ΤΑ ΠΕΡΙ ΤΙΓΡΑΝΗΝ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Μητρόδωρος ἐν πρώτῳ τῶν Περὶ Τιγράνην τὸν Θερμώδοντα Ἀράξην φησὶ λέγεσθαι.
ΠΕΡΙ ΙΣΤΟΡΙΑΣ.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Περὶ τὸν πορθμὸν ἐν τῇ θαλάσσῃ πυρὸς ἀναφυσήματα γίνεται, ὥστε καὶ τὴν θάλασσαν θερμαίνεσθαι, ὥς φησι καὶ Μητρόδωρος ἐν πρώτῳ Περὶ ἱστορίας.
Στέφανος ὁ Βυζάντιος : Ὕπανις, ποταμὸς καὶ πόλις μεταξὺ τοῦ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης ... Μητρόδωρος δʼ ἐν τετάρτῳ καὶ κρήνην τινὰ πικρὰν ἐς αὐτὸν ἐγχεῖσθαι καὶ ἄποτον ποιεῖν τὸν ποταμόν.
Στράβων : Ὁ Σκήψιος Μητρόδωρος καὶ Ὑψικράτης, οὐδὲ αὐτοὶ ἄπειροι τῶν τόπων γεγονότες Γαργαρεῦσιν ὁμόρους αὐτάς φασιν οἰκεῖν ἐν ταῖς ὑπωρείαις ταῖς πρὸς ἄρκτον τῶν Καυκασίων ὀρῶν, ἃ καλεῖται Κεραύνια.
Τζέτζης : Κύμη καὶ Ὄσσα, ὄρη Ἰταλίας μέγιστα, ὥς φησι Μητρόδωρος.
ΠΕΡΙ ΣΥΝΗΘΕΙΑΣ.
Στράβων : Κροκούττας δʼ ἐστὶ μίγμα λύκου καὶ κυνὸς, ὥς φησιν οὗτος ὁ Ἀρτεμίδωρος. Ἃ δʼ ὁ Σκήψιος λέγει Μητρόδωρος ἐν τῷ Περὶ συνηθείας μύθοις ἔοικε, καὶ οὐ φροντιστέον αὐτῶν.
Ἀθήναιος : Καὶ Μητρόδωρος δʼ ἐν τῷ Περὶ συνηθείας ἀντορχουμένους φησὶν ἁλίσκεσθαι τοὺς σκῶπας.
ΠΕΡΙ ΑΛΕΙΠΤΙΚΗΣ.
Ἀθήναιος : Μητρόδωρος ὁ Σκήψιος ἐν βʹ Περὶ ἀλειπτικῆς Ἱππώνακτα τὸν ποιητὴν οὐ μόνον μικρὸν γενέσθαι τὸ σῶμα, ἀλλὰ καὶ λεπτόν· ἀκρότονον δʼ οὕτως, ὡς πρὸς τοῖς ἄλλοις καὶ κενὴν λήκυθον βάλλειν μέγιστόν τι διάστημα, τῶν ἐλαφρῶν σωμάτων διὰ τὸ μὴ δύνασθαι τὸν ἀέρα τέμνειν, οὐκ ἐχόντων βιαίαν τὴν φοράν.