρου καὶ ἐβίσκου· ταῦτα γὰρ λεπτύνει καὶ διαφορεῖ. συνεργεῖ δὲ τῇ ῥήξει καὶ ἡ ἐπὶ τὸ ἀπαθὲς πλευρὸν κατάκλισις. καταρροφείτωσαν δʼ ἐκ διαστημάτων μελίκρατον καὶ χυλὸν πτισάνης μετὰ μέλιτος· οἱ δʼ εὐτονώτεροι προποτιζέσθωσαν ὕσσωπον ἢ θύμον. συνεργεῖ δὲ πρὸς τὴν ῥῆξιν καὶ ταριχοφαγία καὶ τῆς διὰ κολοκυνθίδος ἱερᾶς καταπότια πρὸς κοίτην λαμβανόμενα. ἀρξαμένου δʼ ἐκκρίνεσθαι τοῦ πύου, διδόναι ὕσσωπον ἐν μελικράτῳ ἑψηθὲν καὶ καταπλάττειν γῦριν ἐν μελικράτῳ καὶ ἐλαίῳ ἑψηθεῖσαν. δυσανακαθάρτου δὲ τῆς ἑλκώσεως οὔσης, μελικράτῳ συνεχέστερον χρηστέον, ἐνηψημένων δυοῖν ἢ τριῶν ἀστραγάλων ἴρεως. χρήσιμος δὲ καὶ τῆς γλυκείας ῥίζης ὁ χυλὸς λεαινόμενός τε καὶ σησάμῳ συμπλεκόμενος.
Περὶ φθίσεως.
Φθίσις ἐστὶν ἕλκος ἐν πνεύμονι· γίνεται δʼ ἐπί τε τοῖς ἐμπύοις καὶ τοῖς ῥευματικοῖς χρονίζουσι καὶ ἐπὶ ταῖς τοῦ αἵματος πτύσεσιν, ὅταν τῆς αἱμορραγίας ἐπισχεθείσης μήτε κολληθῇ τὸ ἕλκος μήτε εἰς οὐλὴν ἔλθῃ. θεραπεύειν δὲ χρὴ πρὸς τὸ εὐανάγωγα ταῖς βηξὶ γίνεσθαι τὰ παρακείμενα καὶ ἕτερα μὴ ἐπισυλλέγεσθαι. κεφαλωτὸν οὖν ἁρμόζει πράσον μάλιστα ἐν πτισάνῃ συντακέν, ἤδη δὲ καὶ ἑτέροις ῥοφήμασι συνεψηθὲν ἢ πόλτοις. καὶ καθʼ ἑαυτὸ δὲ δὶς ἡψημένον λαμβανέσθω τὸ δὲ πινόμενον ὕδωρ ὄμβριον ἔστω καὶ ἐφʼ ἱκανὸν καθηψημένον καταπλάσματα δὲ παραληπτέον ἐν ταῖς ἀρχαῖς τῶν ἀνέσεων τὰ διὰ λινοσπέρμου καὶ γύρεως διʼ ἀφεψήματος τήλεως ἢ μαλάχης ἐλαίου τε καὶ μέλιτος· παραμιγνύσθω δʼ αὐτοῖς καὶ τὰ τῆς ἀλθαίας φύλλα. χρόνου δὲ παρελθόντος, ἐπὶ τὰς κηρωτὰς μεταβατέον τὰς διὰ βουτύρου καὶ δαφνίνου καὶ κυπρίνου καὶ ἴρεως· μετὰ δὲ ταῦτα μαλάγματι χρηστέον, τὸ μὲν πρῶτον τῷ διὰ τεσσάρων ἐκ κηροῦ καὶ τερεβινθίνης καὶ ἴρεως καὶ ὑσσώπου ἴσων, μετὰ δὲ ταῦτα ἐμπλάστρῳ τῇ Μνασέου· ῥευματιζομένων δὲ τῶν τόπων, τὴν διʼ ἰτεῶν προσακτέον. τῶν δὲ φαρμάκων ἁπλούστατον μέν ἐστι μελίκρατον καθʼ ἑαυτὸ καὶ σὺν ἀμύλῳ· ἐπιτήδειον δὲ καὶ ἴρεως, δύο ἢ τρεῖς ἀστράγαλοι συνεψηθέντες τῷ μελικράτῳ μετὰ γλυκείας ῥίζης. βηχὸς δὲ χαλεπῆς ἐνερειδούσης, θύμος λεῖος καὶ ὕσσωπος ἀναλαμβάνεται μέλιτι ἀπέφθῳ μεγέθει ψηφίων καὶ ὑπὸ τῇ γλώττῃ διακρατεῖται. ἁρμόσειε δʼ ἂν καὶ ἡ Μιθριδάτου ἐκ διαστημάτων λαμβανομένη καὶ ἡ διʼ ἐχιδνῶν. συμφορώτατον δὲ φθίσει καὶ ἡ γαλακτοποσία.
Περὶ ἀσθματικῶν.
Τοῖς λεγομένοις ἀσθματικοῖς ἁρμόσει τὰ τέμνοντα φάρμακα χωρὶς τοῦ θερμαίνειν σφοδρῶς, καὶ διὰ τοῦτο αὐτοὺς κάλλιστα ὀνίνησιν ὄξος τε σκιλλιτικὸν αὐτή τε ἡ σκίλλα καὶ τὸ διὰ τοῦ τοιούτου ὄξους ὀξύμελι. συνενέγκοι δʼ ἂν τῷ ὀρθοπνοϊκῷ κίσηρις μετὰ νίτρου καὶ τρὺξ οἰνηρὰ κεκαυμένη μετὰ σχίνου ἄνθους καὶ ἀρσενικὸν μετʼ ἀλκυονίου. Φίλιππος δέ φησιν ἐγνωκέναι τινὰ ὃς δύο μέρη κισήρεως καὶ μέρος ἓν ἀφρονίτρου κόπτων καὶ σήθων προσέπασσε τῷ ἀλείμματι, ἔπειτα ἀνέτριβε, καὶ πυρρὸς καὶ αἱματώδης ἐγίνετο, καὶ τοῦτο ποιῶν ἆσθμα, βῆχα καὶ πυώδη διάθεσιν ἀπετρίβετο. τὰ δὲ μείζω τῶν ἰαμάτων κάθαρσις μὲν συνεχεστέρα ἀπὸ φαρμάκων ἰσχυροτέρων καὶ ἔμετοι ἀπὸ ῥαφανίδων καὶ μαλάγματα ὅσα ἑλκοῖ καὶ ἕλκει ἰχῶρας. καὶ ἀριστολοχία δʼ ἡ στρογγύλη μεθʼ ὕδατος πινομένη ἀσθματικοῖς βοηθεῖ· κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα, σπονδυλίου ὁ καρπὸς καὶ ἡ ῥίζα, καλαμίνθης ὁ καρπὸς καὶ ὕσσωπος καὶ ἶρις, μελάνθιον. ὄνων τῶν ὑπὸ ταῖς ὑδρίαις ξέστην βαλὼν εἰς ἄγγος κεραμεοῦν φρῦγε ἐπʼ ἀνθράκων· λευκανθέντας δὲ τρῖβε καὶ μέλιτι ἑφθῷ ἀναλαβὼν δίδου μύστρον ἐκλείχειν πρὸ τροφῆς. —Ἄλλο· σκίλλης ὠμῆς τὸν χυλὸν ἔκθλιβε καὶ μίξας αὐτῷ μέλιτος τοσοῦτον ἕψε ἐπʼ ἀνθράκων καὶ δίδου μύστρον πρὸ τροφῆς καὶ μετὰ τροφήν.
Περὶ τῶν ἐν καρδίᾳ παλμῶν.
«Οἶδά τινα» φησὶ Γαληνός «κατʼ ἐνιαυτὸν ἦρος ὥρᾳ πάσχοντα τὸ τοῦ παλμοῦ σύμπτωμα τῆς καρδίας· κἀπειδὴ τρισὶν ἔτεσιν ἐπειράθη φλεβοτομίας ὠφελούσης, ἔφθασεν ἐπὶ τοῦ τετάρτου φλεβοτομηθεὶς πρὶν ἁλῶναι τῷ συμπτώματι, καὶ οὕτως ἔπραττε κατὰ τὸ ἑξῆς πλειόνων ἐτῶν.»
Περὶ πλευρίτιδος.
Ἡ ἀκριβὴς πλευρῖτις ἐν πρωτοπαθείᾳ τοῦ ὑπεζωκότος γίνεται· διὸ μέχρι κλειδὸς καὶ ὑποχονδρίων ὁ πόνος ἐξικνεῖται. εἰ μὲν οὖν εἰς κλεῖν ὁ πόνος διατείνει, φλεβοτομίας χρεία, εἰ δʼ εἰς ὑποχόνδριον, καθάρσεως· εἰ μέντοι μέτριον εἴη τὸ ἄλγημα καὶ μὴ νυγματῶδες, οὐ μεγάλης δεῖται βοηθείας. δώσομεν οὖν τοῖς οὕτω κάμνουσι φάρμακα τῆς λεπτυνούσης δυνάμεως, μέτρια μὲν ἐπὶ τῶν φλεγμαινόντων, ὅσα δʼ ἰσχυρότερα κατὰ τὰς παρακμὰς τῶν φλεγμονῶν. μέτριος μὲν οὖν ἐστιν ὅ τε τῆς πτισάνης χυλὸς καὶ τὸ μελίκρατον· ἰσχυρότερον δὲ τὸ τῆς ἀκαλήφης σπέρμα, καὶ ὅταν ἐμβληθῇ τι τῶν δριμειῶν βοτανῶν, οἷον ὀριγάνου καὶ ὑσσώπου καὶ καλαμίνθης γληχοῦς τε καὶ ἴρεως.
Πρὸς πλευρῶν ὀδύνας.
Πλευρῶν δʼ ὀδύνας ἄνευ πυρετῶν βδέλλιον ἰᾶται καὶ κόστος. κράμβης καυλῶν καυθέντων τῇ τέφρᾳ μιγνύντες στέαρ παλαιὸν εἰς τὰ τῶν πλευρῶν ἀλγήματα χρώμεθα, καὶ εἴ τι τοιοῦτον ἕτερον· διαφορητικὸν γὰρ ἰσχυρῶς ἐστι τὸ φάρμακον.
Πρὸς τιτθούς.
Πάτος φλεγμαινόντων τιτθῶν βοήθημά ἐστι δραστικώτατον ἐπιτιθέμενον· ἐὰν δὲ ξηρότερόν σοι φαίνηται, κυπρίνῳ μάλαττε ἢ ῥοδίνῳ. καὶ πρὸς τὸ ἐκ τοκετῶν δὲ σβέσαι τὸ γάλα τυρωθὲν κατὰ τοὺς μαστοὺς χρήσιμον ἱκανῶς ἐστιν. ὠῷ ὅλῳ ὠμῷ χρώμεθα μιγνύντες ῥοδίνῳ, οὐ μόνον ἐπὶ τιτθῶν φλεγμαινόντων, ἀλλὰ καὶ ἐπʼ ἄλλων πλειόνων μορίων. ὁ ῥύπος ὁ ἐν ταῖς παλαίστραις ἴαμα φλεγμονῆς ἐστι τιτθῶν· καὶ γὰρ τὸ πυρῶδες αὐτῶν σβέννυσι καὶ τὸ ἐπιρρέον ἀναστέλλει καὶ τὸ περιεχόμενον διαφορεῖ. κυάμων ἄλευρον μαστῶν καὶ διδύμων ἀγαθόν ἐστι κατάπλασμα· φιλεῖ γὰρ ταῦτα τὰ μόρια μετρίως ψύχεσθαι φλεγμαίνοντα, καὶ μάλιστα ὅταν τυρωθῇ τὸ γάλα. τὸ τῆς Ναξίας ἀκόνης ἀπότριμμα τιτθούς τε παρθένων κωλύει πρὸ ὥρας ἐμφυσᾶσθαι καὶ παιδίων ὄρχεις. χοῖρον ἐκτεμὼν κατάχριε τῷ αἵματι τοὺς μαστούς, καὶ οὐκ αὔξονται. τὰς σπαργανώσεις τῶν μαστῶν ἀποκαθίστησι φακὸς ἑψηθεὶς ἐν θαλάσσῃ καὶ καταπλασσόμενος ἢ ἡδύοσμον σὺν ἀλφίτῳ καταπλασθέν, ἅλμη πυριωμένη. σβέννυσι δὲ μετὰ ταῦτα ἄλευρον κυάμινον καθʼ ἑαυτὸ σὺν ἀλφίτῳ καταπλασθέν, κιμωλία σὺν ὄξει καταχριομένη, γάλα γυναικεῖον μετὰ κωνείου χυλοῦ, κωνείου φύλλα καταπλασσόμενα, ἅλμη πυριωμένη. τοὺς δὲ χονδριῶντας μασθοὺς παύει ἅλμη πυριωμένη, ἡδύοσμον σὺν ἀλφίτῳ καταπλασθέν, κρόκος σὺν γάλακτι καταχριόμενος, ἄλευρον κυάμινον καθʼ ἑαυτὸ καὶ σὺν ἀλφίτῳ καταπλασθέν, κυδώνια ἑφθὰ σὺν μέλιτι. οὐκ ἐᾷ δὲ τὸ ἐπὶ τῶν τιθηνουσῶν γάλα τυροῦσθαι κηροῦ δέκα τὸν ἀριθμὸν κεγχριαῖα τὸ μέγεθος καθʼ ἡμέραν καταπινόμενα.
Περὶ τῶν τοῦ στόματος τῆς γαστρὸς παθῶν.
Τοῖς τὴν κυνώδη καλουμένην ὄρεξιν ἔχουσι, τουτέστι τοῖς ἀπαύστως λιμώττουσιν, οἶνον διδόναι χρὴ δαψιλῆ τῶν ἱκανῶς θερμαινόντων ὡς μέγα ἴαμα· τοιοῦτοι δʼ εἰσὶν οἱ κιρροὶ τὴν χρόαν ἢ ἐρυθροὶ χωρὶς τοῦ στύφειν· αἱ γὰρ λιμώδεις ὀρέξεις διὰ ψυχρότητα τοῦ στομάχου συνίστανται. εἰκότως οὖν ὁ τοιοῦτος οἶνος αὐτὰς παύει· χρεία δʼ αὐτοῖς, ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον διδόναι τὰ λιπαρὰ καὶ ἐλαιώδη τῶν ἐδεσμάτων, καὶ τὰ ἄλλα δὲ πάντα διʼ ἐλαίου πολλοῦ σκευάζοντα καὶ μηδὲν αὐστηρὸν καὶ στρυφνὸν ἔχοντα, μετὰ δὲ ταῦτα τὸν οἶνον, κἂν μηδέπω διψῶσι, κελεύειν προσφέρεσθαι· πραΰνεται μὲν γὰρ αὐτοῖς εὐθέως ὁ λιμὸς ἐπὶ τῇ τοιαύτῃ διαίτῃ, πλείονι δὲ χρόνῳ πραττόντων οὕτω καταπαύεται. τοῖς δὲ λύζουσι διδόναι χρὴ πήγανον μετʼ οἴνου ἢ νίτρον ἐν μελικράτῳ ἢ σέλινον ἢ κύμινον ἢ σκιλλιτικὸν ὄξος ἢ καλαμίνθην ἢ ἄσαρον ἢ νάρδον Κελτικήν, ἰδίᾳ ἕκαστον καὶ ὁμοῦ. καστόριον τοῖς ὑπὸ πλήθους λύζουσιν ἐπὶ ψυχροῖς καὶ γλίσχροις χυμοῖς δίδου πίνειν διʼ ὀξυκράτου· καὶ κατὰ τοῦ δέρματος δʼ ἐπιτιθέμενον ὠφελεῖ ἅμα Σικυωνίῳ ἢ παλαιῷ ἐλαίῳ. ὅταν δʼ ὑπὸ πληρώσεως ὑγρῶν γένηται λυγμός, τοὐπίπαν δʼ οὕτω συνίσταται, βιαίας δεῖται κενώσεως· τοῦτο δὲ πταρμὸς ἐργάζεται. αἱ δὲ ναυτίαι γίνονται πρὸς ἔμετον ὁρμώσης τῆς γαστρός, ποτὲ μὲν πλήθους βαρύνοντος αὐτήν, ποτὲ δὲ δήξεως ἢ ὅλως μοχθηρῶν χυμῶν. τινὲς δὲ σπαράττονται μέν, ἐμοῦσι δʼ οὐδέν, ἐφʼ ὧν οὔτε πολύς ἐστιν ὁ λυπῶν χυμὸς οὔτε κατὰ τὴν εὐρυχωρίαν τῆς γαστρός, ἀλλʼ αὐτοῖς περιέχεται τοῖς χιτῶσιν, ἐνίοις μὲν ὡς ὕδωρ ἐν σπόγγῳ, ἐνίοις δʼ ἐμπεπλασμένος δυσαπολύτως. ἡ δʼ ἴασις ἐν τρισίν ἐστι κειμένη κεφαλαίοις, πέψει καὶ ἐπικράσει καὶ κενώσει. πέττονται μὲν οὖν οἱ φλεγματωδέστεροι καὶ ὠμοὶ τῇ τε ἡσυχίᾳ καὶ ἀσιτίᾳ καὶ ὕπνῳ· τῶν δʼ ἄλλων τοὺς λεπτοὺς τὴν σύστασιν καὶ μετρίως ἐσφηνωμένους ἐκβάλλειν ἐμέτοις, ποτὲ μὲν ἐπὶ τῷ τῆς πτισάνης χυλῷ γενομένοις ἢ μελικράτῳ, ποτὲ δʼ ἐφʼ ὕδατι μόνῳ· ὅσοι δὲ γλίσχροι τέ εἰσι καὶ παχεῖς δυσλύτως ἐμπεπλασμένοι τῇ γαστρί, τῶν λεπτυνόντων χρῄζουσι τοὺς χυμούς. ἔνθα δʼ ὑγρότης μοχθηρὰ διέβρεξε τοὺς χιτῶνας τῆς γαστρός, ἡ διὰ τῆς ἀλόης πικρὰ χρησίμως ἐκκαθαίρει ταύτην, τὰ δὲ στύφοντα βλάπτει γενναίως, ὥσπερ πάλιν ἐφʼ ὧν ὑγρότης πολλὴ χωρὶς κακίας χυμῶν, ὅταν οἷον πλάδος τις ᾖ τῷ ποσῷ λυποῦσα μόνῳ, τὰ στύφοντα μὲν ὠφελιμώτατα γίνεται, τὸ δὲ διὰ τῆς ἀλόης φάρμακον εἰς μαρασμὸν ἄγει πάντως τοὺς χρησαμένους. μίξειε δʼ ἄν τις τοῖς στύφουσι καὶ τῶν θερμαινόντων ψυχρᾶς τῆς διαθέσεως αἰσθανόμενος· ἱκανὸν δὲ γνώρισμα τοῦ ψυχροτέραν τὴν διάθεσιν εἶναι τὸ ἄδιψον· ὅταν γὰρ μήτε διψώδης ὁ κάμνων ᾖ μήτε καύματος αἴσθηται κατὰ τὸ τῆς κοιλίας στόμα, δῆλόν ἐστιν οὐκ εἶναι διάθεσιν θερμήν. αἱ δὲ φλεγμοναὶ τοῦ στόματος τῆς κοιλίας καὶ τοῦ ἥπατος δέονται τῆς τῶν στυφόντων παραπλοκῆς· ἐὰν γὰρ διὰ τῆς χαλαστικῆς ἀγωγῆς μόνης θεραπεύῃ τις, κίνδυνον ἐπάξει περὶ τῆς ζωῆς. δεῖ τοίνυν, εἴτε ἔλαιον εἴη τὸ ἐπαντλούμενον τοῖς πεπονθόσι τόποις εἴτε κατάπλασμα, παραπλέκειν τι τῶν στυφόντων, οἷον ἀψίνθιον ἢ νάρδινον μύρον ἢ μήλινον ἢ κυδώνιον ἑψήσαντα. —Κηρωτὴ ᾗ συνεχῶς χρώμεθα· κηροῦ λευκοῦ 𐆄 α, νάρδου χειμῶνος μὲν 𐆄 α, θέρους δὲ 𐅻 ζ, ἀλόης, μαστίχης ἀνὰ 𐅻 α. εἰ δὲ πλείονος δέοιτο στύψεως, ἀτονίας οὔσης, ὡς μηδὲ τῶν τροφῶν κρατεῖν, προσμιγνύσθω καὶ ὀμφακίου τὸ ἴσον. μιγνύσθω δʼ ἐν τῇ κηρωτῇ πρῶτον ὀμφάκιον, εἶθʼ οὕτω τἄλλα· μιγνύειν δʼ ὥσπερ τὸ ὀμφάκιον, οὕτω καὶ ἀψινθίου χυλόν, ἔστι δʼ ὅτε καὶ ἄμφω, καὶ τρίτον γε ἐπʼ αὐτοῖς τῆς ὑποκιστίδος καὶ οἰνάνθης καὶ ῥοῦ χυλόν. παραύξειν δὲ τῆς κηρωτῆς τὸ πλῆθος ἀνάλογον τῷ τῶν ἄλλων φαρμάκων ἀριθμῷ· χρονιζούσης δὲ τῆς φλεγμονῆς καὶ σκληρυνομένης ἤδη, ποικιλώτερα φάρμακα προσφέρειν χρὴ καὶ τῶν ἀρωμάτων ἔχοντά τι καὶ τῶν μαλακτικῶν καὶ τῶν διαφορητικῶν, οἷόν ἐστι καὶ τὸ διὰ μελιλώτου σκευαζόμενον. ὁ χλωρὸς ἴασπις ὠφελεῖ τὸν στόμαχον καὶ τὸ στόμα τῆς γαστρὸς περιαπτόμενος, καὶ πεῖράν γε ἱκανὴν δέδωκε, καὶ χρὴ ποιοῦντας ὁρμαθὸν ἐξάπτειν τοῦ τραχήλου συμμέτρως οὕτως ὡς ψαύειν τοῦ στόματος τῆς γαστρός. ἐπὶ δὲ τῶν θερμῶν τοῦ στομάχου δυσκρασιῶν καὶ καυσουμένων μετʼ ἐκλύσεως ἢ ὀλιγοψυχίας ἤ τινος ἀνορεξίας ἐξ οἱασδήποτε προφάσεως πλὴν πυρετοῦ ψυχρὸν ὕδωρ δίδου μετʼ ὄμφακος χυλοῦ ἢ μήλων κυδωνίων ἀφέψημα ἢ ἕλικος ἀμπέλου ἢ σικύου σπερμάτια ὡς ὀκτὼ λεῖα μετὰ ψυχροῦ, ἢ κλωνίον ἡδυόσμου λεάνας δὸς πίνειν· ἐπιτίθει δʼ ἔξωθεν ἐπὶ τὸν στόμαχον κύστιν πληρώσας ὕδατος ψυχροῦ ἢ χιόνα ἐπίβαλλε ἢ κολοκύνθης ξέσματα. —Ἐκκαιομένοις ἄδιψον καταπότιον· σικύου ἡμέρου σπέρματος 𐅻 η, τραγακάνθης 𐅻 ϛ. λύε τὴν τραγάκανθαν ὠῶν ὠμῶν προσφάτων τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, τρίψας ἐπιμελῶς ἐπίβαλλε τοῖς λοιποῖς, καὶ μίξας ἀνάπλαττε καταπότια, καὶ ξηράνας ἐν σκιᾷ δίδου ὑπὸ τὴν γλῶσσαν κατέχειν, καὶ τὸ διαλυόμενον ὑγρὸν καταπινέτω. καὶ τοῦτο καὶ τὸ μετὰ τοῦτο καταψυκτικόν τε ἅμα καὶ τονωτικὸν πλαδῶντός ἐστι στομάχου διάθεσιν ἔχοντος ὑγρὰν καὶ θερμήν. —Ἄλλο· ῥόδων χλωρῶν τῶν φύλλων 𐅻 ϛ, γλυκυρρίζης 𐅻 δ, νάρδου Ἰνδικῆς 𐅻 δ. οἴνῳ γλυκεῖ ἀναλάμβανε καὶ ποίει καταπότια καὶ δίδου ὑπὸ τὴν γλῶτταν κατέχειν, ἢ διαλύων ὕδατι ψυχρῷ ἐρεβίνθου τὸ μέγεθος. ἐπὶ δὲ τῶν κατεψυγμένων καὶ ἐπὶ τῶν διὰ πάχος τοῦ φλέγματος θερμαίνεσθαί τε καὶ τέμνεσθαι δεομένων χρήσιμόν ἐστι τόδε· μαράθρου ῥίζης φλοιοῦ 𐆄 ϛ, ὄξους ξ̸ α, ἀλόης 𐆄 α. αἱ ῥίζαι σὺν τῷ ὄξει ἕψονται, εἶθʼ ὅταν ἑφθαὶ γένωνται, ἐκθλιβεῖσαι ῥίπτονται, καὶ ἐπιχεῖται τὸ μέλι καὶ ἕψεται, εἶτʼ ἐπιπάσσεται ἡ ἀλόη· δίδου κοχλιάρια τρία σὺν ὕδατι· τινὲς ἄνευ ἀλόης σκευάζουσιν. ἐπὶ δὲ τῶν ἀποξυνόντων τὴν τροφὴν χρήσιμον τόδε τὸ φάρμακον· πεπέρεως 𐅻 α, ἀνήθου σπέρματος 𐅻 α, κυμίνου 𐅻 δ. λειώσας δίδου εἰς κοίτην κοχλιάριον ἓν ἐν οἴνῳ κεκραμένον. ἐπὶ δὲ τῶν γεννώντων χολὴν μέλαιναν καὶ φυσωμένων τὸν στόμαχον ἐπιτίθει, καὶ μάλιστα ἐν ταῖς ἐπιτάσεσι, σπόγγους ὄξει δριμυτάτῳ βεβρεγμένους· μετὰ δὲ τούτους εἰ ἐπιμένοιεν, στυπτηρίαν ὑγρὰν μετὰ χαλκοῦ κεκαυμένου ἢ χαλκάνθου λείου μέλιτι ἀναλαμβάνων ἐπιτίθει. τῷ δὲ διατεινομένῳ καὶ πνευματουμένῳ τὸν στόμαχον καλαμίνθης ἀπόζεμα ἐξῃθριασμένου τοῦ ὕδατος μίξας ὀλίγον μέλιτος καὶ πεπέρεως δίδου. πρὸς δὲ τὰς ἀνατροπὰς τοῦ στομάχου ῥοᾶς ὀξείας τῶν πυρήνων χυλοῦ μέρη γ, ἡδυόσμου χυλοῦ μέρος α. βαλὼν εἰς κεραμεοῦν ἀγγεῖον ἕψε κινῶν συνεχῶς, καὶ ὅταν συστραφῇ, ἄρας ἀπόθου· ἐν δὲ τῇ χρήσει δίδου πρὸ τροφῆς μύστρον ἕν.
Περὶ πνευματώσεως ἐν γαστρί.
Ἡ τῶν πνευμάτων ἐν γαστρὶ γένεσις χυμῶν ἢ σιτίων εἰς ἀτμοὺς διαλυομένων ὑπὸ θερμότητος συνίσταται χλιαρᾶς. ἡ μὲν γὰρ ψῦξις τῷ μὴ πεφυκέναι λεπτύνειν καὶ διαλύειν οὐ γεννᾷ πνεύματος οὐδέν· ἡ δὲ σφοδρὰ θερμότης οὐ λεπτύνουσα καὶ διαλύουσα μόνον, ἀλλὰ καὶ διαφοροῦσα κωλύει τὴν σύστασιν τοῦ πνεύματος· ἡ δʼ ἐλάττων θερμότης χεῖ μὲν καὶ μεταβάλλει τὴν τροφήν, ἐλλιπέστερον δέ, κἀντεῦθεν ἡ γένεσις τῶν πνευμάτων. λεπτύνειν οὖν αὐτὰ διὰ τῶν θερμαινόντων φαρμάκων προσῆκεν, ἀφεψῶντας ἐν ἐλαίῳ κυμίνου καὶ σελίνου καὶ σπονδυλίου καὶ δαύκου σπέρμα· ψύξεως δὲ προσούσης τῇ διαθέσει, πήγανον καὶ δαφνίδας καὶ μελάνθιον καὶ μάραθρον ἐνεψεῖν τῷ ἐλαίῳ καὶ μιγνύειν ἄσφαλτον καὶ ἔλαιον δάφνινον· ἐὰν δέ τις καὶ φλεγμονὴ συνῇ ταῖς ὀδύναις, ἀντὶ τῶν θερμαινόντων χρήσῃ τοῖς χαλαστικοῖς, τὸ ἄνηθον ἐνεψῶν καὶ μιγνὺς στέαρ ὄρνιθος καὶ χηνός. ποιεῖ δὲ πρὸς τοὺς πνευματουμένους καὶ πολίου δεσμίδιον καθεψώμενον καὶ πινόμενον ἢ καλαμίνθης ἀφέψημα μιγνυμένου μέλιτος ὀλίγου καὶ πεπέρεως 𐅻 α. ταῦτα μὲν οὖν ὀδύνης σφοδρᾶς ἐμπεσούσης προσακτέον· ἐπὶ δὲ τῆς μετρίας ἀρκέσουσι καὶ πυρίαι διὰ κέγχρου καὶ ἡ διὰ τῶν ὠμολίνων. σικύα δʼ εὐμεγέθης περιλαμβάνουσα τὸν ὀμφαλὸν ἀθρόως πολλάκις ἀπαλλάττει τοὺς πάσχοντας τοῦ συμπτώματος. ὠφελεῖ δὲ καὶ τὸ καστόριον αὐτοὺς πινόμενόν τε διʼ ὀξυκράτου καὶ ἔξωθεν σὺν ἐλαίῳ Σικυωνίῳ τιθέμενον, κἂν μετὰ στρόφου τυγχάνωσιν αἱ ἐμπνευματώσεις. καὶ ὕειος δʼ ἀστράγαλος καυθεὶς καὶ ποθεὶς στρόφους καὶ ἐμπνευματώσεις ἰᾶται, καὶ ἀριστολοχία στρογγύλη. τὰς δὲ διʼ ἔμφραξιν τῆς κοιλίας ὀδύνας ἢ διὰ παχύτητα γινομένας αἵματος ἢ διὰ ψῦξιν οἶνος πινόμενος ἀκρατέστερος μετὰ τροφὴν ὀνίνησιν· ὕπνου δʼ ἐπιγενομένου, καὶ τελείως αὐτὰς ἀποπαύει.
Περὶ τῶν παρὰ φύσιν τῆς γαστρὸς ἐκκρίσεων.
Ἐν ταῖς παρὰ φύσιν τῆς γαστρὸς ἐκκρίσεσιν, ὅταν μὲν ἰσχυραὶ προθυμίαι συμβαίνωσιν, ἐκκρίσεις δὲ γίνωνται πιμελώδεις μὲν τὰ πρῶτα καὶ μυξώδεις, ὕστερον δὲ καὶ ξυσματώδεις, εἶτα καὶ βραχέος αἵματος ἔκκρισις ἐπεσταγμένου τῷ διαχωρήματι, οὐκ ἀναμεμιγμένου, περὶ τὸ ἀπευθυσμένον ἔντερον ἡ διάθεσις ἐνερριζῶσθαι φαίνεται, καὶ καλεῖται τεινεσμὸς τὸ πάθος· ὅταν δʼ ἄνευ τοῦ προηγήσασθαι πιμελώδεις ἐκκρίσεις ἐπὶ ταῖς χολώδεσιν εὐθέως αἱ ξυσματώδεις γίνωνται, μετὰ δήξεως μὲν πάντως, ἐνίοτε δὲ καὶ μετὰ στρόφων, φαίνηται δʼ ἀναμεμιγμένα τοῖς διαχωρουμένοις τὰ αἱματώδη, τηνικαῦτα τεκμαιρόμεθα τῶν λεπτῶν κάτωθεν ἐντέρων τὴν τάσιν εἶναι· ἐὰν δʼ ἡ κάτω τάσις ἐλάττων ᾖ, τὰ δὲ πιμελώδη τε καὶ αἱματώδη φαίνηται μὴ μεμιγμένα τοῖς διαχωρήμασιν, ἐν τοῖς παχέσιν ἐντέροις τὴν διάθεσιν εἶναι τεκμαιρόμεθα· δυσεντερικαί τε διαθέσεις κυρίως ἄμφω καλοῦνται. συμβαίνει δέ ποτε πολλοῦ αἵματος ἔκκρισιν γενέσθαι μόνου· ταύτην ἔνιοι τῶν ἰατρῶν αἱματηρὰν ὀνομάζουσι δυσεντερίαν. τούτων δʼ ἔξωθέν ἐστιν ἄλλη τις διάθεσις ἐν τοῖς κατὰ γαστέρα τόποις καὶ τὰ ἔντερα, καθʼ ἣν μετὰ τὴν προσφορὰν τῶν σιτίων ἡ διαχώρησις αὐτοῖς γίνεται ταχέως οὐδεμίαν ἐσχηκότων μεταβολήν, ἀλλʼ ὠμῶν καὶ ἀτρίπτων καὶ ἀχυλώτων διαχωρούντων, καὶ πάντες ὠνόμασαν τὸ πάθος λειεντερίαν. ταύτην τὴν διάθεσιν ἢ διʼ ἕλκωσιν ἐπιπολῆς γίνεσθαί φαμεν καθʼ ὅλον τὸ ἔντερον, ἢ διʼ ἀτονίαν τῆς κοιλίας οὐ δυναμένης ἀνασχέσθαι τῶν σιτίων. πολλάκις δὲ καὶ ἀτονοῦντος τοῦ ἥπατος ἐκκρίνεται διὰ γαστρὸς οἷον κρεῶν νεοσφαγῶν ἀποπλύματι παραπλήσιον. ἔστι δὲ καὶ ἑτέρα ἰδέα ἐκκρίσεως ὑδαρεστέρα, πεττούσης μὲν ἀκριβῶς τῆς γαστρός, τῆς ἀναδόσεως δὲ μὴ γινομένης. ἐκκρίνεται μήν ποτε καὶ αἷμα μελάντερον τοῦ κατὰ φύσιν καὶ στιλπνόν, μὴ πέττοντος καλῶς τοῦ ἥπατος τὴν ἀναδιδομένην τροφήν.
Τεινεσμοῦ θεραπεία.
Κατʼ ἀρχὰς εὐθέως ἐμβρεκτέον ἐλαίῳ μυρσίνῳ ἢ ῥοδίνῳ μετʼ οἴνου τό τε ἦτρον καὶ τοὺς βουβῶνας καὶ τὸν περίνεον, εἶτα δοτέον αἰγείου γάλακτος κοτύλης μὴ ἔλαττον νεοβδάλτου· δοτέον δὲ μὴ ἀθρόως, ἀλλὰ μεμερισμένως. τῇ δʼ ἑξῆς τὸ ἐξικμασθὲν διδόσθω γάλα· ἡψήσθω δὲ μέχρι ἡμίσους ἢ διμοίρου, τῆς ἐφισταμένης λάμπης ἀφαιρουμένης. πρὸς τοὺς κάτω δὲ τόπους ἐμβροχὴ διʼ ἐλαίου γινέσθω κύμινον λεῖον ἢ σέλινον ἐμπεπασμένον ἔχοντος. ἐνιέσθω δʼ εἰς τὸ ἀπευθυσμένον πτισάνης χυλὸς ῥόδων ἐνηψημένων ἢ γάλα ἢ χόνδρος ἢ φακῆς καὶ σιδίων. βιαιοτέρας δʼ οὔσης φλεγμονῆς, ἔλαιον γλυκὺ προσηνῶς θερμὸν ἐνεθὲν καὶ κατασχεθὲν ὥραις πλείοσι τὴν περιωδυνίαν ἔλυσεν. καὶ πυρία δὲ παραληπτέα κατὰ μὲν ἤτρου διὰ σακκίου πεφρυγμένην κέγχρον ἢ ἅλας ἔχοντος, εἰς δὲ τὴν ἕδραν διὰ σπόγγων ἢ ἀκακίαν τεθλιμμένην ἢ μυρσίνης ἢ βάτου ἢ σιδίων ἀφεψήματα.
Δυσεντερίας ἴασις.
Ἐὰν μὲν αὐτὸ τοῦτο μόνον ἕλκωσις ᾖ, μηδενὸς ἐπιρρέοντος ἔτι, διὰ μιᾶς ἐνέσεως ἰσχυροῦ φαρμάκου ῥύπτεταί τε καὶ θεραπεύεται τοὐπίπαν· εἰ δὲ μή, δευτέρας γοῦν προστεθείσης, οὐκέτι δέονται τρίτης. ἀπὸ μὲν οὖν τῆς ξανθῆς χολῆς εἰ γένοιτο δυσεντερία, ἰώμεθα τοὐπίπαν αὐτήν· εἰ δʼ ἀπὸ μελαίνης χολῆς, ἀνίατός ἐστιν, οὐδὲν διαφέρουσα καρκίνου τοῦ μεθʼ ἑλκώσεως.
Πρὸς δυσεντερικοὺς καὶ κοιλιακούς.
Λημνία σφραγὶς καὶ ἤδη νεμομένην ἰᾶται δυσεντερίαν πινομένη τε καὶ ἐνιεμένη· δεῖ δὲ προαποκλύζειν τὴν ἕλκωσιν μελικράτῳ πρῶτον ἀκρατεστέρῳ, κἄπειτα ἅλμῃ, καὶ μετὰ ταῦτα τὴν Λημνίαν ἐνιέναι διʼ ἀρνογλώσσου χυλοῦ· πινέσθω δὲ διʼ ὑδαροῦς ὀξυκράτου. γάλα τὸ τυρῶδες — γίνεται δὲ τοιοῦτον κοχλάκων διαπύρων ἐμβληθέντων εἰς αὐτὸ καὶ ἑψόμενον, ἄχρις ἂν ἀναλωθῇ τοῦ ὀροῦ τὸ πλεῖστον — κάλλιστόν ἐστιν ἴαμα δυσεντερικοῖς καὶ πᾶσι τοῖς κατὰ γαστέρα ῥεύμασι δριμέσιν. κυνείαν δὲ κόπρον λείαν τῷ οὕτω σκευασθέντι γάλακτι μίξας φάρμακον ποιήσεις ἄκρως ὠφελοῦν δυσεντερικούς· δεῖ δὲ τὸν κύνα μηδὲν ἕτερον ἢ ὀστᾶ φαγεῖν· γενήσεται γὰρ οὕτως ἡ κόπρος οὔτε δυσώδης καὶ λευκή. ξηραίνει δὲ τὰ κατὰ τὴν κοιλίαν ῥεύματα καὶ ὠὰ διʼ ὄξους ἑψηθέντα καὶ βρωθέντα· εἰ δὲ καὶ μῖξαι βουληθείης τῶν πρὸς δυσεντερικὴν καὶ κοιλιακὴν διάθεσιν ἁρμοττόντων ταγηνίσας τε ἐπʼ ἀκάπνου πυρὸς δοίης προσενέγκασθαι, μεγάλως ὀνήσεις τὸν ἄνθρωπον. χρησιμώτατον δʼ ἐστὶ πρὸς τὴν χρῆσιν ὀμφάκιον, ῥοῦς ἐρυθρὸς καὶ ὁ χυλὸς αὐτοῦ, τέφρα κοχλιῶν ὅλων ὀπτηθέντων, σίδια, κηκίς, γίγαρτα, μέσπιλα, μύρτα, κράνα. κοχλιῶν καυθέντων μετὰ τῶν ὀστράκων τῆς τέφρας μέρη δ, κηκῖδος μέρη β, πεπέρεως μέρος α· χνοώδη ποιήσας ταῦτα τοῖς τε ὄψοις ἐπιπάττων δίδου ἐν ὕδατι ἢ οἴνῳ λευκῷ καὶ ὑδαρεῖ πίνειν. γενναίως ὠφελεῖ τοῦτο δυσεντερίας, ὅσαις οὐδέπω σηπεδονῶδες ἐγεγόνει τὸ ἕλκος. ἀνδράχνης χυλὸς ἐπιτήδειος δυσεντερικοῖς πινόμενος. ἁρμόττει δὲ καὶ ἀρνόγλωσσον καὶ βάτου ὁ καρπὸς καὶ τὰ φύλλα. ἀλθαίας τῆς ῥίζης τὸ ἀφέψημα πρός τε δυσεντερίαν καὶ διάρροιαν ὠφέλιμόν ἐστιν. καὶ ἵππουρις γενναῖόν ἐστι φάρμακον διʼ ὕδατος ἢ οἴνου πινομένη, καὶ ὁ χυλὸς αὐτῆς ὁμοίως. τὰς διαρροίας ἰᾶται ἀδίαντον, παλιούρου τὰ φύλλα, ῥίζα πίτυος, πεύκης φλοιός, φακὴ δίσεφθος, τοῦ προτέρου ὕδατος ἀποχυθέντος. γίγαρτα πᾶσι τοῖς κατὰ γαστέρα καὶ ἔντερα πάθεσι ῥοώδεσιν ἱκανῶς βοηθεῖ· νάρδου στάχυς, ὀξυακάνθου ὁ καρπὸς ἐσθιόμενός τε καὶ πινόμενος. ἄκανθα λευκὴ κοιλιακοὺς καὶ στομαχικοὺς ὠφελεῖ. μορέας ὁ ἄωρος καρπὸς ξηρανθεὶς στεγνωτικὸν ἱκανῶς γίνεται φάρμακον, ὥστε καὶ πρὸς δυσεντερίας ἁρμόττειν καὶ κοιλιακὰς διαθέσεις καὶ τὰς ἄλλας ὅσαι ῥοώδεις· κόπτεται δὲ καὶ τοῖς ὄψοις μίγνυται, καθάπερ ὁ τῆς ῥοῦ καρπός, ἢ εἴ τις ἐθέλοι, διʼ ὕδατος ἢ οἴνου πίνεται. μᾶλλον δʼ ἐστὶν ἐφεκτικώτερα τὰ βάτινα ὁμοίως ξηραινόμενα καὶ ἀποτιθέμενα.
Περὶ εἰλεοῦ.
Χαλεπόν ἐστιν ὁ εἰλεὸς τὸ πάθος, καὶ σπανίως ἐσώθη περιπεσών τις αὐτῷ. μάλιστα δʼ ὁ δυσώδης καλούμενός ἐστιν ὀλέθριος, καθʼ ὃν ἤτοι κόπρος ἐμεῖται, ἢ δυσώδης ἐστὶν ἡ ἐκπνοή, πολλάκις δʼ ἡ ἐρυγὴ τοιαύτη γίνεται, καί ποτε καὶ πᾶν ἀποτελεῖται τὸ σῶμα δυσῶδες. θαυμαστῶς δὲ ποιεῖ πρὸς αὐτούς, κἂν ἐμῶσι κόπρον, εἰς ἔλαιον καὶ ὕδωρ ἄνηθον ἑψηθὲν καὶ ποθέν· μετὰ δὲ τὸ πιεῖν ἄρτον εἰς θερμὸν ὕδωρ ἐμβαλὼν εὐθὺς δὸς φαγεῖν θερμοὺς τοὺς ψωμούς· σωθήσεται γάρ, κἂν ἤδη πνίγηται. πρὸς δὲ τοὺς πυκνὰ ἐμοῦντας καὶ μὴ κατέχοντας ῥοῦν καὶ κύμινον τρίψας ἐν τῷ αὐτῷ δὸς πιεῖν ἐν ὀξυμέλιτος κυάθοις ϛ 𐅻 α· ἢ ἀμπέλου φύλλα ἢ ἕλικας χυλίσας μετʼ ἀλφίτου δὸς πιεῖν.
Πρὸς τὰς τῆς ἕδρας διαθέσεις.
Ἑψήσας κηκῖδα τὴν ξανθὴν καὶ λειώσας κατάπλασσε τὰς ἐν ἕδρᾳ φλεγμονὰς καὶ προπτώσεις, ἰσχυροτέρου μὲν χρῄζων τοῦ βοηθήματος ἐν οἴνῳ, πρᾳοτέρου δʼ ἐνεψῶν ὕδατι. καὶ ὁ χυλὸς δὲ τῆς σχίνου ποιεῖ πρός τε τὰς τῆς ἕδρας καὶ τὰς τῆς ὑστέρας προπτώσεις. —Ἄλλο· πίτυος φλοιοῦ 𐅻 η, κυπαρίσσου σφαιρίων ξηρῶν 𐅻 β, μολυβδαίνης 𐅻 β· προαπονίψας οἴνῳ στρυφνῷ λείοις κατάπλασσε. πρὸς δὲ τὰς πυρώδεις ὀδύνας τῆς ἕδρας ὠοῦ ὀπτοῦ λέκιθον λειώσας οἴνῳ λευκῷ καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν διάχριε καὶ ἔμπλασσε. —Κατάπλασμα· ἄρτου καθαροῦ λελειωμένου ὕδατι καὶ ῥοδίνῳ προσλαμβάνοντος καὶ ὠοῦ λεκίθου ὀπτῆς. —Ἄλλο· ῥόδων ξηρῶν 𐅻 γ, ὠῶν ὀπτῶν λεκίθους β οἴνῳ λευκῷ λειώσας καὶ ῥοδίνῃ κηρωτῇ ἀναλαβὼν διάχριε. πρὸς δὲ τοὺς κνησμοὺς γῆν Κιμωλίαν λειώσας ἀναλάμβανε κηρωτῇ μυρσίνῃ καὶ χρῶ· καὶ ἡ κηρωτὴ δʼ ὁμοίως ποιεῖ. πρὸς δὲ τὰς ἐν δακτυλίῳ καὶ αἰδοίοις ῥαγάδας σποδοῦ, ξυσμάτων ὀθονίων κεκαυμένων καὶ ἀμύλου ἴσον λεάνας καὶ ἐλαίας φύλλων χυλὸν μίξας κατάχριε. αἱμορροΐδας δὲ πλεοναζούσας ἐφίστησιν ἀλόη καταπλασθεῖσα ἢ λεπὶς σιδήρου, μόλυβδος κεκαυμένος, ὀξυκράτου προσάντλησις καὶ τῶν στυμμάτων. ἀναστομοῖ δʼ αἱμορροΐδας μυττωτὸν ἐσθιόμενον, ἀμαράκινον ἢ ἴρινον περιχριόμενον. ἐπέχει δὲ παραχρῆμα ἀκακίας κιρρᾶς 𐅻 δ, τραγακάνθης 𐅻 β· καθʼ ἓν λειώσας καὶ μίξας καὶ δεύσας ὕδατι ἔμπλασσε εἰς ὀθόνιον καὶ ἐπιτίθει. αἱμορροΐδας δʼ αἴρει θαυμαστῶς κωνείου ξηροῦ 𐅻 β, χαλκάνθου 𐅻 β, σινωπίδος 𐅻 α, ψιμυθίου 𐅻 α, κηρωτῇ ῥοδίνῃ ἀναληφθέντα, καὶ ῥοᾶς ὀξείας λέπη λεῖα σὺν ὄξει ἐπιπλασθέντα. ἐὰν δʼ ἐνδοτέρω ὦσιν, ὡς μαζίον ἐντίθει. ποιεῖ δὲ καὶ τοῦτο θαυμαστῶς· σανδαράκης, ἀρσενικοῦ, σχιστῆς ἀνὰ 𐅻 η· ἐπίχριε παρεσχηματισμένον. ἀπονεκροῖ καὶ ἀποπίπτει ἐν ἡμιωρίῳ ἀποξηραινομένη καὶ ἀπὸ τῆς βάσεως ἀποκυλιομένη. ἀνίεται δὲ στακτῇ· κύκλῳ δὲ χρίεται κηρωτῇ, καὶ γίνεται ἐν ἡλίῳ ἢ παρὰ πυρί.
Περὶ τῶν ἐν ἥπατι παθῶν.
Φλεγμονῆς οὔσης περὶ τὸ ἧπαρ ὀδύνη τε συνεδρεύει καὶ πυρετὸς πάντως· πληθωρικοῦ δʼ ὄντος τοῦ σώματος, κενοῦν τε ἅμα καὶ περισπᾶν τὸ περιττὸν τοῦ αἵματος τέμνων φλέβα τὴν ἐν ἀγκῶνι τῆς δεξιᾶς χειρός, καὶ ὡς ἔδεσμα μὲν πτισάνην δίδου κατʼ ἀρχάς, ὡς φάρμακον δʼ ὀξύμελι κεκραμένον ὑδαρέστερον καὶ ἀφέψημα σελίνου. μετὰ ταῦτα δʼ ἤδη πεττομένης τῆς φλεγμονῆς, καὶ ἀσάρῳ χρήσῃ καὶ Κελτικῇ νάρδῳ καὶ πετροσελίνῳ καὶ σχίνου ἄνθει, καὶ τοῖς ὑπάγουσι δʼ ἀκαλήφῃ καὶ λινοζώστει καὶ ἐπιθύμῳ, κατὰ δὲ τὰς παρακμὰς καὶ τῷ πολυποδίῳ. δεῖ δὲ κενοῦν καὶ διὰ κλυστήρων, ἐν ἀρχαῖς μὲν μελικράτῳ μεθʼ ἁλῶν καὶ νίτρου, παρακμῆς δʼ ἐνεστώσης μιγνύειν ὕσσωπον ἢ ὀρίγανον ἢ κολοκυνθίδα· χρεία γάρ ἐστι τῷ σπλάγχνῳ ῥᾳδίως σκιρρουμένῳ τῶν ῥυπτόντων. ὅταν δʼ ὀδύνη χωρὶς πυρετοῦ συμπέσῃ, χρὴ γινώσκειν ἔμφραξιν εἶναι περὶ τὸ σπλάγχνον σφοδρὰν ὑπὸ παχέων καὶ γλίσχρων χυμῶν γινομένην. ἀρχόμενον οὖν σκίρρον ἰάσαιτο ἄν τις χρονίως, χρονίσαντα δʼ οὐδαμῶς· ὑδεριῶσι γὰρ οἷς ἂν σκιρρωθῇ, καὶ ἐν πλείονι χρόνῳ διαφθείρονται· τοὺς δʼ οὖν θεραπευθῆναι δυναμένους διὰ τῶν θερμαινόντων καὶ λεπτυνόντων ἰασόμεθα φαρμάκων, ἐπιμιγνύντες αὐτοῖς τὰ μαλάττοντα. τῆς δʼ ἀτονίας τοῦ ἥπατος δυσκρασίαι μέν εἰσιν αἰτίαι, δυσφωρατόταται δʼ ἱκανῶς καὶ ποικίλας καὶ χαλεπωτάτας ἐπάγουσαι συμπτωμάτων ἰδέας, μηδὲ τοῖς τεχνίταις αὐτοῖς εὐμεταχειρίστους. ἄγνου σπέρμα σκιρρούμενον ἧπαρ ὠφελεῖ καὶ ἐμπεφραγμένον, ἀρνογλώσσου ξηροῦ αἱ ῥίζαι καὶ ὁ καρπὸς καὶ τὰ φύλλα, μυάκανθα, καὶ μάλιστα τὸ σπέρμα καὶ αἱ ῥίζαι, δάφνης ῥίζης ὁ φλοιὸς πινόμενος τριώβολον ἐν οἴνῳ εὐώδει, εὐπατόριον μετὰ τοῦ τόνον ἐντιθέναι τῷ μορίῳ, θέρμων πικρῶν ἀφέψημα μετὰ πηγάνου καὶ πεπέρεως πινόμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλασσόμενον, κάπνιος μετὰ τοῦ τόνον ἐντιθέναι, νάρδου στάχυς πινομένη καὶ ἔξωθεν ἐπιτιθεμένη, ἶρις, πιστακίου ὁ καρπός, πράσιον, ἀμύγδαλα. δρακοντίου ἡ ῥίζα διακαθαίρει τὰ σπλάγχνα πάντα καὶ λεπτύνει τοὺς παχεῖς καὶ γλίσχρους χυμούς· ἀγαρικόν· ἀνθεμὶς ἢ χαμαίμηλον εὐμενές ἐστιν ὑποχονδρίοις πάντων μάλιστα. κιχόρια καὶ σέρις ταῖς θερμαῖς τοῦ ἥπατος δυσκρασίαις ἄκρως ἁρμόττουσι· τόνον τε γὰρ ἐντιθέασι τῷ μορίῳ καὶ διαρρύπτουσιν αὐτό. δίδου τοίνυν κιχορίου χυλίσματος ἢ σέρεως κύαθον ἕνα μεθʼ ὕδατος κυάθων τριῶν, μέλιτος Ἀττικοῦ ἐπιβαλὼν κοχλιάριον ἕν. χρήσιμος δʼ οὐ μόνον ὁ χυλὸς αὐτῶν πρόσφατός τε καὶ ἐξηρασμένος, ἀλλὰ καὶ τὰ φύλλα ξηρὰ κοπτόμενα μετʼ ἐπιμελείας, εἶτʼ ἐπιπαττόμενα ποτῷ. κἂν ἀφεψήσας δέ τις αὐτὰ πίνοι, καλῶς ἐνεργεῖ. θερμῆς δʼ οὐκ οὔσης δυσκρασίας, ἀλλʼ ἐμφράξεως μόνης, αἱ πόαι πινόμεναι διʼ οἴνου λευκοῦ καὶ λεπτοῦ μεγάλως ὠφελοῦσιν. ἧπαρ λύκου λειοῦται μετʼ ἀκριβείας καὶ δίδοται 𐆂υ α μετʼ οἴνου γλυκέος. τοῦτο πεῖραν ἱκανὴν δέδωκε καὶ πάσαις ἁρμόττει ταῖς δυσκρασίαις, ὡς ἰδιότητι τῆς οὐσίας ἐνεργοῦν, καὶ οὐ κατά τινα ποιότητα. πυρετῶν δʼ ὄντων οὐκ ἀμυδρῶν, βέλτιον αὐτὸ διʼ ὕδατος διδόναι, καὶ ἔτι κάλλιον διά τινος τῶν εἰρημένων χυλῶν, οἷός ἐστιν ὁ τῆς σέρεως. καὶ τὸ Φίλωνος δὲ φάρμακον θαυμαστῶς ὅπως ἐνίοτε δοθὲν ἅπαξ ἰάσατο θερμὴν δυσκρασίαν ἥπατος. —Σύνθετον ἐκφράττον· ἀμυγδάλων πικρῶν 𐅻 γ, κυμίνου 𐅻 α, σελίνου σπέρματος 𐅻 α· δίδου πίνειν κοχλιάριον ἓν ἐν οἴνῳ. —Τροχίσκος· ἀνήσου, σελίνου σπέρματος, ἀσάρου, ἀμυγδάλων πικρῶν κεκαθαρμένων, ἀψινθίου ἀνὰ 𐅻 δ. ὕδατι ἀναλαβὼν ἀνάπλαττε τροχίσκους ἔχοντας ἀνὰ 𐅻 α. ἀπυρέτοις μετʼ οἴνου κεκραμένου δίδου, πυρέττουσι δὲ μεθʼ ὑδρομέλιτος.
Περὶ ἥπατος ἀτονίας.
Δυσκρασίαι μὲν αἰτίαι τῆς ἀτονίας τοῦ ἥπατός εἰσι, διαθέσεις δʼ ἐν αὐτῷ διαφόρους ἐργάζονται. αἱ μὲν οὖν θερμαὶ δυσκρασίαι κατοπτῶσι τούς γε προϋπάρχοντας ἐν αὐτῷ χυμούς· αἱ δὲ ψυχραὶ παχὺν μὲν καὶ δύσρουν καὶ δυσκίνητον ἐργάζονται τὸν ἤδη περιεχόμενον ἐν αὐτῷ, φλεγματικὸν δὲ καὶ ὠμὸν καὶ ἡμίπεπτον τὸν ἀναφερόμενον. καὶ ἡ μὲν ξηρὰ δυσκρασία ξηροτέρους καὶ παχυτέρους ἐργάζεται τοὺς χυμούς· ἡ δʼ ὑγρὰ λεπτομερεστέρους καὶ ὑδατωδεστέρους. θερμῆς μὲν οὖν οὔσης τῆς δυσκρασίας, συντήξεις γίνονται πρῶτον μὲν τῶν χυμῶν, εἶτα δὲ καὶ τῆς σαρκὸς αὐτῆς τοῦ ἥπατος, καὶ κενοῦται διὰ γαστρὸς δυσώδης πάνυ χολὴ παχεῖα κατακορὴς τῇ χρόᾳ· ψυχρᾶς δὲ τῆς δυσκρασίας οὔσης, οὔτε συνεχεῖς ἐκκρίσεις οὔτε πολλαὶ γίνονται, χρονίζει δὲ τὸ πάθος, καὶ διʼ ἡμερῶν τινων καταρρήσσει ἡ γαστὴρ αὐτοῖς ἀθροώτερον· ἡ δʼ ἰδέα τῶν ἐκκρινομένων ὡς αἵματος σεσηπότος ἐστίν, ὥσπερ τις ἰλὺς αἵματος παχέος. ἐπὶ δὲ τῆς ξηροτέρας δυσκρασίας ξηρότερα τὰ ἐκκρινόμενα, καὶ ἐπὶ τῆς ὑγροτέρας ὑγρότερα.
Περὶ ἥπατος σκίρρου.
Ἀρχόμενον μὲν ἥπατος σκίρρον ἰασάμεθα πολλάκις, ἐκταθέντα δʼ εἰς πλείους ἡμέρας οὔτε αὐτὸς ἠδυνήθην οὔτε ἄλλον τινὰ εἶδον ἰάσασθαι δυνηθέντα. πᾶσι μὲν οὖν τοῖς οὕτω παθοῦσιν ὕδερος ἕπεται· διαφθείρονται δʼ οἱ πλείους ἐν χρόνῳ μακροτέρῳ. ἐπιτείνειν δὲ χρὴ κατὰ τὴν θεραπείαν ταῖς φλεγμοναῖς αὐτοῦ τὴν μῖξιν τῶν μαλακτικῶν· ἦν δʼ ἐκεῖνα τὰ διʼ ἀψινθίου κόμης καὶ νάρδων ἀμφοτέρων, ἔτι δὲ κρόκου καὶ οἰνάνθης καὶ μύρου τοῦ διὰ νάρδου στάχυος καὶ μαστιχίνου καὶ σχινίνου. τούτοις οὖν ἀμμωνιακὸν καὶ βδέλλιον οἵ τε μυελοὶ καὶ τὰ στέατα μιγνύμενα τὸν γεννώμενον σκίρρον ἐν ἥπατι ἰάσαντο μετὰ τῆς προσηκούσης διαίτης καὶ τῶν πινομένων φαρμάκων σκοπὸν ἐχόντων ἐκφράξαι καὶ διαρρύψαι τὸ σπλάγχνον· ἔστι δὲ πάντα ταῦτα καὶ τῶν ἐν νεφροῖς λίθων θρυπτικά· μιγνύναι δὲ χρὴ τοῖς τοιούτοις καὶ τῶν οὐρητικῶν τι.
Περὶ καχεξίας.
Τὴν ἀρχὴν τῶν ὑδρωπικῶν παθῶν καχεξίαν καλεῖν εἰθίσμεθα· θεραπεύειν δʼ αὐτὴν χρὴ φλεβοτομοῦντας μεμερισμένως, ἄχρι τρίτης καὶ τετάρτης ἡμέρας ποιοῦντας τὴν ἀφαίρεσιν. ἔστω δὲ τὸ πᾶν πλῆθος μήτε τριῶν κοτυλῶν πλεῖον μήτε δυοῖν ἔλαττον ἐφʼ ὧν ἢ αἱμορροΐδος ἀποκοπείσης ἢ καταμηνίου καθάρσεως ἡ διάθεσις συνέστη· ἐπὶ γὰρ τῶν διʼ ἑτέρας προφάσεις ἐμπεσόντων εἰς τὸ πάθος σπανίως φλεβοτομητέον τῆς δυνάμεως πάνυ προτρεπούσης· πρό τε τοῦ φλεβοτόμου πάντας τοὺς κατασχεθέντας τῷ πάθει τούτῳ καθαρτέον τῇ διὰ τῆς κολοκυνθίδος ἱερᾷ. ἡ δὲ δίαιτα ἔστω λεπτὴ καὶ ξηραίνουσα. καὶ χρῆσις παραλαμβανέσθω αὐτοφυῶν ὑδάτων στυπτηριωδῶν καὶ νιτρωδῶν μᾶλλον, εἶτα θειωδῶν· τὸ δʼ ἄλλο λουτρὸν σπανίως παραλαμβανέσθω. θαυμαστῶς δʼ ὀνίνησιν αὐτοὺς καὶ προποτισμὸς ἐνδελεχὴς ἀψινθίου καὶ κοτταβισμοὶ καὶ δρώπακες.
Περὶ ὑδέρων.
Γίνεται μὲν ὕδερος ἢ διὰ ψῦξιν ὑπερβάλλουσαν τοῦ ἥπατος ἢ διὰ πλῆθος χυμοῦ ψυχροῦ καθʼ ὅλον τὸν ὄγκον πλεονάσαντος, ἤ τινων ἑτέρων μερῶν ἰσχυρῶς κατεψυγμένων καὶ συνδιαθεῖναι τὸ ἧπαρ ὁμοίως ἑαυτοῖς δυναμένων· ἄνευ γὰρ τοῦ καταψυγῆναι τὸ ἧπαρ οὐδαμῶς ἂν ὕδρωψ συνέστη· συνδιατίθεται δὲ τὸ ἧπαρ σπληνὶ καταψυγέντι καὶ κοιλίᾳ καὶ ἐντέροις, καὶ μάλιστα τοῖς κατὰ νῆστιν πνεύμονί τε καὶ νεφροῖς καὶ διαφράγματι. συνίσταται δὲ καὶ διʼ ἄμετρον αἱμορροΐδος κένωσιν καὶ ῥοῦν γυναικεῖον καὶ καταμηνίων ἐπίσχεσιν. διαφοραὶ δʼ εἰσὶ τῶν ὑδρώπων τρεῖς· ὁ μὲν γὰρ ἀσκίτης καλεῖται, καθʼ ὃν ὑγροῦ λεπτοῦ πληροῦται τὰ χωρία τὰ κάτω τοῦ θώρακος· ἄλλος δʼ ἐστί τις τυμπανίας, πνεύματος τὰ προειρημένα χωρία μεστὰ ποιῶν· ὁ δὲ τρίτος ὑποσαρκίδιος μὲν ὀνομάζεται, πᾶν δὲ διοιδίσκεται τὸ σῶμα κατʼ αὐτὸν νεκρῷ παραπλήσιον γινόμενον. ἔστι δʼ ἡ θεραπεία τῶν ὑδερικῶν οὐ παντάπασιν εὔκολος καὶ χρῄζουσα τῆς τοῦ τεχνίτου παρουσίας· λεχθήσεται δʼ ὅμως τινὰ πρὸς ἴασιν ἐπιτήδεια τῶν δυναμένων καὶ ὑπὸ σοῦ πράττεσθαι. βόλβιτον βοὸς ἀγελαίας ξηρὸν ἀκριβῶς λειώσας ἕψε ἐν ὀξυκράτῳ καθάπερ τὴν ὠμὴν λύσιν, καὶ θείου τέταρτον μέρος προσεμπλάσας ὅλῳ τῷ τῆς γαστρὸς ἐπίβαλλε κύτει· ἢ σπυράθους αἰγὸς ἐν οὔρῳ παιδὸς ἢ αἰγὸς γλοιοῦ ποιῶν πάχος κατάπλαττε. διὰ γαστρὸς ἄκρως αὐτοὺς καθαίρει. δίδου δὲ καὶ πίνειν καθεψῶν τὴν ῥίζαν τῆς καλαμίνθης ἢ σελίνου ἢ ἄρου ῥίζης φλοιὸν ἐν οἴνῳ· ἢ σίκυον ἄγριον οἴνῳ ἐναποβρέξας αὐστηρῷ ἡμέραις τρισὶ δίδου κύαθον ἕνα προστιθεὶς κατὰ βραχὺ ἕως κυάθων τριῶν· ἢ λεπίδος 𐅻 α ἄρτου τῷ ἐντὸς ἀναλαβὼν καταπότια ποιῶν δίδου. σφοδρῶς ὕδωρ ἄγει. —Ἐπίθεμα· τήλεως 𐆄 δ, κριθίνου ἀλεύρου 𐆄 γ, κόπρου περιστερᾶς 𐆄 δ, ῥητίνης φρυκτῆς 𐆃 α, κηροῦ 𐆃 α, ἀξουγγίας παλαιᾶς 𐆃 β. τὰ τηκτὰ τήξας κατάχει τῶν ἄλλων προλελειωμένων ἐν ὄξει καὶ χρῶ.
Περὶ σπληνός.
Φλεγμήνας ὁ σπλὴν τάχιστα σκιρροῦται, τοῦ ἐν ταῖς φλεψὶν αἵματος σφηνωθέντος διὰ παχύτητα· χρεία τοίνυν λεπτυνόντων φαρμάκων ἄνευ τοῦ σαφῶς θερμαίνειν, οἷς βραχὺ παραπλέκειν δεῖ τι τῶν στυφόντων, ἵνα τονούμενον τὸ μόριον σῴζῃ τὴν οἰκείαν ἐνέργειαν· τοῦτο δʼ ἐστὶν αὐτοφυῶς ἁλὸς ἄνθος ἰώμενον σκίρρους σπληνῶν ἐπιτιθέμενον ἐν κύστει. χρηστέον δʼ ἐπʼ αὐτοῦ καὶ τοῖς ἰσχυροτάτοις φαρμάκοις· ἀνέχεται γὰρ αὐτῶν ἀλύπως. καππάρεως τῆς ῥίζης ὁ φλοιὸς οὐδενὸς ἔλαττον ὠφελεῖ σκιρρουμένους σπλῆνας ἔξωθέν τε ἐπιτιθέμενος καὶ πινόμενος ἐν ὄξει ἢ ὀξυμέλιτι λεῖος, ξηρὸς κοπτόμενος — κενοῖ γὰρ οὕτω ποθεὶς παχεῖς καὶ γλίσχρους χυμούς, ἔσθʼ ὅτε δὲ καὶ αἱματώδεις οὐ διʼ οὔρων μόνον, ἀλλὰ καὶ διὰ γαστρός —, καὶ τοῦ μικροῦ κενταυρίου ὁ χυλὸς ἔξωθέν τε ἐπιτιθέμενος καὶ πινόμενος, κυκλάμινος καὶ πρόσφατος ἐπιπλαττομένη καὶ ξηρά, λευκοΐων αἱ ῥίζαι μετʼ ὄξους, ἄκορον, ἀμμωνιακόν, κόπρος αἰγεία καταπλαττομένη διʼ ὀξυκράτου μετὰ κριθίνων ἀλεύρων, ἀμπέλου λευκῆς ἡ ῥίζα πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη μετὰ σύκων, θέρμων πικρῶν ἀφέψημα μετὰ πηγάνου καὶ πεπέρεως πινόμενον, τὸ δʼ ἄλευρον αὐτῶν καταπλαττόμενον. σιδήρου διαπύρου πολλάκις ἐναποσβεσθέντος ὕδατι, πυρέσσουσι μὲν καθʼ ἑαυτὸ δίδου πίνειν τὸ ὕδωρ, ἀπυρέτοις δὲ μετʼ οἴνου. κατάπλασσε δὲ τέφρᾳ ἐκ χαλκείου μετʼ ὄξους ἢ καππάρει ἐν ὄξει βεβρεγμένῃ λείᾳ ἀνειλημμένῃ κηρωτῇ κυπρίνῃ, ἢ τρύγα ὄξους δριμέος ἐπιτίθει. —Κατάπλασμα· τήλεως 𐆄 δ, κριθίνων ἀλεύρων 𐆄 γ, καρδαμώμου 𐆄 α, σύκων λιπαρῶν 𐆃 α, περιστερεῶνος βοτάνης 𐆄 α. ἀποβρέξας τὰ σῦκα ὄξει δριμυτάτῳ καὶ εὐτόνως κόψας ἐν ὅλμῳ ἐπίβαλλε τὰ λοιπὰ καὶ ἑνώσας χρῶ.
Περὶ τῶν ἐν νεφροῖς καὶ κύστει παθῶν.
Τὸ ὀρῶδες περίττωμα τὸ λεπτὸν τὸ τῷ αἵματι κατὰ τὰς φλέβας ἀναμεμιγμένον ἕλκειν εἰς ἑαυτοὺς οἱ νεφροὶ πεφύκασιν. ἐπειδὰν οὖν οἱ πόροι, διʼ ὧν ἕλκεται τοῦτο, πλέον τοῦ προσήκοντος εὐρυνθῶσι, συνδιηθεῖσθαί τι τῷ λεπτῷ καὶ τῆς παχυτέρας ὕλης εἰκός, εἶτʼ ἐὰν τύχωσι πυρωδεστέρας τε καὶ δριμυτέρας οἱ νεφροὶ κράσεως, ἀναγκαῖόν ἐστι τὴν παχυτέραν ὕλην θερμαινομένην τε καὶ ξηραινομένην εἰς ἰδέαν ψάμμων τε καὶ πωροειδῶν λίθων συνίστασθαι. τοῖς θρύπτουσιν οὖν καὶ τέμνουσι χρῆσθαι δεῖ φαρμάκοις ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς — ἡ γὰρ πλείων θερμότης συνίστησι μᾶλλον ξηραίνουσα· τοιαῦτα δʼ ἐστὶν αἵ τε τῶν βασιλικῶν ἀσπαράγων ῥίζαι καὶ τοῦ βάτου καὶ ὕαλος ἡ κεκαυμένη ἀγρώστεώς τε ἡ ῥίζα καὶ τὸ ἀδίαντον καὶ τὸ βδέλλιον καὶ δάφνης τῆς ῥίζης ὁ φλοιὸς καὶ ἀλθαίας τὸ σπέρμα καὶ ἐρεβίνθων οἱ κριοί, καὶ μάλιστα οἱ μέλανες, κεράσου τε τοῦ δένδρου καὶ κοκκυμηλέας τὸ κόμμι κυπέρου τε ἡ ῥίζα καὶ παλιούρου ὁ καρπὸς καὶ τριβόλου ὁ καρπὸς οἵ τε ἀπὸ τῶν σπόγγων λίθοι καὶ τὸ διὰ τῆς σκίλλης ὄξος. μαλάχης ἀγρίας ῥίζαν καὶ πηγάνου ἀγρίου ῥίζαν καὶ σελίνου ῥίζαν ἕψε μετʼ οἴνου. τὸ ὑγρὸν ἐκθλίψας δίδου κυάθους δύο καὶ ὕδατος τὸ ἴσον. οἱ μὲν οὖν ἐν τοῖς νεφροῖς λίθοι συνίστασθαι πεφύκασιν ἐπὶ τῶν παρακμαζόντων, οἱ δʼ ἐν ταῖς κύστεσιν ἐπὶ τῶν παιδίων. — Κατάπλαστον πρὸς λιθιῶντας· βαλσάμου καρποῦ, λίθου τοῦ ἐν τοῖς σπόγγοις, γλήχωνος ξηρᾶς, μαλάχης ἀγρίας τοῦ σπέρματος ξηροῦ ἴσα κόψας σήσας δίδου κοχλιάριον μετʼ οἴνου κεκραμένου κυάθων β. ἡ κατὰ τοὺς νεφροὺς φλεγμονὴ καὶ κύστιν ἐξαίρετον ἔχει τὴν θεραπείαν· τὸ γὰρ ὀρῶδες περίττωμα διʼ αὐτῶν ἐκκαθαίρεται, διʼ ὅπερ εἰ μὲν εἴη δριμὺ καὶ χολῶδες τοῦτο κατὰ πᾶν τὸ σῶμα, τῶν διουρητικῶν οὐδενὶ χρῆσθαι προσήκει — βλάψει γὰρ τὰ τοιαῦτα τοὺς δακνώδεις ἐπάγοντα χυμοὺς τοῖς φλεγμαίνουσι μορίοις· εἰ δὲ μηδὲν τοιοῦτον ᾖ, μηδὲ κακόχυμον ὑπάρχῃ τὸ σῶμα πᾶν, τοῦ μελικράτου διδόναι πίνειν ὑδαρεστέρου· λύει γὰρ τὰς φλεγμονὰς ἀδήκτως κενοῦν τοὺς ἐσφηνωμένους χυμούς· καὶ γὰρ τέμνει καὶ λεπτύνει καὶ ἀραιοῖ. τὰ δʼ ἐπὶ μέλιτος εἰρημένα παραδείγματος ἕνεκα δυνατόν ἐστι μεταφέρειν ἐπὶ πάντα τὰ λεπτύνοντα καὶ τέμνοντα χωρὶς δήξεως. ὥσπερ δὲ πᾶσι τοῖς μορίοις φλεγμαίνουσιν, οὕτω καὶ τούτοις ἄμεινον ἦν ἡσυχάζειν· ἐπεὶ δʼ ἀδύνατον ἡσυχάζειν οὐρητικοῖς οὖσιν αὐτοῖς ὀργάνοις, ὀλίγιστον διδόναι δεῖ τὸ ποτόν, ὅπως ὡς δυνατὸν πλείονα χρόνον ἡσυχάζῃ. σκεπτέον δὲ μή ποτε τὸ πᾶν σῶμα μεστόν ἐστι δριμέων περιττωμάτων· τούτου γὰρ τυγχάνοντος, κἂν ἐπὶ τὴν κύστιν καὶ τοὺς νεφροὺς ὑγρὰ φέρηται, μᾶλλον ἀνιάσει· πλεῖον δὲ διδόντων τὸ ποτόν, ἧττον, ἀμβλυνομένης ὑπʼ αὐτοῦ τῆς δριμύτητος, καὶ μάλιστα μιγνύντων ἡμῶν τῶν τὰς δήξεις ἀμβλυνόντων. ἐν δὲ τῷ καιρῷ τῶν φλεγμονῶν καταπλάσματά τε καὶ φάρμακα προσάγειν χρὴ καὶ αἰονήσεις διʼ ἐλαίου τε καὶ τῶν ἄλλων ὅσα φλεγμονὰς λύει. —Πρὸς φλεγμονώδεις διαθέσεις τῶν νεφρῶν καὶ τῆς κύστεως· λινοσπέρμου 𐅻 β, ἀμύλου 𐅻 α. δίδου ἐν ὕδατι κοχλιάριον σύμμετρον πίνειν. ἀλγήματα περὶ λαγόνας καὶ ἐκ διαλειμμάτων ἀνώμαλοι φρῖκαι πυρετοί τε ἐπὶ τούτοις ἄτακτοι σημαίνουσιν ἐν νεφροῖς ἀπόστασιν, ἧς πεφθείσης πύον διʼ οὔρων ἐκκριθὲν ἕλκος ἀποτελεῖ ταχείας χρῇζον τῆς βοηθείας· εἰ γὰρ μὴ εὐθὺς ἀπουλωθῇ, δύσκολον τὴν ἴασιν ἔχει. διορίζειν δὲ τῶν ἐν νεφροῖς ἑλκῶν τὰ κατὰ τὴν κύστιν ἔκ τε τῆς θέσεως καὶ τῆς ἐνεργείας καὶ τῆς ἰδιότητος αὐτῶν τῆς οὐσίας καὶ τῆς δυνάμεως· ἐκ μὲν τῆς θέσεως, κύστεως μὲν πασχούσης εἰς κτένα καὶ ὑπογάστριον αἴσθησις γίνεται τῆς ὀδύνης, νεφρῶν δὲ κατὰ τὰς ψόας ὀπίσω· ἐκ δὲ τῆς ἐνεργείας δυσουρία μὲν καὶ στραγγουρία διοχλεῖ τῆς κύστεως τὴν αἰτίαν ἐχούσης, ἀκώλυτοι δʼ εἰσὶν αἱ οὐρήσεις τῶν νεφρῶν πεπονθότων· ἐκ δὲ τῆς τοῦ σώματος ἰδιότητος σάρκες μὲν ἰνώδεις ἐκ νεφρῶν διαχωροῦσι, λεπίδες δʼ ὑμενώδεις τῆς κύστεως ἡλκωμένης· ἐκ δὲ τῆς δυνάμεως, κύστεως μὲν ἰσχυρῶς ἀλγούσης ἐπὶ ταῖς ἑλκώσεσι, νεφρῶν δʼ ἀμυδρῶς, καὶ ὥσπερ ἐγκειμένου ταῖς ψόαις βάρους αἴσθησιν ἐχόντων. καὶ ἐν τοῖς οὐρητικοῖς δὲ πόροις συνίσταταί ποτε ἕλκωσις, καὶ πύον οὐρεῖται καὶ αἷμα· κεῖνται δʼ οὗτοι μεταξὺ νεφρῶν τε καὶ κύστεως. αἰδοίου δʼ ἑλκωθέντος, πύον καὶ αἷμα διαχωρεῖται καὶ χωρὶς οὔρων. —Πρὸς τὰ ἐν νεφροῖς καὶ κύστει ἀποστήματα· λινοσπέρμου, σικύου σπέρματος, μήκωνος λευκῆς σπέρματος, τραγακάνθης ἀνὰ 𐅻 β, ἀμύλου 𐅻 δ. τροχίσκους ἀνάπλαττε καὶ δίδου. —Πρὸς τὰ ἐν κύστει ἕλκη μετὰ φλεγμονῆς· στροβίλια κ, σικύου ἡμέρου σπέρματος κόκκους μ, ἀμύλου, νάρδου ἀνὰ 𐅻 α, σελίνου σπέρματος 𐅻 ε. ἐν ξέστῃ ὕδατος ἕψεται νάρδος, σέλινον, εἶτα τοῦ ἀφεψήματος μίγνυνται τοῖς προγεγραμμένοις κύαθοι β. —Πρὸς τοὺς αἱμορραγοῦντας ἀπὸ κύστεως· σχιστῆς 𐅻 α, τραγακάνθης 𐅻 β, κόμμεως ὀβολοὶ ε. ἐν γλυκεῖ δίδου.
Περὶ σκληρίας νεφρῶν. Ἐκ τῶν Ῥούφου.
Ὅσαι δὲ σκληρότητες κατὰ νεφροὺς γίνονται, ὀδύνας μὲν οὐκέτι παρέχουσι, δοκεῖ δʼ ὥσπερ τι βάρος αὐτοῖς ἐκ τῶν κενεώνων κρέμασθαι, καὶ ναρκώδεις μέν εἰσιν ἰσχίων, ἀκρατεῖς δὲ σκελῶν, οὐροῦσι δʼ ὀλίγα· τὴν δʼ ὅλην ἕξιν τοῖς ὑδατουμένοις μάλιστα ἐοίκασιν. τούτους ἁπαλύνειν κηρωταῖς καὶ μαλάγμασι καὶ τρίψεσι καὶ πυριάμασι καὶ οὐρητικὰ προσφέρειν καὶ τὴν γαστέρα ἀποκλύζειν.
Περὶ ἀτονίας νεφρῶν.
Ἔστι δὲ καὶ ἥδε ἡ νόσος νεφρῶν· οὐ δύνανται οὖρα ἴσχειν, ἀλλʼ εὐρύτεροι ὄντες χαλῶσί τι τοῦ αἵματος ἐκ τῆς φλεβὸς καὶ ἄλλας παχύτητας ἐῶσιν. τούτοις συμφέρει σῖτα στρυφνὰ καὶ οἶνοι μέλανες καὶ τῶν οὐρητικῶν ἀπέχεσθαι καὶ λαγνεύειν ὅτι ἥκιστα καὶ πίνειν τὰ τῶν αἱμορραγιῶν φάρμακα, μάλιστα πολυγόνου χυλὸν καὶ τραγάκανθαν ἐν οἴνῳ βεβρεγμένην καὶ συμφύτου τῆς ῥίζης τὸ ἀφέψημα, ἐπιτιθέναι δὲ καὶ τῇ ὀσφύι ἔξωθεν τὰ πρὸς τοὺς ῥοῦς καὶ τὰς πτύσεις τοῦ αἵματος, μετὰ δὲ ταῦτα ἀνατρέφειν γάλακτι ὀνείῳ καὶ σιταρίοις καὶ κρέασιν. εἰ δὲ κατὰ περίοδον αἵματος οὔρησις γίνεται, πρινὴ μὲν κενωθῆναι τοῦ αἵματος βαρεῖς κατʼ ὀσφὺν καὶ ἐπώδυνοί εἰσιν, κενωθέντες δʼ ὑποκουφίζονται. χρὴ οὖν φλέβα τέμνειν ἐν ἀγκῶνι ὀλίγον πρὸ τῆς περιόδου, διαιτᾶν δʼ ὥστε πληθώραν μὴ ἐγγίνεσθαι.
Περὶ ψωριώσης κύστεως.
Ὅταν πιτυρώδη λέμματα μετὰ τῶν οὔρων ἐκκρίνηται, σημαίνει ψωριᾶν τὰς φλέβας ἢ τὴν κύστιν· διορισθήσεται δὲ τῇ λεπτότητι καὶ τῷ πάχει τῶν οὔρων· τὰ μὲν γὰρ λεπτὰ πεπονθέναι τὰς φλέβας ἐνδείξεται, τὰ δʼ οὐ λεπτὰ τὴν κύστιν.
Περὶ φλεγμονῆς κύστεως. Ἐκ τῶν Ῥούφου.
Χαλεπώτερον καὶ θανατωδέστερόν ἐστι φλεγμονὴ κύστεως· πυρέττουσί τε γὰρ ὀξέως καὶ ἀγρυπνοῦσι καὶ παραπαίουσι καὶ ἐμοῦσι χολώδη ἄκρατα καὶ οὐρεῖν οὐ δύνανται. τούτων, ἢν δύνῃ, φλέβα τέμνειν, μὴ εἰς μακρὰν δὲ τέμνειν, καὶ τοῖς ἐπιβρέγμασι συνεχῶς θερμαίνειν. ἡψήσθω δὲ τῷ ἐλαίῳ πήγανον καὶ ἄνηθον καὶ ἀλθαίας ῥίζα, καὶ ἡ κοιλία ὑποκλυζέσθω μαλακῷ κλύσματι· ἄμεινον δʼ εἰ καὶ μήκωνα συνεψῶν τῷ ἐλαίῳ καὶ χηνὸς στέαρ διατήκων ἢ ὄρνιθος ἐγχέοις. ἐγὼ δέ ποτε καὶ ὀποῦ μήκωνος ἡμιωβόλιον μετὰ σμύρνης καὶ κρόκου ὀλίγον διαλύσας εἰς ἔλαιον ὑπέθηκα, ὥσπερ τοὺς πεσσοὺς ταῖς γυναιξί, καὶ παραχρῆμα ἥ τε ὀδύνη ἐπαύσατο, καὶ ἐκοιμήθη ὁ ἄνθρωπος. καὶ πυρίαις δὲ χρῆσθαι συμφέρει καὶ εἰς ὕδωρ θερμὸν ἐγκαθίζειν· ἔστω δʼ ἀφέψημα λινοσπέρμου καὶ τήλεως τὸ ὕδωρ, καὶ κηρωτὰς δʼ ἐπιτιθέναι διʼ ὑσσώπου καὶ καστορίου πεποιημένας.
Περὶ ῥήξεως ἀγγείου ἐν κύστει.
Ὀξεῖα νόσος ἐστὶν ἐν κύστει καὶ ῥῆξις ἀγγείου· τοῦ δʼ αἵματος τὸ μὲν ἔξω διαδίδοται, τὸ δʼ εἴσω πήγνυται. πρὸς μὲν οὖν τὴν αἱμορραγίαν προσάξεις ταὐτὰ ὅσα καὶ ἐπὶ τῶν ἄλλων αἱμορραγιῶν, πίνειν τε διδοὺς τὰ ἐπιτήδεια φάρμακα καὶ ἔξωθεν ἐπιβάλλων. οἷς δὲ πήγνυται τὸ αἷμα ἐν τῇ κύστει, τὰ μὲν πρῶτα πειρᾶσθαι λύειν αὐτὸ φαρμάκοις τῆς τε ἀρτεμισίας διδόντα πίνειν καὶ τοῦ ἑλιχρύσου καὶ τοῦ ὀποῦ τοῦ Κυρηναϊκοῦ καὶ τοῦ σιλφίου καὶ τῆς κονύζης καὶ τοῦ ἀψινθίου καὶ ῥαφανῖδος τοῦ σπέρματος καὶ βάτου χυλοῦ καὶ σελίνου χυλοῦ, ἐν ὄξει κεραννύων ἕκαστον, ἢ λαγωοῦ πυτίαν ἢ νεβροῦ ἢ ἐρίφου διεὶς οἴνῳ· μετὰ δὲ ταῦτα εἰ μὴ λύοιτο, τέμνειν κάτωθεν τὸν περίνεον ὥσπερ τῆς λιθιώσης κύστεως καὶ κομισάμενον τοὺς θρόμβους τἄλλα ὡς τὰ αἱμορραγικὰ πειρᾶσθαι θεραπεύειν.
Περὶ τῶν ἐν κύστει φυμάτων.
Ὅσα δʼ ἐν κύστει φύματα πεπανθῆναι χρῄζει, τὸ μὲν κράτιστόν ἐστιν ἔτι ἀρχομένων πειρᾶσθαι διαλύειν, ἵνα μὴ εἰς ἔμπυον τραπῇ· εἰ δʼ ἀδύνατον εἴη πεπαίνειν, ἐν οἷς καὶ τοὺς νεφροὺς ἔφαμεν, καὶ προσέτι καρδάμῳ καὶ ἀλεύρῳ ὀροβίνῳ μετὰ μέλιτος καὶ περιστερῶν κόπρῳ μετʼ ἰσχάδων καὶ τοῖς πυριάμασιν.
Περὶ τῶν ἐν κύστει ἑλκῶν.
Τῶν δʼ ἑλκῶν τῶν ἐν τῇ κύστει θεραπεία ἡ αὐτὴ τοῖς κατὰ νεφροὺς ἕλκεσιν· μέγιστα δὲ κἀνταῦθα αἱ γαλακτοποσίαι καὶ ἡ ὑπόλοιπος χρηστὴ δίαιτα. παρηγορεῖν δὲ καὶ φαρμάκοις, τοῦτο μὲν ἄνωθεν τῷ ἤτρῳ περιβάλλοντας κηρωτὰς διά τε ὑσσώπου πλυτοῦ καὶ βουτύρου καὶ στύρακος καὶ χηνείου στέατος, τοῦτο δʼ εἰς τὸν οὐρητῆρα ἐγχέοντας ὕδωρ καὶ γάλα καὶ ῥόδινον θερμαίνοντας, τοῦτο δὲ καὶ εἰς τὸ ἔντερον ἐγχέοντας πτισάνης χυλὸν καὶ βούτυρον καὶ σικύου σπέρμα μετὰ γάλακτος τετριμμένον, ἐπιστάζοντας ἑκάστῳ τοῦ ῥοδίνου. κλύζειν δʼ ἐν γόνασι κλίνοντας· οὕτω γὰρ ἀφίστανται αἱ κύστεις καὶ χαλῶσι τὸ ἔντερον, ὥστε εὐπετῶς δέξασθαι τὸ κλύσμα. πυκνὰ δὲ καὶ εἰς θερμὸν ἐγκαθίζειν, καὶ τὰ ἄλλα ὅσα εἴρηται περὶ τῶν ἐν νεφροῖς ποιεῖν.
Περὶ διαβήτου. Ἐκ τῶν Γαληνοῦ.
Ἐμοὶ δοκοῦσιν οἱ νεφροὶ πεπονθέναι καὶ κατὰ τὸ πάθος ὅ τινες μὲν ὕδερον εἰς ἀμίδα, τινὲς δὲ διάρροιαν εἰς οὖρα, τινὲς δὲ διαβήτην, ἔνιοι δὲ δίψακον ὀνομάζουσι, σπανιώτατα γινόμενον· διψῶσί τε γὰρ ἀμέτρως οἱ ἐν τῷ πάθει τούτῳ τυγχάνοντες καὶ πίνουσί τε διʼ αὐτὸ τοῦτο δαψιλῶς οὐροῦσί τε τὸ ποθὲν ἐν τάχει τοιοῦτον οἷον ἐπόθη. ἀτονίαν δʼ ἄν τις αἰτιάσαιτο τῶν νεφρῶν.
Διαβήτου ἴασις. Ἐκ τῶν Ῥούφου.
Μέγιστον ἴαμα τῇ νόσῳ πιόντα ἐξεμεῖν αὐτίκα, πίνειν δʼ ὡς ψυχρότατον, καὶ τῇ ἄλλῃ δὲ διαίτῃ ὡς ψυχροτάτῃ χρῆσθαι, τῶν τε ἡψημένων λαχάνων ἐσθίοντα καὶ κυκεῶνα πίνοντα καὶ πτισάνης χυλὸν ῥοφοῦντα· οὐρητικὸν δὲ μηδὲν προσφέρειν, ἀντισπᾶν δὲ καὶ εἰς ἱδρῶτας. ἄριστον δʼ εἰ ἐν πίθῳ πυριῷτο ὑπερέχων ἄνω τὴν κεφαλήν, ὥστε τὸ μὲν ἄλλο σῶμα θερμαίνεσθαι, ψυχρὸν δʼ ἕλκειν ἀέρα, καὶ τὰ ἄλλα ὥσπερ καῦσον θεραπεύειν. τήν τε οὖν πάλην τοῦ ἀλφίτου φυράσας ὄξει καὶ ῥοδίνῳ κατάπλαττε τὸ ὑποχόνδριον, καὶ φύλλα ἀμπέλου τρίψας ἁπαλὰ καὶ κοτυληδόνος καὶ ἑλξίνης καὶ ἀνδράχνης, καὶ ὅσα ἄλλα, προπότιζέ τε πολυγόνου χυλὸν συνεχῶς καὶ ἑλένιον ἐν οἴνῳ μέλανι καὶ φοινίκων ἀπόβρεγμα καὶ μύρτων καὶ ἀπίων. κατʼ ἀρχὰς δὲ καὶ φλέβα ἐν ἀγκῶνι τέμνειν. χρησόμεθα δʼ ἐνίοτε καὶ τοῖς ναρκωτικοῖς φαρμάκοις.
Περὶ τῶν ἐν αἰδοίοις καὶ ἕδρᾳ ἑλκῶν.
Τὰ δʼ ἐν αἰδοίοις ἕλκη καὶ τὰ κατὰ τὴν ἕδραν χωρὶς φλεγμονῆς ὄντα ξηραινόντων πάνυ δεῖται φαρμάκων, οἷά ἐστι τό τε διὰ τοῦ κεκαυμένου χάρτου καὶ ἄνηθον κεκαυμένον ξηρὸν καὶ κολοκύνθη κεκαυμένη. τοῖς δʼ ἀνίκμοις καὶ προσφάτοις τῶν ἑλκῶν καὶ ἡ ἀλόη φάρμακον ἀγαθὸν ἐπιπαττομένη ξηρὰ χνοώδης. πάντων δʼ αὐτῶν ἀνωδυνώτατόν τε καὶ οὐδενὸς ἧττον δραστήριον ὁ πομφόλυξ ἐστίν· εἰ δʼ ὑγρότερα τύχοι τὰ ἕλκη, πίτυος ὁ φλοιὸς καθʼ ἑαυτὸν καὶ λίθος αἱματίτης· εἰ δὲ καὶ βάθος αὐτοῖς τι συνῇ, τοῖς εἰρημένοις μάννης μικτέον. αἱ δὲ κατὰ μήτραν ἢ κύστιν ἑλκώσεις, τῶν αὐτῶν δεόμεναι φαρμάκων, ὀργάνων χρῄζουσι τῶν εἴσω παραπεμψόντων αὐτά· διὸ τῶν τηκτῶν καλουμένων φαρμάκων ἐπιτηδειότερα τὰ ξηρότερα, οἷός ἐστι κρόκος καὶ πομφόλυξ καὶ ἀλόη μιγνύμενα ῥοδίνῳ εἴτε ἀρνογλώσσου εἴτε ἑτέρου τοιούτου χυλῷ.
Πρὸς τὰς τῶν διδύμων καὶ τοῦ αἰδοίου διαθέσεις.
Πρὸς τοὺς τοῦ ὀσχέου καὶ τοῦ αἰδοίου πόνους βουτύρῳ καὶ ῥητίνῃ ἴσοις χρῶ· ἢ λινόσπερμον μεθʼ ὕδατος ἑψήσας καὶ μίξας σμύρνης ὅσον δέκατον μέρος καὶ ῥητίνης ἴσον κατάπλασσε. πρὸς δὲ τὸ οἰδοῦν αἰδοῖον ἀμπέλου φύλλα τριάκοντα, λιβανωτοῦ 𐅻 α, ψιμυθίου 𐅻 ε τρίψας κατάπλασσε. χρῶ δὲ καταντλήσει θαλάσσῃ ψυχρᾷ καὶ ἀναπαύσει καὶ ἀναδέσει τοῦ καυλοῦ. ἐὰν δʼ ἀφʼ ἱδρώτων ἕλκη ἐν ὀσχέῳ γένηται, κηκῖδα λείαν ἢ στυπτηρίαν ἐπίπασσε. πρὸς δὲ τὰ ἐν αἰδοίοις φυόμενα θύμια ἐλατήριον ἐπίπασσε, ἀπίου σπέρμα τρίψας ἐπιτίθει ἢ μαινίδων εἰκοσιπέντε κεφαλὰς τρίψας ἐπίπασσε καὶ τραγείᾳ χολῇ περίχριε. ῥαγάδας δὲ τὰς ἐν αἰδοίοις ὠφελεῖ ῥητίνη φρυκτὴ σὺν ῥοδίνῳ τριβεῖσα, ἄχρις οὗ γλοιωθῇ, μιγνυμένης καὶ ὠοῦ λεκίθου ὀπτῆς, κισσοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα τριβεῖσα ἐλαίῳ ἐν θυίᾳ μολυβδίνῃ.
Πρὸς τὰς τῶν διδύμων φλεγμονάς.
Σταφίδας ἐκγιγαρτισμένας καὶ κύμινον τρίψας ἐπιτίθει· ἢ ἄλευρον κρίθινον ἑψήσας ἐν μελικράτῳ ἢ ἀμπέλου φύλλα ἁπαλὰ τρίψας μετʼ ἀλφίτου πάλης ἐπιτίθει, ἢ κύμινον τρίψας μετὰ βουτύρου καὶ ῥητίνης ἴσων τακέντων. πρὸς δὲ τοὺς ἀφθῶντας διδύμους γῇ Κιμωλίᾳ μεθʼ ὕδατος προκαταχρίσας ἔασον ξηρανθῆναι, καὶ κατανίψας ὕδατι θερμῷ μυρσίνην ξηρὰν λείαν καὶ σμυρνίου μικρὸν τρίψας κατάπλασσε. τὰς δʼ ἐκσαρκώσεις τὰς ἐπὶ τῶν διδύμων τέφρα κληματίνη σὺν νίτρῳ καὶ ὕδατι φυραθεῖσα ἰᾶται καταπλασσομένη.
Περὶ γονορροίας καὶ σατυριασμοῦ.
Γονόρροια σπέρματος ἀπόκρισις ἀκούσιός ἐστι συνεχῶς γινομένη χωρὶς τῆς κατὰ τὸ αἰδοῖον ἐντάσεως· ἐπὶ δὲ τοῦ σατυριασμοῦ πάλλει τὸ αἰδοῖον, ὥσπερ εἰ καὶ ἕτερόν τι τοῦ σώματος πάλλοι, καὶ εἰ μὴ παύσαιτο ὁ παλμὸς τοῦ αἰδοίου, κατασκήπτειν εἴωθεν εἰς πάρεσιν τῶν σπερματικῶν ἀγγείων ἢ σπασμόν. σύντονον δʼ ἐστὶ τὸ αἰδοῖον ἐν τοῖς σατυριασμοῖς διὰ παντός, καὶ ἀπόλλυνται ὀξέως οἱ οὕτω παθόντες· τελευτῶντες δὲ φυσῶνται γαστέρα καὶ ἱδροῦσι ψυχρόν, ὁποῖα καταλαμβάνει καὶ τοὺς ἐπὶ τοῖς ἄλλοις σπασμοῖς ἀπολλυμένους. ἔστι δὲ τὸ νόσημα σπάνιον μὲν καὶ γυναιξὶ δὲ συμβαῖνον. ὅταν οὖν πάλλῃ τὸ αἰδοῖον, τέμνειν χρὴ τὴν φλέβα καὶ δίαιταν ἐφεξῆς λεπτήν τε καὶ ἄοινον διαιτᾶν, καὶ καθῆραι μὲν μηδέποτε, ἰσχνοῦν δʼ ἡσυχῇ. ἄριστον δὲ τεῦτλον καὶ μαλάχη καὶ τῆς λινοζώστιδος ὀλίγον τούτοις μιγνύμενον καὶ τῶν κογχαρίων ὁ ζωμός. οὐ κάκιον δὲ καὶ ἁπλῶς κλύζειν· τὰς δʼ οὐρητικὰς δυνάμεις φυλακτέον· ἐπιφέρειν δὲ καὶ τῇ ὀσφύι τῶν ψυχόντων, οἷον στρύχνου χυλὸν ἢ ἀνδράχνης ἢ ὑοσκυάμου ἢ κωνείου. ἀναγκαῖον δὲ καὶ τὸν καυλὸν καὶ τὸν περίνεον τῶν πραϋνόντων ψυκτηρίων τινὶ καταχρίειν, οἷον λιθαργύρῳ καὶ κιμωλίᾳ καὶ ψιμυθίῳ, ὄξει δὲ διιέναι πάντα ἢ ὕδατι ἢ οἴνῳ γλυκεῖ ἢ σιραίῳ. ὕπτιον δʼ ἀναπαύεσθαι βλαβερόν. πίνειν δὲ χρὴ φάρμακα τὴν τῆς νυμφαίας ῥίζαν καὶ ἶριν καὶ ἀδίαντον· τοῦ δὲ πηγάνου συμφέροι ἂν καὶ τῷ γονορροϊκῷ καὶ τῷ σατυριῶντι.
Περὶ ὀνειρώξεως.
Τοὺς δʼ ὀνειρωγμοὺς κωλύειν χρὴ διαίτῃ τε ἐνδεεστέρᾳ καὶ ἧσσον θερμαινούσῃ καὶ κόπων φυλακῇ. προσωφελοῖ δʼ ἂν καὶ στρωμνὴ ψυχροτέρα καὶ κλίσις σώματος ἐπὶ δεξιὰ ἢ ἀριστερά, καὶ ὅσα φάρμακα ψυχρὰ ὑποχριόμενα τῇ ὀσφύι, ὁποῖά ἐστι τό τε κορίαννον καὶ τὸ σέλινον καὶ τὸ κώνειον καὶ τὸ ψιμύθιον καὶ ἡ ἀνδράχνη· πάντα δὲ μετʼ ὄξους ἀμείνω.
Περὶ πριαπισμοῦ.
Ὁ πριαπισμός ἐστιν αὔξησις αἰδοίου μόνιμος εἰς μῆκός τε καὶ κύκλον ὀγκουμένου χωρὶς ὁρμῆς τῆς πρὸς τὰ ἀφροδίσια· φυσῶδες δʼ ἐστὶ πνεῦμα δηλονότι τὸ ἐξογκοῦν τὸ μόριον τικτόμενον ἐξ ὑγρῶν γλίσχρων καὶ παχέων ὑπὸ θερμότητος μετρίας. πρόδηλον οὖν ὡς οὐ δεῖ τὰ μόρια θερμαίνειν, ἀλλὰ ψύχειν ἐπιεικῶς τῇ ῥοδίνῃ κηρωτῇ μεθʼ ὕδατος ἀνακοπτομένῃ καὶ διὰ τοῦ χαμαιμήλου, τῷ τε αἰδοίῳ καὶ ταῖς ψόαις ἐπιτιθέντα· τὰ δʼ ἐν διαίτῃ καὶ φαρμάκοις προσάγειν τῆς λεπτυνούσης δυνάμεως ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶς, προσάγειν δὲ καὶ τὰ φυσικῶς ἐνεργοῦντα διὰ τῆς πείρας εὑρημένα καὶ τήν τε νυμφαίαν πίνειν διδόναι καὶ τοῦ ἄγνου τὸ σπέρμα καὶ πήγανον χλωρὸν τοῖς ὄψοις μιγνύντα· τοῦτο δὲ κατʼ ἀρχὰς μὴ διδόναι — θερμαίνει γὰρ ἱκανῶς —, ἀλλʼ ὕστερον μετὰ τὴν χρῆσιν τῶν ἄλλων λεπτυνόντων· κενώσει δὲ χρώμενον διʼ ἐμέτων τοῦτο ποιεῖν· αἱ γὰρ διὰ τῆς κάτω γαστρὸς ῥευματίζουσι πολλάκις τὰ γειτνιῶντα μόρια.
Περὶ αἱμορροΐδων.
Οἷς ἂν μᾶλλον τοῦ δέοντος αἱμορραγῶσιν, ὑδατοῦσθαι τὴν ἕξιν συμβαίνει καὶ τὰς ὀρέξεις εἶναι πονηροτέρας καὶ ἀποσίτους. τῶν δʼ οὕτω διακειμένων καὶ αἱ θεραπεῖαι ἐργώδεις· κίνδυνος γὰρ ἐπισχεθέντος ποτὲ τοῦ αἵματος ....., λάβρου τῆς αἱμορραγίας οὔσης κατʼ ἔνδειαν καὶ ἀσθένειαν παθεῖν τι. διὰ τοῦτο πλειόνων οὐσῶν τῶν αἱμορροΐδων μίαν ὑπολείπεσθαι χρὴ καθάρσεως ἕνεκα. ἄλλαι δʼ εἰσὶν ἀνωτέρω καὶ μὴ φαινόμεναι, δυσιατότεραι οὖσαι· αἱ δὲ τυφλαὶ ἀποκρίνουσι μὲν αἱματῶδες οὐδέν, ἐπώδυνοι δὲ μᾶλλον ἐκείνων εἰσίν. κυκλαμίνου χυλὸς αἱμορροΐδας ἀναστομοῖ καταχριόμενος.
Πρὸς τὰς τῆς ὑστέρας διαθέσεις.
Πρὸς τοὺς ἀπὸ τῆς ὑστέρας πνιγμοὺς ἁρμόζει πινόμενον ἀγαρικοῦ 𐅻 α ἐν οἴνῳ, ἀρνογλώσσου καρπὸς καὶ χυλὸς σὺν οἴνῳ, ὄνυξ ὁ ἐκ κογχυλίου πινόμενος, ὄξος σκιλλιτικὸν καταρροφούμενον. ὀσφραινόμενα δὲ διεγείρει τὰς πνιγομένας ἄσφαλτον, καστόριον, χαλβάνη, πίσσα ὑγρά, κεδρία, ἐλλύχνια ἁπτόμενα καὶ ἀποσβεννύμενα, τρίχες καεῖσαι, πήγανον, σίλφιον, κρόμμυον, σκόροδον. ὑποθυμιᾶται δὲ πρὸς ταὐτὰ γαγάτης λίθος, ὄνυξ ὁ ἀπὸ τῶν πορφυρῶν, ἄσφαλτον, καστόριον, χαλβάνη, σίλφιον, κέρας ἐλάφου. προστίθεται δὲ κατὰ τοῦ δακτυλίου πήγανον σὺν μέλιτι ἐρίῳ ἀναληφθέν.
Περὶ ὑπερκαθάρσεως.
Πρῶτον μὲν διασφίγγειν τὰ ἄκρα προσήκει, διδόναι δὲ πίνειν αὐταῖς ὀξύκρατον. καὶ προσαντλήματι δὲ κεχρήσθω τῷ ὀξυκράτῳ καὶ ψίχας ἐν τῷ ὀξυκράτῳ λαμβανέτω ἢ χόνδρον πλυτὸν ἢ ὄρυζαν ἢ ὠὸν ἁπαλὸν ψυχρόν. ἐν τόπῳ δὲ φαρμάκων πρὸς τὴν αἱμορραγίαν διδόσθω πίνειν βαλαύστιον μετʼ ὀξυκράτου ἢ ὑποκιστίδος ἢ ἀκακίας χυλὸν ἢ τῆς Σαμίας γῆς ἀστέρα· πάντων δὲ κρατεῖ σήσαμος ὀξυκράτῳ βρεχόμενος, ἄχρις οὗ γένηται ἁπαλός, εἶτʼ ἐσθιόμενος. καὶ τὸ ῥῆον δὲ ποιεῖ μετʼ ὀξυκράτου. καὶ προστιθέμενον δὲ διὰ τοῦ γυναικείου κόλπου στέλλει τὰς αἱμορραγίας, ὡς ὁ τῆς ὑποκιστίδος χυλὸς καὶ ὁ τῆς ἀκακίας μετʼ ὄξους καὶ μάννης λεανθέντες. ἀρήγει δὲ θαυμαστῶς καὶ σπόγγος καινὸς ὑγροπίσσῃ δευόμενος, εἶτα καιόμενος καὶ λεῖος προστιθέμενος. καὶ φελλὸς δʼ ἐκ τῶν κεραμίων τῶν παλαιοτέρων καίεται, μέχρις ἀνθρακωθῇ, εἶτα τρίβεται, καὶ τὸ μὲν τῷ ποτῷ ἐπιπάσσεται, τὸ δʼ ἐν πεσσῷ ὑποτίθεται. συλλαμβάνει δʼ εἰς ἐποχὴν τοῦ αἵματος καὶ τὰ ἔξωθεν ἐπιτιθέμενα, μάλιστα δὲ τὸ διὰ τῆς ταυροκόλλης· ταυροκόλλα γὰρ καλὴ καὶ διαυγὴς ἐν ὀξυκράτῳ βρέχεται μέχρι διαλυθείη, ἔπειτα εἰς ῥάκος λινοῦν ἐμπλάσσεται καὶ κατακολλᾶται τοῦ τε ἤτρου καὶ τῆς ὀσφύος. ἐνεργοὶ δὲ πρὸς τοῦτο καὶ αἱ κολλητικαὶ ἔμπλαστροι.
Μὴ κυϊσκομέναις θεραπεία.
Διαιτᾶν δὲ χρὴ τὰς μὲν γυναῖκας μήτε ἀπόνως μήτε ταλαιπώρως· καὶ λουτρὰ μήτε συνεχῆ μήτε διὰ πλείστου, σῖτα δὲ καὶ ποτὰ ἀρκεῖ ἐκ τῶν παρόντων τὰ εὐπεπτότατα. τό γε μὴν μέγιστον μὴ περιορᾶν πιαινόμενον τὸ σῶμα, μήτε τοῦ ἀνδρὸς μήτε τῆς γυναικός· οὔτε γὰρ ὁ πίων ἀνὴρ ἐπιτήδειος εἰς παιδοποιίαν διὰ τὸ μὴ ἁρμόζειν τοῖς αἰδοίοις καὶ ὀλίγον σπέρμα ἀφεῖναι τοὺς πίονας, οὐδὲ τὸ ἄγαν δὲ λεπτυνθῆναι κυητήριον. δῆλον δʼ ὡς εἰ καὶ ὕδωρ ἢ ἕτερόν τι ἐκκρίνοιτο, ὡς ἄτεκνον φυλάσσεσθαι. φυλακτέα δὲ καὶ τὰ ἀπὸ χιόνων ὕδατα, καὶ ὅσα ἄλλα σκληρά, καὶ τὰ ἁλμυρὰ καὶ νιτρώδη. καὶ τὰ διαχωροῦντα πλέον κωλύει κυῆσαι διʼ ἀσθένειαν. ὠφελοῖ δʼ ἂν πάντα τὰ θερμαίνοντα καὶ ἡσυχῇ πνευματοποιοῦντα. οἴνους τε οὖν πρὸ ὑδροποσίας ἐπαινεῖν καὶ λαχάνων τὸ ὅρμινον καὶ τὸ ἐρύσιμον καὶ τὸ εὔζωμον, καὶ εἴ τι ἄλλο προτρέπει μίσγεσθαι· πήγανον δὲ καὶ μίνθην πάντων μᾶλλον φυλακτέον. χρὴ δὲ πλησίον ἡκούσης τῆς καθάρσεως τὴν μὲν ἔναιμον καὶ δαψιλέστερον διῃτημένην ἀφαιροῦσαν τῆς προσφορᾶς, τὴν δʼ ἀναιμοτέραν προστιθεῖσαν καί τι τῶν ἐρεθιστικῶν εἰς κάθαρσιν λαμβάνουσαν, οἷά ἐστι τά τε εὐώδη λάχανα καὶ τὰ δριμέα· ταῦτα γὰρ καὶ εἰς τὴν ὑστέραν ἄγει, καὶ μάλιστα σκάνδιξ, καὶ τὸ κρῆθμον καὶ τὸ μάραθον καὶ τὸ σέλινον καὶ τὸ σμύρνιον. εἰ δὲ διὰ κακοχυμίαν τινὰ μὴ κυΐσκοιτο, ταύτην ἐκκαθαίρειν ἢ κατακιρνᾶν τῇ χρηστῇ διαίτῃ. εἰ δὲ διὰ ψυχρότητα τῆς ὑστέρας μὴ γίνοιτο σύλληψις, τά τε ἄλλα ἐκπονοῦσαν καὶ πυρίαις πάσαις πυριωμένην ἀνακαλεῖσθαι τὸ θερμόν. καὶ οὐδὲν ἄπο τρόπου καστόριον πίνειν, καὶ τῶν εὐωδῶν σπερμάτων τό τε κύμινον καὶ τὸ ἄνησον καὶ γληχοῦς κόμην καὶ ἀρκευθίδων καρπὸν ἑκάστῳ πεπέρεως μίσγουσαν. κάλλιον δὲ χρῆσθαι τῷδε τῷ φαρμάκῳ· ἐπίθυμον, εὐφόρβιον καὶ πέπερι καὶ δαύκου σπέρμα καὶ πετροσελίνου σπέρμα, πάντα τρίψας ὅσον 𐅻 β δοῦναι πιεῖν. τοῦτο καὶ τὰ κατὰ γαστέρα ἄγει καλῶς καὶ τὴν ὑστέραν θερμαίνει, ὥστε πολλαῖς ἤδη καὶ καταμήνια ἔρρηξε τέως οὐ καθαιρομέναις. εἰ δὲ μὴ ἐξαρκεῖ καθῆραι κάτω, ἐμέτοις χρῆσθαι· τὸ γὰρ φλέγμα κενοῦν πάντας τρόπους συμφέρει. αἱ δʼ αὐτῶν τῶν ὑστερῶν πυρίαι τοῦτο μὲν ἀτμοὶ ἔστωσαν, τοῦτο δὲ θερμὸν ὕδωρ. τοὺς μὲν οὖν ἀτμοὺς καλῶς δέχεσθαι καθίζουσαν ἐπὶ δίφρου, τὸ δʼ ὕδωρ προσκλύζεσθαι ἑψοῦσαν ἐν αὐτῷ ἐλελίσφακον καὶ ἀρτεμισίαν καὶ πήγανον καὶ κύπερον καὶ γλήχωνα καὶ ἄκορον καὶ τὰ εὐώδη σπέρματα, καταπλάττειν δὲ καὶ τὸ ἦτρον τούτων ἑκάστῳ· ἀγαθὸν δὲ καὶ τὸ τοῦ Πολυάρχου ἐπίθεμα. αἵ γε μὴν τρίψεις τοῦ ἤτρου καὶ τῆς ὀσφύος οὐδενὸς ἧσσον συμφέρουσι, καὶ προσθετὰ δὲ προστιθέναι τῇ ὑστέρᾳ τῶν θερμαινόντων· τὰ δὲ προσθετὰ ἔστω διὰ σμύρνης καὶ πηγάνου καὶ χαλβάνης καὶ καστορίου πεποιημένα. χρὴ δὲ προπυριαθεῖσαν μελικράτῳ ἢ θαλάσσῃ ποτὲ μὲν καταντλεῖν αὐτήν, ποτὲ δὲ διʼ ὄξους συγκεκραμένου προστίθεσθαι τὰ φάρμακα, κατειλοῦσαν ὀθονίῳ λεπτῷ ἢ ἐρίῳ μαλακῷ, ὅπως μή τι τὸν χρῶτα δάκνῃ καὶ ἑλκοῖ προσκαθίζοντα. τεκμηριοῖ δὲ τὰς ψυχροτέρας τῶν ὑστερῶν ἡ τοῦ ἐμμήνου ἐπίσχεσις καὶ δίαιτα οὐ χρηστὴ ὑπὸ παχύτητος καί τι ναρκῶδες γινόμενον περί τε ἦτρον καὶ ὀσφὺν καὶ σκέλη. αἳ δʼ ἂν εἰς τέλος ἐψυγμέναι ὦσιν, οὐδʼ ἀφροδισίων ἐφίενται. περὶ μὲν οὖν τὰς ψύξεις οὕτω χρὴ ποιεῖν· περὶ δὲ τὰς θερμοτέρας τῶν ὑστερῶν τεκμαίρεσθαι μὲν ὧδε· τῷ τε ἄλλῳ σώματι θερμοτέρῳ ὄντι καὶ τοῖς καταμηνίοις ὀλίγοις καὶ σὺν πόνῳ καὶ τῷ ἑλκοῦν τὰ αἰδοῖα τῆς γυναικός, εἰ ξηρότερα ὑπὸ πολλῆς θέρμης εἴη, σιτία ὑγρότερα συμφέρει· μάλιστα δʼ ἂν ἁρμόσειε λαχάνων θριδακίναι καὶ μαλάχαι καὶ βλίτον καὶ κολοκύνθη καὶ σίκυος πέπων καὶ ἀτράφαξυς καὶ ἀνδράχνη, καὶ πάντα ὅσα ὑγρότερά ἐστιν ἐν ὅλῃ τῇ διαίτῃ· δεῖ δὲ καὶ τῇ κύστει καὶ τῇ ὀσφύι καὶ τῷ ἐπισείῳ προσάγειν ψυκτήρια καταπλάσσοντα καὶ τοῖς χυλοῖς ἐπιχρίοντα. ὅταν δὲ δῆλον γένηται τοῖς καταμηνίοις χρηστῶς ἰοῦσι, τηνικαῦτα ἤδη μίσγεσθαι ληγούσης τῆς καθάρσεως. ὅταν δʼ ὑγροτάτῳ καιρῷ τῶν ὑστερῶν οὐ κυΐσκωνται, δίαιτα μὲν ξηρὰ ἁρμόζει πόνοι τε τῶν ἄνω πλείους τρίψεις τε καὶ ἔμετοι πλείους· ξηρὸν δὲ καὶ μετριότης σίτου καὶ ἡ δίαιτα πᾶσα ξηροτέρα. εὖ δʼ ἂν ἔχοι καὶ τὴν ὑστέραν στρυφνοῖς φαρμάκοις συγκρατύνειν, οἷά ἐστι σχίνου τε ἀφέψημα καὶ μύρτων καὶ ῥόδων καὶ ῥοῦ, ἔτι τε ῥοιᾶς ἄνθους καὶ βάτου τῶν ἁπαλῶν καὶ κηκῖδος. ἢν δʼ ὑπὸ χυμῶν παχυτέρων κωλύηται κυΐσκειν, σκέψαι τὸν χυμόν, καὶ εἰ μέν τις εἴη τῶν δακνόντων, καθῆραι τὴν γυναῖκα ὡς ἑκάστῳ χυμῷ οἰκεῖόν ἐστι, κἄπειτα τῷ ὀρῷ τοῦ γάλακτος κατακλύσαι, καὶ ἐπὶ τούτοις ἐξευρεῖν δίαιταν χρηστοτέραν. τοὺς δὲ φλεγματώδεις καὶ ὑδατώδεις πόνοις καὶ ἱδρώτων ἐκβολαῖς καὶ ἐμέτων τιμωρεῖσθαι. ἀρκέσει δὲ καὶ τοῦ καστορίου πίνειν καὶ τοῖς θυμιάμασι πυριᾶσθαι. ἐπεὶ δὲ καὶ πνεύματα ἐν τῇ ὑστέρᾳ ἐνόντα κωλύει κυΐσκεσθαι, πρῶτον μὲν ἐνδεέστερον διαιτᾶν, ἔπειτα προσφέρειν κύμινον καὶ ἄνησον καὶ σελίνου σπέρμα καὶ πηγάνου καὶ ἄνηθον καὶ τῶν ἀρωμάτων τὰ πολλά, καὶ τὰ μὲν διδόναι πιεῖν, τὰ δὲ σκευάζοντα προστιθέναι. τὰς δὲ μεμυκυίας ὑστέρας στομοῦν χρὴ προσκλύζοντας τοῖς εὐώδεσι καὶ πυριῶντας, καὶ προσθέτοις φαρμάκοις, πρότερον δὲ μαλακὰ προσκλύσματα ἑψεῖν τήν τε μαλάχην καὶ τὸ λινόσπερμον καὶ τὸ βούκερας ἐπιχέων ἐλαίου χρηστοῦ, ἔστι δʼ ὅτε καὶ μέλιτος· ἐπὶ δὲ τοῖς μαλακοῖς καὶ τῶν ἰσχυροτέρων τήν τε ἀρτεμισίαν καὶ τὴν κόνυζαν καὶ τὴν καλαμίνθην καὶ τὸν γλήχωνα καὶ τὴν ἀνθεμίδα· τὰ δὲ πρόσθετα ἔστω ῥητίνη τερμινθίνη καὶ νίτρον καὶ σύκου τὸ λιπαρὸν καὶ κασία καὶ ὀρὸς πίσσης. αἷς δὲ κέχηνε τὸ στόμα πλέον τοῦ καιροῦ, δίαιτα μὲν ξηροτέρα καὶ πυρίαι ξηραὶ φάρμακά τε ξηρά, ὑφʼ ὧν τὸ κεχηνὸς μύσει, καὶ στύμματα δὲ κύτινοι ῥοιῶν καὶ σχῖνος καὶ ῥίζα βάτων καὶ μύρτα. τὰς δὲ διαστροφὰς πυρίαις ἐξευθύνειν· μάλιστα γὰρ ἐπὶ ταῖς πυρίαις εὐάγωγον καὶ τοῖς μαλακοῖς προσθέτοις. καὶ μῖξις δʼ ἡ ἐξόπισθεν μάλιστα δοκεῖ κυΐσκεσθαι.
Ἄπνου θεραπεία.
Ὅσαι μὲν διὰ πλησμονὴν καὶ ἐπίσχεσιν αἵματος ἀπνοοῦσι, φλέβα τέμνειν αὐτίκα χρὴ — εὐθὺς γὰρ ἀναπνέουσιν — καὶ τὰ ἄλλα ἐνδεέστερον διαιτᾶν· εἰ δὲ τύχοιεν κατὰ πολλὴν ψῦξιν καὶ ἀσθένειαν τοῦ ἐν τῇ καρδίᾳ θερμοῦ ἁλισκόμεναι τῇ νόσῳ, τὰς κενώσεις φυλάττεσθαι, μή τι ἄρα κενοῦντες ἐπὶ πλέον καταψύξωμεν. ἄμεινον οὖν ἐστιν ἐγεῖραι τὸ θερμὸν ἐκ προσαγωγῆς ἐξ ἅπαντος τρόπου, ἵνα τῇ τῆς διαψύξεως ἐπιθυμίᾳ σπάσωσι τὸν ἔξωθεν ἀέρα, εἰς ὅπερ ἀφικόμεναι θεραπείας οὐδεμιᾶς ἑτέρας δεηθήσονται.
Ἐκ τῶν Φιλουμένου. Περὶ ὑστερῶν πνιγός.
Περὶ τὴν πρώτην συναίσθησιν, ἢ καὶ ἤδη κατειλημμένης τῇ ὑστερικῇ πνιγί, διαδέσμοις τὰ ἄκρα χρὴ καταλαμβάνειν καὶ τρίβειν ἰγνύας ἰσχυρῶς, μετὰ δὲ τῶν διαδέσμων καὶ κνήμας καὶ ὅλα τὰ σκέλη, ὀσφραντά τε τῇ ῥινὶ τὰ δυσώδη προσφέρειν. καὶ σικύας δὲ κολλᾶν προσήκει βουβῶσι καὶ μηροῖς καὶ ὑπογαστρίῳ· ἐνιέναι δὲ δεῖ καὶ διὰ κλυστῆρος ἐν τοῖς μηκυνομένοις καὶ τὰ τῶν πνευμάτων ἀγωγὰ τῷ δακτυλίῳ καὶ τῷ κόλπῳ τῷ γυναικείῳ προστιθέναι, οἷόν ἐστι τόδε· πήγανον λειοτριβεῖται σὺν μέλιτι καὶ προσλαμβάνει βραχὺ κυμίνου καὶ νίτρου, καὶ χρίεται δαψιλὲς καθʼ ἑκατέρων τῶν τόπων. καὶ εἰς αὐτὴν δὲ τὴν ὑστέραν τὰ εὐωδέστερα τῶν μύρων ἐγχεόμενα κατασπᾶν αὐτὴν πέφυκε. σὺν τούτῳ δὲ καὶ ἐμβοάτω τις αὐταῖς τραχυτέρᾳ τῇ φωνῇ· ὕστερον δὲ καὶ πταρμικὰ παραλαμβανέσθω. ἀνενεχθείσης δʼ ἀπὸ τοῦ παροξυσμοῦ φλεβοτομητέον, εἰ μή τι κωλύει· βέλτιον δʼ ἀπὸ σφυροῦ ποιεῖσθαι τὴν ἀφαίρεσιν. διαστήσαντες δʼ ὅσον ἑπτὰ ἡμέρας τῆς διὰ κολοκυνθίδος ἱερᾶς δώσομεν, εἶτα χρησόμεθα τῇ τοῦ καστορίου δόσει· πολλάκις γὰρ τοῦτο μόνον ἀπήλλαξε τῆς διαθέσεως τὴν καμοῦσαν· κιρνάσθω δὲ τὸ μελίκρατον διʼ ἀρτεμισίας ἀφεψήματος. καὶ πεσσοὶ δὲ μαλακτικοὶ καὶ τὰ ἐγκαθίσματα δέοντως ἂν παραλαμβάνοιτο.
Περὶ γυναικείου ῥοῦ.
Χωρὶς τοῦ πεπονθέναι τὴν μήτραν ὁ καλούμενος ῥοῦς γυναικεῖός ἐστιν, ὅλου τοῦ σώματος ἐκκαθαιρομένου καὶ κενουμένου διὰ τῆς ὑστέρας· τοιοῦτον δʼ ἐστὶ τὴν ἰδέαν τὸ ἐκκενούμενον οἷον καὶ τὸ πλεονάζον, τὸ μὲν ἐρυθρὸν ἰχὼρ αἵματος, ἕτερον δὲ λευκὸν ἀπὸ φλέγματος, ὠχρὸν δʼ ἄλλο πικρόχολον, ὁτὲ δʼ ὑδατῶδες. εἰ δʼ αἷμα καθαρὸν ὡς ἐν φλεβοτομίᾳ φέροιτο, προσέχειν ἀκριβῶς μή τις ἀνάβρωσις γέγονεν ἐν τῇ μήτρᾳ. χρὴ οὖν τοῖς ξηραίνουσι βοηθεῖν, ὑγροῦ τοῦ πάθους ὄντος χωρὶς τοῦ θερμαίνειν ἐπιφανῶς, καὶ τρίψεις ὅλου τοῦ σώματος παραλαμβάνειν καὶ χρίσεις διὰ μέλιτος ἱκανῶς ἑψηθέντος καὶ διουρητικὰ φάρμακα διδόναι, οἷόν ἐστιν ὕδωρ ἐνεψηθέντος αὐτῷ ἀσάρου καὶ σελίνου· κενοῦν δὲ διὰ γαστρὸς ὅλον τὸ σῶμα.
Πρὸς ῥοῦν γυναικεῖον θεραπεία· ὅσα ἁπλᾶ.
Ἀνδράχνη ἐσθιομένη καὶ ὁ χυλὸς αὐτῆς πινόμενος, βαλαύστιον, βάτου ὁ καρπὸς καὶ τὸ ἄνθος, δρυὸς τὸ ὑπὸ τῷ φλοιῷ τοῦ πρέμνου τὸ ὑμενῶδες καὶ τὸ ὑπὸ τῷ κελύφει τῆς βαλάνου. ἵππουρις μάλιστα τὸν ἐρυθρὸν ὠφελεῖ ῥοῦν πινομένη διʼ ὕδατος ἢ οἴνου· ὑποκιστίς. σχίνου ὁ καρπὸς φρυγεὶς καὶ μετʼ οἴνου πινόμενος τὸν ἐρυθρὸν ῥοῦν ἐπέχει· Σάμιος ἀστήρ, Λημνία σφραγίς.
Περὶ φλεγμονῆς ὑστέρας.
Ἐμβροχῇ πρῶτον χρηστέον διʼ οἰνορροδίνου, εἶτα τῇ τρίτῃ διʼ ἐλαίου καθαροῦ· πιλήματα δὲ νενοτισμένα τὰ μὲν τῇ ὀσφύι, τὰ δὲ τῷ ἤτρῳ ἐπερρίφθω δίχα ἐπιδέσεως, καὶ μετὰ τὴν τρίτην φλεβοτομία παραλαμβανέσθω· γινέσθω δʼ ἀπʼ ἀγκῶνος ἡ ἀφαίρεσις. τροφὴ δʼ ἔστω χόνδρος ἐκ μελικράτου καὶ ἄρτος διάβροχος καὶ ὠὸν ῥοφητόν. ἀνέσεως δὲ γενομένης, καταπλάσμασι χρηστέον· γίνεται δʼ ἀνώδυνον κατάπλασμα καὶ ὕπνου ποιητικόν, εἴ τις κωδύας ἐν μελικράτῳ ἑψήσας αὐτὰς μὲν ἐκβάλλοι, προσμίξας δὲ τὸ ἔλαιον τὰ τοῦ καταπλάσματος ἐμπλάσειεν. εἰ δʼ ἀγανακτοίη πρὸς τὰς θερμασίας ἡ φλεγμονὴ διαθέσεις ἐρυσιπελατώδεις ἔχουσα, τούτων μὲν τῶν καταπλασμάτων ἀποχωρεῖν προσήκει, χρῆσθαι δὲ τῷ διὰ τῶν ὠῶν καὶ τοῦ μελιλώτου. τὸ μὲν οὖν μελίλωτον ἐν γλυκεῖ ἕψεται καὶ λειοῦται· τῶν δʼ ὠῶν αἱ λέκιθοι συλλειοτριβοῦνται, καὶ προσπλέκεται ῥόδινον ἢ μήλινον. παρακμῆς δὲ φαινομένης, ἀποχωρεῖν μὲν τῶν ψυκτικῶν, ἐπὶ κηρωτὴν δὲ μεταβαίνειν προσήκει· παρʼ ὅλην δὲ τὴν θεραπείαν καὶ τοῖς ἐγκαθίσμασι χρηστέον.
Περὶ τῶν ἐν μήτρᾳ ἀποστημάτων.
Εἰ ἡ φλεγμονὴ τῆς μήτρας εἰς ἐμπύημα τρέποιτο, συνεργητέον ἐστὶ τῇ ἐκπυήσει διὰ τήλεως καὶ λινοσπέρμου, καὶ μᾶλλον τοῦ κριθίνου ἀλεύρου. τούτοις δὲ σῦκον ἑφθὸν παραπλεκέσθω, ποτὲ δὲ καὶ περιστερᾶς ἄφοδος. καὶ συνεχέστερον τὰ ἐγκαθίσματα παραλαμβανέσθω· πεσσοὶ δʼ ὑποτιθέσθωσαν οἱ θερμαίνειν καὶ ἐρεθίζειν δυνάμενοι. γνωστέον δὲ τὴν σύρρηξιν γίνεσθαι, ποτὲ μὲν διὰ τοῦ στομίου τῆς ὑστέρας, ποτὲ δὲ διὰ τῆς κύστεως· πλειστάκις δʼ εἰς ἀπευθυσμένον συρρήγνυται.
Περὶ τῶν ἐν μήτρᾳ ἑλκῶν.
Δεόντως θεραπευθείη ἂν τὰ ἐν μήτρᾳ ἕλκη διά τε ἐγκαθισμάτων καὶ ἐμβροχῶν καὶ καταπλασμάτων. ἰδιαίτερον δʼ ὠφελεῖ τὸ τοιόνδε φάρμακον· κρόκος κάλλιστος λεαίνεται μετὰ γυναικείου γάλακτος, εἶτʼ ἀναλαμβάνεται κηρῷ Τυρρηνικῷ διειμένῳ μετὰ ῥοδίνου καὶ χηνείου στέατος· ἐπιχρίεται δʼ εἰς κροκύδα. τούτου δʼ ἐστὶ σπουδαιότερον καὶ πρὸς περιωδυνίας ἁρμόζον σκευαζόμενον οὕτως· κωδύαι μήκωνος ἐν γλυκεῖ βρέχονται κεκραμένῳ ἡμέρας δύο ἢ τρεῖς, ἔπειτα ἕψονται, μέχρι τακερωθῶσιν αὐτάρκως· μετὰ δὲ τοῦτο δεῖ λαβεῖν ῥόδων ἄνθους ἢ φύλλων κεκομμένων καὶ σεσησμένων 𐅻 ε καὶ κρόκου 𐅻 γ καὶ κοινῇ συλλεαίνειν, παραμιγνυμένου τοῦ τῶν κωδυῶν ἀφεψήματος. κηροῦ δὲ Τυρρηνικοῦ 𐅻 β τῆξαι δεῖ σὺν ἴσῳ ῥοδίνῳ καὶ καταχέαι τῶν ἐν τῇ θυίᾳ καὶ συμμαλάξαι ἔχειν τε ἐν κασσιτερίνῳ ἀγγείῳ τὸ φάρμακον· ἐπὶ δὲ τῆς χρήσεως ἀνιέναι ἐν ῥοδίνῳ καὶ προστιθέναι ἐν πεσσῷ.
Περὶ τῶν ἐν μήτρᾳ καρκινωμάτων.
Ἀνίατα μέν ἐστι ταῦτα· παρηγορεῖν δʼ αὐτὰ καὶ τοὺς πόνους μετριωτέρους ποιεῖν προσήκει διὰ τῶν ἐγκαθισμάτων τῶν διὰ τήλεως καὶ μαλάχης ἀφεψημάτων. λίαν δὲ πέφυκε παρηγορεῖν ἐν αὐτοῖς προσαγόμενον τοῖς παροξυσμοῖς, εἴ τις μαλάχης τῆς ἀλθαίας τὰ φύλλα τακερώσας ἐν μελικράτῳ λειώσειε παραπλέκων ψίχας ὀλίγας καὶ ῥόδινον μετʼ ἰσχάδων μελιλώτου τε καὶ πηγάνου. ἐνίοτε τὰ σκληρὰ διαλύει. μετὰ δὲ ταῦτα κηρωτὰς προσακτέον τὰς παρηγορεῖν δυναμένας. κουφίζει δʼ αὐτὰς καὶ γάλα γυναικεῖον ἐγχυματιζόμενον καὶ χυλὸς ἀρνογλώσσου θερμὸς καὶ πεσσοὶ διὰ κρόκου καὶ ὀπίου καὶ ὑσσώπου καὶ γυναικείου γάλακτος σκευαζόμενοι.
Πρὸς ῥαγάδας ἐν μήτρᾳ.
Ἶριν μετὰ μέλιτος καὶ τερμινθίνης συμμαλάξας προστίθει. καὶ ἐγκάθισμα δʼ ἁρμόσει τὸ διὰ πτισάνης εἰς χυλὸν παχὺν λελυμένης ἢ τὸ διὰ σύκων ἀφέψημα. μετὰ δὲ τὸ ἁπαλυνθῆναι τοὺς τύλους ἁρμόσει τὸ διὰ καδμείας ἀνιέμενον ῥοδίνῳ.
Περὶ φίμου ἐν ὑστέρᾳ.
Γίνεται φίμος περὶ τὸ στόμα τῆς ὑστέρας ἢ διʼ ἕλκωσιν προηγησαμένην ἢ διὰ φλεγμονὴν σκιρρωθεῖσαν· θεραπεύειν δὲ δεῖ ἐγκαθίσμασί τε μαλάσσοντα τοῖς διʼ ὑδρελαίου καὶ τήλεως ἀφεψήμασιν καταπλάσσοντά τε ὡσαύτως καὶ πεσσοὺς μαλακτικοὺς προσάγοντα. εἰ δʼ ἐγχρονίζοι τὰ τῆς διαθέσεως, χρηστέον ὑπατμισμοῖς καὶ θυμιάμασι τοῖς διʼ ἀρωμάτων. λύει δὲ τὸν φίμον καὶ ὁ διʼ ὑσσώπου καὶ νίτρου καὶ ῥητίνης τερμινθίνης πεσσός.
Περὶ ἐμπνευματώσεως μήτρας.
Ἐμπνευματοῦται ἡ μήτρα ποτὲ μὲν πνεύματος ἐν τῇ εὐρυχωρίᾳ τοῦ κύτους ἀπολαμβανομένου — συμβαίνει δὲ διογκοῦσθαι τὸ ἦτρον —, ποτὲ δὲ καὶ ὅλον τὸ ὑπογάστριον οὐκ ἔλασσον ἢ ἐπὶ τυμπανίτου ὕδρωπος. βοηθεῖν δὲ χρὴ εὐθὺς κατʼ ἀρχὰς τῇ πασχούσῃ· χρονίσαν γὰρ ἀνίατον γίνεται τὸ πάθος. ἐν ἀρχῇ τοίνυν, εἰ μηδὲν κωλύει, φλεβοτομίαν παραληπτέον ἢ κάθαρσιν τὴν διὰ τῆς κολοκυνθίδος ἱερᾶς, εἶτα καταπλάσματα διʼ ἰσχάδων, ὑσσώπου, νίτρου, πηγάνου καὶ σικύας μετὰ κατασχασμοῦ καὶ τὸ Πολυάρχου μάλαγμα· ἐγκάθισμα δὲ τὸ διʼ ἀφεψήματος ἐβίσκου καὶ ἰσχάδων καὶ πεσσοὺς σκευαζομένους διὰ τερμινθίνης, χαλβάνης, σμύρνης, ἴρεως καὶ ὑσσώπου.
Περὶ προπτώσεως ὑστέρας.
Καταστέλλειν δὲ δεῖ τὴν προπεσοῦσαν ὑστέραν πρότερον κλύσμασι χρησάμενον πρὸς τὴν κομιδὴν τῶν σκυβάλων· ὡσαύτως δὲ καὶ εἰ ἐν κύστει περίττωμα συνειλεγμένον εἴη, καὶ τοῦτο διὰ καθετῆρος ἐκληπτέον· εἶτα σχηματίζειν τὴν πάσχουσαν ἐπὶ κλίνης ὑπτίαν ἀνάρροπον συνηγμένας ἔχουσαν τὰς ἰγνύας καὶ ἐν διαστάσει τὰ σκέλη, ἔπειτα λαβεῖν σύστρεμμα ἐρίου ἁπαλοῦ καὶ σχήματι καὶ πάχει ἀνάλογον τῷ κόλπῳ τῷ γυναικείῳ περιβάλλειν τε λεπτῷ ὀθονίῳ καὶ καταβάπτειν εἰς χύλισμα ὑποκιστίδος ἢ ἀκακίας οἴνῳ διειμένον προστιθέναι τε τῇ ὑστέρᾳ καὶ δίχα βίας ἀναβιβάζειν πᾶν τὸ προπεπτωκός, ἄχρις οὗ ὁ ὄγκος ὅλος ἐν τῷ κόλπῳ γένηται, καὶ σκεπάζειν ἔξωθεν σπόγγῳ τὸ ἦτρον ἀποτεθλιμμένῳ ἐξ ὀξυκράτου κατακλίνειν τε τὴν ἄνθρωπον ἐκτεταμένα καὶ συνηρμοσμένα ἔχουσαν ἀλλήλοις τὰ σκέλη ἢ τὸ ἕτερον κατὰ τοῦ ἑτέρου κείμενον. μετὰ δὲ τοῦτο σικύας παραληπτέον μετὰ φλογὸς πλείονος ἄνω πρὸς ὀμφαλὸν καθʼ ἑκατέραν λαγόνα. τῇ δὲ τρίτῃ τῶν ἡμερῶν, ἐγκειμένου τοῦ ἐρίου, ἐγκαθιζέτω ἡ γυνὴ εἰς οἶνον μέλανα αὐστηρὸν ποσῶς κεχλιασμένον ἢ εἰς ἀφέψημα βάτου ἢ σμύρνης ἢ σιδίων. μετὰ δὲ ταῦτα τὸ μὲν ἐγκείμενον ἔριον αἰρέσθω, ἕτερον δʼ ἐντιθέσθω τῷ αὐτῷ νενοτισμένον φαρμάκῳ, καταπλάσματά τε ἔξωθεν ἐπιρριπτέσθω κατὰ τοῦ ὑπογαστρίου τὰ διὰ φοινίκων καὶ ἀλφίτων ἢ φακῆς ἢ σιδίων· διὰ τρίτης δὲ πάλιν τὰ αὐτὰ γενέσθω, μέχρι πεῖσμα βέβαιον λάβωμεν περὶ τοῦ μένειν τὰ κατεσταλμένα σώματα.
Περὶ ποδάγρας, ἀρθρίτιδος καὶ ἰσχιαδικῶν θεραπεία.
Τῆς ἰάσεως ὁ σκοπὸς τούτων κοινός ἐστι πρὸς τὰ φλεγμαίνοντα· διαφορηθῆναι γὰρ χρὴ τὸ ῥυὲν εἰς τοὺς τόπους, εἰ μὲν λεπτὸν εἴη, ἐν ἐλάττονι χρόνῳ, παχὺ δʼ ὑπάρχον ἢ γλίσχρον ἐν πλείονι, καὶ πολύ γε ἔτι μᾶλλον, εἰ γλίσχρον ἅμα τε εἴη καὶ παχύ, δεήσεται χρόνου μακροτέρου. πορρωτέρω μέντοι τῶν τεσσαράκοντα ἡμερῶν οὐκ ἂν ἐκταθείη τῆς φλεγμονῆς ἡ θεραπεία, τοῦ τε ἰατροῦ δηλονότι πράττοντος ὀρθῶς ἅπαντα καὶ τοῦ κάμνοντος εὐπειθοῦς ὑπάρχοντος. ἐνίοτε μὲν οὖν ὁ κατασκήπτων χυμὸς αἱματικός ἐστιν, ὡς τὸ πολὺ μέντοι φλεγματώδης ἢ μικτός· ἀκριβέστερον δέ τις ἑρμηνεύων οὐ φλεγματώδη χυμόν, ἀλλὰ τὸν ἰδίως ὠμὸν ὀνομαζόμενον ἐπικρατεῖν ὡς τὸ πολὺ φήσει κατὰ τὰς ἀρθρίτιδας· ἔστι δὲ παχὺς οὗτος ὅμοιός που ὑάλῳ κεχυμένῃ τῷ πάχει, χρονίζων δʼ ἐν τοῖς ἄρθροις οὐ μόνον παχύτερος, ἀλλὰ καὶ γλισχρότερος γίνεται. τῶν τε οὖν πώρων ἡ γένεσις ἐκ τούτου, κἀπειδὰν γένωνται, μηκέτι ἐλπίσῃς εἰς τὴν ἀρχαίαν κατάστασιν ἀκριβῶς ἐπανελθεῖν δύνασθαι τὸ ἄρθρον. ἀρχὴ δʼ ἔστω σοι τῆς θεραπείας ἡ τοῦ λυποῦντος χυμοῦ κένωσις, εἰ μὲν πληθωρικὸν εἴη τὸ σῶμα, φλεβοτομίας ἁπάντων πρώτης παραλαμβανομένης, εἶτα καθάρσεως, ἐφʼ ᾗ τῶν τοπικῶν φαρμάκων ἐν καιρῷ καὶ τάξει προσηκούσῃ, ἐπὶ μὲν τῶν χειρῶν καὶ ποδῶν ἀποκρουστικοῖς τοῦ ῥεύματος χρωμένων ἡμῶν, ἐπὶ δὲ τῆς κατʼ ἰσχίον διαρθρώσεως φυλαττομένων τοῦτο δρᾶν· ἐν βάθει γὰρ οὔσης αὐτῆς συνελαύνεται τὸ ἐκ τῶν περιεχόντων ἀγγείων καὶ μυῶν αἷμα πρὸς ἐκείνην. παρηγορικῶν οὖν ἐν ἀρχῇ χρεία φαρμάκων ἐστὶν ἐπὶ τῆς κατʼ ἰσχίον ὀδύνης, οὔτε τῶν ψυχόντων σφοδρῶς οὔτε τῶν θερμαινόντων ἰσχυρῶς, ὁποίων ὕστερον δεῖται. τοὺς μὲν οὖν γαστριμάργους καὶ κακῶς διαιτωμένους οὐδὲ ἐπιχειρεῖν δεῖ θεραπεύειν· ὅσοι δʼ εὐπειθεῖς εἰσιν, ὀνήσεις αὐτοὺς μέγιστα κατὰ τὴν ἀρχὴν τοῦ ἦρος προκενώσας μὲν πρῶτον, ἐφεξῆς δʼ ἐπὶ γυμνάσια καὶ δίαιταν ὑγιεινὴν ἀγαγών. οὐκ ὀλιγάκις δʼ ὑπὸ πλήθους αἵματος γινομένης τῆς ἰσχιάδος θεραπεύομεν αὐτὴν τάχιστα τῶν κατὰ τὴν ἰγνύαν ἢ παρὰ τὰ σφυρὰ φλεβῶν τεμνομένων. ἐὰν δέ τις πρὶν κενῶσαι τὸ πᾶν σῶμα δριμέσι φαρμάκοις ἐπʼ ἰσχιάδι χρήσηται κατὰ τοῦ πεπονθότος μορίου, δυσιατοτάτην ποιεῖ τὴν διάθεσιν, σφηνουμένου τοῦ πλήθους αὐτόθι. ὠφελοῦσι δὲ καὶ οἱ ἔμετοι τοὺς ἰσχιαδικοὺς μᾶλλον τῶν διὰ τῆς κάτω γαστρὸς κενώσεων. ἐφʼ ὧν δὲ σφήνωσις γένοιτο σφοδρὰ καὶ δύσλυτος διά τι τῶν δριμέων φαρμάκων, σικύα βοηθεῖ μέγιστα καὶ ὁ διὰ τῶν καθαρτικῶν γινόμενος κλυσμός, οἷός ἐστιν ὁ διὰ τῆς κολοκυνθίδος.
Πρὸς ποδαγρικὰς ἄρθρων ῥευματικὰς διαθέσεις καὶ σκίρρους.
Ἀριστολοχία πινομένη μεθʼ ὕδατος ὠφελεῖ. κυάμινον ἄλευρον ἑψηθὲν καὶ προσλαβὸν ὑείου στέατος καλῶς ποιεῖ. ὡς δʼ Ἀδαμάντιος ἔλεγε, κραμβῶν ξηρῶν ῥιζῶν καὶ καυλῶν κεκαυμένων τέφρα μεθʼ ὑείου στέατος καλλίστως ποιεῖ, ὀδυνωμένων μὲν νεαροῦ ἀνάλου, διαφορήσεως δὲ δεομένων μετὰ παλαιοῦ ἁλισθέντος. ἀλώπεκας ὅλας ἕψοντες ἐν ἐλαίῳ τινὲς ἀρθριτικοὺς θεραπεύουσιν, οἱ μὲν ζώσας ἐμβάλλοντες μεγίστῳ λέβητι, οἱ δὲ καὶ τεθνεώσας· ὁμοίως δὲ καὶ τὰς ὑαίνας ἕψουσιν, ποιοῦντες διαφορητικὸν ἔλαιον, εἶτα πυέλους αὐτῷ πληροῦντες ἐνεβίβαζον αὐταῖς ὅλους τοὺς ἀρθριτικούς, ἐνδιατρίβειν χρόνῳ τινὶ συχνῷ κελεύοντες, ἐκ τούτου τε συνέβαινεν οὐ μόνον τοὺς περὶ τὰ ἄρθρα ὄγκους, ἀλλὰ καὶ τὸ σύμπαν σῶμα κενοῦσθαι. περὶ δὲ τῶν πώρων εἴρηται μὲν καὶ ἐν τῷ ἑβδόμῳ, ῥηθήσεται δὲ καὶ νῦν.
Θεραπεία τῶν ἐν ἀρθρίτισι σκίρρων.
Λευκοΐων αἱ ῥίζαι μετʼ ὄξους τὰς σκιρρουμένας ἐν τοῖς ἄρθροις φλεγμονὰς ἰῶνται. τυρῷ τῷ δριμυτάτῳ καὶ χρονιωτάτῳ ἐπʼ ἀρθριτικοῦ πώρους ἔχοντος ἐν τοῖς ἄρθροις ἐχρησάμην ὑείου κρέως ταριχηροῦ ἀφεψήματι δεύσας, καὶ ἐν θυίᾳ καλῶς λειώσας ἐπιμελῶς ἐπέθηκα κατὰ τῶν πώρων, καὶ μεγάλως ὠφέλησεν· διαρρηγνυμένου γὰρ αὐτομάτως αὐτῶν τοῦ δέρματος ἄνευ τομῆς ἀνέπλεεν ἀλύπως ἑκάστης ἡμέρας μόρια τῶν πώρων. πλατάνου φύλλα χλωρὰ λεανθέντα τὰς ἐν γόνασι φλεγμονὰς ὀνίνησιν. εὐφόρβιον λεῖον μετʼ ἐλαίου μιγνὺς τετηκότα κηρὸν προσάγων πολλάκις ἐχρησάμην ἐπὶ γόνατι κατὰ ψῦξιν ὀδυνωμένῳ καὶ ἐπʼ ἄλλων μορίων, καὶ ἀνώδυνοι ταχέως ἐγένοντο.
Πρὸς σκίρρους τὸ Φιλαγρίου ἐν τῷ ε τῶν ποδαγρικῶν.
Πευκεδάνου ῥίζης, Ἀσσίου λίθου ἄνθους — εἰ δὲ μὴ παρείη, ἁλῶν ἀμμωνιακῶν —, προπόλεως λιπαρᾶς ἀνὰ 𐆄 β, ἀμμωνιακοῦ θυμιάματος 𐆄 α, ἐρίων οἰσυπηρῶν κεκαυμένων 𐆄 α, ἀριστολοχίας στρογγύλης, κισήρεως, κυνείας κόπρου, ἰοῦ ξυστοῦ, λεπίδος χαλκοῦ, μίσυος ἀνὰ 𐅻 ιη, καστορίου γρ ιβ, σμύρνης 𐆄 γ, ἰξοῦ δρυΐνου 𐆄 γ, κηροῦ 𐆄 ιβ𐅶ʹʹ, πιτυΐνης 𐆄 ιβ𐅶ʹʹ, πίττης βρυττίας 𐆄 ιη γρ ιβ, ἐλαίου παλαιοῦ τὸ ἀρκοῦν, ὄξους δριμυτάτου τὸ ἀρκοῦν.
Ποδάγρας προφυλακτικόν.
Οἱ ἅλες σὺν ἐλαίῳ λειοτριβούμενοι πάντας τοὺς προφυλαττομένους ἐμπεσεῖν εἰς τὸ ποδαγρικὸν πάθος ὀνινᾶσι μεγάλως, εἰ μὴ πάνυ ξηρὰν ἔχοιεν δυσκρασίαν· δεῖ δὲ χρῆσθαι. αὐτῷ ἕωθέν τε καὶ εἰς ἑσπέραν χρωμένους διὰ παντὸς τοῦ βίου· καὶ μετὰ τὰς παρακμὰς δὲ τῶν φλεγμονῶν αὐτῷ χρηστέον. —Ἄλλο πρὸς ποδαγρικούς· παλαιότατον ἔλαιον ἕψε, ἕως οὗ σύστασιν λάβῃ ἐμπλαστώδη, καὶ ἐπιπάσας λειότατον νίτρον ἀναλαβὼν χρῶ ἐμπλάσας ὀθόνῃ.
Πρὸς ἰσχιαδικούς.
Θέρμων πικρῶν ἀλεύρῳ καταπλάττουσι τοὺς ἰσχιαδικοὺς ὄξει ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ ἕψοντες. καλαμίνθῃ καταπλάσσουσί τινες τοὺς ἰσχιαδικοὺς ὡς γενναίῳ βοηθήματι. καππάρεως τῆς ῥίζης ὁ φλοιὸς τὰς κατʼ ἰσχίον ὀδύνας ὀνίνησι πινόμενός τε καὶ ἔξωθεν τοῖς ἐπιτηδείοις καταπλάσμασι μιγνύμενος. κόστῳ μετʼ ἐλαίου τοὺς παραλελυμένους καὶ ἰσχιαδικοὺς ἀνατρίβειν ὠφέλιμον. γάρος καὶ ἡ ἀπὸ τῶν ταριχηρῶν ἰχθύων ἅλμη ἐνίεται τοῖς ἰσχιαδικοῖς. θλάσπεως σπέρμα διʼ ἕδρας ἐνιέμενον ὀνίνησι τῷ αἱματώδη κενοῦν. κενταυρίου τοῦ μικροῦ τὸ ἀφέψημα ἐνιᾶσί τινες ὡς ἄγον χολώδη, καὶ ὅταν αἱματώδη κενώσῃ, μᾶλλον ὠφελεῖ. τινὰ δὲ καὶ ποτήματα πεπείραται ὡς τελείως ἀπαλλάττοντα τῆς διαθέσεως. ἁπλούστατον μὲν τὸ διὰ τεσσάρων· χαμαίδρυος 𐆃 α, γεντιανῆς 𐆄 θ, ἀριστολοχίας στρογγύλης 𐆄 θ, πηγάνου σπέρματος ξηροῦ ξ̸ α. κόψαντα δεῖ καὶ σήσαντα διδόναι καθʼ ἑκάστην ἡμέραν κοχλιαρίου πλῆθος ἁδροῦ νήστει τε καὶ εὐπέπτῳ μεθʼ ὕδατος ψυχροῦ κυάθων β ἐπʼ ἐνιαυτόν. τὸ δὲ διὰ τῶν ἑπτὰ τοιόνδε ἐστίν· ὑπερικοῦ 𐆄 α, κενταυρίου 𐆄 γ, χαμαιπίτυος 𐆄 γ, γεντιανῆς 𐆄 ε, ἀριστολοχίας στρογγύλης 𐆄 α, ἀγαρικοῦ 𐆄 γ, πετροσελίνου 𐆄 α, μέλιτος Ἀττικοῦ 𐆃 ε. ἡ δόσις 𐅻 α μεθʼ ὕδατος κυάθων τριῶν· ἡ δὲ λοιπὴ χρῆσις ἡ αὐτή.