eul_wid: tqu-an
DOI 10.5281/zenodo.20418549

Pseudo-Galen On Weights and Measures in Greek

On Weights and Measures is an anonymous Greek metrological treatise from late antiquity, traditionally but erroneously attributed to the physician Galen. Scholarly consensus dates its composition to between the 4th and 7th centuries CE. The work functions as a comprehensive technical manual, systematically cataloging and comparing the diverse systems of weights, measures, and coinage employed across the ancient Mediterranean and Near Eastern world. Structured as a series of approximately 160 concise entries, its core purpose is to provide practical conversion ratios between units from Greek, Roman, Egyptian, Persian, and Hebrew traditions, with special attention given to measurements referenced in the Bible. This detailed reference was indispensable for pharmacists requiring precise drug dosages, as well as for merchants, administrators, and biblical exegetes navigating a complex metrological environment. Preserved in full within medieval manuscripts of Galen’s corpus due to its enduring utility, the treatise is a spurious addition to his authentic works. It stands as a characteristic product of late antique encyclopedism, reflecting the multicultural fabric of the early Byzantine Empire. For centuries it served as a standard authority on metrology, significantly influencing later lexicographers and translators.

t51-55 1 [Γαλήνου τοῦ σοφωτάτου περὶ μέτρων καὶ σταθμῶν διδασκαλία]. Τί ὁ σταθμός, τί τὸ μέτρον καὶ ἀμφοτέρων διαφοραί; Ὁ σταθμὸς βάρει μετρούμενος κρίνεται, τὸ δὲ μέτρον ἀγγείου κοιλότητι· τὸ δὲ ἀγγεῖον ἢ ξηροῦ ποσοῦ μέτρον ἐστὶν ἢ ὑγροῦ· ὡς εἶναι τρεῖς τοῦ μετρουμένου ποσοῦ διαφοράς, μίαν μὲν τοῦ σταθμοῦ, ἑτέραν δὲ τοῦ τῆς ξηρᾶς οὐσίας οἷον χώματος, καὶ τρίτην τοῦ τῆς ὑγρᾶς.[5]
51 1 (t) [t2] πολλῶν δὲ καὶ σχεδὸν ἀπείρων ὑπαρχόντων τῶν τε σταθμῶν καὶ τῶν μέτρων παρά τε τὰς χώρας καὶ τὰ ἔθη τῶν χρωμένων περὶ τῶν μάλιστα συνήθων ἅπασιν ὁ λόγος ἡμῖν ἔσται. Περὶ τῶν δηλούντων τοὺς σταθμοὺς καὶ τὰ μέτρα χαρακτήρων.
52 1 (t1) Ἀλλ’ ἐπειδή τινες οὐχ ὁλογραμμάτως, ἀλλὰ διὰ χαρακτήρων ταῦτα σημαίνουσι, βέλτιον ἂν εἴη τοῖς παλαιοῖς κατακολουθοῦντα πρῶτον τοὺς χαρακτῆρας αὐτοὺς διασαφηνίσαι. Πρῶτον μὲν οὖν τὸ χ στοιχεῖον ἔχον ἐπικείμενον αὑτῷ τὸ ἄλφα χαλκοῦν σημαίνει, καθὼς ὁρᾷς, χ α.[1]
52 2 εἰ δὲ ο ἔχει τὸ χ, χόα, χο· εἰ δὲ ν ἢ οι, χοίνικα, χν, χοι· εἰ δὲ η, χήμην, χΗ. Τὸ δὲ Κ στοιχεῖον, εἰ μὲν ἔχει ε ἐπικείμενον αὑτῷ καὶ λοξὴν εὐθεῖαν γραμμὴν τέμνουσαν τὴν κάτω κεραίαν αὐτοῦ, κεράτιον δηλοῖ, 𐆂 εε · εἰ δὲ υ ἔχει τὸ Κ, κύαθον σημαίνει, 𐆂 ευ · εἰ δὲ ο, κοτύλην, 𐆂 ε ο .
52 4 Ἡ δὲ ἀπερίστικτος εὐθεῖα γραμμὴ πλαγία ἢ περισπωμένη τεθεῖσα κατὰ πᾶν ὀβολὸν δηλοῖ, 𐅼 , ⁓ , αἱ δὲ δύο ἀπερίστικτοι δύο ὀβολούς, 𐅼𐅼 , 𐅽 , οἳ ποιοῦσι τὸ γράμμα δηλούμενον ὑπὸ τοῦ Γ πλησίον ἔχοντος τὸ ρ τεμνόμενον ὑπό τινος εὐθείας γραμμῆς, 𐆈 . Αἱ δὲ δύο γραμμαὶ συνάπτουσαι κατὰ θάτερον πέρας ὥστε γωνίαν ποιεῖν ἐμφερῶς ταῖς τοῦ Κ δύο κεραίαις ταῖς πρὸς τῇ ὀρθῇ γραμμῇ [ἢ κατὰ κάθετον] δραχμὴν σημαίνουσι, 𐅻 , τὴν συνωνύμως καὶ ὁλκὴν καλουμένην.[5]
52 6 Ἰδίως δὲ παρὰ παλαιοῖς τὴν ὁλκὴν τὸ λ δηλοῖ ἔχον μέσον τὸ ο, λο [ἡμεῖς δὲ καὶ ταύτην ὁλκὴν καλοῦμεν]. εἰ δὲ τὸ ι μέσον ἢ προστεθειμένον ἢ ἐπικείμενον ἔχει τὸ λ, λίτραν σημαίνει, λι, λι, λ ι . τινὲς δὲ τὴν ἑτέραν τοῦ λ γραμμὴν λοξῶς τέμνοντες δηλοῦσι τὴν λίτραν, Λ̸ . Τὸ δὲ Γ ἔχον ἐν ταῖς ἑαυτοῦ γωνίαις τὸ ο οὐγγίαν δηλοῖ, 𐆄 .[5]
52 8 Τὸ δὲ μ κατὰ τὸ μέσον αὑτοῦ ἔχον τὸ ν μνᾶν σημαίνει, μν· εἰ δὲ τὸ υ ἔχει τὸ μ, μύστρον σημαίνει, μυ· εἰ δὲ τὸ ε, μέδιμνον, με· εἰ δὲ τὸ ο, μόδιον σημαίνει, μο. Τὸ δὲ τ ἔχον ἔμπροσθεν αὑτοῦ ρ καὶ υ ἐπικείμενον τρυβλίον δηλοῖ, 𐆉 υ.
52 10 Τὸ δὲ ξ ἐπικείμενον ἔχον τὸ ε ξέστην σημαίνει, ξε · εἰ δὲ ο ἔχει, ὀξύβαφον, ξ ο . τινὲς δὲ τὸν ξέστην διὰ τοῦ ξ τεμνούσης αὐτὸ εὐθείας γραμμῆς δηλοῦσι, ξ̸ . Τὸ δὲ η ἔχον ἐπικείμενον τὸ μ ἡμίναν δηλοῖ, ημ· εἰ δὲ Κ καὶ ρ ἐπικείμενον ἔχουσι τὸ μ, κεράμιον δηλοῦσι, Κρμ.
53 1 (t) Περὶ σταθμῶν. Ἡ μνᾶ ἡ Ἀττικὴ καὶ ἡ Αἰγυπτία ἔχει 𐆄 ιϛʹ. Ἡ μνᾶ ἡ Ῥωμαϊκὴ ἔχει 𐆄 κʹ.[1]
53 3 Ἡ λίτρα ἔχει 𐆄 ιβʹ. Ἡ δὲ οὐγγία δραχμὰς ηʹ, αἵτινες καὶ ὁλκαὶ λέγονται.
53 5 Ἡ δὲ ὁλκὴ ἢ δραχμὴ κεράτια ἔχει ιηʹ· ἄλλοι δὲ λέγουσι γράμματα γʹ. Τὸ δὲ γράμμα ὀβολοὺς βʹ.
53 7 Ὁ δὲ ὀβολὸς κεράτια γʹ. Τὸ δὲ κεράτιον ἔχει σιτάρια δʹ· ἄλλοι δὲ χαλκοῦς δύο δίμοιρον· ὁ γὰρ ὀβολὸς ἔχει χαλκοῦς ηʹ.
54 1 (t) Περὶ μέτρων ὑγρῶν. Τὸ Ἰταλικὸν κεράμιον ἔχει χόας ηʹ. Ὁ χοῦς ξέστας ϛʹ.[1]
54 3 Ὁ ξέστης [κοχλιάρια ἢ] κοτύλας βʹ, αἵτινες καὶ τρυβλία λέγονται. [ἄλλοι δὲ λέγουσιν· ἔχει ὁ ξέστης σταθμὸν λ ι αʹ 𐅶 . Τὸ δὲ τρυβλίον 𐆄 θʹ.
54 5 Τὸν αὐτὸν δὲ σταθμὸν ἔχει τὸ κοχλιάριον καὶ ἡ κοτύλη. ἡ κοτύλη ταὐτὸν δὲ εἰπεῖν ὡς τὸ τρυβλίον.] Τὸ τρυβλίον δὲ [τὸ μικρὸν] ἔχει μύστρα μεγάλα γʹ, ὀξύβαφα δὲ δʹ.
54 6 τὸ γὰρ μέγα μύστρον ἔχει [ὀξύβαφα γʹ. τὸ δὲ μικρὸν μύστρον ἔχει] ὀξύβαφον αʹ καὶ [τὸ] γʹʹ [αὐτοῦ μέρος]. Τὸ δὲ ὀξύβαφον ἔχει κύαθον αʹ καὶ ἥμισυ.
54 8 Ὁ δὲ κύαθος ἔχει χήμας μικρὰς ἤτοι μύστρα μικρὰ βʹ. Εἰ δὲ βούλοιο καὶ τὸν σταθμὸν τῶν ὑγρῶν εἰδέναι μέτρων, πάμπολλοι μὲν αἱ τῶν ὑγρῶν οὐσιῶν εἰσι κατὰ τὴν ῥοπὴν διαφοραί, ὡς ἐπὶ παραδείγματος ἐλαίου τε καὶ οἴνου καὶ μέλιτος λέξομεν.
54 10 Τὸ μὲν οὖν μέλι τοῦ οἴνου βαρύτερόν ἐστι τετάρτῳ μέρει καὶ προσέτι δεκάτῳ, ὅπερ ἐστὶ τὸ ὅλον σύνεγγυς τρίτῳ. ἔχει γὰρ [τὸ αὐτὸ τῷ οἴνῳ τοῦ μέλιτος ποσὸν] ὅλον τὸν τοῦ οἴνου σταθμὸν καὶ προσέτι τὸ τρίτον αὐτοῦ [μέρος]. Τοῦ δὲ ἐλαίου τὸ μέλι τῷ ἡμίσει μέρει βαρύτερόν ἐστιν.[5]
54 11 ἔχει γὰρ ὅλον τὸν τοῦ ἐλαίου σταθμὸν καὶ προσέτι τὸ ἥμισυ αὐτοῦ. Ὁ δὲ οἶνος τοῦ ἐλαίου ἐννάτῳ μέρει ὑπερέχει.
54 12 ὅλον γὰρ αὐτὸ ἔχει καὶ τὸ ἔννατον αὐτοῦ. Πρὸς σαφήνειαν δὲ πλείονα καὶ ὡς ἐν διαγράμματι τῶν κατὰ μέρος μέτρων τὸν σταθμὸν ὑπετάξαμεν, δήλου καθεστῶτος ὡς κατὰ κοινοῦ πάντων τῶν ὑποκειμένων αὐτοῖς κατὰ τὸν στοῖχον τό τε ἔλαιον καὶ ὁ οἶνος καὶ τὸ μέλι κατηγορούμενα κεῖται.[5]
54 14 [Start of Table] Τὸ Ἰταλικὸν κεράμιον ἔχει ἐλαίου οἴνου μέλιτος λ ι οβʹ λ ι πʹ λ ι ρηʹ ὁ χοῦς λ ι θʹ λ ι ιʹ λ ι ιγʹ 𐅶 ὁ ξέστης 𐆄 ιηʹ 𐆄 κʹ 𐆄 κζʹ ἐλαίου οἴνου μέλιτος ἡ κοτύλη 𐆄 θʹ 𐆄 ιʹ 𐆄 ιγʹ 𐅶 τὸ μέγα μύστρον 𐆄 γʹ 𐆄 γʹ 𐆈 ηʹ 𐆄 δʹ 𐅶 τὸ μικρὸν μύστρον 𐅻 ϛʹ 𐅻 ϛʹ 𐆈 βʹ 𐅻 θʹ τὸ ὀξύβαφον 𐅻 ιηʹ 𐆄 βʹ 𐆈 ιβʹ 𐆄 γʹ 𐅻 γʹ ὁ κύαθος 𐅻 ιβʹ 𐆄 αʹ 𐅶 𐆈 δʹ 𐆄 βʹ 𐅻 βʹ. [End of Table] Ὁ δὲ Ὀρειβάσιός φησι κατὰ Ἀδαμαντίου τὸν ξέστην τὸν Ἰταλικὸν τοῦ οἴνου μέτρῳ μὲν ἔχειν 𐆄 κδʹ, σταθμῷ δὲ λ ι αʹ 𐆄 ηʹ, τὸν δὲ ξέστην ἐπὶ μέτρου τοῦ μέλιτος ἄγειν σταθμῷ λ ι βʹ 𐅶 .[10]
55 1 (t) Περὶ μέτρων ξηρῶν [διδασκαλία σαφής]. Ἡ Αἰγυπτία ἀρτάβη ἔχει μοδίους εʹ. Ὁ δὲ μόδιος ὁ Αἰγύπτιος καὶ Ἰταλικὸς ἔχει χοίνικας ηʹ.[1]
55 3 Ὁ δὲ χοίνιξ ξ̸ βʹ. Ὁ δὲ ξέστης ἡμίξεστα βʹ, ἃ δὴ καὶ ἡμίνας προσαγορεύουσιν.
55 5 Ἡ δὲ ἡμίνα ἔχει κυάθους ϛʹ. Ὁ Ἀττικὸς μέδιμνος ἔχει ἡμίεκτα ιβʹ.
55 7 Τὸ δὲ ἡμίεκτον ἔχει χοίνικας δʹ· ὥστε τὸν μέδιμνον ἔχειν μοδίους ϛʹ, χοίνικας μηʹ, ξέστας Ϟϛʹ. Τούτων δὲ τὸν σταθμὸν εἰπεῖν οὐκ εὔκολον, ὅτι τῶν ξηρῶν οὐσιῶν ἄπειρός ἐστιν ἡ κατὰ τὴν ῥοπὴν διαφορὰ κατὰ τὴν τῆς ἰατρικῆς τέχνης διδασκαλίαν, καθὼς οἱ πρὸ ἡμῶν σοφοὶ ἰατροί τε καὶ διδάσκαλοι ταῦτα ἡμῖν διεσαφήνισαν [θαυμαστῶς].[5]
t56-59 1 Περὶ σημείων καὶ χαρακτήρων ἐν ταῖς συσταθμίαις καὶ περὶ σταθμῶν καὶ μέτρων. Τὴν τῶν σημείων καὶ χαρακτήρων διδασκαλίαν ἀναγκαιοτάτην οὖσαν οὐ πάρεργον ἀναγράψασθαι, ὅπως ἐν ταῖς τῶν φαρμάκων σκευασίαις συμβολικῶς εὑρόντες κείμενά τινα αὐτίκα γνωρίζωμεν τὴν ἐξ αὐτῶν σημαινομένην συσταθμίαν.[5]
56a 2 Τὴν οὖν μνᾶν σημαίνει τὸ μ στοιχεῖον ἐπικείμενον ἔχον τὸ ν, μν. Τὴν δὲ λίτραν τὸ λ ἐπικείμενον ἔχον τὸ ι, λ ι .
56a 4 Τὴν δὲ οὐγγίαν τὸ Γ ἔχον συγκείμενον τὸ ο, 𐆄 . παρ’ ἐνίοις δὲ εὗρον τὸ ν ἐπικείμενον ἔχον τὸ ο [οὐγγίαν σημαῖνον], νο. [Μ δὲ ἔχον τὸ ε ἐπικείμενον μέρος δηλοῖ, με.
56a 5 ] Πλάγιον δὲ Λ εἰς μὲν τὰ δεξιὰ ταῖς κεραίαις νεῦον δραχμὴν δηλοῖ, 𐅻 , εἰς δὲ τὰ εὐώνυμα ἡμίσειαν, > .
56a 7 Τὸ δὲ Ῥωμαϊκὸν σίγμα παρ’ ἐνίοις μὲν τριώβολον, παρ’ ἡμῖν δὲ παντὸς σταθμοῦ τὸ ἥμισυ, 𐅶 . πλάγιον δὲ ἓν μὲν ὀβολόν, 𐅼 , δύο δὲ διώβολον, 𐅽 . Ἔσω δὲ ἐστραμμένον τὸ Ἑλληνικὸν σίγμα ἡμιώβολον, 𐅀 .
56a 9 Ξ δὲ ε ἐπικείμενον ἔχον ξέστην δηλοῖ, ξ ε . Τὸ δὲ κ ἐπικείμενον ἔχον τὸ υ κύαθον, Κ υ .
56a 11 [Ὑπερκείμενον δὲ τὸ λ τῷ ο ὁλκὴν σημαίνει τὴν καὶ δραχμὴν συνωνύμως καλουμένην, λο.] Τῷ δὲ χ στοιχείῳ ἐπικείμενον αὐτὸ τὸ α χαλκοῦν σημαίνει, χα.
56b 12 εἰ δὲ τὸ ο ἔχει τὸ χ, χόα, χο. εἰ δὲ ν, χοίνικα, χν. εἰ δὲ η, χήμην, χ Η. Τὸ δὲ Κ, εἰ μὲν ἔχει ε ἐπικείμενον καὶ λοξὴν εὐθεῖαν γραμμὴν τέμνουσαν τὴν κάτω κεραίαν αὐτοῦ, κεράτιον δηλοῖ, 𐆂 ε ε .
56b 13 εἰ δὲ υ, κύαθον, 𐆂 ε υ . εἰ δὲ ο, κοτύλην, 𐆂 ε ο . Ἡ δὲ ἀπερίστικτος εὐθεῖα γραμμὴ πλαγία τεθεῖσα κατὰ πᾶν ὀβολὸν δηλοῖ, 𐅼 .
56b 14 αἱ δὲ δύο ἀπερίστικτοι δύο ὀβολοὺς ποιοῦσι, 𐅼𐅼 . Δηλοῖ δὲ γράμμα τὸ γ πλησίον ἔχον τὸ ρ τεμνόμενον μετ’ εὐθείας γραμμῆς, 𐆈 .
56b 16 Αἱ δὲ δύο γραμμαὶ συμπίπτουσαι κατὰ θάτερον μέρος ὥστε γωνίαν ποιεῖν ἐμφερὲς ταῖς τοῦ Κ δύο κεραίαις ταῖς πρὸς τῇ ὀρθῇ γραμμῇ σημαίνουσι δραχμήν, 𐅻 , τὴν συνωνύμως καὶ ὁλκὴν καλουμένην. Ἰδίως δὲ τὴν ὁλκὴν τὸ λ δηλοῖ ἔχον μέσον τὸ ο, λο.
56b 17 εἰ δὲ ι ἔχει τὸ λ, σημαίνει λίτραν, λι. Τὸ δὲ Γ ἔχον ἐν ταῖς γωνίαις αὑτοῦ τὸ ο οὐγγίαν δηλοῖ, 𐆄 .
56b 19 Τὸ μ ἔχον κατὰ τὸ μέσον αὑτοῦ τὸ ν μνᾶν δηλοῖ, μν· εἰ δὲ τὸ ε, μέδιμνον, με· εἰ δὲ τὸ υ, μύστρον, μυ· εἰ δὲ τὸ ο, μόδιον, μο. Τὸ δὲ τ ἔχον ἔμπροσθεν αὑτοῦ ρ καὶ υ τρυβλίον δηλοῖ, 𐆉 υ.
56b 21 Τὸ δὲ ξ, εἰ μὲν ἔχει ἐπάνωε, ξέστην δηλοῖ ξ ε . τινὲς δὲ τέμνουσι τὸ ξ ἀντὶ τοῦ ξέστην, ξ̸ , ξ̸ ε . εἰ δὲ τὸ ο ἔχει, ὀξύβαφον, ξ ο . Εἰ δὲ κ καὶ ρ ἐπάνω ἔχουσι μ, κεράμιον δηλοῖ, κρμ.
57 1 (t) Ἔκθεσις περὶ σταθμῶν καὶ μέτρων ἀκριβεστάτη. Κεράτιον τὸ ἰδιωτικῶς λεγόμενον κόκκιόν ἐστιν αʹ, ὥσπερ δὴ καὶ ἡ μονὰς ἐπὶ ἀριθμοῦ. Ὁ ὀβολὸς ἔχει κεράτια ἤτοι κόκκια τρία.[1]
57 3 Τὸ γράμμα ὀβολοὺς δύο. Ἡ δραχμὴ γράμματα τρία.
57 5 Τὸ δηνάριον δραχμὴν μίαν γʹʹ. Τὸ ἀσσάριον δηνάριον ἤτοι στάγιον ἓν ἥμισυ.
57 7 Ὁ στατὴρ ἀσσάρια δύο. Ἡ οὐγγία στατῆρας δύο.
57 9 Ἡ ὁλκὴ οὐγγίας δύο. Ἡ λίτρα ὁλκὰς ἕξ.
57 11 Ἡ Ἰταλικὴ μνᾶ λίτραν μίαν ἥμισυ. ἡ δὲ Ἀττικὴ στάγια τρία. ἡ Πτολεμαϊκὴ λίτραν μίαν καὶ ἡμίσειαν. Τὸ κοχλιάριον δηνάριον ἤτοι στάγιον ἓν ἥμισυ.
57 13 Τὸ μικρὸν μύστρον καὶ τὸ σίκλον κοχλιάρια δύο. Ὁ κύαθος μικρὰ μύστρα τέσσαρα.
57 15 Τὸ ὀξύβαφον καὶ τὸ μέγα μύστρον κυάθους τρεῖς. Ἡ κοτύλη καὶ τὸ τρυβλίον ὀξύβαφα δύο.
57 17 Ὁ ξέστης κοτύλας δύο. Ὁ χοῦς ξέστας ἕξ.
57 19 Τὸ Ἰταλικὸν κεράμιον χόας ὀκτώ. Δεῖ γινώσκειν ὡς οἱ ἐνταῦθα καταγεγραμμένοι σταθμοὶ ἐπὶ τῶν ὑγρῶν μέτρων, ἐπὶ τοῦ οἴνου καὶ τοῦ ὕδατος συνετέθησαν.
57 20 ἐπὶ δὲ ἐλαίου καὶ μέλιτος ἀναλογίζεσθαι χρὴ ἕκαστον σταθμὸν ἐπὶ τῶν ὑγρῶν μέτρων κατ’ ἀναλογίαν τῆς τοῦ βάρους ἑκάστου εἴδους διαφορᾶς κατὰ τὴν ἔκπαλαι γενομένην ἀποπειρίαν καὶ δοκιμασίαν τοῦ βάρους ἑκάστου εἴδους τῶν ὑγρῶν. Ἔχει δὲ οὕτω· τὸ ὕδωρ καὶ ὁ οἶνος ἰσόσταθμα λογίζονται.[5]
57 21 ἤγουν λίτρα τοῦ ἐλαίου ἐὰν εἰς ἀγγεῖον εἰσαχθῇ καὶ πληρώσῃ τοῦτο, εἶτα εἰς τὸ αὐτὸ ἀγγεῖον εἰσαχθῇ ὕδωρ ἢ οἶνος, πλέον τῆς λίτρας καὶ ἕτερα ἓξ στάγια εὑρεθήσεται, διὰ τὸ φύσει εἶναι καὶ τὸν οἶνον καὶ τὸ ὕδωρ βαρύτερον τοῦ ἐλαίου. εἰ δὲ εἰς τὸ αὐτὸ ἐμβληθῇ μέλι, πλέον πάλιν τῶν ἑβδομήκοντα ὀκτὼ σταγίων καὶ ἕτερα στάγια δέκα πέντε ἥμισυ εὑρεθήσονται. ἤγουν τὸ αὐτὸ ἀγγεῖον, ὅπερ χωρὶς ἐλαίου λίτραν ἐχώρει ἤτοι στάγια ἑβδομήκοντα δύο, ὕδατος μὲν καὶ οἴνου ἑβδομήκοντα ὀκτὼ στάγια πάντως χωρήσει, μέλιτος δὲ στάγια Ϟγʹ 𐅶 . καὶ δεῖ διὰ τοῦτο κατ’ ἀναλογίαν ἑκάστου εἴδους ἢ προστιθέναι ἢ ἀφαιρεῖν ἀπὸ τοῦ ποσοῦ τῶν ἀναγεγραμμένων σταθμῶν, ἐπεὶ ἐπὶ οἴνου καὶ ὕδατος, ὡς ἔφαμεν, κατεγράφησαν. οἷς καὶ δεῖ προσέχειν ἐπιμελῶς, ἵνα μὴ βλάβη μεγίστη ἐν ταῖς σκευασίαις προσγένηται. — — — [Ἡ μεγάλη κοτύλη ἴση τῷ ὀξυβάφῳ.[15]
57 22 ] Ὁ χοῖνιξ ἔχει κοτύλας τρεῖς.
57 24 Ὁ ἀμφορεὺς ξέστας τριάκοντα ἕξ. Ὁ μετρητὴς ξέστας ἑβδομήκοντα δύο, κατὰ δὲ Σύρους ἑκατὸν εἴκοσιν.
57 26 [t2] Ὁ μέδιμνος ξέστας ἑκατὸν δύο. Ἔτι περὶ μέτρων καὶ σταθμῶν ἰατρικῶν συντομωτάτως ἔκθεσις ἁπλουστάτη.
58 1 (t1) Ὁ μέδιμνος ἔχει λίτρας μηʹ. Τὸ ἡμιμέδιμνον ἔχει λίτρας κδʹ.[1]
58 3 Ὁ χοῦς ἔχει λίτρας δέκα. Ὁ χοῖνιξ ἔχει λίτρας ἕξ.
58 5 Ὁ ξέστης ἔχει λίτραν αʹ ἥμισυ. Ἡ μνᾶ ἔχει λίτραν αʹ οὐγγίας δʹ.
58 7 Ἡ λίτρα ἔχει οὐγγίας ιβʹ. Ἡ κοτύλη ἔχει οὐγγίας θʹ.
58 9 Τὸ τρυβλίον οὐγγίας θʹ. Ἡ μνᾶ ἔχει λίτραν αʹ ἥμισυ.
58 11 Τὸ ὀξύβαφον ἔχει οὐγγίας βʹ στάγια βʹ. Ὁ κύαμος ἔχει οὐγγίαν αʹ ἥμισυ.
58 13 Τὸ μέγα λείτρον οὐγγίαν αʹ. Ἡ οὐγγία στάγια ἕξ.
58 15 Ὁ στατὴρ στάγια τρία. Τὸ μνῆστρον στάγια τρία.
58 17 Τὸ σίκλον στάγια τρία. Τὸ βασιλικὸν κάρυον στάγια τρία.
58 19 Τὸ ἕκτον μόριον στάγια τρία. Τὸ στάγιον δηνάριον ἕν.
58 21 Ἡ χήμη στάγια δύο κεράτια ἕξ. Τὸ ὀξύβαφον οὐγγίας δύο στάγια δύο.
58 23 Τὸ κοχλιάριον στάγια ζʹ. Τὸ μικρὸν σίκλον στάγια ζʹ Τὸ στάγιον κεράτια κδʹ.
58 26 Τὸ κεράτιον σιτάρια δʹ. Ἡ δραχμὴ κεράτια ιηʹ.
58 28 Ἡ ὁλκὴ κεράτια ιηʹ. Τὸ Ποντικὸν κάρυον κεράτια ιηʹ.
58 30 Τὸ γράμμα κεράτια ἕξ. Ὁ ὀβολὸς κεράτια τρία.
58 32 Ἡ θέρμη κεράτιον ἓν ἥμισυ. Ἡ παροξὶς κεράτιον ἓν ἥμισυ.
58 34 Ὁ κύαθος ἔχει μνᾶς μικρὰς ἤτοι μύστρα μικρὰ δύο. τὸ γὰρ μύστρον ἔχει σταθμὸν σταγίων τριῶν ἤτοι οὐγγίαν ἡμίσειαν. ἐν ἄλλοις δέ φασιν, ὅτι ὁ κύαθος ἔχει σταθμὸν οὐγγίας αʹ ἡμισείας. Περὶ μέτρων καὶ σταθμῶν.
59 1 (t) Ἡ μνᾶ πρὸς τὸ Ἰταλικὸν ἔχει δραχμὰς ρμδʹ, πρὸς δὲ τὸ Ἀττικὸν δραχμὰς ρκβʹ· ὥστε τὴν Ἰταλικὴν μνᾶν εἶναι λ ι αʹ ἡμίσειαν [τὴν δὲ Ἀττικὴν λ ι αʹ 𐆄 γʹ δραχμὰς δʹ]. Ἡ οὐγγία ἄγει παρὰ μὲν τοῖς Ἀττικοῖς δραχμὰς ζʹ, παρὰ δὲ τοῖς Ἰταλικοῖς δραχμὰς ηʹ.[1]
59 3 Ἡ δὲ δραχμὴ γράμματα ἔχει γʹ. Ἡ δὲ οὐγγία 𐆈 κδʹ.
59 5 Ἡ δὲ λίτρα ἔχει 𐆄 δώδεκα. — — — Δίδραχμα ἔχει ὁλκὰς βʹ.
59 6 τὴν δὲ ὁλκὴν συνωνύμως καὶ δραχμὴν λέγουσιν. Τὸ δὲ γράμμα ἔχει ὀβολὸν αʹ χαλκοῦς δʹ.
59 8 Ὁ δὲ ὀβολὸς χαλκοῦς ϛʹ. Ὁ δὲ χαλκοῦς καὶ τὸ κεράτιον παντὸς γράμματός ἐστι σμικρότατον πρὸς ἐκπλήρωμα τιθέμενον τῶν σταθμῶν.
59 9 — — — Ὁ μέδιμνος ἔχει ἡμίεκτα ιβʹ.
59 11 Τὸ δὲ ἡμίεκτον χόας μὲν βʹ, χοίνικας δὲ δʹ. Ὁ δὲ χοῦς χοίνικας βʹ, ξ̸ ηʹ· ὡς ἔχειν τὸν μέδιμνον χοίνικας μηʹ, ξ̸ ρϞβʹ.
59 13 Ὁ δὲ χοῖνιξ κοτύλας ηʹ, ξ̸ ε δʹ [χοῖνιξ κοτύλας γʹ, ξέστην αʹ 𐅶 ]. Ὁ δὲ ξέστης κοτύλας βʹ, κυάθους ιβʹ.
59 15 Καὶ διὰ τούτων οἱ πλεῖστοι τῶν Ἑλλήνων μετροῦσι. παρὰ δὲ τοῖς Ἰταλικοῖς εὑρίσκεται ὁ χοῦς μέτρῳ μὲν ἔχων ξέστας ϛʹ, κοτύλας ιβʹ, σταθμῷ δὲ ὕδατος ὀμβρίου, ὅπερ ἐστὶν ἀψευδέστατον, δραχμὰς ψκʹ. Ὁ δὲ χοῖνιξ ἔχει ξ̸ γʹ, κοτύλας ϛʹ.[5]
59 16 καὶ οὗτος δὲ παρὰ τοῖς Ἀττικοῖς τρυβλίον ὀνομάζεται. Τὸ δὲ ὀξύβαφον τέταρτόν ἐστι τῆς κοτύλης.
59 18 Ἔχει δὲ ὁ ξέστης σταθμῷ δραχμὰς ρκʹ. Ἰδίως δὲ Ἑλληνικὴ κοτύλη ἡ ἐλαίου ἕλκει λ ι αʹ, ὁ δὲ ξέστης λ ι βʹ, ὁ δὲ Ἰταλικὸς λ ι αʹ [ἐλαίου] 𐆄 ηʹ, τοῦ δὲ οἴνου 𐆄 θʹ.
59 20 [t2] Εἰδέναι δὲ δεῖ ὡς τὰ μέτρα κατὰ τὸν σταθμὸν οὐ μετρίως ἐξαλλάσσεται κατὰ τὴν τῆς ὕλης διαφοράν. Ἐκ τῶν Κλεοπάτρας κοσμητικῶν περὶ σταθμῶν καὶ μέτρων.
60 1 (t1) Ἡ μνᾶ ὄνομα σταθμοῦ ἔχει οὐγγίας ιϛʹ, 𐅻 ρκηʹ, γράμματα τπδʹ, ὀβολοὺς ψξηʹ, θέρμους ͵ αρνβʹ, κεράτια ͵ βτδʹ, χαλκοῦς ͵ ϛρμδʹ. ἡ Ἀττικὴ μνᾶ ἔχει οὐγγίας ιβʹ 𐅶 , 𐅻 ρʹ, γράμματα τʹ, ὀβολοὺς χʹ, θέρμους ϡʹ, κεράτια ͵ αωʹ, χαλκοῦς ͵ δωʹ [ἄλλοι ͵ γχʹ]. ἡ Πτολεμαϊκὴ μνᾶ ἔχει 𐆄 ιηʹ, 𐅻 ρμδʹ, γράμματα υλβʹ, ὀβολοὺς ωξδʹ, θέρμους ͵ αcϞϛʹ, κεράτια ͵ βφϞβʹ, χαλκοῦς ͵ ϛ ϡιβʹ. Ἡ λίτρα ἔχει 𐆄 ιβʹ, 𐅻 Ϟϛʹ, γράμματα cπηʹ, ὀβολοὺς φοϛʹ, θέρμους ωξδʹ, κεράτια ͵ αψκηʹ, χαλκοῦς ͵ δχηʹ [ἢ ͵ γχηʹ].[5]
60 3 Ἡ οὐγγία ἔχει δραχμὰς ηʹ, γράμματα κδʹ, ὀβολοὺς μηʹ, θέρμους οβʹ, κεράτια ρμδʹ, χαλκοῦς τπδʹ. καλεῖται δὲ ἡ οὐγγία τετράσσαρον Ἰταλικόν. Ἡ δραχμὴ ἔχει γράμματα γʹ, ὀβολοὺς ϛʹ, θέρμους θʹ, κεράτια ιηʹ, χαλκοῦς μηʹ.
60 5 Τὸ Ἰταλικὸν δηνάριον ἔχει δραχμὴν αʹ. Δραχμὴ δὲ καὶ ἄλλη ὁμωνύμως καλεῖται Αἰγυπτιακή, ἥτις ἕκτον μέρος ἐστὶ τῆς Ἀττικῆς δραχμῆς ἄγουσα ὀβολὸν αʹ.
60 7 Τὸ γράμμα ἔχει ὀβολοὺς βʹ, θέρμους γʹ, κεράτια ϛʹ, χαλκοῦς ιϛʹ. Ὀβολὸς ἔχει θέρμον αʹ 𐅶 , κεράτια γʹ, χαλκοῦς ηʹ.
60 9 Τὸ ἡμιώβολον ἔχει κεράτιον αʹ 𐅶 , χαλκοῦς δʹ. Θέρμος ἔχει κεράτια βʹ, χαλκοῦς εʹ καὶ τριτημόριον [ἢ χαλκοῦς γʹ].
60 11 Ἀττικὸν δὲ ἡμιώβολον ἑτέρου ἡμιωβόλου τέσσαρα πέμπτα. Τὸ κεράτιον ἔχει Ἀττικοὺς χαλκοῦς βʹ καὶ χαλκοῦ [ἑτέρου] δύο τρίτα [ἢ δύο πέμπτα].
60 13 Χαλκοῦς ἔχει ἡμιωβόλου τὸ δʹʹ· ὥστε τοὺς τέσσαρας χαλκοῦς ἄγειν ἡμιώβολον. Ὁ στατὴρ ἄγει 𐅻 δʹ.
60 14 καλοῦσι δὲ αὐτὸν τετράδραχμον. Καὶ τὸ διπούντιον δὲ ὁμοίως ἄγει 𐅻 δʹ.
60 15 — — — Καὶ τὸ βασιλικὸν κάρυον ὁμοίως ἄγει 𐅻 δʹ.
60 17 Χήμη ἡ μεγάλη ἔχει 𐅻 γʹ καὶ ἡ μικρὰ 𐅻 βʹ. Ἀσσάριον ἔχει 𐅻 βʹ.
60 19 Κοχλιάριον ἔχει 𐅻 αʹ. — — — Ὁ κύαθος ἔχει 𐅻 ιʹ ἢ 𐆄 αʹ καὶ οὐγγίας τεταρτημόριον, 𐆈 λʹ, ὀβολοὺς ξʹ, θέρμους Ϟʹ, κεράτια ρπʹ, χαλκοῦς υπʹ.
60 20 ἔστι δὲ ὁ κύαθος κοτύλης τὸ ϛʹʹ. Ἡ κοτύλη μέτρῳ μὲν ἔχει κυάθους ϛʹ, σταθμῷ δὲ 𐅻 ξʹ, 𐆄 ζʹ καὶ 𐅶 , 𐆈 ρπʹ, ὀβολοὺς τξʹ, θέρμους φμʹ, κεράτια ͵ απʹ, χαλκοῦς ͵ βωπʹ.
60 22 Τὸ τρυβλίον τὸ αὐτὸ μέτρον χωρεῖ τῇ κοτύλῃ, ἔχει γὰρ μέτρῳ μὲν κυάθους ϛʹ, σταθμῷ δὲ 𐅻 ξʹ. Ὁ ξέστης μέτρῳ μὲν ἔχει κοτύλας βʹ, σταθμῷ δὲ 𐅻 ρκʹ.
60 23 καλεῖται δὲ παρὰ Αἰγυπτίοις ὁ ξέστης ἴνιον. Τὸ ὀξύβαφον ἔχει μέτρῳ μὲν κοτύλης τέταρτον, κύαθον αʹ 𐅶 , σταθμῷ δὲ 𐅻 ιεʹ.
60 25 Ἡ κόγχη ἡ μεγάλη τὸ αὐτὸ μέτρον σώζει τῷ ὀξυβάφῳ, ἔχει γὰρ μέτρῳ μὲν κύαθον αʹ 𐅶 , σταθμῷ δὲ 𐅻 ιεʹ. ἡ δὲ ἐλάττων κόγχη ἔχει μέτρῳ μὲν ἡμικύαθον, σταθμῷ δὲ 𐅻 εʹ. Μύστρον τὸ μέγα ἔχει κοτύλης τὸ ἑκκαιδέκατον, ὃ γίνεται 𐅻 γʹ 𐅶 τέταρτον.
60 26 τὸ δὲ μικρότερον κοτύλης τὸ κβʹʹ, ὃ γίνεται δραχμαὶ δύο 𐆈 βʹ κεράτιον αʹ καὶ κερατίου τὸ ἑνδέκατον. Ὁ χοῦς ἔχει μέτρῳ μὲν κοτύλας Ἀττικὰς δώδεκα, ξέστας δὲ ϛʹ, χοίνικας δὲ δʹ, σταθμῷ δὲ ἔχει ὁ χοῦς 𐅻 ψκʹ.
60 28 Ὁ χοῖνιξ ἔχει μέτρῳ μὲν κοτύλας Ἀττικὰς τρεῖς, σταθμῷ δὲ 𐅻 ρπʹ. — — — Ἐν δὲ τοῖς γεωργικοῖς εὗρον τὴν κοτύλην τρίτον ἢ τέταρτον ξέστου· τὸν δὲ χοῦν ξεστῶν θʹ, κοτυλῶν δὲ ιβʹ· καὶ τὸν ἀμφορέα ξεστῶν λϛʹ, κοτυλῶν μηʹ· τὸν δὲ μετρητὴν ξεστῶν οβʹ, κοτυλῶν Ϟϛʹ· τὸν δὲ μέδιμνον ξεστῶν ρβʹ, κοτυλῶν ρλϛʹ.[5]
60 30 Ὁ δὲ κατὰ Σύρους μετρητὴς ξ̸ ϛʹ, Ἰταλικῶν ρκʹ. Τὸ τρυβλίον καὶ τὸ ὀξύβαφον ὁμοίως ἔχουσι κοτύλης τὸ δʹʹ· ὁ δὲ κύαθος κοτύλης τὸ ϛʹʹ.
61 1 (t) Ἄλλως περὶ τῶν αὐτῶν. Ἡ μνᾶ ἡ Ἀττικὴ ἔχει 𐆄 ιβʹ 𐅶 , ἡ δὲ ἑτέρα 𐆄 ιϛʹ, ἡ δὲ Πτολεμαϊκὴ ἔχει 𐆄 ιηʹ. Ἡ λίτρα ἔχει 𐆄 ιβʹ.[1]
61 3 Ἡ οὐγγία ἔχει 𐅻 ηʹ. Ἡ δραχμὴ ἔχει 𐆈 γʹ.
61 5 Τὸ γράμμα ἔχει ὀβολοὺς βʹ. Ὁ ὀβολὸς ἔχει θέρμον αʹ 𐅶 .
61 7 Ὁ θέρμος ἔχει κεράτια βʹ, χαλκοῦς δὲ [γʹ ἢ] εʹ. Ἀττικὸν δὲ ἡμιώβολον ἔχει ἡμιωβόλου τέσσαρα πέμπτα.
61 9 Τὸ κεράτιον ἔχει Ἀττικοὺς χαλκοῦς βʹ καὶ χαλκοῦ βʹ πέμπτα. Ὁ χαλκοῦς ἔχει ἡμιωβόλου τὸ τέταρτον· ὥστε τοὺς τέσσαρας χαλκοῦς ἄγειν ἡμιώβολον.
61 11 Ὁ στατὴρ ἄγει 𐅻 δʹ· καλοῦσι δὲ αὐτὸν τετράδραχμον. Καὶ τὸ διπούντιον δὲ 𐅻 δʹ.
61 13 Καὶ τὸ βασιλικὸν δὲ κάρυον ὁμοίως ἄγει 𐅻 δʹ. Ἡ χήμη ἡ μεγάλη ἔχει 𐅻 γʹ, ἡ μικρὰ 𐅻 βʹ.
61 15 Τὸ ἀσσάριον ἔχει 𐅻 βʹ. Τὸ κοχλιάριον 𐅻 αʹ.
62 1 (t) Περὶ μέτρων καὶ σταθμῶν ἱππιατρικῶν. Οὐγγία ἔχει 𐅻 ηʹ. Ἡ δραχμὴ ἔχει 𐆈 γʹ, ὀβολοὺς ϛʹ.[1]
62 3 Ἡ κοτύλη ἔχει 𐆄 ιβʹ, ὀξύβαφα δύο. Τὸ δὲ ὀξύβαφον κυάθους γʹ.
62 5 Κύαθος ἔχει μύστρα δʹ. Κοχλιάριον δέ ἐστι μύστρου τὸ ἥμισυ.
62 7 Τὸ δὲ ὀξύβαφον ποιεῖ 𐆄 ϛʹ. Ὁ κύαθος ποιεῖ 𐆄 βʹ.
62 9 Τὸ μύστρον ποιεῖ 𐆄 τὸ ἥμισυ. Τὸ κοχλιάριον ποιεῖ 𐆈 ϛʹ.
62 10 — — — Ἡ δραχμὴ ποιεῖ 𐆈 γʹ.
62 12 Ὁ ὀβολὸς ποιεῖ γράμμα 𐅶 . Τὸ σίκλον ἔχει 𐆄 τὸ 𐅶 [ἢ 𐆄 αʹ καὶ 𐅶 ].
62 14 Ὁ κύαθος μύστρα δʹ· ὡς εἶναι τὸ μύστρον 𐆄 τὸ ϛ. Τὸ δὲ μύστρον κοχλιάρια βʹ· ὡς εἶναι τὸ κοχλιάριον 𐆄 δʹʹ.
62 15 — — — Ἡ μνᾶ ἔχει 𐆄 ιεʹ, ὁλκὰς ριβʹ 𐅶 .
62 17 Ἡ λίτρα ἔχει ὁλκὰς Ϟʹ. Τὸ δὲ δηνάριον ἔχει γράμματα δʹ.
63 1 (t) Περὶ μέτρων ὑγρῶν. Τὸ Ἰταλικὸν κεράμιον ἔχει χόας ηʹ. Ὁ χοῦς ἔχει ξέστας ϛʹ.[1]
63 3 Ὁ ξέστης κοτύλας βʹ, αἳ καὶ [τρίβανα ἢ] τρυβλία λέγονται. Ἡ κοτύλη γὰρ τὸ αὐτὸ ἔχει καὶ τὸ [τρίβανον ἢ] τρυβλίον μύστρα μεγάλα γʹ, ὀξύβαφα δὲ δʹ.
63 5 Τὸ γὰρ μέγα μύστρον ἔχει ὀξύβαφον αʹ γʹʹ. Τὸ ὀξύβαφον ἔχει κυάθους αʹ 𐅶 .
63 7 Ὁ δὲ κύαθος ἔχει χήμας μικρὰς ἤτοι μύστρα μικρὰ βʹ. [Start of Table] Ἰταλικὸν κεράμιον ἔχει ἐλαίου οἴνου μέλιτος λ ι οβʹ λ ι πʹ λ ι ρηʹ [ἀλ.
63 8 ρκʹ] ὁ χοῦς λ ι θʹ λ ι ιʹ λ ι ιγʹ 𐅶 ὁ ξέστης 𐆄 ιηʹ 𐆄 κʹ 𐆄 κζʹ ἡ κοτύλη 𐆄 θʹ 𐆄 ιʹ 𐆄 ιγʹ 𐅶 τὸ μέγα μύστρον 𐆄 γʹ 𐆄 γʹ 𐆈 ηʹ 𐆄 δʹ 𐅶 τὸ μικρὸν μύστρον 𐅻 ϛʹ 𐅻 ϛʹ 𐆈 βʹ 𐅻 θʹ τὸ ὀξύβαφον 𐅻 ιηʹ 𐅻 κʹ 𐆄 γʹ 𐅻 γʹ ὁ κύαθος 𐆄 αʹ 𐅶 𐅻 ιγʹ 𐆈 αʹ 𐅻 ιηʹ. [End of Table] Διοσκορίδου περὶ μέτρων καὶ σταθμῶν.[10]
64 1 (t) Ἐγώ, φίλτατε, περὶ σταθμῶν καὶ μέτρων οὕτως ἠκρίβωσα· ἀπὸ τῶν ἐλαχίστων ἀρξάμενος ἐπὶ τὴν μνᾶν πολυπλασιάζων ἀνῆλθον. [Περὶ σταθμῶν.] Τὸ κεράτιον τὸν αὐτὸν σταθμὸν ἔχει τῷ χαλκῷ.[1]
64 3 Ὁ δὲ ὀβολὸς χαλκοῦς ἔχει τρεῖς· ὅθεν τὸ ἡμιωβόλιον ἔχει σταθμῷ κεράτιον ἓν ἥμισυ. Γράμμα ἄγει ὀβολοὺς δύο, τουτέστι χαλκοῦς ἕξ.
64 5 Ἡ δὲ δραχμὴ ἡ καὶ ὁλκὴ λεγομένη ἄγει γράμματα τρία, τουτέστιν ὀβολοὺς ϛʹ. Ἡ δὲ οὐγγία ἔχει 𐅻 ηʹ, 𐆈 κδʹ.
64 7 Ἡ λίτρα δὲ ἔχει 𐆄 ιβʹ, 𐅻 δὲ Ϟϛʹ. Ἡ μνᾶ κατὰ μὲν τὴν ἰατρικὴν χρῆσιν ἄγει 𐆄 ιϛʹ, τουτέστιν ὁλκὰς ρκηʹ· κατὰ δὲ τὴν Ἰταλικὴν [μνᾶ] 𐆄 ιηʹ, τουτέστι λίτραν μίαν ἡμίσειαν, 𐅻 δὲ ρμδʹ.
64 8 ἡ δὲ Ἀλεξανδρινὴ μνᾶ ἄγει 𐆄 κʹ, τουτέστιν ὁλκὰς ρξʹ. Περὶ μέτρων ὑγρῶν οἴνου [ὕδατος καὶ ὄξους]. Τὸ κεράμιον ἄγει λ ι πʹ.[5]
64 10 Ἡ δὲ οὔρνα λ ι μʹ. Ὁ χοῦς, τουτέστι τὸ κόγγιον, ἔχει λ ι ιʹ.
64 12 Τὸ ἡμικόγγιον ἔχει λ ι εʹ. Ὁ ξέστης ἔχει λίτραν μίαν 𐆄 ηʹ.
64 14 Ἡμίνα, τουτέστι ἡ κοτύλη, 𐆄 ιʹ. Τὸ τέταρτον ἔχει 𐆄 εʹ.
64 16 Τὸ ὀξύβαφον, ὅπερ ἐστὶ τέταρτον κοτύλης αʹ, ἄγει 𐆄 βʹ 𐅶 . Ὁ δὲ κύαθος, ὅπερ ἐστὶν ἕκτον κοτύλης, ἄγει 𐆄 αʹ ἡμίσειαν, γράμματα δʹ.
64 18 Ἡ δὲ χήμη ἐστὶ κυάθου τέταρτον, ἄγει δὲ 𐅻 γʹ γράμμα ἕν. Ὁ αὐτὸς δὲ σταθμός ἐστι τοῦ ὕδατος καὶ ὄξους.
64 19 φασὶ δὲ τοῦ ὀμβρίου ὕδατος πληρωθῆναι ἀψευδέστατον εἶναι τὸν σταθμόν· ἄγειν δὲ ὁλκὰς ψκʹ τὸν χοῦν. Ἐλαίου. Τὸ κεράμιον ἔχει λ ι οβʹ.[3]
64 21 Ἡ οὔρνα ἔχει λ ι λϛʹ. Ὁ χοῦς ἢ τὸ κόγγιον ἔχει λίτρας θʹ.
64 23 Τὸ ἡμικόγγιον λ ι δʹ 𐅶 . Ὁ ξέστης ἔχει λ ι αʹ 𐅶 .
64 25 Ἡμίνα, τουτέστιν ἡ κοτύλη, 𐆄 θʹ. Τὸ τέταρτον ἔχει 𐆄 δʹ 𐅶 .
64 27 Τὸ ὀξύβαφον, ὅπερ ἐστὶ κοτύλης τέταρτον, ἄγει 𐆄 βʹ 𐅻 βʹ [ἢ 𐆄 βʹ 𐅶 ]. Ὁ δὲ κύαθος, ὅπερ ἐστὶν ἕκτον κοτύλης, ἄγει 𐆄 αʹ 𐅶 .
64 29 Ἡ χήμη κυάθου τέταρτον ἄγει δραχμὰς γʹ. Μέλιτος. Τοῦ μέλιτος τὸ κεράμιον ἔχει λ ι ρκʹ.[1]
64 31 Ἡ οὔρνα ἔχει λίτρας ξʹ. Τὸ κόγγιον ἔχει λίτρας ιεʹ.
64 33 Τὸ ἡμικόγγιον ἔχει λίτρας ζʹ 𐅶 . Ὁ ξέστης ἔχει λ ι βʹ 𐅶 .
64 35 Ἡμίνα ἔχει λίτραν αʹ 𐆄 γʹ. Τὸ τέταρτον ἔχει 𐆄 ζʹ 𐅶 .
64 37 Τὸ ὀξύβαφον ἔχει 𐆄 γʹ 𐅶 𐅻 βʹ. Ὁ δὲ κύαθος ἔχει 𐆄 βʹ 𐅶 .
64 39 Ἡ δὲ χήμη, ὅπερ ἐστὶ κυάθου τέταρτον, ἄγει 𐅻 εʹ. Ἄλλως περὶ μέτρων καὶ σταθμῶν.[2]
65 1 (t) Μέδιμνος ἔχει ἡμίεκτα ιβʹ. Τὸ δὲ ἡμίεκτον χόας δύο.[1]
65 3 Ὁ δὲ χοῦς χοίνικας τέσσαρας. Ὁ δὲ χοῖνιξ κοτύλας Ἀττικὰς ἔχει τρεῖς, σταθμῷ δὲ ἄγει ὁλκὰς ρπʹ.
65 5 Ὁ δὲ χοῦς ἐστι μὲν μέτρῳ κοτυλῶν Ἀττικῶν ιβʹ, σταθμῷ δὲ ἄγει 𐅻 ψκʹ. Ὁ δὲ ξέστης μέτρῳ μὲν κοτυλῶν βʹ, σταθμῷ δὲ ἄγει 𐅻 ρκʹ.
65 7 Ἡ δὲ κοτύλη ἔχει κυάθους ἕξ, σταθμῷ δὲ 𐅻 ξʹ. τὴν δὲ κοτύλην οἱ Ἀττικοὶ καὶ τρυβλίον ὀνομάζουσι. Τὸ ὀξύβαφον μέτρῳ μὲν κοτύλης τέταρτον, ὅπερ ἐστὶ κύαθος εἷς ἥμισυ, σταθμῷ δὲ ἔχει δραχμὰς ιεʹ.
65 9 Ὁ κύαθός ἐστι δραχμῶν δέκα. Ἡ δὲ χήμη ἐστὶ κυάθου τέταρτον 𐅻 βʹ 𐅶 .
65 11 Τὸ μέγα μύστρον κοτύλης ἐστὶν ὀκτωκαιδέκατον. ἄγει δραχμὰς γʹ γράμμα αʹ. [Μύστρον] τὸ δὲ μικρὸν κοτύλης εἰκοστὸν τέταρτον ἄγει 𐅻 βʹ 𐅶 .
65 13 Τὸ δὲ δικαιότατον μύστρον γράμματα ἔχει ὀκτώ. Τὸ δὲ κοχλιάριον γράμματα ἔχει τρία.
65 15 Τοῦ βασιλικοῦ καρύου τὸ μέγεθος 𐅻 ἄγει ἑπτά. Τοῦ δὲ Ποντικοῦ 𐅻 αʹ.
65 17 Τὸ δὲ τῆς βαλάνου δραχμῆς ἥμισυ. Τὸ δὲ τοῦ Αἰγυπτιακοῦ κυάμου ἔχει ὀβολὸν καὶ ἥμισυ.
65 19 Τοῦ ὀρόβου [μέγεθος] χαλκοῦς βʹ. Περὶ σημείων τῶν μέτρων καὶ σταθμῶν.[1]
66 1 (t) Τῶν σταθμῶν καὶ μέτρων διδασκαλίαν καὶ τὴν τῶν σημείων τῶν ἐν αὐτοῖς ἔκθεσιν ἀναγκαίαν οὖσαν ἀνεγραψάμην, ἵν’ ἔχοις ἄπταιστον τὴν ἐν τοῖς βοηθήμασιν εὕρεσιν. Τὴν οὖν μνᾶν δηλοῖ ἐπιτιθέμενον τῷ μ στοιχείῳ τὸ ν.[1]
66 3 Τὴν δὲ λίτραν τὸ λ ἔχον ὑποκείμενον τὸ ι, λι. Τὴν δὲ οὐγγίαν τὸ Γ ἔχον ὑποκείμενον ἢ ὑπερκείμενον τὸ ο, 𐆄 γο.
66 4 παρ’ ἐνίοις δὲ εὗρον οὐγγίαν τῷ ν ἐπικείμενον τὸ ο, νο. Τῷ δὲ μ ἐπικείμενον ε μέρος δηλοῖ, με.
66 6 Πλάγιον δὲ λ τὰς κεραίας ἔχον δραχμὴν δηλοῖ, 𐅻 . εἰς δὲ τὰ εὐώνυμα ἡμίσειαν, > . Τὸ δὲ Ῥωμαϊκὸν 𐅶 παρ’ ἐνίοις μὲν τριώβολον, παρ’ ἡμῖν δὲ παντὸς σταθμοῦ τὸ ἥμισυ.
66 8 Πλάγιον δὲ ἢ 𐅶 ὀβολόν, 𐅼 , 𐅼 .