ΠΕΡΙ ΑΠΛΗΣΤΙΑΣ.
Οὐ ῥᾴδιον ἐντυχεῖν, ὦ ἄνδρες, ἀνθρώπῳ μὴ λοιδοροῦντι τὴν Τύχην καὶ τὴν μὲν ἄδικον, αὑτὸν δὲ ἀτυχῆ καλοῦντι. καλεῖ δὲ αὐτὴν ἄδικον καὶ ἡγεῖται ἀτυχεῖν ὁ μὲν ὢν καλός, ὅτι μὴ καὶ μέγας, ὁ δὲ μέγας, ὅτι μὴ καὶ καλός, ὅτῳ δὲ ταῦτα ἄμφω, ὅτι μὴ καὶ ἰσχυρός, καὶ ὅτῳ δὲ ἔνι τὰ τρία, διὰ τὸ μὴ καὶ ταχὺς εἶναι αἰτιᾶται τὴν θεόν. ἀλλʼ οὐδʼ εἰ πάντα αὐτῷ παρείη τὰ τοῦ σώματος ἀγαθά, στέργοι ἂν οὐδʼ ἂν ἐπὶ τούτοις εἰδείη τῇ δαίμονι ταύτῃ χάριν, ἀλλʼ οὔκ εἰμι ῥητορικός, ἐρεῖ πρὸς αὑτόν, οὐδὲ ἰατρικὴν ἐπίσταμαι οὐδὲ κρατῶ διαλεγόμενος οὐδὲ οἶδα κιθαρίζειν οὐδὲ ἡγεῖσθαι στρατοπέδων. ὑπερβαίνων οὖν ἃ ἔστιν αὐτῷ, ἃ μὴ ἔστιν ἀριθμῶν οὐ τυγχάνειν οἴεται τῆς Τύχης, ἀδικῶν, οὐκ ἀδικούμενος. κἀν τούτοις μὲν ἧττον ἂν καταβοήσειε τῆς Τύχης, ἐν δʼ αὖ τῇ χρημάτων τε πέρι καὶ ἀρχῶν ἐννοίᾳ φεῦ ὡς πολλή γε ἡ καταδρομή, καὶ οὐδὲν αὐτοῖς στήσει τὴν κακήγορον γλῶτταν. μέμφεται δὲ ὁ μὲν ἕνα γεωργῶν ἀγρόν, ὅτι μὴ δύο, ὁ δʼ αὖ δύο, ὅτι μὴ τρεῖς, ὁ δὲ τρεῖς, ὅτι μὴ τέτταρας, ὁ δὲ δέκα, ὅτι μὴ εἴκοσιν, ὁ δʼ αὖ τοσούτους, ὅτι μὴ δὶς τοσούτους, ὁ δὲ δὶς τοσούτους, ὅτι μὴ πολλάκις τοσούτους. παύει δὲ οὐδεὶς ἀριθμὸς οὔτε τὴν ἐπιθυμίαν οὔτε τὰ ἐγκλήματα. πάσχουσι δὲ ταὐτὸν καὶ ὁπόταν ἐννοήσωσιν, ὡς ὧν κέκτηνται χρημάτων ἔστι τι πλέον, καὶ διὰ τοῦτο ταὐτὸ σμικρόν τε αὐτοῖς καὶ μέγα, μέγα μέν, πρὶν παραγενέσθαι, σμικρὸν δέ, ἤδη ὂν ἐν χερσί. σμικρὸν δὲ χίλια χρυσοῦ τάλαντα διὰ τὰ δισχίλια, καὶ αὖ τὰ δισχίλια διὰ τὰ δεκάκις τοσαῦτα. καὶ ὅλως οὐκ ἔστιν ὃ ποιήσειεν ἂν ἐπαινεθῆναι τὴν Τύχην. ὁποῖον δή τι καὶ τὸ τῶν ἀρχῶν. ἄρχει τις πόλεως· ὅτι μὴ καὶ ἔθνους, ἀτυχεῖ. ἔθνους ἕτερος· ὅτι μὴ πλειόνων, ἄθλιος· πλειόνων ἄλλος, ὅτι μὴ ὕπαρχος. μηδενὸς ἥττων ἢ μόνου τοῦ τὸ σχῆπτρον ἔχοντος ἀτυχής τις παρʼ ἑαυτῷ κέκριται. ἀτυχὴς δὲ καὶ ἐκεῖνος ὁ μέγας ὕπαρχος, εἰ μὴ καὶ ἐν ὑπάτου σχήματι καθήμενος φανείη. ἥκει καὶ τοῦτο, ὁ δὲ καὶ πάντα πείθειν ἄγειν τε ᾗ δοκοῖ τὸν βασιλέα βουλόμενος, εἰ οὐκ ἂν οἷός τε εἴη, δεινόν τι τοῦτο, καὶ ἡ Τύχη δυσμενὴς καὶ οὐδʼ ὁτιοῦν τῶν ἑαυτῆς δέδωκεν.
Ὡς πρᾳοτάτη γε ἥδε ἡ θεός, ὦ νέοι, καὶ ἴσως που καὶ γελᾷ πρὸς τὴν τῶν οὐ μέγα εἰληφέναι λεγόντων ἀγνωμοσύνην, ὡς οὐκ ἀγανακτήσασα εὐθὺς ἀφαιρεῖται τὰ δεδομένα, διδάσκουσα, ὁπόσα ἦν σφίσιν, οἱ δὲ οὐκ ᾐσθάνοντο. δοκεῖ δέ μοι καὶ Κῦρος καὶ Δαρεῖος καὶ Ξέρξης στρατεύοντες ἐφʼ ἣν οὔπω εἶχον, μεμφόμενοι τῇ Τύχῃ τοῦτο ποιεῖν, ὅτι μὴ καὶ τούτων ἐκράτουν, καὶ εἰ ἐγεγόνει τῆς Ἑλλάδος δεσπότης οὗτος ὁ Πέρσης, δοκεῖ μοι κἂν τὴν ὅλην γῆν ἀπαιτῆσαι τὴν Τύχην ἢ κακῶς ἂν εἰπεῖν, ὡς οὐκ εὐμενῶς πρὸς αὐτὸν ἔχουσαν. κἂν διὰ πάντων δὲ ἄνθρωπος ἀπολαύσῃ τῆς τύχης, κάθηται στένων ἀνάγκης οὔσης ἀποθανεῖν ἀνθρώπῳ καὶ μακαρίζει δὴ τὸν οὐρανὸν καὶ τὸν ἥλιον τοῦ ἀεί τε ἔσεσθαι καὶ μηδέποτε ἀπολεῖσθαι. οὕτως ἄπληστόν τι χρῆμα ἄνθρωπος καὶ ἀχάριστον. διὰ τοῦτο καὶ Ἕκτωρ τιμώμενος οἷς εἰκὸς στρατηγόν τε ἄνδρα καὶ ἐπίδοξον μετὰ τὸν πατέρα βασιλεύσειν, τῶν τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀθηνᾶς εὔχεται τιμῶν τυχεῖν, ὡς δὴ καὶ τούτων ἄξιος ὢν τοῖς Τρωσίν. οὐκοῦν ἐλάττοσιν ἢ οἷς ἡγεῖται χρῆναι τιμώμενος ἀτυχεῖν ὑπελάμβανε. πότε οὖν, ὦ τᾶν, ἐπαινέσεις τὴν Τύχην, εἰ θεὸς μὲν οὐκ ἔσῃ, τοῦτο δὲ ἐθελήσεις, καὶ εἰ βωμῶν μὲν καὶ θυσιῶν οὐ τεύξῃ καὶ ταῦτα ἔτʼ ὢν ἄνθρωπος, μικρὰ δὲ τὰ ἄλλα πάντα εἶναί σοι δόξει;
Ἦν δέ τις ἀνὴρ ἐν Αἰγύπτῳ φιλοχρήματος. οὗτος ἐποιεῖτο φίλους, οἷς παῖδες οὐκ ἦσαν, ὅπως αὐτὸς αὐτοῖς εἴη παῖς. γενόμενος δὲ ἐξ ἀπόρου πλούσιος εἰς τὰ τῶν τελευτώντων εἰσιὼν ἤχθετο τοῖς ἔτι ζῶσι τουτωνὶ τῶν πατέρων. μακαρίζοντος δὲ αὐτόν ποτε ἀνδρὸς ἑτέρου τὰ αὐτὰ νοσοῦντος τῆς τύχης, διʼ ἣν αὐτῷ πλοῦτος εἷς μέγας ἐκ πολλῶν ἀθροισθείη, μήπω γʼ, ἔφη, μὴ μακάριόν με καλεῖν, πρὶν ἂν καὶ οἵδε ἀπέλθωσιν, εἰπών, ὧν εἰς τὰς οὐσίας ἐκεχήνει.
Τοιοῦτον ἄν τι πάθοι καὶ στρατηγὸς τύχῃ μὲν μάχην νενικηκώς, οὐ συλλαβεῖν δὲ αὐτήν οἱ λέγων διὰ τὸ μὴ καὶ διαπορθῆσαι τῶν πολεμίων τὴν πόλιν. τὸ δὲ κλῖναί τε φάλαγγας, ὦ ʼγαθέ, καὶ καταδιῶξαι τρῶσαί τε καὶ κατενεγκεῖν, ἔτι δὲ σκυλεῦσαί τε καὶ δοῦναι νεκροὺς ἀνελέσθαι μὴ βουλομένης ἂν ἐπέπρακτο τῆς Τύχης;
Οἶδα δὲ ἔγωγε καὶ ἐμπόρους πολλοῖς μὲν ὡμιληκότας λιμέσιν, ἐνίοις δὲ οὐχὶ δυνηθέντας οὐκ ἀγαθῇ τύχῃ πεπλευκέναι λέγοντας, ὅτι μὴ καὶ ἐκείνοις. τὸ δὲ πολλὴν μέν, ὦ βέλτιστε, θάλατταν ἐξ οὐρίων διαδραμεῖν, διὰ πολλῶν δὲ ἐμποριῶν μείζω καταστῆσαι τὰ ὄντα οὐκ εὐτυχές; καὶ τί ἂν νομισθεῖεν οἱ ἅμα τε ἀνηγμένοι καὶ καταδύντες, οἷα πολλὰ δρᾶται τοῖς ἐξαίφνης ἀνέμοις; εἰ γὰρ δὴ τόδε ἐλεεινόν, ὁ πελάγη τε διαβαλὼν καὶ πολλάκις μὲν κατηρκώς, πολλάκις δὲ ἀναχθεὶς πράσει τε τῇ τῶν φορτίων τὸ βαλάντιον ηὐξηκὼς πῶς οὐκ ἂν μετὰ Τύχης ἧφθαι τῆς ἐμπορίας δοκοίη; ἀφʼ ὧν τοίνυν καταψεύδονται τῆς Τύχης ἀρκεῖ τε οὐδὲν αὐτοῖς, ἀπὸ τῶν αὐτῶν τούτων λῦπαι τε αὐτοῖς καὶ ἀνίαι καὶ τὸ τήκειν σφᾶς αὐτούς.
Ἀλλʼ, ὦ ἄνθρωπε, προσκύνει τὴν θεόν, ὡς εὐτυχής, ἢν ὑγιαίνῃς μὲν τὴν ψυχήν, ἀκέραιον δὲ ᾖ σοι τὸ σῶμα, ἡ γυνὴ δὲ σωφρονῇ, κόσμιοι δὲ ὦσιν οἱ παῖδες, μένῃ δὲ τὰ πατρῷα, φίλων δὲ ἀπολαύῃς σαφῶν. καὶ σὺ δέ, ὦ τὸν βίον ἀπὸ τῶν χειρῶν ποιούμενε, μέγα οἴου τὸ χρῆσθαι ταῖν χεροῖν, καὶ σὺ δέ, ὦ σύνδικε, τὸ τοῖς λόγοις, κἂν μηδεὶς ἀρχὴν διδῷ, καὶ σὺ δέ, ὦ πόλεως ἄρξας, κἂν μηδεὶς ἑτέρων διδῷ, καὶ σὺ δέ, ὦ διδάσκαλε, τὸ ζῆν ἐν ἀτελείᾳ. καὶ πᾶς δὲ ὅστις ἰατρῶν οὐ χρῄζων λελουμένος ἑστιασόμενος ἔρχεται καθαρὸς φόβων οὓς ἐπιφέρει συκοφάντης, καὶ οὗτός γε ἐν τοῖς δικαίως ἂν ὑμνοῦσιν εἴη τὴν Τύχην. ὃ δὴ καὶ πρῴην πρός τινα τῶν ἐπιτηδείων ἔλεγον. ὡς γὰρ δὴ ἦμεν ἐν μόνοις ἤδη τοῖς χιτωνίσκοις λουσόμενοι καὶ τήν τε Ἀφροδίτην παρεκάλουν καὶ τὸν Σάτυρον ἡσθέντα με ἀπελθεῖν, οὐκ εἶναί οὑ δυστυχέστερον ὁ ἑταῖρος ἔφασκεν. ἐγὼ δὲ ἐπέπληττον ἀκούσας, εἰ ἐξουσίας οὔσης λοῦσθαί τε καὶ δειπνεῖν καὶ ἥκειν ἐπʼ οἶνον, οὐ φάρμακον, ἔπειτα ἀτυχεῖν οἴεται. ψηφίζεται δή με δίκαια λέγειν κἀντεῦθεν ἐπᾴδων αὑτῷ τὸ εἰρημένον, ὁπότε πληγείη τὴν ψυχήν, οὕτως ἐγίγνετο ῥᾴων.