eul_wid: khi-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Epigrams by Nicias of Miletus

The Epigrams of Nicias of Miletus constitute a collection of short elegiac poems preserved within the Byzantine-era Greek Anthology. Approximately twenty-eight epigrams are attributed to this Hellenistic figure, who was active during the 3rd century BCE and is noted as both a physician and a friend of the pastoral poet Theocritus. The poems adhere to the conventional themes of the period, encompassing dedicatory verses for votive offerings, funerary epitaphs for humans and animals, erotic subjects, and bucolic reflections that align with his association with Theocritean pastoral poetry. These works survive solely through the manuscript tradition of the Greek Anthology, most notably in the 10th-century Palatine Anthology and the 14th-century Planudean Anthology, with no independent textual transmission. Nicias's historical significance stems largely from his documented connection to Theocritus, which offers valuable context for the literary networks of the Hellenistic era. His epigrams are examined as competent examples of mainstream Hellenistic epigrammatic style, representing participation in the broader poetic culture from outside the dominant Alexandrian sphere.

ΝΙΚΙΟΥ
Μαινὰς Ἐνυαλίου, πολεμαδόκε, θοῦρι κράνεια,
τίς νύ σε θῆκε θεᾷ δῶρον ἐγερσιμάχᾳ; —
«Μήνιος· ἦ γὰρ τοῦ παλάμας ἄπο ῥίμφα θοροῦσα
ἐν προμάχοις Ὀδρύσας δήιον ἂμ πεδίον.»
ΝΙΚΙΟΥ
Μέλλον ἄρα στυγερὰν κἀγώ ποτε δῆριν Ἄρηι
ἐκπρολιποῦσα χορῶν παρθενίων ἀίειν
Ἀρτέμιδος περὶ ναόν, Ἐπίξενος ἔνθα μʼ ἔθηκεν,
λευκὸν ἐπεὶ κείνου γῆρας ἔτειρε μέλη.
ΝΙΚΙΟΥ
Ἀμφαρέτας κρήδεμνα καὶ ὑδατόεσσα καλύπτρα,
Εἰλήθυια, τεᾶς κεῖται ὑπὲρ κεφαλᾶς,
ὥς σε μετʼ εὐχωλαῖς ἐκαλέσσατο λευγαλέας οἱ
κῆρας ἀπʼ ὠδίνων τῆλε βαλεῖν λοχίων.
ΝΙΚΙΟΥ
Οὐκέτι δὴ τανύφυλλον ὑπὸ πλάκα κλωνὸς ἑλιχθεὶς
τέρψομʼ ἀπὸ ῥαδινῶν φθόγγον ἱεὶς πτερύγων·
χεῖρα γὰρ εἰς ἀρεὰν παιδὸς πέσον, ὅς με λαθραίως
μάρψεν ἐπὶ χλωρῶν ἑζόμενον πετάλων.
ΝΙΚΙΟΥ
Ἵζευ ὑπʼ αἰγείροισιν, ἐπεὶ κάμες, ἐνθάδʼ, ὁδῖτα,
καὶ πῖθʼ ἆσσον ἰὼν πίδακος ἁμετέρας·
μνᾶσαι δὲ κράναν καὶ ἀπόπροθι, ἃν ἐπὶ Γίλλῳ
Σῖμος ἀποφθιμένῳ παιδὶ παριδρύεται.
ΝΙΚΙΟΥ
Αἰόλον ἱμεροθαλὲς ἔαρ φαίνουσα, μέλισσα
ξουθά, ἐφʼ ὡραίοις ἄνθεσι μαινομένα,
χῶρον ἐφʼ ἡδύπνοον πωτωμένα, ἔργα τίθευ σύ,
ὄφρα τεὸς πλήθῃ κηροπαγὴς θάλαμος.
ΝΙΚΙΟΥ
Εἰνοσίφυλλον ὄρος Κυλλήνιον αἰπὺ λελοιπὼς
τῇδʼ ἕστηκʼ ἐρατοῦ γυμνασίου μεδέων
Ἑρμῆς· ᾧ ἔπι παῖδες ἀμάρακον ἠδʼ ὑάκινθον
πολλάκι καὶ θαλεροὺς θῆκαν ἴων στεφάνους.