ΠΕΡΙ ΗΡΑΚΛΕΙΑΣ.
Στέφανος ὁ Βυζάντιος Φρίξος, πόλις Λυκίας· ἔστι καὶ Φρίξου λιμὴν παρὰ τῷ στόματι τοῦ Πόντου ἐν τῇ Χαλκηδονίᾳ περαίᾳ, περὶ οὗ Νύμφις ἐν αʹ περὶ Ἡρακλείας τάδε φησί.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ὅτι ἡ περὶ Ἡράκλειαν Ἀχερουσιὰς καλουμένη πανταχόθεν ἐκ θαλάσσης ἐστὶν ὑψηλή τε καὶ ἀπόκρημνος, καὶ ἀπονένευκεν εἰς δυσμὰς εἰς τὸ πρὸ τῆς Βιθυνίας πέλαγος· καὶ ὅτι προσπῖπτον αὐτῇ τὸ κῦμα σφοδροὺς ἀποτελεῖ ἤχους· καὶ περὶ τῶν ἐπʼ ἄκρας αὐτῆς πεφυκυιῶν πλατάνων, καὶ τοῦ ἐπʼ αὐτῇ πεδίου, καὶ ὅτι δοκεῖ αὐτόθι κατάβασις εἰς ᾅδου ὑπάρχειν, Νύμφις ἐν τῷ Περὶ Ἡρακλείας αʹ φησί· παρʼ οὗ Ἀπολλώνιος ἔοικε ταῦτα μεταφέρειν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Οἱ εἰς τὴν Ἡράκλειαν κατοικίσαντες Μεγαρεῖς, ὅτε εἰς τὴν ἀποικίαν ἔπλεον, χειμασθέντες εἰς τὸν Ἀχέροντα ποταμὸν κατέφυγον, ὅθεν καὶ διασωθέντες οἱ ναῦται Σοωναύτην ἐκάλεσαν αὐτόν. Οὗτοι δὲ οἱ Ἡρακλεῶται Μεγαρέων εἰσὶν ἄποικοι καὶ Βοιωτῶν, κατοικοῦσι δὲ ἐν τῇ Μαριανδυνῶν χώρᾳ.
Στέφανος ὁ Βυζάντιος Ὕπιος, ποταμὸς καὶ πόλις ὑπὸ τὴν Ποντικὴν Ἡράκλειαν, ὡς Δομίτιος Καλλίστρατος ἐν ἕκτῳ τῶν Περὶ Ἡρακλείας ... Ἔστι καὶ Ὕπια ὄρη αὐτόθι, ὡς Νύμφις ἐν πρώτῳ Περὶ Ἡρακλείας. Καὶ τοὺς κατοικοῦντας ἐν τοῖς ὄρεσι τούτοις Μυσούς φασι.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Κολώνη δὲ, οὕτως ἄκρα καλουμένη περὶ τὸν Λύκον ποταμόν. Μέμνηται αὐτῆς Νύμφις ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ Ἡρακλείας.
Ἀθήναιος Νύμφις δʼ ἐν πρώτῳ Περὶ Ἡρακλείας περὶ Μαριανδυνῶν διηγούμενος φησίν· «Ὁμοίως δὲ καὶ τῶν ᾠδῶν ἐνίας κατανοήσειεν ἄν τις, ἃς ἐκεῖνοι κατά τινα ἐπιχωριαζομένην παρʼ αὐτοῖς συνήθειαν ᾄδοντες ἀνακαλοῦνταί τινα τῶν ἀρχαίων, προσαγορεύοντες Βῶρμον. Τοῦτον δὲ λέγουσιν υἱὸν γενέσθαι ἀνδρὸς ἐπιφανοῦς καὶ πλουσίου, τῷ δὲ κάλλει καὶ τῇ κατὰ τὴν ἀκμὴν ὥρᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ὃν ἐφεστῶτα ἔργοις ἰδίοις, καὶ βουλόμενον τοῖς θερίζουσι δοῦναι πιεῖν, βαδίζοντα ἐφʼ ὕδωρ, ἀφανισθῆναι. Ζητεῖν οὖν αὐτὸν τοὺς ἀπὸ τῆς χώρας μετά τινος μεμελῳδημένου θρήνου καὶ ἀνακλήσεως, ᾧ καὶ νῦν ἔτι πάντες χρώμενοι διατελοῦσι.» Τοιοῦτος δʼ ἐστὶ καὶ ὁ παρʼ Αἰγυπτίοις καλούμενος Μάνερως.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἰδίως τὸν θρηνούμενον Πριόλαόν φησι· τῶν ἄλλων Βῶρμον λεγόντων τὸν Τιτίου υἱὸν, ὡς Νύμφις καὶ Καλλίστρατος.
Ἐτυμολογικὸν τὸ Μέγα Γάργαρος, πόλις τῆς Ἴδης ἐν ὑψηλῷ τόπῳ κειμένη· ἣν κατῴκουν Λέλεγες. Ἐξ ἧς διὰ τὸ κρυῶδες ὑποκατέβησαν οἱ Γαργαρεῖς, καὶ ᾤκισαν ἄλλην ὑπὸ πεδίον Γάργαρον. Ἐκείνη δὲ ἐρημωθεῖσα καλεῖται Παλαιὰ Γάργαρος, ὠνόμασται δὲ ἀπὸ Γαργάρου τοῦ Διὸς, ὡς δηλοῖ Νύμφις ὁ φιλόσοφος. Οὕτως Ἐπαφρόδιτος ἐν Ὑπομνήματι θʹ Ἰλιάδος, παρατιθέμενος Κλείταρχον Αἰγινήτην λεξικογράφον.
Ἀριστοφάνους Σχόλια Οἱ Φρύγες τὸν Σαβάζιον τιμῶσι. Τίς δέ ἐστιν οὗτος ὁ θεὸς ὁ Ἡρακλεώτης Περὶ Ἡρακλείας ἐν τῷ βʹ φησὶν οὕτως· «Φαίνεται γὰρ ἐξ ὧν εὑρίσκομεν συλλογιζόμενοι πολλαχόθεν, ὅτι Διόνυσος καὶ Σαβάζιος εἷς ἐστὶ θεὸς, τυχεῖν δὲ τῆς προσηγορίας ταύτης παρὰ τὸν γινόμενον περὶ αὐτὸν θειασμόν. Τὸ γὰρ εὐάζειν οἱ βάρβαροι σαβάζειν φασίν. Ὅθεν καὶ τῶν Ἑλλήνων τινὲς ἀκολουθοῦντες τὸν εὐασμὸν σαβασμὸν λέγουσιν.»
Ἀνώνυμον Λεξικὸν Ῥητορικόν τὸ Κανταβριγενσε Ὀροσάγγης καὶ σαγγάνδης καὶ παρασάγγης καὶ ἄγγαρος διαφέρει· ὀροσάγγαι μὲν οἱ σωματοφύλακες, ὡς Ἑλένης γάμῳ καὶ Τρωΐλῳ. Ἡρόδοτος δέ· «Οἱ εὐεργέται τοῦ βασιλέος ὀροσάγγαι καλέονται Περσιστί·» Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν δευτέρῳ Περὶ Ἡρακλείας λέγει παρὰ Πέρσαις τὴν μεγίστην ἔχειν προεδρίαν, καλεῖσθαι δὲ κατὰ γλῶτταν ξένους βασιλείους. Σαγγάνδαι δὲ οἱ ἀποστελλόμενοι καλοῦνται. Σοφοκλῆς δὲ ἐν τοῖς Ποιμέσι καὶ Εὐριπίδης ἐν Σκυρίαις παρασάγγας αὐτοὺς κεκλήκασιν· ἐχρῆν δὲ εἰπεῖν σαγγάνδας· ὁ γὰρ παρασάγγης μέτρον ἐστίν. Ἄγγαροι δὲ οἱ πρεσβευταί, κτλ.
Πλούταρχος Νύμφις ἐν τῷ τετάρτῳ Περὶ Ἡρακλείας ... λέγει, ὅτι σῦν ἄγριον ἐν τῇ Ξανθίων χώρᾳ καὶ ζῷα καὶ καρποὺς λυμαινόμενον ἀνελὼν ὁ Βελλεροφόντης, οὐδεμιᾶς ἐτύγχανεν ἀμοιβῆς· καταρασαμένου δὲ τῶν Ξανθίων αὐτοῦ πρὸς τὸν Ποσειδῶνα, πᾶν τὸ πεδίον ἐξήνθησεν ἁλμυρίδα, καὶ διέφθαρτο παντάπασι, τῆς γῆς πικρᾶς γενομένης· μέχρις οὗ τὰς γυναῖκας αἰδεσθεὶς δεομένας, εὔξατο τῷ Ποσειδῶνι τὴν ὀργὴν ἀφεῖναι. Διὸ καὶ νόμος ἦν τοῖς Ξανθίοις, μὴ πατρόθεν, ἀλλʼ ἀπὸ μητρῶν χρηματίζειν.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Νύμφις ἐν τῷ ἕκτῳ Περὶ Ἡρακλείας Ἑκάτης φησὶν ἱερὸν εἶναι ἐν τῇ Παφλαγονίᾳ, Μηδείας ἱδρυσαμένης.
Ἀθήναιος Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν ἕκτῳ τῶν Περὶ τῆς πατρίδος, «Παυσανίας φησὶν ὁ περὶ Πλαταιὰς νικήσας Μαρδόνιον, τὰ τῆς Σπάρτης ἐξελθὼν νόμιμα, καὶ εἰς ὑπερηφανίαν ἐπιδοὺς, περὶ Βυζάντιον διατρίβων, χαλκοῦν τὸν ἀνακείμενον κρατῆρα τοῖς θεοῖς τοῖς ἐπὶ τοῦ στόματος ἱδρυμένοι, ὃν ἔτι καὶ νῦν εἶναι συμβαίνει, ἐτόλμησεν ἐπιγράψαι, ὡς αὐτὸς ἀναθεὶς, ὑποθεὶς τόδε τὸ ἐπίγραμμα, διὰ τὴν τρυφὴν καὶ ὑπερηφανίαν ἐπιλαθόμενος αὑτοῦ· Μνᾶμʼ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου, πόντου ἐπʼ Εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς Κλευμβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.»
Ἀθήναιος Νύμφις γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ιβʹ Περὶ Ἡρακλείας, «Διονύσιος φησὶν ὁ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς, καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας, ὑπὸ τρυφῆς καὶ τῆς καθʼ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ. Διὸ συνέταξαν οἱ ἰατροὶ κατασκευάσαι βελόνας λεπτὰς, τῷ μήκει διαφερούσας, αἷς διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. Μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπωρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν· εἰ δὲ πρὸς καθαρὸν τόπον ἡ βελόνη διελθοῦσα ἔθιγε, τότε διεγείρετο. Τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος, ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτῃ, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσι.» Μνημονεύει δʼ αὐτοῦ καὶ Μένανδρος ... Ἀπέθανε δὲ βιώσας ἔτη πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησε τρία καὶ τριάκοντα, ἁπάντων τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ διενηνοχώς. δύσπνοιαν. Φάρμακον οὖν αὐτῷ τοῦδε τοῦ πάθους συνέταξαν οἱ ἰατροὶ, φασὶ, βελόνας λεπτὰς κατασκευάσαι μηκίστας· εἶτα ταύτας διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχῃ βαθύτερον ἐμπεσών. Ἦν δὲ ἄρα τοῦτο ἐπιμελὲς ἐκείνοις δρᾶν, ἔστʼ ἂν ὅλη διὰ τῆς πεπωρωμένης καὶ τρόπον τινὰ ἀλλοτρίας αὐτοῦ σαρκὸς διεῖρπεν ἡ βελόνη· ἀλλʼ ἐκεῖνός γε ἔκειτο λίθου διαφέρων οὐδέν. Εἰ δὲ ἀφίκετο τὸ βέλος ἔνθα λοιπὸν ἦν αὐτῷ τὸ σῶμα ἐρρωμένον καὶ ἴδιον, ἀλλʼ οὐκ ἐκ τῆς ἄγαν πιμελῆς ἀλλότριον, τηνικαῦτα καὶ ἐκεῖνος ᾐσθάνετο καὶ ἠγείρετο ἐκ τοῦ ὕπνου. Τοὺς δὲ χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις αὐτῷ προσιέναι κιβωτὸν τοῦ σώματος προβαλλόμενος. Οἱ δὲ οὐδὲ κιβωτόν φασιν, ἀλλὰ πυργίσκον, ἵνα τὰ μὲν λοιπὰ μέρη αὐτοῦ ἀποκρύπτοιτο, τὸ δὲ πρόσωπον μόνον ὑπερέχον διαλέγηται.
ΠΕΡΙΠΛΟΥΣ ΑΣΙΑΣ.
Ἀθήναιος Καὶ ἡ ἐξ Ἐρέσου δὲ τῆς ἑτέρας … Σαπφὼ τοῦ καλοῦ Φάωνος ἐρασθεῖσα περιβόητος ἦν, ὥς φησι Νύμφις ἐν Περίπλῳ Ἀσίας.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Νύμφις μὲν γάρ φησιν ἱστορεῖν Ἀκαρίωνα, ὡς ἄρα Φρύγες διαπλεῦσαι βουλόμενοι τὸν πορθμὸν, κατεσκεύασαν ναῦν ἔχουσαν ἐγκεχαραγμένην προτομὴν ταύρου· διαπλευσάντων δὲ αὐτῶν, ἀπὸ τοῦ εἴδους τοῦ περὶ τὸ σκάφος προσαγορευθῆναι τὸ πέλαγος Βόσπορον.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Θυνιάδος νήσου ... μέμνηται Νύμφις ὁ Ἡρακλεώτης· φησὶ δὲ αὐτὴν ἑπτὰ σταδίους ἔχειν τὴν περίμετρον.
ΤΑ ΤΩΝ ΔΙΑΔΟΧΩΝ ΚΑΙ ΕΠΙΓΟΝΩΝ.
Κλαύδιος Αἰλιανός Ἐν τῷ ἐνάτῳ τῶν Περὶ Πτολεμαίων λόγων λέγει Νύμφις ἐν τῇ γῇ Τρωγλοδύτιδι γίνεσθαι ἔχεις ἄμαχόν τι μέγεθος, εἰ πρὸς τοὺς ἄλλους ἔχεις ἀντικρίνοιντο· εἶναι γὰρ πηχῶν καὶ πεντεκαίδεκα· τάς γε μὴν χελώνας εἶναι τοσαύτας τὸ χελώνειον, ὡς χωρεῖν μεδίμνους Ἀττικοὺς καὶ ἓξ αὐτό.