eul_wid: nxo-aa
ΠρογυμνάσματαPreliminary Exercises
Aelius Theon the Sophist Preliminary Exercises PDF
| 59 (1t) | ΘΕΩΝΟΣ ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ. Οἱ μὲν παλαιοὶ τῶν ῥητόρων, καὶ μάλιστα οἱ εὐδοκιμηκότες, οὐκ ᾤοντο δεῖν ἐφικέσθαι τρόπον τινὰ τῆς ῥητορικῆς, πρὶν ἁμωσγέπως ἅψασθαι φιλοσοφίας, καὶ τῆς ἐκεῖθεν ἐμπλησθῆναι μεγαλονοίας· νῦν δὲ οἱ πλείους τοσοῦτον δέουσι τῶν τοιούτων λόγων ἐπαΐειν, ὥστε οὐδὲ τῶν ἐγκυκλίων καλουμένων μαθημάτων ὁτιοῦν μεταλαμβάνοντες ᾄττουσιν ἐπὶ τὸ λέγειν, καὶ τὸ πάντων ἀγροικότατον, ὅτι οὐδὲ οἷς προσῆκόν ἐστιν ἐγγυμνασάμενοι, ἐπὶ τὰς δικανικὰς καὶ δημηγορικὰς ἴενται ὑποθέσεις, τὸ δὴ λεγόμενον κατὰ τὴν παροιμίαν, ἐν πίθῳ τὴν κεραμείαν μανθάνοντες. περὶ μὲν οὖν τῶν ἄλλων, ἃ χρὴ μανθάνειν τὸν μέλλοντα ῥητορεύειν, ἄλλοι γραφέτωσαν, ἃ δὲ πρὸ τῆς ὑποθέσεως ἀναγκαῖόν ἐστιν εἰδέναι τε καὶ ἐπιεικῶς ἐγγυμνάζεσθαι, ταῦτα νῦν πειράσομαι παραδοῦναι, οὐχ ὡς οὐχὶ καὶ ἄλλων τινῶν συγγεγραφότων περὶ τούτων, ἀλλ’ οὐ μικρόν τι καὶ αὐτὸς ἐλπίζων συλλήψεσθαι τοῖς λέγειν προαιρουμένοις. οὐ γὰρ μόνον τοῖς ἤδη παραδεδομένοις γυμνάσμασιν ἕτερα ἄττα ἐπεξεύρομεν, ἀλλὰ καὶ ἑκάστου ὅρον ἐπειράθημεν ἀποδοῦναι, ὥστε ἐρωτηθέντα, τί ἐστιν ἕκαστον αὐτῶν, ἔχειν εἰπεῖν, οἷον ὅτι μῦθός ἐστι λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν, ἔτι τε καὶ τὴν διαφορὰν αὐτῶν πρὸς ἄλληλα δεδηλώκαμεν, καὶ τὰς ἀφορμὰς τῶν εἰς ἕκαστον λόγων παραδεδώκαμεν, προσυπεδείξαμεν δὲ καὶ ὡς ἄν τις αὐτοῖς ἐπιμελέστατα χρήσαιτο. Ὡς δὲ καὶ παντελῶς εἰσιν ὠφέλιμα τοῖς τὴν ῥητορικὴν δύναμιν ἀναλαμβάνουσιν, οὐδὲ τοῦτο ἄδηλον. |
| 60 | ὅ τε γὰρ καλῶς καὶ πολυτρόπως διήγησιν καὶ μῦθον ἀπαγγείλας καλῶς καὶ ἱστορίαν συνθήσει, καὶ τὸ ἰδίως ἐν ταῖς ὑποθέσεσι καλούμενον [ἴδιον] διήγημα (οὐδὲ γὰρ ἄλλο τί ἐστιν ἱστορία ἢ σύστημα διηγήσεως) [ὅταν] ὁ ἀνασκευάσαι ταῦτα καὶ κατασκευάσαι δυνάμενος, μὴ μικρὸν ἀπολείπηται τῶν τὰς ὑποθέσεις λεγόντων· πάντα γὰρ ὅσα ποιοῦμεν ἐν ταῖς δικανικαῖς ὑποθέσεσι, καὶ ἐνταῦθά ἐστι· πρῶτον μὲν προοίμιον καὶ διήγημα, ἔπειτα δὲ πρὸς ἕκαστον τῶν εἰρημένων ἐν τῷ διηγήματι ἢ τῷ μύθῳ πειρώμεθα ἀπαντᾶν, καὶ ἐφ’ ἑκάστῳ πορίζεσθαι ἔλεγχον, ἔτι δὲ καὶ φροντίζομεν, ὅπως καλῶς τάξομεν ἕκαστον τῶν ἐπιχειρημάτων, καὶ αὐξάνομεν δὲ καὶ διασύρομεν καὶ τἄλλα, περὶ ὧν ἐπὶ τοῦ παρόντος μακρὸν ἂν εἴη λέγειν. καὶ μὴν ἡ διὰ τῆς χρείας γυμνασία οὐ μόνον τινὰ δύναμιν λόγων ἐργάζεται, ἀλλὰ καὶ χρηστόν τι ἦθος ἐγγυμναζομένων ἡμῶν τοῖς τῶν σοφῶν ἀποφθέγμασιν. ὁ δὲ καλούμενος κοινὸς τόπος καὶ ἡ ἔκφρασις προφανῆ τὴν ὠφέλειαν ἔχουσι, πανταχοῦ τῶν παλαιῶν τῶν μὲν ἱστορικῶν πάντων ἐπὶ πλεῖστον τῇ ἐκφράσει, τῶν δὲ ῥητορικῶν τῷ τόπῳ κεχρημένων. καὶ ἡ προσωποποιΐα δὲ οὐ μόνον ἱστορικὸν γύμνασμά ἐστιν, ἀλλὰ καὶ ῥητορικὸν καὶ διαλογικὸν καὶ ποιητικόν, κἀν τῷ καθ’ ἡμέραν βίῳ, κἀν ταῖς πρὸς ἀλλήλους ὁμιλίαις πολυωφελέστατον, καὶ πρὸς τὰς ἐντεύξεις τῶν συγγραμμάτων χρησιμώτατον. διὰ τοῦτο πρῶτον μὲν Ὅμηρον ἐπαινοῦμεν, ὅτι οἰκείους λόγους περιτέθεικεν ἑκάστῳ τῶν εἰσαγομένων προσώπων, τὸν δὲ Εὐριπίδην καταμεμφόμεθα, ὅτι παρὰ καιρὸν αὐτῷ Ἑκάβη φιλοσοφεῖ. ἀλλὰ μὴν καὶ τὸ τῆς συγκρίσεως γύμνασμα καὶ ἐν τοῖς δικανικοῖς λόγοις ἐστὶ χρήσιμον, συγκρινόντων ἡμῶν ἤτοι τὰ ἀδικήματα τοῖς ἀδικήμασιν, ἢ τὰ εὐεργετήματα τοῖς εὐεργετήμασιν, ὁμοίως δὲ καὶ ἐν τοῖς ἐγκωμίοις ἀντιπαραβαλλόντων ἡμῶν τὰς εὐπραγίας· ἐν δὲ ταῖς συμβουλαῖς καὶ πάνυ ἔκδηλος ἡ ὠφέλεια. |
| 61 | περὶ γὰρ τὸ αἱρετώτερόν εἰσιν οἱ τῶν συμβουλευόντων λόγοι. περὶ δὲ τῆς θέσεως τί ἄν τις λέγοι; οὐδὲν γὰρ ἄλλο τῆς ὑποθέσεως διαφέρει, πλὴν ὅτι προσώπων ὡρισμένων καὶ τόπου καὶ χρόνου καὶ τρόπου καὶ αἰτίας ἐστὶν ἀπαρέμφατον, οἷον θέσις μὲν εἰ προσήκει πολιορκουμένοις στράτευμα πέμπειν εἰς τὴν ὑπερορίαν, ὑπόθεσις δὲ εἰ Ἀθηναίοις προσήκει πολιορκουμένοις ὑπὸ Πελοποννησίων εἰς Σικελίαν στράτευμα πέμπειν. ὁμοίως δὲ καὶ ἡ τῶν νόμων κατηγορία καὶ ἡ ἀπολογία οὐκ ἐλάχιστον μέρος τῆς ὑποθέσεως ἐστιν. οἱ γοῦν κάλλιστοι τῶν Δημοσθενικῶν λόγων εἰσίν, ἐν οἷς περὶ νόμου [τὶ] ἢ ψηφίσματος ἀμφισβητεῖται, λέγω δὲ τόν τε περὶ στεφάνου καὶ τὸν κατὰ Ἀνδροτίωνος καὶ Τιμοκράτους καὶ πρὸς Λεπτίνην καὶ κατὰ Ἀριστοκράτους· ὀλίγον γὰρ διήνεγκεν, εἰ μὴ νόμον ἀλλὰ ψήφισμα ὁ Ἀριστοκράτης ἔγραψε. τὸ δὲ ἐγκώμιον οὐδὲ αὐτὸς μὲν ἀγνοῶ, ὅτι εἶδός ἐστιν ὑποθέσεως· τῆς γὰρ ὑποθέσεως εἴδη τρία, ἐγκωμιαστικόν, ὅπερ ἐκάλουν ἐπιδεικτικὸν οἱ περὶ τὸν Ἀριστοτέλην, δικανικόν, συμβουλευτικόν· ἀλλ’ ἐπεὶ καὶ τοῖς νεωτέροις προβάλλειν πολλάκις εἰώθαμεν ἐγκώμια γράφειν, διὰ τοῦτο ἐν τοῖς προγυμνάσμασιν αὐτὸ ἔταξα, καὶ ἅμα τὴν μὲν ἀκριβῆ τούτου τεχνολογίαν ὑπερεθέμην εἰς τὴν προσήκουσαν χώραν, νῦν δὲ ἁπλουστέραν πεποίημαι τὴν διδασκαλίαν. ἡ δὲ ἀνάγνωσις, ὡς τῶν πρεσβυτέρων τις ἔφη, Ἀπολλώνιος δοκεῖ μοι ὁ Ῥόδιος, τροφὴ λέξεώς ἐστι· τυπούμενοι γὰρ τὴν ψυχὴν ἀπὸ καλῶν παραδειγμάτων κάλλιστα καὶ μιμησόμεθα· τὴν δὲ ἀκρόασιν τίς οὐκ ἂν ἀσμενίσειε, τὰ μετὰ πόνων τοῖς ἄλλοις εἰργασμένα ἑτοίμως λαμβάνων; ἀλλ’ ὥσπερ τοῖς ζωγραφεῖν βουλομένοις οὐδὲν ὄφελος κατανοεῖν τά τε Ἀπελλοῦ καὶ Πρωτογένους καὶ Ἀντιφίλου ἔργα, ἐὰν μὴ καὶ αὐτοὶ γράφειν ἐπιχειρῶσιν, οὕτω καὶ τοῖς ῥητορεύειν μέλλουσιν οὔτε τῶν πρεσβυτέρων οἱ λόγοι, οὔτε τῶν διανοημάτων τὸ πλῆθος, οὔτε τὸ περὶ τὴν λέξιν καθαρόν, οὔτε σύνθεσις ἡρμοσμένη, οὔτε ἀκρόασις ἀστεία, οὔτε ὅλως τῶν ἐν τῇ ῥητορικῇ καλῶν οὐδέν ἐστι χρήσιμον, ἐὰν μὴ καὶ αὐτὸς ἕκαστος ταῖς καθ’ ἑκάστην ἡμέραν γραφαῖς ἐγγυμνάζηται. |
| 62 | ἡ δὲ παράφρασις οὐχ ὥς τισιν εἴρηται ἢ ἔδοξεν, ἄχρηστός ἐστι· τὸ γὰρ καλῶς εἰπεῖν, φασιν, ἅπαξ περιγίνεται, δὶς δὲ οὐκ ἐνδέχεται· οὗτοι δὲ σφόδρα τοῦ ὀρθοῦ διημαρτήκασι. τῆς γὰρ διανοίας ὑφ’ ἑνὶ πράγματι μὴ καθ’ ἕνα τρόπον κινουμένης, ὥστε τὴν προσπεσοῦσαν αὐτῇ φαντασίαν ὁμοίως προενέγκασθαι, ἀλλὰ κατὰ πλείους, καὶ ποτὲ μὲν ἀποφαινομένων ἡμῶν, ποτὲ δὲ ἐρωτώντων, ποτὲ δὲ πυνθανομένων, ποτὲ δὲ εὐχομένων, ποτὲ δὲ κατ’ ἄλλον τινὰ τρόπον τὸ νοηθὲν ἐκφερόντων, οὐδὲν κωλύει κατὰ πάντας τοὺς τρόπους τὸ φαντασθὲν ἐπίσης καλῶς ἐξενεγκεῖν. μαρτύρια δὲ τούτου καὶ παρὰ ποιηταῖς καὶ ἱστορικοῖς, καὶ ἁπλῶς πάντες οἱ παλαιοὶ φαίνονται τῇ παραφράσει ἄριστα κεχρημένοι, οὐ μόνον τὰ ἑαυτῶν ἀλλὰ καὶ τὰ ἀλλήλων μεταπλάσσοντες. Ὅμηρον μεταφράζων, ὅτε φησί, τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε, ὁ Ἀρχίλοχος, τοῖος ἀνθρώποισι θυμὸς Γλαῦκε Λεπτίνεω πάϊ, γίγνεται θνητοῖς, ὁκοῖον Ζεὺς ἐφ’ ἡμέρην ἄγει. καὶ πάλιν Ὅμηρος ἅλωσιν πόλεως τοῦτον τὸν τρόπον εἴρηκεν, ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τ’ ἄλλοι ἄγουσι, βαθυζώνους τε γυναῖκας. |
| 63 | ὁ δὲ Δημοσθένης οὕτως, ὅτε γοῦν ἐπορευόμεθα εἰς Δελφού ς , ἐξ ἀνάγκης ὁρᾶν ἦν ταῦτα πάντ α , οἰκίας κατεσκαμμένα ς , τείχη περιῃρημέν α , χώραν ἔρημον τῶν ἐν ἡλικί ᾳ , γύναια δὲ καὶ παιδάρια ὀλίγ α , καὶ πρεσβύτας ἀνθρώπους οἰκτρού ς . ὁ δὲ Αἰσχίνης οὕτως, ἀλλὰ ταῖς γε διανοίαις ἀποβλέψατε αὐτῶν εἰς τὰς συμφορά ς , καὶ νομίσατε ὁρᾶν ἁλισκομένην τὴν πόλι ν , τειχῶν κατασκαφά ς , ἐμπρήσεις οἴκω ν , ἱερὰ συλώμεν α , ἀγομένας γυναῖκας καὶ παῖδας εἰς δουλεία ν , πρεσβύτας ἀνθρώπου ς , πρεσβύτιδας γυναῖκα ς , ὀψὲ μεταμανθάνοντας τὴν ἐλευθερία ν . ἔτι δὲ ὁ μὲν Θουκυδίδης φησί· φθόνος γὰρ τοῖς ζῶσι πρὸς τὸ ἀντίπαλο ν , τὸ δὲ μὴ ἐμποδὼν ἀνανταγωνίστῳ εὐνοίᾳ τετίμητα ι . ὁ δὲ Θεόπομπος· ἐπίσταμαι γά ρ , ὅτι τοὺς μὲν ζῶντας πολλοὶ μετὰ δυσμενείας ἐξετάζουσ ι , τοῖς δὲ τετελευτηκόσι διὰ τὸ πλῆθος τῶν ἐτῶν ἐπανιᾶσι τοὺς φθόνου ς . ὁ δὲ Δημοσθένης οὕτω· τίς γὰρ οὐκ οἶδε τῶν πάντω ν , ὅτι τοῖς μὲν ζῶσιν ἅπασιν ὕπεστί τις ἢ πλείων ἢ ἐλάττων φθόνο ς , τοὺς τεθνεῶτας δὲ οὐδὲ τῶν ἐχθρῶν τις μισε ῖ ; καὶ μέντοι γε ὁ Φίλιστος τὸν Ἀττικὸν ὅλον πόλεμον ἐν τοῖς Σικελικοῖς ἐκ τῶν Θουκυδίδου μετενήνοχε, καὶ Δημοσθένης εἰς τὸν κατὰ Μειδίου τά τε Λυσίου καὶ Λυκούργου ἐκ τῶν τῆς ὕβρεως λόγων, καὶ τὰ Ἰσαίου ἐκ τῶν κατὰ Διοκλέους ὕβρεως. εὕροις δ’ ἂν καὶ παρὰ Ἰσοκράτει ἐν τῷ πανηγυρικῷ τὰ ἐν τῷ Λυσίου ἐπιταφίῳ καὶ τῷ Ὀλυμπικῷ. ἀλλὰ μὴν καὶ αὐτὸς ὁ Δημοσθένης πολλάκις ἑαυτὸν παραφράζει, οὐ μόνον τὰ ἐν ἄλλοις λόγοις αὑτῷ εἰρημένα ἀλλαχόσε μεταφέρων, ἀλλὰ καὶ ἐν ἑνὶ λόγῳ πολλάκις φαίνεται ταὐτὰ μυριάκις εἰρηκώς, τῇ δὲ τῆς ἑρμηνείας ποικιλίᾳ λανθάνει τοὺς ἀκούοντας. |
| 64 | ἐν μέν γε τῷ κατὰ Μειδίου φησί· τίς γὰρ ἡμῶν οὐκ οἶδε τοῦ μὲν πολλὰ τοιαῦτα γενέσθαι τὸ μὴ κολάζεσθαι τοὺς ἐξαμαρτάνοντας αἴτιον ὄ ν , τοῦ δὲ μηδένα ὑβρίζειν τὸ λοιπὸν τὸ δίκην τὸν ἀεὶ ληφθέντ α , ἣν προσήκε ι , διδόνα ι , μόνον αἴτιον γενόμενο ν ; ἐν δὲ τῷ κατὰ Ἀριστοκράτους (τὸ δὲ αὐτὸ καὶ κατὰ Ἀνδροτίωνος) οὐ γὰρ εἴ τι πώποτε μὴ κατὰ τοὺς νόμους ἐπράχθ η , σὺ δὲ τοῦτο ἐμιμήσ ω , διὰ τοῦτο ἀποφύγοις ἂν δικαίω ς , ἀλλὰ τοὐναντίο ν , πολὺ μᾶλλον ἁλίσκεσθαι διὰ ταῦτ α · ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλ ω , σὺ τά δ ’ οὐκ ἂν ἔγραψα ς , οὕτως ἂν σὺ δίκην δῷ ς , ἄλλος οὐ γράψε ι . ἐν δὲ τοῖς Φιλιππικοῖς τὰ αὐτὰ πράγματα ἄνω καὶ κάτω λέγων διατετέλεκε, καὶ ἐν τῷ πρὸς Λεπτίνην, ὅτι μὴ δεῖ τοὺς εὖ ποιήσαντας ἀφελέσθαι τὰ δοθέντα, οὐδ’ ὀλιγάκις εἴρηκεν· ἐν δὲ τῷ ὑπὲρ τοῦ στεφάνου, ὅτι οὐκ ἐπὶ τῷ τέλει τῶν πεπραγμένων κατηγορεῖν δίκαιον ἦν, ἀλλὰ καθ’ ἕκαστον τῶν πολιτευμάτων ἐλέγχειν, παρ’ ὅλον τὸν λόγον παρέσπαρται· τὰ δὲ περὶ τῆς λύσεως τῶν αἰχμαλώτων, τίς οὐκ οἶδεν ἐν τῷ περὶ τῆς παραπρεσβείας διατεθρυλημένα; καὶ μὴν καὶ τὸ τῆς ἐξεργασίας εἶδος, πολλαχοῦ τε ἄλλοθεν ὠφέλιμον, μάλιστα δὲ ἐν ταῖς δευτερολογίαις· ἡ δὲ ἀντίῤῥησις ἐν ταῖς ἀντιγραφαῖς. Τὴν δὲ τάξιν τῶν γυμνασμάτων αὐτῶν οὕτω ποιησόμεθα· πρῶτον μὲν ἀπὸ τῆς χρείας· βραχύ τε γὰρ τοῦτο καὶ εὐμνημόνευτον, ἔπειτα δὲ τοῦ μύθου καὶ τῆς διηγήσεως, πλὴν τῆς τούτων ἀνασκευῆς τε καὶ κατασκευῆς· ταῦτα γὰρ τῶν ἄλλων ὕστερα ἔοικέ πως εἶναι· ὡμολόγηται γὰρ παρὰ πᾶσιν, ὅτι τοῦ ῥήτορος ἔργον ἐστὶ τό τε ἀποδεῖξαι τὰ ἀμφισβητούμενα καὶ τὸ αὐξῆσαι τὰ ἀποδεδειγμένα· προτερεῖ μὲν οὖν τῇ φύσει καὶ τῇ χρήσει ὁ ἀποδεικτικὸς λόγος, ἕπεται δὲ ὁ αὐξητικός· πρότερον γὰρ δεῖ τινα ὡς προδότην ἐλέγξαι, εἶτα ὡς ἐπὶ μεγάλῳ ἀδικήματι τῇ προδοσίᾳ τοὺς ἀκούοντας παροξῦναι. |
| 65 | οὐ μὴν ὥσπερ τῇ φύσει προτερεῖν τὴν ἀπόδειξιν ἔφαμεν τῆς αὐξήσεως, οὕτω καὶ τὴν γυμνασίαν ἔχειν συμβέβηκεν, ἀλλὰ καὶ πᾶν τοὐναντίον· πρότερα γὰρ τὰ ῥᾴονα τῶν δυσχερεστέρων· ῥᾷον δὲ αὐξῆσαι τὸ φανερὸν ἢ τὸ ἀφανὲς ἀποδεῖξαι, διόπερ αὐτοὶ ἀρχόμενοι ἐξ ἰδίας δυνάμεως ἐγχειρεῖν καὶ ἀνασκευάζειν ἢ κατασκευάζειν ἀρξόμεθα ἀπὸ τοῦ τόπου, εἶτα τῆς ἐκφράσεως, ἑξῆς δὲ τῆς προσωποποιΐας, εἶτα ἐν τοῖς ἐγκωμίοις γυμνασόμεθα, εἶτα ἐν ταῖς συγκρίσεσι· ταῦτα γάρ ἐστι τὰ ὁμολογούμενα καὶ μηδεμίαν ἀντιλογίαν ἔχοντα· μετὰ δὲ ταῦτα καὶ πρὸς τοῖς ἀμφισβητουμένοις γυμνάσμασι τὴν ἄσκησιν ποιησόμεθα. ἔστι δὲ πρῶτον αὐτῶν ἡ τῶν χρειῶν ἀνασκευή, εἶτα τῶν Αἰσωπείων λόγων καὶ τῶν ἱστορικῶν καὶ μυθικῶν διηγήσεων, εἶτα ἡ τῶν θέσεων, καὶ ἑξῆς ἡ τῶν νόμων· τῇ δὲ ἀναγνώσει καὶ τῇ ἀκροάσει καὶ τῇ παραφράσει χρησόμεθα ἀπ’ ἀρχῆς, τῇ δὲ ἐξεργασίᾳ καὶ πολλῷ μᾶλλον τῇ ἀντιῤῥήσει, ὅταν ἕξιν τινὰ περιποιησώμεθα. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΝΕΩΝ ΑΓΩΓΗΣ, ἐν ᾧ καὶ περὶ τῆς παρὰ τοῖς παλαιοῖς χρήσεως τῶν προγυμνασμάτων. Πρῶτον μὲν ἁπάντων χρὴ τὸν διδάσκαλον ἑκάστου γυμνάσματος εὖ ἔχοντα παραδείγματα ἐκ τῶν παλαιῶν συγγραμμάτων ἀναλεγόμενον προστάττειν τοῖς νέοις ἐκμανθάνειν, οἷον χρείας μὲν ὁποία ἐστὶν ἡ παρὰ Πλάτωνι ἐν τῷ πρώτῳ τῆς πολιτείας, Σοφοκλεῖ ποτε τῷ ποιητῇ προσελθών τι ς , πῶς ἔφ η , Σοφόκλει ς , ἔχεις πρὸς τὰ ἀφροδίσι α ; ἔτι οἷός τε εἶ γυναιξὶ συγγίνεσθα ι ; καὶ ὅ ς , εὐφήμε ι , ἔφ η , ὦ ἄνθρωπ ε · ἀσμενέστατα μέντοι αὐτὰ ἀπέφυγο ν , ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποδρά ς . |
| 66 | μύθου δὲ ὁποῖός ἐστι παρὰ Ἡροδότῳ τοῦ αὐλητοῦ, καὶ παρὰ Φιλίστῳ τοῦ ἵππου καὶ τῶν ἐν ἑκατέρῳ ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ, καὶ ἐν τῇ εἰκοστῇ Θεοπόμπου τῶν Φιλιππικῶν ὁ τοῦ πολέμου καὶ τῆς ὕβρεως, ὃν ὁ Φίλιππος διεξέρχεται πρὸς τοὺς αὐτοκράτορας τῶν Χαλκιδέων, καὶ Ξενοφῶντος ἐν τῷ δευτέρῳ τῶν ἀπομνημονευμάτων ὁ τοῦ κυνὸς καὶ τῶν προβάτων. διηγήσεως δὲ παραδείγματα ἂν εἴη κάλλιστα τῶν μὲν μυθικῶν ἡ Πλάτωνος ἐν τῷ δευτέρῳ τῆς πολιτείας περὶ τοῦ δακτυλίου τοῦ Γύγου, καὶ ἐν τῷ συμποσίῳ περὶ τῆς γενέσεως τοῦ ἔρωτος, περὶ δὲ τῶν ἐν Ἅιδου ἐν τῷ Φαίδωνι καὶ τῷ δεκάτῳ τῆς πολιτείας, καὶ παρὰ Θεοπόμπῳ ἐν τῇ ὀγδόῃ τῶν Φιλιππικῶν ἡ τοῦ Σειληνοῦ· τῶν δὲ πραγματικῶν ἡ περὶ Κύλωνος παρ’ Ἡροδότῳ καὶ Θουκυδίδῃ, καὶ περὶ Ἀμφιλόχου τοῦ Ἀμφιάρεω ἐν τῇ τρίτῃ Θουκυδίδου, καὶ τὰ περὶ Κλέοβιν καὶ Βίτωνα ἐκ τῆς πρώτης Ἡροδότου· ἔχουσι δὲ καὶ περὶ Δαιδάλου τῆς ἀφίξεως πρὸς Κώκαλον τὸν Σικανῶν βασιλέα Ἔφορος μὲν ἐν τῇ ἑβδόμῃ, Φίλιστος δὲ ἐν τῇ πρώτῃ. εὕροις δ’ ἂν καὶ ἐν τῷ περὶ τῆς παραπρεσβείας Δημοσθένους ἰσχνὸν καὶ γλαφυρὸν διήγημα περὶ τῶν ἀγομένων Ὀλυμπίων ὑπὸ Φιλίππου μετὰ τὴν Ὀλύνθου ἅλωσιν. ἔχομεν δὲ καὶ ἀνασκευὰς καὶ κατασκευὰς παρὰ τοῖς παλαιοῖς χρειῶν καὶ γνωμῶν καὶ ἀποφάσεων καὶ τοιούτων. |
| 67 | καὶ δὴ ἁρμόττοι ἂν εἰς τοῦτο τὸ εἶδος, ὅσα λέγεται ὑπὸ τοῦ Ἐφόρου ἐν τῇ ἑνδεκάτῃ τῶν ἱστοριῶν πρὸς τὰς ὑπὸ τῶν παλαιοτέρων περὶ τοῦ Νείλου καταβεβλημένας ἀποφάσεις· διηγημάτων μὲν μυθικῶν ἐν τῇ δευτέρᾳ Ἡροδότου τούτων πέρι, ὧν Ἕλληνες μυθεύουσιν, ὡς Αἰγύπτιοι μὲν Ἡρακλέα ἐπιδημήσαντα θύειν ἐπεχείρουν τῷ Διΐ, ὁ δὲ πολλὰς μυριάδας αὐτῶν κατεφόνευσε· καὶ παρὰ Ἐφόρῳ ἐν τῇ πρώτῃ τὸ περὶ τῶν πεντήκοντα Θεσπίου θυγατέρων, αἷς ἁπάσαις παρθένοις οὔσαις φασὶν ἅμα μιγῆναι τὸν Ἡρακλέα· καὶ περὶ τοῦ Ἀριστοδήμου, ὡς ἐτελεύτησε κεραυνόβλητος γενόμενος· τῶν δὲ πραγματικῶν διηγήσεων ἔστι μέν τινα καὶ παρὰ Ἡροδότου λαβεῖν, ὡς τὰ ἐκ τῆς τετάρτης περὶ τοῦ διαιρεῖσθαι τὴν ὅλην γῆν εἰς τρία μέρη, καὶ καλεῖσθαι τὸ μὲν Εὐρώπην, τὸ δὲ Λιβύην, τὸ δὲ Ἀσίαν· καὶ παρὰ Θουκυδίδου ἐκ τῆς πρώτης τὰ περὶ τῆς ἀναιρέσεως Ἱππάρχου ὑπὸ τῶν περὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα· πλείω δὲ ἔχομεν καὶ παρ’ ἄλλων ἱστορικῶν λαβεῖν, παρὰ μὲν Ἐφόρου ἐκ τῆς πρώτης τὰ περὶ τὴν διαίρεσιν τῆς Πελοποννήσου κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον, παρὰ δὲ Θεοπόμπου ἐκ τῆς πέμπτης καὶ εἰκοστῆς τῶν Φιλιππικῶν, ὅτι Ἑλληνικὸς ὅρκος καταψεύδεται, ὃν Ἀθηναῖοί φασιν ὀμόσαι τοὺς Ἕλληνας πρὸ τῆς μάχης τῆς ἐν Πλαταιαῖς πρὸς τοὺς βαρβάρους, καὶ αἱ πρὸς βασιλέα [Δαρεῖον] Ἀθηναίων [πρὸς Ἕλληνας] συνθῆκαι· ἔτι δὲ καὶ τὴν ἐν Μαραθῶνι μάχην οὐχ ἅμα πάντες ὑμνοῦσι γεγενημένην, καὶ ὅσα ἄλλ α , φησίν, ἡ Ἀθηναίων πόλις ἀλαζονεύεται καὶ παρακρούεται τοὺς Ἕλληνα ς . ὁμοίως καὶ τὸν καλούμενον τόπον παρὰ τοῖς παλαιοῖς ἐστιν εὑρεῖν, καθάπερ τὸ Δημοσθενικὸν ἐν τῷ ὑπὲρ τοῦ στεφάνου· παρὰ γὰρ τοῖς Ἕλλησι ν , οὐ τισὶν ἀλλὰ πᾶσιν ὁμοίω ς , φορὰν προδοτῶν καὶ δωροδόκων καὶ θεοῖς ἐχθρῶν ἀνθρώπων συνέβη γενέσθαι τοσαύτη ν , καὶ τὰ ἑξῆς· ἔτι δὲ καὶ Λυκούργου κατὰ μοιχοῦ ἐν τῷ κατὰ Λυκόφρονος, καὶ Ὑπερίδου κατὰ τῶν ἑταιρῶν ἐν τῷ κατὰ Ἀρισταγόρας· ὁμοίως καὶ τοὺς ἄλλους ἐν τῷ περὶ τόπων ἐκθησόμεθα. |
| 68 | πολλὰ δὲ καὶ ἐκπέφρασται παρὰ τοῖς παλαιοῖς, ὥσπερ καὶ παρὰ Θουκυδίδῃ ἐν τῇ δευτέρᾳ ὁ λοιμός, καὶ ἐν τῇ τρίτῃ ὁ περιτειχισμὸς τῶν Πλαταιῶν, καὶ ἄλλοθι ναυμαχία καὶ ἱππομαχία· καὶ παρὰ Πλάτωνι ἐν τῷ Τιμαίῳ [ὡς] τὰ περὶ τὴν Σάϊν· καὶ παρὰ Ἡροδότῳ ἐν τῇ δευτέρᾳ τὰ ἑπτὰ τείχη τὰ ἐν Ἐκβατάνοις· ἔχομεν δὲ καὶ ἐν τῇ ἐνάτῃ τῶν Φιλιππικῶν Θεοπόμπου τὰ ἐν Θετταλίᾳ Τέμπη, ἅ ἐστι μὲν μεταξὺ δύο ὀρῶν μεγάλων τῆς τε Ὄσσης καὶ τοῦ Ὀλύμπου, ῥεῖ δὲ δι’ αὐτῶν μέσος ὁ Πηνειός, εἰς ὃν ἅπαντες οἱ κατὰ τὴν Θετταλίαν ποταμοὶ συῤῥέουσι· καὶ παρὰ Φιλίστῳ ἐν μὲν τῇ ὀγδόῃ τὰ περὶ τὴν παρασκευὴν τὴν ἐπὶ Καρχηδονίους Διονυσίου τοῦ τυράννου καὶ τῶν ὅπλων καὶ τῶν νεῶν καὶ τῶν ὀργάνων τὴν ποίησιν, ἐν δὲ τῇ ιαʹ τὰ περὶ τὴν ἐκφορὰν αὐτοῦ καὶ τῆς πυρᾶς τὴν ποικιλίαν. προσωποποιΐας δὲ τί ἂν εἴη παράδειγμα κάλλιον τῆς Ὁμήρου ποιήσεως καὶ τῶν Πλάτωνος καὶ τῶν ἄλλων τῶν Σωκρατικῶν διαλόγων καὶ τῶν Μενάνδρου δραμάτων; ἔχομεν δὲ καὶ Ἰσοκράτους μὲν τὰ ἐγκώμια, Πλάτωνος δὲ καὶ Θουκυδίδου καὶ Ὑπερίδου καὶ Λυσίου τοὺς ἐπιταφίους, καὶ Θεοπόμπου τοῦ Φιλίππου ἐγκώμιον καὶ Ἀλεξάνδρου, καὶ Ξενοφῶντος τὸν Ἀγησίλαον. εἰσὶ δὲ καὶ συγκρίσεις παρὰ τοῖς παλαιοῖς παρά τε Δημοσθένει ἐν τῷ πρὸς Λεπτίνην, ὁπότε βούλεται προκρίνειν Κόνωνα Θεμιστοκλέους, εὕροις δ’ ἂν καὶ παρὰ Ξενοφῶντι ἐν τῷ συμποσίῳ Σωκράτη Καλλίᾳ μαρτυροῦντα, ὡς πολὺ κρείττων ἐστὶν ὁ τῆς ψυχῆς ἢ τοῦ σώματος ἔρως. |
| 69 | παραδείγματα δὲ τῆς τῶν θέσεων γυμνασίας λαβεῖν ἐστι παρά τε Ἀριστοτέλους καὶ Θεοφράστου· πολλὰ γάρ ἐστιν αὐτῶν βιβλία θέσεων ἐπιγραφόμενα. ἤδη δέ τινα καὶ παρὰ ῥήτορσιν εἴρηται θετικὰ κεφάλαια, καὶ δὴ καὶ ὅλοι λόγοι νομίζοιντ’ ἂν σχεδὸν εἶναι θέσεως, ὡς ὅ τε περὶ τῶν ἀνακαλυπτηρίων ἐπιγραφόμενος Λυσίου καὶ ὁ περὶ τῆς ἀμβλώσεως· ἐν μὲν γὰρ θατέρῳ ζητεῖται, εἰ τὰ δοθέντα ἀνακαλυπτήρια γυναικὶ γαμουμένῃ βεβαίως ἔχειν αὐτὴν δεῖ, ἐν θατέρῳ δὲ εἰ τὸ ἔτι ἐγκυούμενον ἄνθρωπός ἐστι, καὶ εἰ ἀνεύθυνα τὰ τῶν ἀμβλώσεων ταῖς γυναιξί, Λυσίου μὲν οὔ φασιν εἶναι τούτους τοὺς λόγους, ὅμως δὲ οὐκ ἀχάριστον τοῖς νέοις γυμνασίας ἕνεκα καὶ τούτοις ἐντυγχάνειν. ἔστι δὲ καὶ ἐν ἑκάστῳ λόγῳ εὑρεῖν θετικὸν κεφάλαιον, οἷον ἐν τῷ Δημοσθένους κατὰ Ὀνήτορος ἐξούλης, εἰ ἀληθεῖς αἱ βάσανοι, καὶ ἐν τῷ παρὰ Αἰσχίνῃ κατὰ Τιμάρχου, εἰ ἀληθεῖς αἱ φῆμαι, καὶ ἄλλα ἄλλοθεν. εὐπορήσομεν δὲ καὶ νόμων ἀνασκευῆς πολλαχοῦ μὲν παρὰ πλείστοις τῶν ῥητόρων, ἐντελέστατα δὲ παρὰ Δημοσθένει ἔν τε τῷ κατὰ Τιμοκράτους καὶ Ἀριστοκράτους καὶ πρὸς Λεπτίνην, κατασκευῶν δὲ παρά τε ἄλλοις καὶ παρὰ Λυσίᾳ ἐν τῷ πρὸς Διοκλέα ὑπὲρ τοῦ κατὰ τῶν ῥητόρων νόμου. καὶ γὰρ εἰ μὴ πάσαις κέχρηνται οἱ παλαιοὶ ταῖς ὑφ’ ἡμῶν παραδεδομέναις ἀφορμαῖς τῷ μὴ πρὸς γυμνασίαν ἀλλὰ πρὸς ἀγῶνας τοὺς λόγους πεποιῆσθαι, ἀλλ’ ὅμως τήν γε ὅλην διάθεσιν ἐμφαίνουσι τῶν τοιούτων λόγων. ὅτι δὲ οὐδὲ τῆς παραφράσεως ἠμέλουν οἱ παλαιοί, δῆλον ἐκ τῶν μικρὸν ἔμπροσθεν εἰρημένων. πολλὰ δέ ἐστι καὶ ἐξειργασμένα μᾶλλον παρὰ ἑτέροις αὐτῶν· τὸ γοῦν Κυλώνειον ἄγος μᾶλλον [δὲ] Ἡροδότου καὶ Εὔφρονος ἐξείργασται Θουκυδίδῃ, καὶ Δημοσθένης δὲ μᾶλλον Ὑπερίδου τὴν γεγενημένην Ἀθηναίοις ταραχήν, ὅτε ἧκεν ἑσπέρας ἀγγέλλων τις ὡς τοὺς πρυτάνει ς , ὡς ἡ Ἐλάτεια κατείληπτα ι . |
| 70 | ἔστι δὲ καὶ ἱστορίας καὶ ὅλους λόγους ἀλλήλοις ἀντιπαραβάλλειν σκοποῦντα τὸ ἄμεινον ἐξειργασμένον, οἷον Δημοσθένους μὲν πρὸς τοὺς Ὑπερίδου, Θεοπόμπου δὲ τὰς Ἑλληνικὰς ἱστορίας πρὸς τὰς Ξενοφῶντος. τὴν δὲ ἀντίῤῥησίν ἐστιν εὑρεῖν μάλιστα ἐν τοῖς λόγοις, ἐν οἷς ὁ μὲν κατηγορεῖ, ὁ δὲ ἀπολογεῖται περὶ τῶν κατηγορουμένων, οἷον ἐν τῷ Αἰσχίνου κατὰ Κτησιφῶντος, καὶ Δημοσθένους ὑπὲρ τοῦ στεφάνου, καὶ ἔτι ἐν τῷ ἑκατέρου περὶ τῆς παραπρεσβείας. εὕροις δ’ ἂν καὶ ἐν ἱστορίαις παρὰ Θουκυδίδῃ, ἐν μὲν τῇ πρώτῃ Κορινθίων ἐστὶν ἀντιλογία πρὸς Κερκυραίους, ἐν δὲ τῇ τρίτῃ Διοδότου καὶ Κλέωνος· παρὰ δὲ Πλάτωνι καὶ τὴν ἐξεργασίαν καὶ τὴν ἀντίῤῥησιν ἐπὶ τῶν πραγμάτων ἐστὶν ἰδεῖν· ἐν μέν γε τῷ Φαίδρῳ εἰς τὴν αὐτὴν ὑπόθεσιν τῷ Λυσίᾳ εἰπὼν ἑξῆς ἀμφοτέροις τοῖς λόγοις ἀντιλέγει, τῷ τε αὑτοῦ καὶ τῷ Λυσίου, ἐν δὲ τῇ πολιτείᾳ καταρχὰς διὰ τῶν περὶ τὸν Γλαύκωνα καὶ Ἀδείμαντον συναγορεύσας τῷ Θρασυμάχῳ περὶ τῆς δικαιοσύνης, μετὰ ταῦτα εὐθὺς ἀπολογεῖται πρὸς πᾶσαν τὴν κατηγορίαν. ταῦτα μὲν οὖν παρεθέμην, οὐ νομίζων μὲν ἅπαντα εἶναι πᾶσιν ἀρχομένοις ἐπιτήδεια, ἀλλ’ ἵνα ἡμεῖς εἰδῶμεν, ὅτι πάνυ ἐστὶν ἀναγκαῖον ἡ τῶν γυμνασμάτων ἄσκησις οὐ μόνον τοῖς μέλλουσι ῥητορεύειν, ἀλλὰ καὶ εἴ τις ἢ ποιητῶν ἢ λογοποιῶν ἢ ἄλλων τινῶν λόγων δύναμιν ἐθέλει μεταχειρίζεσθαι. ἔστι γὰρ ταῦτα οἱονεὶ θεμέλια πάσης τῆς τῶν λόγων ἰδέας, καὶ ὡς ἂν αὐτά τις ὑπάγηται τῇ τῶν νέων ψυχῇ, ἀνάγκη τὸν αὐτὸν τρόπον καὶ τὰ μετὰ ταῦτα συμβαίνειν· διόπερ χρὴ πρὸς τοῖς εἰρημένοις καὶ αὐτὸν τὸν διδάσκαλον ἀνασκευάς τινας καὶ κατασκευὰς [μάλιστα] κάλλιστα ποιησάμενον προστάξαι τοῖς νέοις ἀπαγγεῖλαι, ὅπως τυπωθέντες κατὰ τὴν ἐκείνων ἀγωγὴν μιμήσασθαι δυνηθῶσιν· ἐπειδὰν δὲ γράφειν καὶ αὐτοὶ ἱκανοὶ γένωνται, ὑπαγορευτέον μὲν αὐτοῖς τὴν τάξιν τῶν κεφαλαίων καὶ τῶν ἐπιχειρημάτων, σημαντέον δὲ καὶ τὸν καιρὸν τῆς παρεκβάσεως καὶ τῆς αὐξήσεως καὶ τῶν ἄλλων ἁπάντων, δῆλον δὲ ποιητέον καὶ τὸ ἦθος τοῦ προβλήματος· ἐπιμελητέον δὲ καὶ τῆς συνθέσεως τῶν ὀνομάτων, πάντα διδάσκοντα ἐξ ὧν διαφεύξονται τὸ κακῶς συντιθέναι, καὶ μάλιστα δὲ τὴν ἔμμετρον καὶ ἔνρυθμον λέξιν, ὡς τὰ πολλὰ τῶν Ἡγησίου τοῦ ῥήτορος, καὶ τῶν Ἀσιανῶν καλουμένων ῥητόρων, καί τινα τῶν Ἐπικούρου, οἷά που καὶ πρὸς Ἰδομενέα γράφει· ὦ πάντα τἀμὰ κινήματα τερπνὰ νομίσας ἐκ νέο υ · καὶ τῶν περιφερομένων δ’ ὡς ἐκείνου (ἡμεῖς δ’ οὐδέπω καὶ νῦν αὐτὰ εὑρίσκομεν ἐν τοῖς συγγράμμασιν αὐτοῦ·) λέγε δήμοι Πολύαινε συναπέριμεν μεγάλη χαρὰ γένητα ι . |
| 71 | τὰ οὖν τοιαῦτα καὶ τελέως ἐστὶν ἐπίμεμπτα καὶ πρόδηλον ἔχει τὴν κακίαν τῆς συνθέσεως, συγγνώμης δ’ ἄξιον, ὅταν εἰς ἐκεῖνά τις ἐμπέσῃ ποτὲ τὰ μέτρα, ἅπερ ἔχει ὁμοιότητα πρὸς τὸ πεζόν, οἷόν ἐστι τὸ ἰαμβικόν· διὸ καὶ πάντες οἱ συγγραφεῖς ἄκοντες ἐμπίπτουσιν εἰς τὸ γένος τοῦτο. ὁ γοῦν Ἔφορος ἐν τῷ περὶ λέξεως δι’ αὐτοῦ τοῦ ἀπαγορεύοντος λόγου, μὴ τῇ εὐρύθμῳ χρῆσθαι διαλέκτῳ, εὐθὺς ἐν ἀρχῇ στίχον εἴρηκεν εἰπών· πάλιν δὲ περὶ τῆς ἐνρύθμου διέξειμ ι . περιέχεσθαι δεῖ οὐδὲν ἧττον καὶ τῆς εὐπρεπείας, ὥστε μὴ ἐκ τοῦ εὐθέος γυμνῶσαι τὰ αἰσχρά, περιεσταλμένως δὲ ἀπαγγέλλειν, ὡς Αἰσχίνης εἰς ἀῤῥητοποιΐαν τὸν Δημοσθένην διαβάλλων φησὶν αὐτὸν μὴ καθαρεύειν τὸ σῶμα, μήδ’ ὅθεν τὴν φωνὴν προΐεται. πρὸς δὲ τούτοις χρὴ τὴν ἑρμηνείαν καὶ σαφῆ καὶ ἐναργῆ εἶναι· οὐ γὰρ ἀπαγγεῖλαι μόνον δεῖ, ἀλλὰ καὶ τὸν λόγον ἐνοικειῶσαι τῇ διανοίᾳ τῶν ἀκουόντων, ὥστε γενέσθαι τὸ ὑπὸ Ὁμήρου λεγόμενον, ῥηΐδιόν τι ἔπος ἐρέω καὶ ἐνὶ φρεσὶ θήσω. |
| 72 | ἡ δὲ διόρθωσίς ἐστιν οὐκ ἀπ’ ἀρχῆς πάντα τὰ ἁμαρτήματα περιαιροῦσα, ἀλλ’ ὀλίγα καὶ μάλιστα τὰ πρόδηλα, ὅπως μὴ ἀθύμως ὁ νέος διατεθεὶς δυσέλπιστος εἰς τὰ μετὰ ταῦτα γένηται· ἅμα δὲ ὁ διορθῶν ὑποδεικνύτω, παρὰ τί γέγονε τὸ ἁμάρτημα, καὶ πῶς ἐνδέχεται βέλτιον ποιῆσαι. πολὺ δ’ ὠφελιμώτατον καὶ τὸ προστάττειν τοῖς νέοις γράφειν εἰς τινὰ προβλήματα τῶν ἤδη τοῖς παλαιοῖς ἐξειργασμένων, οἷον τόπον ἢ διήγησιν ἢ ἔκφρασιν ἢ ἐγκώμιον ἢ θέσιν ἤ τι ἄλλο τῶν τοιούτων, μετὰ δὲ ταῦτα ποιῆσαι τοῖς ἐκείνων αὐτοὺς ἐντυγχάνειν, ἵν’ εἰ μὲν ὁμοίως εἶεν γεγραφότες, πεισθῶσιν· εἰ δὲ μή, ἀλλὰ διορθωτὰς ἔχωσιν αὐτοὺς τοὺς παλαιούς. ἐπεὶ δὲ οὐ πάντες πρὸς πάντα πεφύκαμεν, ἀλλ’ οἱ μὲν τῶν παθῶν ἀπολείπονται, περὶ δὲ τὰ ἤθη μᾶλλον κατορθοῦσιν, οἱ δ’ ἀνάπαλιν, οἱ δ’ ἀμφοῖν ὑστεροῦσι, τὰ δὲ ἐνθυμήματα ἄμεινον ἐργάζονται, πειρατέον τὰ μὲν φυσικὰ πλεονεκτήματα αὔξειν, τὰ δὲ ἐλλείποντα ταῖς αὐξήσεσιν ἀναπληροῦν, ἵνα δυνηθῶμεν μὴ μόνον τὰ μεγάλα προβλήματα καλῶς λέγειν ὡς Αἰσχίνης, μηδὲ τὰ μικρὰ ὡς Λυσίας, ἀλλὰ καὶ πρὸς ἀμφότερα παρασκευὴν ἔχωμεν, ὡς Δημοσθένης. ἐπὶ πᾶσι δὲ καὶ τὴν προσήκουσαν ὑπόκρισιν ἑκάστῃ τῶν λόγων ἰδέᾳ πειρατέον ἐκμανθάνειν. ΠΕΡΙ ΜΥΘΟΥ. Μῦθός ἐστι λόγος ψευδὴς εἰκονίζων ἀλήθειαν, εἰδέναι δὲ χρή, ὅτι μὴ περὶ παντὸς μύθου τὰ νῦν ἡ σκέψις ἐστίν, ἀλλ’ οἷς μετὰ τὴν ἔκθεσιν ἐπιλέγομεν τὸν λόγον, ὅτου εἰκών ἐστιν· ἔσθ’ ὅτε μέντοι τὸν λόγον εἰπόντες ἐπεισφέρομεν τοὺς μύθους. |
| 73 | καλοῦνται δὲ Αἰσώπειοι καὶ Λιβυστικοὶ ἢ Συβαριτικοί τε καὶ Φρύγιοι καὶ Κιλίκιοι καὶ Καρικοὶ Αἰγύπτιοι καὶ Κύπριοι· τούτων δὲ πάντων μία ἐστὶ πρὸς ἀλλήλους διαφορά, τὸ προσκείμενον αὐτῶν ἑκάστου ἴδιον γένος, οἷον Αἴσωπος εἶπεν, ἢ Λίβυς ἀνήρ, ἢ Συβαρίτης, ἢ Κυπρία γυνή, καὶ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν ἄλλων· ἐὰν δὲ μηδεμία ὑπάρχῃ προσθήκη σημαίνουσα τὸ γένος, κοινοτέρως τὸν τοιοῦτον Αἰσώπειον καλοῦμεν. οἱ δὲ λέγοντες τοὺς μὲν ἐπὶ τοῖς ἀλόγοις ζώοις συγκειμένους τοιούσδε εἶναι, τοὺς δὲ ἐπ’ ἀνθρώποις τοιούσδε, τοὺς μὲν ἀδυνάτους τοιούσδε, τοὺς δὲ δυνατῶν ἐχομένους τοιούσδε, εὐήθως μοι ὑπολαμβάνειν δοκοῦσιν· ἐν πᾶσι γὰρ τοῖς προειρημένοις εἰσὶν ἅπασαι αἱ ἰδέαι. Αἰσώπειοι δὲ ὀνομάζονται ὡς ἐπίπαν, οὐχ ὅτι Αἴσωπος πρῶτος εὑρετὴς τῶν μύθων ἐγένετο, (Ὅμηρος γὰρ καὶ Ἡσίοδος καὶ Ἀρχίλοχος καὶ ἄλλοι τινὲς πρεσβύτεροι γεγονότες αὐτοῦ φαίνονται ἐπιστάμενοι, καὶ δὴ καὶ Κόννις ὁ Κίλιξ, καὶ Θοῦρος ὁ Συβαρίτης, καὶ Κυβισσὸς ἐκ Λιβύης, μνημονεύονται ὑπό τινων ὡς μυθοποιοί) ἀλλ’ ὅτι Αἴσωπος αὐτοῖς μᾶλλον κατακόρως καὶ δεξιῶς ἐχρήσατο· ὥσπερ Ἀριστοφάνειόν τι μέτρον καὶ Σαπφικὸν καὶ Ἀλκαϊκὸν καὶ ἄλλο ἀπ’ ἄλλου λέγεται, οὐχ ὡς τούτων τῶν ποιητῶν μόνων ἢ πρώτων ἐξευρηκότων τὰ μέτρα, ἀλλ’ ὅτι αὐτοῖς ἐπὶ τὸ πλεῖστον ἐχρήσαντο. προσαγορεύουσι δὲ αὐτοὺς τῶν μὲν παλαιῶν οἱ ποιηταὶ μᾶλλον αἴνους, οἱ δὲ μύθους· πλεονάζουσι δὲ μάλιστα οἱ καταλογάδην συγγεγραφότες τὸ λόγους ἀλλὰ μὴ μύθους καλεῖν, ὅθεν λέγουσι καὶ τὸν Αἴσωπον λογοποιόν. Πλάτων δὲ ἐν διαλόγῳ τῷ περὶ ψυχῆς πῆ μὲν μῦθον, πῆ δὲ λόγον ὀνομάζει· εἴρηται δὲ μῦθος οἷον λόγος τις ὤν, ἐπεὶ καὶ μυθεῖσθαι τὸ λέγειν ἐκάλουν οἱ παλαιοί· αἶνος δὲ ὅτι καὶ παραίνεσίν τινα περιέχει· ἀναφέρεται γὰρ ὅλον τὸ πρᾶγμα εἰς χρησίμην ὑποθήκην· νῦν μέντοι καὶ τὰ αἰνίγματα αἴνους τινὲς καλοῦσι. |
| 74 | καὶ τοῦτο τὸ γύμνασμα· καὶ γὰρ ἀπαγγέλλομεν τὸν μῦθον καὶ κλίνομεν καὶ συμπλέκομεν αὐτὸν διηγήματι, καὶ ἐπεκτείνομεν καὶ συστέλλομεν, ἔστι δὲ καὶ ἐπιλέγειν αὐτῷ τινὰ λόγον, καὶ αὖ λόγου τινὸς προτεθέντος, μῦθον ἐοικότα αὐτῷ συμπλάσασθαι· ἔτι δὲ πρὸς τούτοις ἀνασκευάζομεν καὶ κατασκευάζομεν. τὴν μὲν ἀπαγγελίαν ἥτις ἐστί, καὶ ἐν τῷ περὶ τῆς χρείας δεδηλώκαμεν, ἐν δὲ τοῖς μύθοις ἁπλουστέραν τὴν ἑρμηνείαν εἶναι δεῖ καὶ προσφυῆ, καὶ ὡς δυνατόν, ἀκατάσκευόν τε καὶ σαφῆ· διὸ καὶ προεκμανθάνειν δεῖ, ὅσους καὶ παρὰ τοῖς παλαιοῖς ἐστιν εὑρεῖν οὕτως ἀπηγγελμένους· χρήσιμον δὲ καὶ τὸ ὁλοκλήρου τινὸς εἰρημένου μύθου ἐθισθῆναι τὸν μανθάνοντα χαριέντως ἐκ τῶν μύθων ἄρξασθαι, ὥσπερ Ἡσίοδος· ὧδ’ ἵρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον· ἐκ μὲν γὰρ τῶν ἐπενεχθέντων, ἄφρων δ’ ὅς κ’ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν, δηλοῦται, ὅτι ἄρα ἤριζεν ἀηδὼν πρὸς ἱέρακα· κἄπειτα ἀγανακτήσας ὁ ἱέραξ καὶ συναρπάσας αὐτὴν οὕτω τάδε εἶπε. κλιτέον δὲ τοὺς μύθους καὶ τὴν χρείαν εἴς τε τοὺς ἀριθμοὺς καὶ τὰς πλαγίας πτώσεις, μάλιστα δὲ ἐμμελετητέον ταῖς αἰτιατικαῖς, ὅτι καὶ οἱ παλαιοὶ τοὺς πλείστους τῶν μύθων οὕτως ἀπήγγειλαν, καὶ μάλα ὀρθῶς, ὥς φησιν Ἀριστοτέλης· οὐ γὰρ ἐκ τοῦ αὑτῶν προσώπου λέγουσιν, ἀλλ’ ἐπὶ τὸ ἀρχαῖον ἀναφέρουσιν, ἵνα παραμυθήσωνται τὸ δοκεῖν ἀδύνατα λέγειν. οὐκ ἀεὶ δὲ χρὴ καθάπερ ἠναγκασμένῳ τινὶ ἕπεσθαι νόμῳ τῇ τῆς προκειμένης πτώσεως ἀκολουθίᾳ, ἀλλ’ ἔνια προσακτέον, καὶ μικτῷ τρόπῳ χρῆσθαι, ὡς προκεῖσθαι μὲν ἄλλην τινὰ πτῶσιν, μεταβεβληκέναι δὲ ἐν τοῖς ἑξῆς εἰς ἑτέραν· ἐπιτερπέστερον γὰρ τούτου τὸ καὶ ποικίλον· ὁποῖός ἐστι καὶ παρὰ τῷ Σωκρατικῷ Φαίδωνι μῦθος ἐν τῷ Ζωπύρῳ· τὴν μὲν γὰρ ἀρχὴν ἀπὸ τῆς αἰτιατικῆς ἔχει. |
| 75 | φασὶ τοίνυ ν , ὦ Σώκρατε ς , τὸν νεώτατον βασιλέως υἱὸν χαρίσασθαί τινι λέοντος σκύμνο ν · μικρὸν δὲ ὑποβὰς μετέβαλεν εἰς τὴν εὐθεῖαν οὕτω· καί μοι δοκεῖ ὁ λέων σύντροφος ὢν τῷ παιδὶ νεανίσκῳ ἤδη ὄντι ἀκολουθεῖν ὅπου βαδίζο ι , ὥστε οἵ γε Πέρσαι ἐρᾶν ἔφασαν τοῦ παιδὸς αὐτό ν , καὶ τὰ ἑξῆς. συμπλέκομεν δὲ ὧδε· ἐκθέμενοι τὸν μῦθον ἐπιφέρομεν διήγημα, ὡς ἔοικεν, ἢ ἀνάπαλιν τὸ μὲν διήγημα πρότερον, ὕστερον δὲ τὸν μῦθον, οἷον πεπλασμένον, ὅτι κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τῶν ὤτων ἐστερήθη· τοῦτο προειπόντες ἐποίσομεν τὸ διήγημα τοῦτον τὸν τρόπον· παραπλήσιόν μοι δοκεῖ τι παθεῖν τῇ καμήλῳ ταύτῃ καὶ Κροῖσος ὁ Λυδός, καὶ ὅλον ἐφεξῆς τὸ διήγημα τὸ περὶ αὐτόν. ἐπεκτείνομεν δὲ τὰς ἐν τῷ μύθῳ προσωποποιΐας μηκύνοντες, καὶ ποταμὸν ἤ τι τῶν τοιούτων ἐκφράζοντες· τὸ ἐναντίον δὲ ποιοῦντες συστέλλομεν. ἐπιλέγομεν δὲ ὧδε, ὅταν μύθου ῥηθέντος ἐοικότα τινὰ γνωμικὸν αὐτῷ λόγον ἐπιχειρῶμεν κομίζειν, οἷον κύων παρὰ ποταμόν τινα φέρων κρέας, καὶ κατὰ τοῦ ὕδατος τὴν αὐτοῦ σκιὰν θεασάμενος, οἰηθεὶς ἕτερον εἶναι κύνα μεῖζον κρέας ἔχοντα, ὃ μὲν εἶχεν ἀπέβαλεν, ἁλόμενος δὲ εἰς τὸν ποταμὸν ὡς ἁρπάσων, ὑποβρύχιος ἐγένετο. τὸν λόγον δὲ οὕτως ἐποίσομεν· ὅτι ἄρα πολλάκις οἱ τῶν μειζόνων ὀρεγόμενοι καὶ ἑαυτοὺς πρὸς αὐτοῖς τοῖς ὑπάρχουσιν ἀπολλύουσιν. γένοιντο δ’ ἂν καὶ ἑνὸς μύθου πλείονες ἐπίλογοι, ἐξ ἑκάστου τῶν ἐν τῷ μύθῳ πραγμάτων τὰς ἀφορμὰς ἡμῶν λαμβανόντων, καὶ ἀνάπαλιν ἑνὸς ἐπιλόγου πάμπολλοι μῦθοι ἀπεικασμένοι αὐτῷ. τὴν γὰρ τοῦ ἐπιλόγου δύναμιν ἁπλῆν προτείναντες προστάξομεν τοῖς νέοις μῦθόν τινα πλάσαι τῷ προτεθέντι πράγματι οἰκεῖον· προχείρως δὲ τοῦτο ποιεῖν δυνήσονται πολλῶν ἐμπλησθέντες μύθων, τοὺς μὲν ἐκ τῶν παλαιῶν συγγραμμάτων ἀνειληφότες, τοὺς δὲ καὶ αὐτοὶ μόνον ἀκούσαντες, τοὺς δὲ καὶ παρ’ ἑαυτῶν ἀναπλάσαντες. |
| 76 | ἀνασκευάσομεν δὲ καὶ κατασκευάσομεν τοῦτον τὸν τρόπον· ἐπεὶ γὰρ καὶ αὐτὸς ὁ μυθοποιὸς ὁμολογεῖ καὶ ψευδῆ καὶ ἀδύνατα συγγράφειν, πιθανὰ δὲ καὶ ὠφέλιμα, ἀνασκευαστέον μὲν δεικνύντας, ὅτι ἀπίθανα καὶ ἀσύμφορα λέγει· κατασκευαστέον δὲ ἐκ τῶν ἐναντίων· ταῦτα γάρ ἐστι τὰ ἀνωτάτω κεφάλαια, εἰς ἃ τὰ κατὰ μέρος ἐμπίπτει. τὸ μὲν οὖν προοίμιον πρόσφορον εἶναι δεῖ τῷ μύθῳ· μετὰ δὲ τὸ προοίμιον ἐκθέσθαι δεῖ τὸν μῦθον, ἐνίοτε δὲ καὶ παρατίθεσθαι, ὅπερ ἐν ὑποθέσει οὐκ ἀναγκαῖον ἀεὶ διηγεῖσθαι· ἔπειτα δὲ μεταβαίνειν ἐπὶ τὴν ἐπιχείρησιν καὶ ἀνασκευάζειν τῶν εἰρημένων ἕκαστον ἐν μέρει, ἀπὸ τῶν πρώτων ἀρξαμένους, καὶ πρὸς ἕκαστον μέρος τοῦ μύθου ἐφ’ ἑκάστου τόπου λόγων εὐπορεῖν πειρωμένους· ληπτέον δὲ τὰ ἐπιχειρήματα ἐκ τόπων τῶνδε, ἐκ τοῦ ἀσαφοῦς, ἐκ τοῦ ἀπιθάνου, ἐκ τοῦ ἀπρεποῦς, ἐκ τοῦ ἐλλιποῦς, ἐκ τοῦ πλεονάζοντος, ἐκ τοῦ ἀσυνήθους, ἐκ τοῦ μαχομένου, ἐκ τῆς τάξεως, ἐκ τοῦ ἀσυμφόρου, ἐκ τοῦ ἀνομοίου, ἐκ τοῦ ψευδοῦς. ἀσάφεια μὲν οὖν γίνεται ἤτοι δι’ ἓν ὄνομα ἢ καὶ πλείονα· δι’ ἓν μὲν ὅταν τις ὀνόμασι χρήσηται ἢ παρὰ τὰ εἰωθότα ἢ ὁμωνύμως, διὰ πλείω δὲ ὅταν δυνατὸν ᾖ μηδενὸς μήτε προστιθεμένου μήτε ἀφαιροῦντος πολλαχῶς ἐκδέχεσθαι τὸ εἰρημένον, οἷον ἐγώ ς’ ἔθηκα δοῦλον ὄντ’ ἐλεύθερον. οὐ γὰρ σαφές, πότερον ἐλεύθερον ἔθηκεν ἀντὶ δούλου, ἢ δοῦλον ἀντ’ ἐλευθέρου. ἀκριβέστερον δὲ μικρὸν ὕστερον περὶ τῆς σαφηνείας ἐν τῷ περὶ διηγήματος ῥηθήσεται. τὸ δὲ ἀπίθανόν ἐστι τὸ δυνατὸν μὲν γενέσθαι ἢ λελέχθαι, ἀπιστούμενον δὲ εἰ γέγονεν ἢ εἴρηται ἤτοι διὰ πρόσωπον, ἐφ’ ὃ ἡ πρᾶξις ἢ ὁ λόγος ἀναφέρεται, ἢ διὰ τὸν τόπον, ἐν ᾧ λέγεται γενέσθαι τι ἢ εἰρῆσθαι, ἢ διὰ τὸν χρόνον, καθ’ ὃν λέγεταί τι γενέσθαι ἢ λελέχθαι, ἢ διὰ τὸν τρόπον τῆς πράξεως ἢ τοῦ λόγου, ἢ διὰ τὴν αἰτίαν τῶν αὐτῶν τούτων λεγόντων ἡμῶν ὅτι οὐκ εἰκός ἐστι τῷ τοιούτῳ τόδε τι πρᾶξαι ἢ τόδε τι εἰπεῖν, ἐν τούτῳ τῷ τόπῳ, ἢ κατὰ τοῦτον τὸν [τόπον ἢ] χρόνον, ἢ τοῦτον τὸν τρόπον, ἢ διὰ ταύτην τὴν αἰτίαν. |
| 77 | ὁ αὐτὸς δὲ λόγος ἐστὶ καὶ περὶ τοῦ ἀπρεποῦς. τὸ δ’ ἐλλιπὲς τὸ πλεονάζον ἐστίν, ὅταν τι τῶν ῥηθήσεσθαι δυναμένων παραλίπῃ, ἢ εἴπῃ τι μηδὲν ὄν, οἷον ἢ πρόσωπον ἢ πρᾶγμα ἢ χρόνον ἢ τόπον ἢ τρόπον ἢ αἰτίαν ἤ τι τῶν τοιούτων. τὸ δὲ ἀσυνηθές ἐστι τὸ παρὰ τὴν πεπιστευμένην ἱστορίαν, ἢ τὸ παρὰ τὰς κοινὰς ὑπολήψεις λεγόμενον, οἷον εἴ τις τοὺς ἀνθρώπους μὴ πεπλάσθαι εἴποι ὑπὸ τοῦ Προμηθέως, ἀλλ’ ὑπ’ ἄλλου τινὸς τῶν θεῶν, ἢ τὸν ὄνον φρόνιμον εἴποι, ἢ ἀνόητον τὴν ἀλώπεκα. ὁ δὲ ἐκ τοῦ μαχομένου τόπος τοιοῦτός ἐστιν, ὅταν δείξωμεν αὐτὸν ἑαυτῷ μαχόμενον τὸν μυθογράφον· τούτῳ δὲ χρηστέον οὐκ ἐν ἀρχῇ, ἀλλ’ ὅταν τι τῶν μέσων ἢ τελευταίων ἀνασκευάζωμεν, ἔπειτα καὶ ἐναντίον αὐτὸ δεικνύωμεν τοῖς προειρημένοις. ἀπό γε μὴν τῆς τάξεως ἐπιχειρήσομεν ἐλέγχοντες, ἃ μὲν ἔδει πρῶτον ἐν τῷ μύθῳ ῥηθῆναι, οὐκ ἐν πρώτοις ἀπηγγελμένα· ἃ δὲ ἐπὶ τελευτῆς, ἀλλαχοῦ προκείμενα· καὶ ὅλως ἕκαστον ὡς ἂν δυνώμεθα, οὐ κατὰ τὴν προσήκουσαν τάξιν εἰρημένον. καὶ μὴν καὶ ὁ ἐκ τοῦ ἀσυμφόρου τόπος σαφής ἐστιν, ᾧ καὶ μᾶλλον χρησόμεθα εἰς ἀνασκευὴν τοῦ ἐπιλόγου. οἱ δὲ ἐκ τοῦ ἀνομοίου καὶ τοῦ ψευδοῦς μόνον εἰσὶ τοῦ ἐπιλόγου ἀνασκευαστικοί· ἐκ μὲν οὖν τοῦ ἀνομοίου, ἐπειδὰν τὰ ἐν τῷ μύθῳ κατὰ μηδὲν ἢ μὴ πάντη τῷ ἐπιλόγῳ προσεοικότα ὑπάρχῃ· ἐκ δὲ τοῦ ψευδοῦς, ὅταν μὴ κατὰ πᾶν συμβαίνῃ, ὥς φησιν ὁ μυθογράφος, ὅτι οἱ τῶν πλειόνων ὀρεγόμενοι καὶ τῶν ὄντων στερίσκονται· οὐ γὰρ ἀεὶ τοῦτο ἀληθές ἐστιν. |
| 78 | ἐκ δὲ τῶν ἐναντίων τόπων κατασκευάσομεν. ἀνακεφαλαιοῦσθαι δὲ χρή, ὅταν πολλαὶ καὶ ἰσχυραὶ ὦσιν ἀνασκευαὶ καὶ κατασκευαί, ἐπεὶ ὅταν ὀλίγαι καὶ ἀσθενεῖς, οὐ παραληπτέον τὴν ἀνακεφαλαίωσιν. χρησόμεθα δὲ ἐνταῦθα καὶ τῷ διασύρειν, καὶ αὐξήσεσιν ἢ μειώσεσιν, καὶ παρεκβάσεσι, καὶ ἤθεσι καὶ ἁπλῶς πάσαις ταῖς τῶν λόγων ἰδέαις· καθάπερ γὰρ εἴπομεν, σμικρὸν διαλλάττει τὸ γύμνασμα τοῦτο δικανικῆς ὑποθέσεως. οἱ δ’ αὐτοὶ τόποι χρήσιμοι καὶ πρὸς τὴν τῶν διηγημάτων ἀνασκευήν τε καὶ κατασκευήν. ΠΕΡΙ ΔΙΗΓΗΜΑΤΟΣ. Διήγημά ἐστι λόγος ἐκθετικὸς πραγμάτων γεγονότων ἢ ὡς γεγονότων. στοιχεῖα δὲ τῆς διηγήσεώς εἰσιν ἕξ, τό τε πρόσωπον, εἴτε ἓν εἴη εἴτε πλείω, καὶ τὸ πρᾶγμα τὸ πραχθὲν ὑπὸ τοῦ προσώπου, καὶ ὁ τόπος ἐν ᾧ ἡ πρᾶξις, καὶ ὁ χρόνος καθ’ ὃν ἡ πρᾶξις, καὶ ὁ τρόπος τῆς πράξεως, καὶ ἕκτον ἡ τούτων αἰτία. τούτων δὲ ὄντων τῶν ἀνωτάτω στοιχείων, ἐξ ὧν συμπληροῦται ἡ τελεία διήγησις, ἐξ ἁπάντων αὐτῶν καὶ τῶν συνεδρευόντων αὐτοῖς συνέστηκεν, ἐλλιπὴς δέ ἐστιν ἥ τινος τούτων ἐπιδέουσα. παρακολουθεῖ δὲ τῷ μὲν προσώπῳ γένος, φύσις, ἀγωγή, διάθεσις, ἡλικία, τύχη, προαίρεσις, πρᾶξις, λόγος, θάνατος, τὰ μετὰ θάνατον. τῷ δὲ πράγματι μέγα ἢ σμικρόν, κινδυνῶδες ἢ ἀκίνδυνον, δυνατὸν ἢ ἀδύνατον, ῥᾴδιον ἢ δυσχερές, ἀναγκαῖον ἢ οὐκ ἀναγκαῖον, συμφέρον ἢ ἀσύμφορον, δίκαιον ἢ ἄδικον, ἔνδοξον ἢ ἄδοξον. τῷ δὲ χρόνῳ παρέπεται τὸ παρεληλυθός, τὸ ἐνεστός, τὸ μέλλον, τί πρῶτον ἢ δεύτερον καὶ τὰ ἑξῆς, ἢ τί τῷ καθ’ ἡμᾶς βίῳ πρέπει, τί τῷ παλαιῷ, ἐπὶ πᾶσιν αἱ προθεσμίαι, ἃς κατὰ κοινὸν ἢ κατ’ ἰδίαν ἄνθρωποι συντίθενται· ἔπειτα χειμῶνος ὄντος ἢ ἔαρος, θέρους ἢ μετοπώρου, νυκτὸς οὔσης ἢ μεθ’ ἡμέραν, ἐκκλησίας οὔσης ἐγένετο τὸ πρᾶγμα ἢ πομπῆς ἢ ἑορτῆς· καὶ πότερον γάμων ὄντων, ἢ φίλων ὑποδοχῆς, ἢ πένθους, ἢ τοιαύτης βιωτικῆς περιστάσεως. |
| 79 | τῷ δὲ τόπῳ παρακολουθεῖ μέγεθος, διάστημα, γειτνιῶσα πόλις ἢ χώρα, ἱερὸς ἦν ὁ τόπος ἢ βέβηλος, ἴδιος ἢ ἀλλότριος, ἔρημος ἢ οἰκούμενος, ὀχυρὸς ἢ ἐπισφαλής, πεδινὸς ἢ ὀρεινός, ἄνυδρος ἢ κάθυγρος, ψιλὸς ἢ δενδρώδης, καὶ πάντα τὰ παραπλήσια. τῷ δὲ τρόπῳ ἀκουσίως ἢ ἑκουσίως· ἑκάτερον δὲ εἰς τρία διαιρεῖται, τὸ μὲν ἀκούσιον εἰς ἄγνοιαν καὶ τύχην καὶ ἀνάγκην, τὸ δὲ ἑκούσιον, πότερον βίᾳ γέγονεν ἢ λάθρα ἢ ἀπάτῃ. τῇ δὲ αἰτίᾳ τῶν πράξεων παρέπεται, πότερον ἕνεκεν ἀγαθῶν κτήσεως γέγονεν ἢ χάριν κακοῦ ἀπαλλαγῆς, ἢ διὰ φιλίαν, ἢ διὰ γυναῖκα, ἢ τέκνων χάριν, ἢ διὰ τὰ πάθη θυμόν, ἔρωτα, μῖσος, φθόνον, ἔλεον, μέθην, καὶ τὰ τούτοις ὅμοια. Ἀρεταὶ δὲ διηγήσεως τρεῖς, σαφήνεια, συντομία, πιθανότης. διὸ μάλιστα μέν, εἰ δυνατόν ἐστιν, ἁπάσας τὰς ἀρετὰς ἔχειν δεῖ τὴν διήγησιν· ἐὰν δὲ τοῦτο ἀμήχανον εἴη, τὸ μὴ ἐναντίαν εἶναί πως τὴν συντομίαν τῇ τε σαφηνείᾳ καὶ τῇ πιθανότητι, τοῦ κατεπείγοντος μᾶλλον στοχαστέον, οἷον, εἰ μὲν εἴη τὸ πρᾶγμα φύσει περισκελές, ἐπὶ τὴν σαφήνειαν ἰτέον καὶ πιθανότητα· εἰ δὲ ἁπλοῦν καὶ μὴ πολύπλοκον, ἐπὶ τὴν συντομίαν καὶ τὴν πιθανότητα. δεῖ γὰρ ἔχεσθαι ἀεὶ τοῦ πιθανοῦ ἐν τῇ διηγήσει· τοῦτο γὰρ αὐτῆς μάλιστα ἴδιον ὑπάρχει· καὶ τούτου μὴ προσόντος αὐτῇ, ὅσῳ ἂν μᾶλλον σαφὴς καὶ σύντομος ᾖ τοσούτῳ ἀπιστοτέρα τοῖς ἀκούουσι καταφαίνεται. ἐὰν δὲ τὸ πρᾶγμα φύσει πιθανὸν ᾖ, χρηστέον πῆ μὲν τῇ συντομίᾳ, τὸ δὲ πλεῖστον τοῖς κατασκευάζουσι καὶ εἰς πιθανότητα ἄγουσι τὸ προκείμενον· ἔτι δὲ τὰ μὲν λυπήσοντα τοὺς ἀκουσομένους συντομώτατα διηγητέον, ὡς Ὅμηρος, κεῖται Πάτροκλο ς . |
| 80 | τοῖς δὲ εὐφραίνουσιν ἐνδιατριπτέον, ὥσπερ ὁ αὐτὸς ποιητὴς τοῖς Φαίαξιν οὖσιν φιλομύθοις πεποίηκε τὸν Ὀδυσσέα μετὰ πολλῆς ἀκριβείας καὶ σχολῆς τὰ καθ’ ἑαυτὸν διηγούμενον. Σαφὴς δὲ ἡ διήγησις γίνεται διχόθεν, ἐξ αὐτῶν τῶν ἀπαγγελλομένων πραγμάτων, καὶ ἐκ τῆς λέξεως τῆς ἀπαγγελίας, ἧς τὰ πράγματα. ἐκ μὲν οὖν τῶν πραγμάτων, ὅταν λεγόμενα τὰ πράγματα μὴ τὴν κοινὴν ἐκφεύγῃ διάνοιαν, οἷα τὰ ἐν τῇ διαλεκτικῇ καὶ τὰ ἐν γεωμετρίᾳ, ἢ ὅταν μὴ πολλὰ ὁμοῦ διηγῆταί τις, ἀλλὰ καθ’ ἕκαστον εἰς τέλος προάγῃ, ὅπερ ἐγκαλοῦσί τινες τῷ Θουκυδίδῃ· διελὼν γὰρ ἱστορίας κατὰ θέρη καὶ χειμῶνας πολλάκις ἀναγκάζεται, πρὶν τελεσθῇ τὸ ὅλον πρᾶγμα, μεταβαίνειν ἐφ’ ἕτερόν τι γεγονὸς ὑπὸ τὸν αὐτὸν καιρόν· εἶτα τὸ ὑπόλοιπον τοῦ πράγματος ἐφ’ ἑτέρου χειμῶνος ἢ θέρους πραχθὲν διηγεῖται· ἐνίοτε δὲ καὶ τρίτου καὶ τετάρτου [καιροῦ] ἐδεήθη, μέχρις ἂν εἰς τέλος προέλθῃ τοῦ πράγματος, οὗπερ ἐξ ἀρχῆς διηγεῖτο, ἀεὶ τὰ καθ’ ἕκαστον καιρὸν γινόμενα συναναλαμβάνων τῇ πρώτῃ διηγήσει, ὥστε ἅμα μὲν ἀσαφῆ, ἅμα δὲ δυσμνημόνευτα γενέσθαι τὰ πράγματα. φυλακτέον δὲ καὶ τὸ μὴ συγχεῖν τοὺς χρόνους καὶ τὴν τάξιν τῶν πραγμάτων, ἔτι τε καὶ τὸ δὶς τὰ αὐτὰ λέγειν· οὐδὲν γὰρ ἧττον τῶν ἄλλων καὶ τοῦτο συγχεῖ τὴν διάνοιαν. παραιτητέον δὲ καὶ τὸ παρεκβάσεις ἐπεμβάλλεσθαι μεταξὺ διηγήσεως μακράς. οὐ γὰρ ἁπλῶς χρὴ πᾶσαν παραιτεῖσθαι, καθάπερ ὁ Φίλιστος· ἀναπαύει γὰρ τὴν διάνοιαν τῶν ἀκροατῶν, ἀλλὰ τὴν τηλικαύτην τὸ μῆκος, ἥτις ἀπαλλοτριοῖ τὴν διάνοιαν τῶν ἀκροωμένων, ὥστε δεῖσθαι πάλιν ὑπομνήσεως τῶν προειρημένων, ὡς Θεόπομπος ἐν ταῖς Φιλιππικαῖς. |
| 81 | δύο γάρ που καὶ τρεῖς καὶ πλείους ἱστορίας ὅλας κατὰ παρέκβασιν εὑρίσκομεν, ἐν αἷς οὐχ ὅπως Φιλίππου, ἀλλ’ οὐδὲ Μακεδόνος τινὸς ὄνομά ἐστιν. ἀσαφὴς δὲ γίνεται διήγησις παρὰ τὴν ἔλλειψιν ὧν ἐχρῆν ἀναγκαίως μνήμην ποιήσασθαι, καὶ παρὰ τὴν τῶν ἀποκεκρυμμένων ἱστοριῶν ἀλληγορίαν. Κατὰ δὲ τὴν λέξιν φυλακτέον τῷ σαφηνίζοντι τὸ ποιητικὰ ὀνόματα λέγειν καὶ πεποιημένα καὶ τροπικὰ καὶ ἀρχαῖα καὶ ξένα καὶ ὁμώνυμα. ποιητικὰ μὲν οὖν ἐστιν, ὅσα τινὸς ἐξηγήσεως δεῖται, οἷον κρήγυο ν , ἀντιφερίζει ν , μάρνασθαι καὶ τὰ τοιαῦτα. πεποιημένα δὲ οἷον κέλαδος, κόναβος, κελαρύζειν καὶ τὰ τοιαῦτα. τροπικὰ δὲ οἷον, τεῖχος τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς. διὰ γὰρ τῆς τροπῆς ταύτης ἐσήμανεν ὁ Πύθιος τοῖς Ἀθηναίοις, ἐκλιπόντας τὴν πόλιν εἰς τὰς ναῦς ἐμβῆναι, καὶ ταύταις οἷον τείχει χρήσασθαι. ἀρχαῖα δὲ τὰ πάλαι μὲν συνήθη, νῦν δὲ ἐκλελοιπότα, ὡς λέγει Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους περὶ τοῦ Δράκοντος νόμου τὸ δὲ μη δ ’ ἀποινᾶν μὴ χρήματα πράττεσθα ι · τὰ γὰρ χρήματα ἄποινα ὠνόμαζον οἱ παλαιο ί . ξένα δὲ τὰ ἑτέροις μὲν ἐπιχώρια, τοῖς δὲ ἄλλοις οὐ συνήθη, ὡς εἴ τις ἀγορὰν ὀνομάζει τὸν λιμένα, καθάπερ Θετταλοί, ἢ κλεινὸν ἀντὶ τοῦ ἐρωμένου, ὡς Κρῆτες. ὁμώνυμα δέ ἐστιν, ὧν φωνὴ μὲν καὶ ὄνομα τὸ αὐτό, ἕτερον δὲ τὸ σημαινόμενον ὑπὸ τῆς φωνῆς, οἷον παῖς· σημαίνει γὰρ καὶ τὸν υἱὸν καὶ τὸν καθ’ ἡλικίαν παῖδα καὶ τὸν δοῦλον. Ἀσαφῆ δὲ τὴν ἑρμηνείαν ποιεῖ καὶ ἡ λεγομένη ἀμφιβολία πρὸς τῶν διαλεκτικῶν, παρὰ τὴν κοινὴν τοῦ ἀδιαιρέτου τε καὶ διῃρημένου, ὡς ἐν τῷ ΑΥΛΗΤΡΙΣ πεσοῦσα δημοσία ἔστω· ἓν μὲν γάρ τί ἐστι τὸ ὑφ’ ἓν καὶ ἀδιαίρετον, αὐλητρὶς ἔστω πεσοῦσα δημοσία, ἕτερον δὲ τὸ διῃρημένον, αὐλὴ τρὶς πεσοῦσα ἔστω δημοσία. |
| 82 | ἔτι δὲ καὶ ὅταν τι μόριον ἄδηλον ᾖ, μετὰ τίνος συντέτακται, οἷον ΟΥΚΕΝΤΑΥΡΟΙΣ ὁ Ἡρακλῆς μάχεται· σημαίνει γὰρ δύο, οὐχὶ κενταύροις ὁ Ἡρακλῆς μάχεται, καὶ οὐχὶ ἐν ταύροις ὁ Ἡρακλῆς μάχεται. ὁμοίως δὲ ἀσαφὴς γίνεται φράσις καὶ ὅταν τι σημαῖνον μόριον ἄδηλον ᾖ, μετὰ τίνος συντέτακται, οἷον οἱ δὲ καὶ ἀχνύμενοί περ ἐπ’ αὐτῷ ἡδὺ γέλασσαν. ἀμφίβολον γὰρ πότερον ἐπὶ τῷ Θερσίτῃ ἀχνύμενοι, ὅπερ ἐστὶ ψεῦδος, ἢ ἐπὶ τῇ καθολκῇ τῶν νεῶν· καὶ πάλιν, δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ’ Ἀθήνη θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα. πότερον τὸν δῆμον ἢ τὸν Ἐρεχθέα φησὶν ὑπὸ τῆς Ἀθηνᾶς τραφῆναι καὶ τεκεῖν τὴν γῆν. παρὰ ταύτην δὲ τὴν ἀμφιβολίαν τὰ Ἡρακλείτου τοῦ φιλοσόφου βιβλία σκοτεινὰ γέγονε κατακόρως αὐτῇ χρησαμένου ἤτοι ἐξεπίτηδες, ἢ καὶ δι’ ἄγνοιαν. παρατηρητέον δὲ καὶ τὸ μὴ ὑπερβατοῖς χρῆσθαι, οἷά ἐστι τὰ πολλὰ τῶν Θουκυδίδου· οὐ γὰρ καθόλου τὸ τῶν ὑπερβατῶν γένος ἀποδοκιμάζομεν· ποικίλη γὰρ διὰ τούτου καὶ οὐκ ἰδιωτικὴ γίνεται ἡ φράσις· μηδὲ μεταξυλογίαις, καὶ ταύταις διὰ μακροῦ· τὰ γὰρ ἐγγὺς λαμβάνοντα τὴν ἀπόδοσιν οὐ λυπεῖ τοὺς ἀκροατάς. καὶ μέντοι καὶ τὸ ἐλλείπειν τινὰ ὀνόματα πρὸς τὴν σαφήνειαν ἐναντίον ἐστί. παραφυλακτέον δὲ καὶ τὸ παραλλήλους τιθέναι τὰς πτώσεις ἐπὶ διαφόρων προσώπων· ἀμφίβολον γὰρ γίνεται τὸ ἐπὶ τίνα φέρεσθαι, οἷον ἐπὶ μὲν τῆς αἰτιατικῆς, ἐφ’ ἧσπερ καὶ μόνης τῶν πτώσεων πολλοὶ γίνεσθαι τὴν ἀμφιβολίαν νομίζουσιν, ὡς παρὰ Δημοσθένει κατὰ Μειδίου, ἴσασιν Εὐαίωνα πολλοὶ τὸν Λεωδάμαντος ἀδελφὸν ἀποκτείναντα Βοιωτὸν ἐν δείπν ῳ · ἄδηλον γὰρ πότερον Εὐαίων ἀπέκτεινε Βοιωτὸν ἢ Βοιωτὸς Εὐαίωνα, ὅπερ ἐστὶ ψεῦδος· ἀλλὰ καὶ ὁ Λεωδάμαντος ἀδελφὸς πότερον Εὐαίων ἐστὶν ἢ Βοιωτός; ἐπὶ δὲ τῆς εὐθείας, ὡς παρ’ Ἡροδότῳ ἐν τῇ πρώτῃ· εἰσὶ δὲ καὶ Αἰγύπτιοι Κολχο ί · ἄδηλον γὰρ πότερον οἱ Αἰγύπτιοι Κολχοί εἰσιν ἢ τοὐναντίον οἱ Κολχοὶ Αἰγύπτιοι. |
| 83 | τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς γενικῆς καὶ δοτικῆς, Κολχῶν δὲ ὄντων Αἰγυπτίων· καί, Κολχοῖς δὲ οὖσιν Αἰγυπτίοις· ἐπὶ μὲν οὖν τῆς αἰτιατικῆς ἀναμφισβήτητόν ἐστιν, ἐπὶ δὲ τῶν ἄλλων πτώσεων φανερόν, ὅτι προσθέσει ἄρθρων οὐκέτι ἀμφίβολος γίνεται ἡ λέξις· εἰσὶ δὲ Αἰγύπτιοι οἱ Κολχοί· δῆλον γὰρ γέγονεν, ὅτι περὶ Κολχῶν λέγει, ὥς εἰσιν Αἰγύπτιοι. Ὁμοίως δὲ ἔσται καὶ σύντομος ἡ διήγησις ἐκ τῶν πραγμάτων καὶ τῆς λέξεως. ἔστι γὰρ ἡ συντομία λόγος τὰ καιριώτατα τῶν πραγμάτων σημαίνων, μήτε προστιθεὶς τὸ μὴ ἀναγκαῖον μήτε ἀφαιρῶν τὸ ἀναγκαῖον κατὰ τὰ πράγματα καὶ τὴν λέξιν. ἐκ μὲν οὖν τῶν πραγμάτων, ὅταν μήτε συλλαμβάνωμεν ἅμα [τὰ] πολλὰ πράγματα, μήθ’ ἑτέροις ἐπεμβάλλωμεν, παραλείπωμέν τε ὅσα συνυπακούεσθαι δοκεῖ, μήτε πόρρωθεν ἀρχώμεθα, μήτε εἰς τὰ παρέλκοντα τὸν λόγον καταναλίσκωμεν, ὡς οἱ μετὰ τὰ πράγματα εἰωθότες διηγεῖσθαι. ταῦτα γὰρ ἂν ἴσως ἱστορίᾳ πρέποι, τό τε μηκύνειν καὶ τὸ πόρρωθεν ἄρχεσθαι καὶ ἐπεξεργάζεσθαί τινα τῶν παρέργων εἶναι δοκούντων. διήγησιν δὲ λέγων τις πρὸς τὸ κεφάλαιον τοῦ ὅλου πράγματος, ὃ προὔθετο, ἀποβλέπειν ὀφείλει τὰ εἰς τοῦτο συντελοῦντα μόνα ἐν τῇ διηγήσει παραλαμβάνων, οἷον ἐπὶ τοῦ Κύλωνος, εἰ μέν τις ἱστορίαν περὶ αὐτοῦ συγγράφει, προσήκει καὶ τίνων προγόνων ἦν καὶ τίνος πατρός τε καὶ μητρὸς καὶ ἄλλα πάμπολλα λέγειν, τό τε ἀγώνισμα, ὃ ἠγωνίζετο ἐν Ὀλυμπίᾳ, καὶ ὅσας νίκας ἀνείλετο, καὶ τὰς Ὀλυμπιάδας ὀνομάζειν ἐφ’ ὧν ἐνίκα· διήγημα δέ τις περὶ αὐτοῦ λέγων οὐδὲν τῶν τοιούτων ἀκριβολογεῖσθαι δίκαιός ἐστι, καθάπερ ἐποίησεν Ἡρόδοτός τε καὶ Θουκυδίδης, ἑκάτερος τὸ Κυλώνειον ἄγος εἰπεῖν προθέμενος. |
| 84 | ἐν δὲ τοῖς κατὰ τὴν λέξιν παρατηρητέον καὶ τὸ μήτε συνωνύμοις χρῆσθαι· τὰ γὰρ τὴν αὐτὴν ἔχοντα δύναμιν ὀνόματα μακρότερον ποιεῖ τὸν λόγον οὐδὲν δέον, ὡς παρὰ Δημοσθένει ἐν τῶν Ὀλυνθιακῶν δευτέρῳ· δαιμονίᾳ τινὶ καὶ θείᾳ παντάπασιν ἔοικεν εὐεργεσί ᾳ · μήτε λόγον ἀντὶ ὀνόματος ποιεῖν, οἷον ἀντὶ τοῦ ἀπέθανεν ἐξέλιπε τὸν βίον, καὶ ὅσα τούτοις ὅμοια. ἔτι δὲ καὶ τὰ συνυπακουόμενα πάντως συμπεριαιρετέον τῷ συντόμως ἀπαγγέλλειν βουλομένῳ, χρηστέον δὲ καὶ τοῖς ἁπλοῖς ὀνόμασι μᾶλλον ἢ τοῖς συνθέτοις, καὶ τοῖς βραχυτέροις μᾶλλον ἢ τοῖς μακροτέροις, ὅταν τὸ αὐτὸ σημαίνωσιν· εὐλαβητέον δὲ ὅμως μὴ λάθῃ τις ἐπιθυμίᾳ συντομίας εἰς ἰδιωτισμὸν ἢ ἀσάφειαν ἐκπεσών. Ὑπέρ γε μὴν τοῦ πιθανὴν εἶναι τὴν διήγησιν παραληπτέον λέξεις μὲν προσφυεῖς τοῖς τε προσώποις καὶ τοῖς πράγμασι καὶ τοῖς τόποις καὶ τοῖς καιροῖς· πράγματα δὲ ὅσα εἰκότα ἐστὶ καὶ ἀλλήλοις ἀκόλουθα. δεῖ δὲ καὶ τὰς αἰτίας βραχέως προστιθέναι τῇ διηγήσει, καὶ τὸ ἀπιστούμενον πιστῶς λέγειν, καὶ ἁπλῶς στοχάζεσθαι προσήκει τοῦ πρέποντος τῷ τε προσώπῳ καὶ τοῖς ἄλλοις στοιχείοις τῆς διηγήσεως κατά τε τὰ πράγματα καὶ κατὰ τὴν λέξιν. παράδειγμα δὲ ἡμῖν ἔσται τὸ ἐν ἀρχῇ τῆς δευτέρας τοῦ Θουκυδίδου περὶ Πλαταιέων καὶ Θηβαίων διήγημα· εἰκὸς γὰρ ἦν τοὺς Θηβαίους ἀεὶ διαφόρους ὄντας τοῖς Πλαταιεῦσι μαθόντας, ὅτι ἔσοιτο πόλεμος, ἐθελῆσαι προκαταλαβεῖν τὴν Πλάταιαν ἔτι ἐν εἰρήνῃ· ταῦτα δὲ βουλευσαμένους ἐκ μὲν τοῦ φανεροῦ μὴ ἐπιχειρεῖν, νυκτὶ δὲ ἀσελήνῳ ἐπιχειρῆσαι, καὶ πρὸς τούτοις ἔχειν τινὰς Πλαταιέων, οἳ καὶ ἀνοίξουσιν αὐτοῖς τὰς πύλας μηδεμιᾶς φυλακῆς προκαθεστηκυίας διὰ τὰς σπονδάς, τούς τε προδιδόντας ἰδίου ἕνεκα ἐχθροῦ πρός τινας τῶν πολιτῶν, οὓς ᾤοντο διαφθεῖραι τούτων γινομένων, ἀλλὰ μὴ [τὸ] τοὺς Θηβαίους προδεδωκέναι. |
| 85 | πιθανὸν δὲ τὸ μὲν αἰσθανομένους τοὺς Πλαταιέας προκατειλημμένην τὴν πόλιν ἐξαπιναίως ὑπὸ τῶν πολεμίων, νομίσαι τε διὰ τὴν νύκτα πολλῷ πλείους εἰσεληλυθέναι, πρὸς ξύμβασίν τε χωρῆσαι, ὕστερον δὲ κατανοήσαντας οὐ πολλοὺς ὄντας ἐπιθέσθαι αὐτοῖς. καὶ θόρυβος δὲ πάνυ πιθανώτατος τῶν μὲν Πλαταιέων προσβαλλόντων τοῖς Θηβαίοις καὶ τῶν γυναικῶν καὶ τῶν οἰκετῶν ἅμα ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγῇ χρωμένων λίθοις τε καὶ κεράμοις βαλλόντων τοὺς Θηβαίους, καὶ ὑετοῦ πολλοῦ ἐπιγενομένου νυκτός, πολλοὺς τῶν Θηβαίων διά τε πηλοῦ καὶ σκότους διωκομένων, ἀπειρίᾳ δὲ τῶν ὁδῶν οὐ δυναμένων ἐκφυγεῖν διαφθείρεσθαι. πιθανὸν δὲ τὸ καὶ κλεῖσαί τινα τὰς πύλας στυρακίῳ ἀκοντίου ἀντὶ βαλάνου χρησάμενον εἰς τὸν μοχλόν, πολὺ δὲ πιθανώτατον τὸ τῆς δούσης γυναικὸς πέλεκυν· εἰκὸς γὰρ ἦν γυναῖκα πρὸς ἐρήμοις πύλαις οἰκοῦσαν, θεασαμένην τοὺς πολεμίους ἀποκεκλεισμένους φοβηθῆναι, μὴ ἀπελπίσαντας τὴν σωτηρίαν καὶ εἰς ἀπόνοιαν περιστάντας τραπέσθαι ἐπὶ τὸ κακῶς ποιεῖν, μάλιστα μὲν οὖν οὓς ἂν δύνωνται, πολὺ δὲ πρότερον τὰς πλησίον οἰκίας· ἐῶ γὰρ ὅτι κατὰ γυναῖκα ἦν ἐλεῆσαι καὶ πολεμίους νενικημένους· ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα, ἵνα μὴ μακρολογῶμεν. Οὐ μονοειδὴς δὲ τοῦ διηγήματος ἡ γυμνασία, ἀλλὰ καθάπερ ὁ μῦθος, καὶ ἀπαγγέλλεται καὶ κλίνεται καὶ συμπλέκεται [μύθῳ], συστέλλεταί τε καὶ ἐπεκτείνεται, ἔτι δὲ κατὰ τὴν ἀπαγγελίαν ἐναλλάττομεν τῶν κεφαλαίων τὴν τάξιν, καὶ πρὸς τούτοις ἐστὶ καὶ τὴν αὐτὴν τάξιν φυλάττουσι κατὰ πολλοὺς καὶ ποικίλους τρόπους ποιεῖσθαι τὴν φράσιν· ἔτι δὲ καὶ ἐπιφωνεῖν διηγούμενον καὶ συμπλέκειν ἀλλήλαις δύο ἢ καὶ τρεῖς διηγήσεις κατὰ τὴν ἀπαγγελίαν· ἐφ’ ἅπασι δὲ τό τε ἀνασκευάζειν καὶ κατασκευάζειν. |
| 86 | περὶ μὲν οὖν ἀπαγγελίας καὶ κλίσεως καὶ συμπλοκῆς, ἔτι δὲ συστολῆς τε καὶ ἐπεκτάσεως ἐν τῷ περὶ μύθων εἴρηται, τὴν δὲ ἀναστροφὴν τῆς τάξεως πολλαχῶς ποιησόμεθα· καὶ γὰρ ἀπὸ τῶν μέσων ἐστὶν ἀρξάμενον ἐπὶ τὴν ἀρχὴν ἀναδραμεῖν, εἶτα ἐπὶ τὰ τελευταῖα καταντῆσαι, ὅπερ ἐν Ὀδυσσείᾳ Ὅμηρος πεποίηκεν· ἤρξατο μὲν γὰρ ἀπὸ τῶν χρόνων, καθ’ οὓς Ὀδυσσεὺς ἦν παρὰ Καλυψοῖ, εἶτα ἀνέδραμεν ἐπὶ τὴν ἀρχὴν μετά τινος οἰκονομίας γλαφυρᾶς· ἐποίει γὰρ τὸν Ὀδυσσέα τοῖς Φαίαξι τὰ καθ’ ἑαυτὸν διηγούμενον, εἶτα συνάψας τὴν λοιπὴν διήγησιν ἔληξεν εἰς τὰ τελευταῖα, μέχρι τοὺς μνηστῆρας ἀπέκτεινεν Ὀδυσσεύς, καὶ πρὸς τοὺς γονέας αὐτῶν φιλίαν ἐποιήσατο. καὶ Θουκυδίδης δὲ ἀπὸ τῶν περὶ Ἐπίδαμνον ἀρξάμενος ἀνέδραμεν ἐπὶ τὴν πεντηκονταετίαν, ἔπειτα κατῆλθεν ἐπὶ τὸν Πελοποννησιακὸν πόλεμον. ἔξεστι δὲ καὶ ἀπὸ τῶν τελευταίων ἀρξάμενον ἐλθεῖν ἐπὶ τὰ μέσα, καὶ οὕτως ἐπὶ τὴν ἀρχὴν καταντῆσαι, ὅπερ Ἡρόδοτος διὰ τῆς τρίτης ἡμᾶς διδάσκει λέγων οὕτω· πέμψας Καμβύσης εἰς Αἴγυπτον κήρυκα αἴτεε Ἄμασιν θυγατέρ α , αἴτεε δὲ ἐκ συμβουλῆς ἀνδρὸς Αἰγυπτίο υ , ὃς μεμφόμενος Ἄμασιν ἔπρηξε ταῦτ α , ὅτι μιν ἀποσπάσας γυναικός τε καὶ τέκνων ἔκδοτον ἐποίησεν εἰς Πέρσα ς · εἶτα καὶ τὰ αἴτια διηγεῖται, ὅτι ὁ τῶν Περσῶν βασιλεὺς ᾐτήκει παρὰ τοῦ Αἰγυπτίων βασιλέως ἰατρὸν ὀφθαλμῶν, ὃς εἴη ἄριστος· ἡ γὰρ κατὰ φύσιν ἦν τάξις τῆς διηγήσεως πρῶτον μὲν τὴν ὀφθαλμίαν εἰπεῖν τοῦ Περσῶν βασιλέως, καὶ ὡς πέμψας εἰς Αἴγυπτον ᾔτησε παρὰ τοῦ βασιλεύοντος ἐκεῖ ἰατρὸν ὀφθαλμῶν, ὁ δὲ τοῦτον ἀναπέμπει, ἔπειτα ὅτι χαλεπῶς φέρων ὁ ἰατρὸς γυναικός τε καὶ παίδων ἀπολειφθεὶς ἠμύνατο τὸν ἐκδόντα, συμβουλεύσας τῷ Περσῶν βασιλεῖ αἰτῆσαι θυγατέρα παρὰ τοῦ Αἰγυπτίων βασιλέως, ἵνα ἢ δοὺς ἀνιῷτο, ἢ μὴ δοὺς ἀπέχθοιτο. |
| 87 | ἔτι δὲ καὶ ἀπὸ τῶν μέσων ἀρξάμενον ἐπὶ τὴν τελευτὴν ἐλθεῖν, εἶτα ἐν τούτοις λῆξαι. καὶ πάλιν ἀπὸ τῶν τελευταίων ἀρξάμενον ἀναδραμεῖν ἐπὶ τὴν ἀρχὴν καὶ λῆξαι εἰς τὰ μέσα, καὶ ἔτι ἀπὸ τῶν πρώτων ἀρξάμενον μεταβαίνειν ἐπὶ τὰ τελευταῖα, καὶ ἐν τοῖς μέσοις παύσασθαι. Κατὰ μὲν οὖν τὴν ἀναστροφὴν τῆς τάξεως οὕτως· ἐπεὶ δὲ εἰώθαμεν ἐκφέρειν τὰ πράγματα ἐνίοτε μὲν ὡς ἀποφαινόμενοι, ἐνίοτε δὲ ὡς πλέον τι τοῦ ἀποφαίνεσθαι ποιοῦντες, καὶ ἐνίοτε μὲν ὡς ἐρωτῶντες, ἄλλοτε δὲ ὡς πυνθανόμενοι, ἔσθ’ ὅτε δὲ ὡς ἐπαποροῦντες, καὶ ἄλλοτε μὲν ὡς προστάττοντες, ἄλλοτε δὲ ὡς εὐχόμενοι, καί ποτε μὲν ὡς ὀμνύοντες, ποτὲ δὲ ὡς προσαγορεύοντες, ἄλλοτε δὲ ὑποτιθέμενοι, ποτὲ δὲ προσδιαλεγόμενοι· ἐνδέχεται γὰρ κατὰ πάντας τούτους τοὺς τρόπους ἐκφέρειν ποικίλλοντας τὰς διηγήσεις· Θουκυδίδης μὲν οὖν ἐν ἀρχῇ τῆς δευτέρας τῶν ἱστοριῶν κατὰ τὸν τοῦ ἀποφαινομένου τρόπον ἐξήνεγκεν τὴν διήγησιν ταύτην· Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτία ς , οὖσαν Ἀθηναίων συμμαχίδ α . ἡμεῖς δὲ εἰ βουλοίμεθα πλέον τι τοῦ ἀποφαίνεσθαι ποιεῖν, οὕτως ἐροῦμεν· μεγάλων ὡς ἔοικε πραγμάτων αἰτία γέγονεν Ἀθηναίοις καὶ Λακεδαιμονίοις καὶ τοῖς ἐξ ἑκάστων συμμάχοις Θηβαίων εἰς Πλάταιαν ἄφιξις· Θηβαίων γὰρ ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας καὶ οὕτω τὰ λοιπὰ τῆς διηγήσεως συνάψομεν. |
| 88 | εἰ δὲ ἐρωτᾶν βουλοίμεθα, οὕτως ἐροῦμεν· ἆρά γε ἀληθές ἐστιν, ὅτι Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας; καὶ οὕτως ἐρωτηματικῶς τὰ μετὰ ταῦτα διελευσόμεθα. οὕτω δ’ ἂν πυθοίμεθα, τίνες ἦσαν οἱ Θηβαίων ἄνδρες, οἳ ὀλίγῳ πλείους [ἦσαν] τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας; καὶ τὰ λοιπὰ πυνθανόμενοι ἐποίσομεν. τὸ δὲ ἐπαπορεῖν καὶ τὸ ἐρωτᾶν κατὰ μὲν τὴν προφορὰν οὐδὲν ἀλλήλων διήνεγκε, διόπερ τῷ ἑτέρῳ αὐτῶν ἀρκεσθησόμεθα· ἐάν τε γὰρ ἐρωτῶμεν, ἐάν τε ἐπαπορῶμεν, οὕτως ἐξοίσομεν· ἆρ’ ἔστι πάντων ἀγρυπνία λαλίστατον; διαφέρειν δὲ δοκεῖ, ὅτι ὁ μὲν ἐρωτῶν ἀπόκρισιν ἐπιζητεῖ, ὁ δὲ ἐπαπορῶν οὐ πάντως, ἀλλὰ μόνον πρὸς ἑαυτὸν ἀπορεῖ. εἰ δὲ προστάττειν βουλοίμεθα, οὕτω ποιήσομεν· ὑποθησόμεθα γὰρ ἐν τοῖς τελευταίοις τῆς διηγήσεως, μετὰ τὴν τῶν εἰσελθόντων εἰς Πλαταιὰς ἀναίρεσιν, ἕνα τινὰ παραινοῦντα ἢ τοῖς Θηβαίοις ἢ τοῖς Πλαταιεῦσιν οὕτως· ἄγετε, ὦ Πλαταιεῖς, ὅπως ἄξιοι τῆς πόλεως ἔσεσθε, καὶ τῶν προγόνων πρὸς Πέρσας τε καὶ Μαρδόνιον ἠγωνισμένων, καὶ τῶν ἐν τῇ χώρᾳ τῇ ὑμετέρᾳ κειμένων, δείξατε τοῖς Θηβαίοις, ὅτι μὴ δίκαια ποιοῦσιν ἀξιοῦντες μὲν ὑμᾶς σφίσιν ὑπακούειν καὶ δουλεύειν, οὐκ ἐθέλοντας δὲ πολέμῳ βιαζόμενοι παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας, ὀλίγῳ πλείους τριακοσίων, [εἶτα] εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς τὴν πόλιν τὴν ὑμετέραν, οὖσαν Ἀθηναίων συμμαχίδα· καὶ ὡσαύτως τὰ ἑξῆς ὡς πρὸς Πλαταιεῖς διηγησόμεθα. εἰ δὲ ὑποθοίμεθα τὴν παρακέλευσιν γίνεσθαι πρὸς τοὺς Θηβαίους, οὕτως ἐροῦμεν· ἄγετε, ὦ Θηβαῖοι, ὅπως φανήσεσθε αὑτῶν τε καὶ τῶν πατέρων ἄξιοι καὶ τῆς ἀρχῆς, ἣν ἔχετε, συμπάσης τῆς Βοιωτίας, καὶ δείξατε τοῖς Πλαταιεῦσιν, ὅτι δοῦλοι ὄντες ὑμέτεροι οὐ μόνον ἀποδεδράκασι πρὸς Ἀθηναίους, ἀλλὰ καὶ ἄνδρας ὑμετέρους ὀλίγῳ πλείους τριακοσίων, ἐλθόντας περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς τὴν Πλάταιαν τὴν ἑαυτῶν, διέφθειραν. |
| 89 | καὶ τοῦτον τὸν τρόπον καὶ τὰ λοιπὰ διηγησόμεθα. ἔστι δὲ καὶ οὕτω πρόσταξιν ποιήσασθαι, εἰ ὑποθοίμεθά τινα τοῖς Θηβαίοις, πρὶν γενέσθαι τὴν εἰς Πλάταιαν εἴσοδον, προστάττοντα, ἃ δὴ καὶ ἔπραξαν· ἄγετε, ὦ Θηβαῖοι, ὅπως ἄνδρες ἐξ ὑμῶν ὀλίγῳ πλείους τριακοσίων εἰσέλθωσι περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τὴν ὑμετέραν, νῦν δ’ οὖσαν Ἀθηναίων συμμαχίδα· καὶ τὰ ἑξῆς, ὡς ἂν ἐνδέχηται, κατὰ τοῦτον τὸν τρόπον διεξελευσόμεθα. εἰ δὲ εὐχοίμεθα, οὕτως ἐροῦμεν· εἴθε μηδέποτε Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα· καὶ μέχρι τέλους κατὰ τὸν τοῦ εὐχομένου τρόπον διηγησόμεθα. οὐκ ἄδηλος δὲ ὁ τρόπος, πῶς κατὰ τὴν ὀμοτικὴν προφορὰν ἡ διήγησις ἐξενεχθήσεται· τὴν δὲ προσαγορευτικὴν παραιτούμεθα, ὅτι καὶ πρότερον ἐπὶ τῶν κατὰ τὰς πτώσεις ἐγκλίσεων ἤδη παραδεδώκαμεν ἐπὶ τῆς κλητικῆς. ὑποτιθέμενοι δὲ οὕτως ἐροῦμεν· ὑποθώμεθα γάρ, Θηβαίων ἄνδρας, ὀλίγῳ πλείους τριακοσίων, εἰσελθεῖν περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα· ἀνοῖξαι δ’ αὐτοῖς τὰς πύλας Ναυκλείδην τε καὶ τοὺς μετ’ αὐτοῦ μηδεμιᾶς φυλακῆς προκαθεστηκυίας διὰ τὰς σπονδάς, καὶ οὕτω τὰ μετὰ ταῦτα. εἰ δὲ διαλογικῶς ἀπαγγέλλειν βουλοίμεθα, ὑποθησόμεθά τέ τινας ἀλλήλοις διαλεγομένους περὶ τῶν πεπραγμένων, καὶ τὸν μὲν διδάσκοντα τὸν δὲ μανθάνοντα τὰ γεγενημένα, οἷον πολλάκις μέν σε καὶ πρότερον ἐπῆλθεν ἔρεσθαί μοι περὶ τῶν ἐν Πλαταιαῖς συμβεβηκότων Θηβαίοις τε καὶ Πλαταιεῦσιν, ἀτὰρ καὶ νῦν ἡδέως ἂν ἀκούσαιμι, εἴ σοι ἐν καιρῷ ἐστι διηγήσασθαι. |
| 90 | ἀλλὰ νὴ Δία καιρός ἐστι, καὶ δὴ καὶ ἤδη σοι λέγω, εἴπερ, ὥς φῃς, ἐπιθυμίαν ἔχεις ἀκοῦσαι περὶ τούτων· Θηβαῖοι γὰρ ἀεὶ διάφοροι ὄντες τοῖς Πλαταιεῦσιν ἐβούλοντο τὴν Πλάταιαν ἐν εἰρήνῃ προκαταλαβεῖν. ἄνδρες οὖν ἐξ αὐτῶν ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς τὴν πόλιν, οὖσαν Ἀθηναίων συμμαχίδα. πῶς οὖν νυκτὸς οὔσης καὶ τῶν πυλῶν κεκλεισμένων, ἔτι δὲ καὶ φυλακῆς καθεστηκυίας ῥᾳδίως ἔλαθον εἰσελθόντες; μικρὸν μὲν ἔφθης, ἐπεὶ καὶ αὐτὸς ἔμελλον εἰπεῖν, ὅτι τὰς πύλας ἀνέῳξαν αὐτοῖς ἄνδρες, Ναυκλείδης τε καὶ οἱ μετ’ αὐτοῦ, φυλακῆς οὐδεμιᾶς προκαθεστηκυίας διὰ τὴν εἰρήνην, καὶ τὰ ἑξῆς. τὸν αὐτὸν τρόπον διεξελευσόμεθα ἐρωτῶντές τε καὶ ἀποκρινόμενοι κατὰ τὸν διαλεκτικὸν νόμον, ἔτι δὲ ἀποφαινόμενοι τὰ πράγματα ποτὲ μὲν καταφάσκομεν, οἷον Θέων διαλέγεται· ἔστι δὲ μὴ μόνον καταφάσκοντας ἀλλὰ καὶ ἀποφάσκοντας ἐκφέρειν τὰς διηγήσεις, καταφάσκοντας μέν, ὡς ἔφαμεν τὸν Θουκυδίδην τὴν διήγησιν ἐξενηνοχέναι· ἀποφάσκοντας δέ, οἷον οὔτε Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων ξυμμαχίδα, οὔτε τὰς πύλας ἀνέῳξαν Ναυκλείδης τε καὶ οἱ μετ’ αὐτοῦ, καὶ οὕτω μέχρι τέλους. ἔστι δὲ καὶ ἄλλος τρόπος ἀσύνδετος καλούμενος, ὅταν τοὺς συνδέοντας τὴν φράσιν συνδέσμους παραλείπωμεν, οἷον Θηβαίων ἄνδρες ὀλίγῳ πλείους τριακοσίων εἰσῆλθον περὶ πρῶτον ὕπνον σὺν ὅπλοις εἰς Πλάταιαν τῆς Βοιωτίας, οὖσαν Ἀθηναίων συμμαχίδα· ἀνέῳξαν αὐτοῖς τὰς πύλας Ναυκλείδης τε καὶ οἱ μετ’ αὐτοῦ, ἔθεντο εἰς τὴν ἀγορὰν τὰ ὅπλα. |
| 91 | ὁμοίως δὲ καὶ τὰ ἑξῆς. καὶ παρὰ Δημοσθένει Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Ἁλόννησον, οὐδενὸς τούτων μέμνημαι. ἔτι καὶ πάλιν· ἀλλ’ ἐφ’ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ’ Ἀμβρακίαν, Ἦλιν ἔχει, τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ· Μεγάροις ἐπεβούλευσε πρῴην. ἔστι δὲ καὶ τούτους ἀλλήλοις ἐπιπλέκειν τοὺς τρόπους καὶ μικτὸν ἐκ δυοῖν ἢ πλειόνων ποιεῖν, ὡς τοῦ διηγήματος τὰ μὲν ἀπαγγεῖλαι κατὰ τὸν τοῦ ἀποφαινομένου τρόπον, τὰ δὲ ἀσυνδέτως, τὰ δὲ ὅπως ἄν τις βούλοιτο ποικίλλων τὴν φράσιν. Ἐπιφωνεῖν δὲ διηγήσει ἐστὶ τὸ καθ’ ἕκαστον μέρος τῆς διηγήσεως γνώμην ἐπιλέγειν, τὸ δὲ τοιοῦτον οὔθ’ ἱστορίᾳ πρέπον ἐστὶν οὔτε πολιτικῷ λόγῳ, θεάτρῳ δὲ καὶ σκηνῇ μᾶλλον ἐπιτήδειον. διὸ καὶ παρὰ τοῖς τοιούτοις ποιηταῖς ἐπιπλεῖστόν ἐστιν, ὡς παρὰ Μενάνδρῳ πολλαχοῦ μὲν ἀλλαχόθι, καὶ ἐν ἀρχῇ δὲ τοῦ τε Δαρδάνου καὶ τοῦ ξενολόγου, ἀνδρὸς πένητος υἱός, ἐκτεθραμμένος οὐκ ἐξ ὑπαρχόντων, ὁρῶν ᾐσχύνετο τὸν πατέρα μίκρ’ ἔχοντα· παιδευθεὶς γὰρ εὖ τὸν καρπὸν εὐθὺς ἀπεδίδου καλόν. ὁ γὰρ τελευταῖος στίχος ἐκ περιττοῦ πρόσκειται θηρώμενος μόνον τὸν παρὰ τῶν θεατῶν ἔπαινον. ὅταν μέντοι μὴ συνεχῶς ἐγκαταμιγνύῃ τις, καὶ λανθάνῃ ταῦτα τὰ γνωμικά, ἐπιχαρίς πως ἡ διήγησις γίνεται, ὡς παρὰ Ἡροδότῳ ἐν τῇ πρώτῃ· λέγων γὰρ περὶ τοῦ ἀνθρωπείου βίου, ὡς οὐκ ἔστι σταθερὸς ἀλλὰ πολλὰς ἐν ἑαυτῷ ἔχει τὰς μεταβολάς, ἔπειτα ἐξαριθμησάμενος ὅσων ἡμερῶν ἐστιν ἀνθρωπίνη ζωή, ὡς ἑβδομήκοντα ἔτη, ἐπιφέρει· τούτων τῶν ἁπασέων ἡμερέων ἡ ἑτέρη αὐτέων τῇ ἑτέρῃ ἡμέρῃ τὸ παράπαν οὐδὲν ὅμοιον εἰσάγει πρῆγμ α , εἶτα ἐπιφωνεῖ τοῦτον τὸν τρόπον· οὕτω ς , ὦ Κροῖσ ε , πᾶς ἐστιν ἄνθρωπος συμφορ ή . |
| 92 | ὡς καὶ ὁ Γύγης πρὸς τὸν Κανδαύλην λέγει· δέσποτ α , τίνα λόγον ἔχεις οὐχ ὑγιέ α , κελεύων δέσποιναν τὴν ἐμὴν θεήσασθαι γυμνή ν ; ἅμα δὲ χιτῶνι ἐκδυομένῳ συνεκδύεται καὶ τὴν αἰδὼ γυν ή . καὶ μὴν καὶ παρὰ τοῖς ῥήτορσιν εὕροιμεν ἄν, οὐχ’ ἥκιστα καὶ παρὰ τῷ πολιτικωτάτῳ Δημοσθένει καὶ ἐν τοῖς πολιτικωτάτοις αὐτοῦ λόγοις· ἐν γὰρ τῷ δευτέρῳ τῶν Ὀλυνθιακῶν διηγούμενος περὶ τοῦ Φιλίππου, ὅτι περὶ αὑτὸν ἔχει μίμους γελοίων καὶ ποιητὰς αἰσχρῶν ᾀσμάτων, καὶ οὕς γε ἡ πόλις Ἀθηναίων ἐξέβαλεν ὡς ἀσελγεστάτους ὄντας, καὶ ὅτι τοιοῦτος ὢν Φίλιππος εἰκότως λανθάνει πάντας ἀνθρώπους τῷ κατορθοῦν ἐν τοῖς πολέμοις, μετὰ ταῦτα ἐπιφωνεῖ· αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰ τοιαῦτα ὀνείδ η . ἔστι δὲ καὶ ἀνάπαλιν προθέντα γνωμικὸν λόγον διηγήσασθαι, καθάπερ καὶ ἐπὶ τοῦ μύθου παρεσημειωσάμεθα, οἷον καὶ παρὰ Μενάνδρῳ ἐν τῇ χρηστῇ ἐπικλήρῳ, ἆρ’ ἐστὶ πάντων ἀγρυπνία λαλίστατον; εἶτα ἑξῆς τὸ διήγημα. ἐμὲ γοῦν ἀναστήσασα δευρὶ προάγεται λαλεῖν ἀπ’ ἀρχῆς πάντα τὸν ἐμαυτοῦ βίον. Διήγησιν δὲ διηγήσει συμπλέκειν ἐστίν, ὅταν δύο διηγήσεις ἢ καὶ πλείους ἅμα διηγεῖσθαι ἐπιχειρῶμεν, τοῦτο δὲ μάλα ἐπετήδευσαν οἱ ἀπὸ Ἰσοκράτους καὶ αὐτὸς ὁ Ἰσοκράτης ἐν τῷ πανηγυρικῷ οὕτως· ἦλθον οἵ θ ’ Ἡρακλέους παῖδε ς , καὶ μικρὸν πρὸ τούτων Ἄδραστος ὁ Ταλαο ῦ , βασιλεὺς ὢν Ἄργου ς , οὗτος μὲν ἐκ τῆς στρατείας τῆς ἐπὶ Θήβας δεδυστυχηκώς καὶ τὰ ἑξῆς· καὶ πάλιν· ἔτι γὰρ ταπεινῆς οὔσης τῆς Ἑλλάδος ἦλθον εἰς τὴν χώραν ἡμῶν Θρᾷκες μὲν μετὰ Εὐμόλπου τοῦ Ποσειδῶνο ς , Σκύθαι δὲ μετὰ Ἀμαζόνω ν , τῶν Ἄρεως θυγατέρω ν , οὐ κατὰ τὸν αὐτὸν χρόνον καὶ τὰ ἑξῆς. |
| 93 | Περὶ δὲ ἀνασκευῆς καὶ κατασκευῆς εἴπομεν ὅτι οἱ αὐτοὶ τόποι χρήσιμοι, οἵπερ καὶ πρὸς τοὺς μύθους, ἐν δὲ τοῖς διηγήμασι καὶ οἱ ἀπὸ τοῦ ψευδοῦς καὶ ἀδυνάτου τόποι ἁρμόττουσιν, ὅπερ ποιεῖ Θουκυδίδης μὲν ἀνασκευάζων τὸ μὴ τύραννον ὄντα Ἵππαρχον ὑπὸ τῶν περὶ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα ἀναιρεθῆναι, Ἡρόδοτος δὲ ἐναντιούμενος τοῖς ἀποφαινομένοις Αἰγύπτιον εἶναι μητρόθεν τὸν Καμβύσην. οὐκ ἀεὶ μὲν οὖν οἷόν τε ἐκ πάντων τῶν τόπων ἐν τοῖς διηγήμασιν ἐπιχειρεῖν, ἐὰν δέ ποτε ἐγγένηται, ταύτῃ τῇ τάξει χρησόμεθα, πρῶτον μὲν ἀπὸ τοῦ ἀσαφοῦς, καθ’ ὅσους τρόπους περὶ σαφηνείας εἴπομεν, δεύτερον δὲ ἀπὸ τοῦ ἀδυνάτου ἐπιχειρήσομεν, δεικνύντες ὅτι ἀδύνατον τὸ πρᾶγμα οὕτω γενέσθαι, ὥς φησιν ὁ συγγραφεὺς ἤτοι διὰ τὸ μηδ’ ὅλως πεφυκέναι γίνεσθαι, ἢ διὰ τὸ μὴ κατὰ τὸν αὐτὸν χρόνον εἶναι τὰ ἱστορούμενα, οἷον πρὸς τοὺς λέγοντας, ὅτι Ἡρακλῆς ἀπέκτεινε Βούσιριν· κατὰ γὰρ Ἡσίοδον πρεσβύτερος Ἡρακλέους ἐστὶν ὁ Βούσιρις ἕνδεκα γενεαῖς. καὶ ὅλως πρὸς τὰ πολλὰ τῶν τοιούτων ἀφορμὰς ἕξομεν λόγων ἐκ τῶν Ἀρίωνος ἐλέγχων. ἔπειτα δὲ καὶ εἰ δυνατὸν ὑποθοίμεθα τὸ πρᾶγμα, λεκτέον ὅτι ἀπίθανόν ἐστιν· εἰ δὲ καὶ πιθανόν ἐστι, σκεψόμεθα εἰ ψευδές ἐστιν· εἰ δὲ ἀληθὲς φανείη, ἑξῆς ζητήσομεν, εἰ ἐλλείπει τι ἢ πλεονάζει· ἔπειτα δὲ ὅτι μάχεται κατὰ τὴν διήγησιν αὐτὸς ἑαυτῷ ὁ συγγραφεύς· πρὸς δὲ τούτοις μεμψόμεθα καὶ τὴν τάξιν τῶν κεφαλαίων, εἰ μὴ προσηκόντως εἴη γεγενημένη. εἰ δὲ ταῦτα πάντα κατὰ τρόπον εἴη διατεθειμένα, ἀλλ’ ὡς ἀπρεπές τε καὶ ἀσύμφορον δεικτέον· ἔστι γὰρ τῶν πραγμάτων ἃ πραχθῆναι μὲν οὐκ ἐχρῆν, φθάσαντα δὲ πραχθῆναι σιωπᾶσθαι συμφέρει, οἷον εἴ τις τὸν Λοκρὸν Αἴαντα τοιαῦτα εἰπὼν εἰς τὴν Ἀθηνᾶν ἀσεβῆσαι οἷα λέγεται, ἔπειτα ὑπόθοιτο μήτε ἐν τῇ θαλάττῃ μήτε οἴκοι κακόν τι αὐτὸν πεπονθότα, ἐν γήρᾳ μετ’ εὐδαιμονίας τετελευτηκέναι. |
| 94 | ῥᾳδίως δὲ καὶ πλειόνων εὐπορήσομεν ἐπιχειρημάτων, ἐὰν καθ’ ἕκαστον τῶν παραδεδομένων τόπων ἐπιχειροῦντες χρώμεθα καὶ τοῖς καλουμένοις στοιχείοις, ἐξ ὧν ἅπασα πρᾶξις ὑφίσταται· ἔστι δὲ ταῦτα ἐξ ὧν προείπομεν, πρόσωπον, πρᾶγμα, τόπος, χρόνος, τρόπος, αἰτία. Παραδείγματος δὲ ἕνεκα ὁ λόγος ἡμῖν ἔστω ἐφ’ ἑνὸς τόπου τοῦ ἀπιθάνου. ἐὰν τοίνυν ἀνασκευάζωμεν τὴν διήγησιν ἐκ τοῦ ἀπιθάνου, οὕτως ἐπεξελευσόμεθα, δεικνύντες ὅτι καὶ τὸ πρόσωπον ἀπίθανόν ἐστι καὶ τὸ πραχθὲν καὶ ὁ τόπος, ἐν ᾧ ἡ πρᾶξις, ὁμοίως δὲ καὶ ὁ χρόνος καὶ ὁ τρόπος καὶ ἡ αἰτία τῆς πράξεως, οἷον ἐπὶ τῆς Μηδείας ἐκ μὲν τοῦ προσώπου, ὅτι ἀπίθανόν ἐστι μητέρα κακῶς ποιῆσαι τέκνα, ἐκ δὲ τῆς πράξεως, ὅτι οὐκ εἰκός ἐστιν ἀποσφάξαι· ἐκ δὲ τοῦ τόπου, ὅτι οὐκ ἂν ἀπέκτεινεν ἐν Κορίνθῳ, ὅπου διέτριβεν Ἰάσων ὁ τῶν παίδων πατήρ· ἐκ δὲ τοῦ χρόνου, ὅτι ἀπίθανόν ἐστιν ἐν τούτῳ τῷ χρόνῳ, ἐν ᾧ αὐτὴ μὲν ἐτεταπείνωτο τοῦ ἀνδρὸς ἐκπεσοῦσα ξένη γυνή, ὁ δὲ Ἰάσων μείζω δύναμιν προσειλήφει γήμας Γλαύκην τὴν Κρέοντος τοῦ βασιλέως τῶν τόπων θυγατέρα· ἐκ δὲ τοῦ τρόπου, ὅτι ἐπειράθη ἂν λαθεῖν καὶ οὐκ ἂν ξίφει διεχρήσατο, ἀλλὰ φαρμάκῳ ἄλλως τε καὶ φαρμακὶς οὖσα· ἐκ δὲ τῆς αἰτίας, ὅτι ἀπίθανόν ἐστι δι’ ὀργὴν τὴν πρὸς τὸν ἄνδρα ἀπεκτονέναι τὰ τέκνα· οὐ γὰρ ἴδιον τοῦ Ἰάσονος, ἀλλὰ καὶ αὐτῆς κοινὸν ἐγένετο τὸ ἀτύχημα, καὶ μᾶλλον αὐτῆς, ὅσῳ μαλακώτεραί πως αἱ γυναῖκες πρὸς τὰ πάθη. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τόπων ἐφοδεύσομεν κατὰ τὰ ἑξῆς στοιχεῖα ἐπιχειροῦντες ἐξ ὧν ἂν δυνατὸν ᾖ, ἐκ δὲ τῶν ἐναντίων τόπων κατασκευάσομεν. |
| 95 | οἱ δ’ αὐτοὶ οὗτοι ἁρμόττουσι καὶ πρὸς τὰς μυθικὰς διηγήσεις τάς τε ὑπὸ τῶν ποιητῶν καὶ τὰς ὑπὸ τῶν ἱστορικῶν λεγομένας περί τε θεῶν καὶ ἡρώων, ἔτι τε καὶ τῶν ἐξηλλαγμένων κατὰ φύσιν, οἷά τινες ἱστοροῦσι περὶ Πηγάσου καὶ Ἐριχθονίου καὶ Χιμαίρας καὶ Ἱπποκενταύρων καὶ τῶν παραπλησίων. τὸ δὲ μὴ μόνον ἀνασκευάζειν τὰς τοιαύτας μυθολογίας, ἀλλὰ καὶ ὅθεν παρεῤῥυηκεν ὁ τοιοῦτος λόγος ἀποφαίνειν τελεωτέρας ἐστὶν ἕξεως ἢ κατὰ τοὺς πολλούς, ὅπερ πεποίηκεν Ἡρόδοτος μὲν ἐν τῇ δευτέρᾳ περὶ τῶν πελειάδων διηγούμενος, ὡς ἐξέπτησαν ἐξ Αἰγύπτου, καὶ ἡ μὲν εἰς Δωδώνην, ἡ δὲ εἰς Ἄμμωνος ἀφίκετο, ἐξηγούμενός τε τὸ μυθολόγημά φησιν, ὅτι παρθένοι τινὲς ἐκ Θηβῶν τῶν Αἰγυπτίων ἦσαν ἱέρειαι, ὧν ἡ μὲν εἰς Δωδώνην ἐπράθη, ἡ δὲ εἰς Ἄμμωνος, καὶ ἐπειδὴ βαρβαριστὶ ἐφθέγγοντο καὶ ἀξυνέτως τοῖς ἐπιχωρίοις, λόγος κατέσχεν ὡς ὄρνιθες ἦσαν. Πλάτων δὲ ἐν τῷ Φαίδρῳ τὸ περὶ τῆς Ὠρειθυίας καὶ τοῦ Βορέου διήγημα οὐκ ἀποδεχόμενός φησι τὴν Ὠρείθυιαν πνεῦμα βορέου κατὰ τῶν πλησίον πετρῶν σὺν Φαρμακείᾳ παίζουσαν ὦσαι, καὶ οὕτω δὴ λεχθῆναι ὑπὸ τοῦ βορέου ἀνάρπαστον γεγονέναι. καὶ μέντοι καὶ Ἔφορος ἐν τῇ τετάρτῃ χρῆται τούτῳ τῷ τρόπῳ, ὅτι ἄρα Τιτυὸς μὲν ἦν Πανοπέως δυνάστης, ἀνὴρ παράνομος καὶ βίαιος, Πύθων δὲ θηριώδης τὴν φύσιν, δράκων ἐπικαλούμενος, οἱ δὲ περὶ τὴν πάλαι μὲν Φλέγραν, νῦν δὲ Παλλήνην ὀνομαζομένην κατοικοῦντες ἦσαν ἄνθρωποι ὠμοὶ καὶ ἱερόσυλοι καὶ ἀνθρωποφάγοι, οἱ καλούμενοι Γίγαντες, οὓς Ἡρακλῆς λέγεται χειρώσασθαι τὴν Τροίαν ἑλών, καὶ διὰ τὸ κρατῆσαι τοὺς περὶ τὸν Ἡρακλέα ὀλίγους ὄντας τῶν Γιγάντων πολλῶν ὄντων καὶ ἀσεβῶν θεῶν ἔργον ἅπασιν ἐδόκει γεγονέναι τὸ περὶ τὴν μάχην, καὶ ὅσα ἄλλα τοιαῦτα ἐπιλύεται περὶ τοῦ Λυκούργου καὶ Μίνωος καὶ Ῥαδαμάνθυος καὶ Διὸς καὶ κουρήτων καὶ τῶν ἄλλων τῶν ἐν τῇ Κρήτῃ μυθολογουμένων· καὶ Παλαιφάτῳ τῷ Περιπατητικῷ ἐστιν ὅλον βιβλίον περὶ τῶν ἀπίστων ἐπιγραφόμενον, ἐν ᾧ τὰ τοιαῦτα ἐπιλύεται, οἷον ὅτι Κένταυροι μὲν ὑπελήφθησαν οἱ πρῶτοι ἐπὶ ἵπποις ὀχούμενοι ὀφθέντες, Διομήδης δὲ Θρᾷξ ἐς ἱπποτροφίαν ἐξαναλωθεὶς ἐλέχθη ὑπὸ τῶν αὑτοῦ ἵππων ἀπολωλέναι, κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ Ἀκταίων ὑπὸ τῶν κυνῶν, ἡ δὲ Μήδεια βάπτουσα τὰς ἐπὶ τῆς κεφαλῆς τῶν ἀνθρώπων πολιὰς καὶ μελαίνας ποιοῦσα ἐφημίσθη τοὺς γέροντας εἰς λέβητα κατακόπτουσα νέους ποιεῖν, καὶ τὰ παραπλήσια τούτοις. |
| 96 | Καὶ περὶ μὲν τῶν τρόπων τῆς γυμνασίας τοσαῦτα, καὶ ὅτι κατ’ αὐτοὺς δυνατόν ἐστι γυμνάσασθαι κἀν τοῖς μύθοις. ΠΕΡΙ ΧΡΕΙΑΣ. Χρεία ἐστὶ σύντομος ἀπόφασις ἢ πρᾶξις μετ’ εὐστοχίας ἀναφερομένη εἴς τι ὡρισμένον πρόσωπον ἢ ἀναλογοῦν προσώπῳ, παράκειται δὲ αὐτῇ γνώμη καὶ ἀπομνημόνευμα· πᾶσα γὰρ γνώμη σύντομος εἰς πρόσωπον ἀναφερομένη χρείαν ποιεῖ. καὶ τὸ ἀπομνημόνευμα δὲ πρᾶξίς ἐστιν ἢ λόγος βιωφελής. διαφέρει δὲ ἡ μὲν γνώμη τῆς χρείας τέτρασι τοῖσδε, τῷ τὴν μὲν χρείαν πάντως ἀναφέρεσθαι εἰς πρόσωπον, τὴν δὲ γνώμην οὐ πάντως, καὶ τῷ ποτὲ μὲν τὸ καθόλου, ποτὲ δὲ τὸ ἐπὶ μέρους ἀποφαίνεσθαι τὴν χρείαν, τὴν δὲ γνώμην καθόλου μόνον· ἔτι δὲ τῷ χαριεντίζεσθαι τὴν χρείαν ἐνίοτε μηδὲν ἔχουσαν βιωφελές, τὴν δὲ γνώμην ἀεὶ περὶ τῶν ἐν τῷ βίῳ χρησίμων εἶναι· τέταρτον ὅτι ἡ μὲν χρεία πρᾶξις ἢ λόγος ὑπάρχει, ἡ δὲ γνώμη λόγος ἐστὶ μόνον. |
| 97 | τὸ δὲ ἀπομνημόνευμα δυσὶ τοῖσδε κεχώρισται τῆς χρείας· ἡ μὲν γὰρ σύντομος, τὸ δὲ ἀπομνημόνευμα ἔσθ’ ὅτε ἐπεκτείνεται, καὶ ἡ μὲν ἀναφέρεται εἴς τινα πρόσωπα, τὸ δὲ ἀπομνημόνευμα καὶ καθ’ ἑαυτὸ μνημονεύεται. εἴρηται δὲ χρεία κατ’ ἐξοχήν, ὅτι μᾶλλον τῶν ἄλλων πρὸς πολλὰ χρειώδης ἐστὶ τῷ βίῳ, καθάπερ καὶ Ὅμηρον πολλῶν ὄντων ποιητῶν κατ’ ἐξοχὴν τοῦτον μόνον καλεῖν εἰώθαμεν ποιητήν. Τῆς δὲ χρείας τὰ ἀνωτάτω γένη τρία· αἱ μὲν γάρ εἰσι λογικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ μικταί. λογικαὶ μέν εἰσιν αἱ χωρὶς πράξεως διὰ λόγων ἔχουσαι τὸ κῦρος, οἷον Διογένης ὁ φιλόσοφος ἐρωτηθεὶς ὑπό τινος, πῶς ἂν ἔνδοξος γένοιτο, ἀπεκρίνατο, ὅτι ἥκιστα δόξης φροντίζων· τῶν δὲ λογικῶν εἴδη δύο, ἀποφαντικὸν καὶ ἀποκριτικόν· τοῦ δὲ ἀποφαντικοῦ αἱ μέν εἰσι καθ’ ἑκούσιον ἀπόφασιν, οἷον Ἰσοκράτης ὁ σοφιστὴς τοὺς εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖδας ἔλεγεν εἶναι· αἱ δὲ κατὰ περίστασιν, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν μειράκιον πλούσιον ἀπαίδευτον εἶπεν, οὗτός ἐστι ῥύπος περιηργυρωμένος· οὐ γὰρ ὁ Διογένης ἁπλῶς ἀπεφήνατο, ἀλλ’ ἐξ ὧν εἶδεν. ἔτι καὶ τοῦ ἀποκριτικοῦ εἰσιν εἴδη τέσσαρα, τό τε κατ’ ἐρώτησιν, καὶ τὸ κατὰ πύσμα, καὶ τὸ κατ’ ἐρώτησιν αἰτιῶδες, καὶ τὸ ὁμωνύμως τῷ γένει λεγόμενον ἀποκριτικόν. διαφέρει δὲ τοῦ πύσματος ἡ ἐρώτησις, ὅτι πρὸς μὲν τὴν ἐρώτησιν συγκαταθέσθαι δεῖ μόνον ἢ ἀρνήσασθαι, οἷον ἀνανεῦσαι ἢ κατανεῦσαι, ἢ διά γε τοῦ ναὶ ἢ οὒ ἀποκρίνασθαι, τὸ δὲ πύσμα μακροτέραν ἀπαιτεῖ τὴν ἀπόκρισιν· κατ’ ἐρώτησιν μὲν οὖν ἐστιν, οἷον Πιττακὸς ὁ Μιτυληναῖος ἐρωτηθείς, εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, εἶπεν, οὒ οὐδὲ διανοούμενος. μετὰ γὰρ τὴν ἀπόφασιν τὸ προστιθέμενον περισσόν ἐστιν, ἐπεὶ καὶ ἀφαιρεθέντος αὐτοῦ ἀπήρκει ἡ ἀπόφασις. |
| 98 | ἡ δὲ πυσματικὴ τοιαύτη ἐστίν, οἷον Θεανὼ ἡ Πυθαγορικὴ φιλόσοφος ἐρωτηθεῖσα ὑπό τινος, ποσταία γυνὴ ἀπ’ ἀνδρὸς καθαρὰ εἰς τὸ θεσμοφορεῖον κάτεισιν, εἶπεν, ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα, ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδέποτε. αἱ δὲ κατ’ ἐρώτησιν αἰτιώδεις εἰσίν, ὅσαι χωρὶς τῆς πρὸς τὴν ἐρώτησιν ἀποκρίσεως καὶ αἰτίαν τινὰ ἔχουσιν ἢ συμβουλὴν ἤ τι τοιοῦτον, οἷον Σωκράτης ἐρωτηθείς, εἰ εὐδαίμων αὐτῷ δοκεῖ ὁ τῶν Περσῶν βασιλεύς, οὐκ ἔχω λέγειν, εἶπε, μηδὲ γὰρ εἰδέναι πῶς ἔχει παιδείας. ἀποκριτικαὶ δέ εἰσιν αἱ μήτε κατ’ ἐρώτησιν, μήτε κατὰ πύσμα, λόγον δέ τινα ἔχουσαι, πρὸς ὅν ἐστιν ἡ ἀπόκρισις, οἷον Πλάτων ποτὲ Διογένους ἀριστῶντος ἐν ἀγορᾷ καὶ καλοῦντος αὐτὸν ἐπὶ τὸ ἄριστον, ὦ Διόγενες, εἶπεν, ὡς χάριεν ἂν ἦν σου τὸ ἄπλαστον, εἰ μὴ πλαστὸν ἦν· οὔτε γὰρ Διογένης περί τινος ἠρώτα τὸν Πλάτωνα, οὔτε πυνθάνεται αὐτοῦ, ἀλλ’ ἁπλῶς πρὸς τὸ ἄριστον καλεῖ αὐτόν, ὅπερ ἐστὶ τῶν οὐδετέρων. ἔστι δὲ παρὰ ταῦτα καὶ ἄλλο εἶδος ἐμπῖπτον εἰς τὰς λογικὰς καλούμενον διπλοῦν, διπλῆ δέ ἐστι χρεία ἡ δύο προσώπων ἀποφάσεις ἔχουσα, ὧν καὶ ἡ ἑτέρα μεθ’ ἑνὸς προσώπου χρείαν ποιεῖ, οἷον Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ἐπιστὰς Διογένει κοιμωμένῳ εἶπεν, οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα. καὶ ὁ Διογένης ἀπεκρίνατο, ᾧ λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν. ἦν γὰρ καὶ οὕτω χρεία μὴ προστιθεμένης τῆς ἀποκρίσεως. πρακτικαὶ δέ εἰσιν αἱ χωρὶς λόγου ἐμφαίνουσαί τινα νοῦν, τῶν δὲ πρακτικῶν αἱ μέν εἰσιν ἐνεργητικαί, αἱ δὲ παθητικαί, ἐνεργητικαὶ μὲν ὅσαι δηλοῦσί τινα ἐνέργειαν, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν ὀψοφάγον παῖδα τὸν παιδαγωγὸν τῇ βακτηρίᾳ ἔπαισε. |
| 99 | παθητικαὶ δὲ αἱ πάθος τι σημαίνουσαι, οἷον Δίδυμος ὁ αὐλητὴς ἁλοὺς ἐπὶ μοιχείᾳ ἐκ τοῦ ὀνόματος ἐκρεμάσθη. μικταὶ δέ εἰσιν ὅσαι τοῦ μὲν λογικοῦ καὶ τοῦ πρακτικοῦ κοινωνοῦσιν, ἐν δὲ τῷ πρακτικῷ τὸ κῦρος ἔχουσιν, οἷον Πυθαγόρας ὁ φιλόσοφος ἐρωτηθεὶς πόσος ἐστὶν ὁ τῶν ἀνθρώπων βίος, ἀναβὰς ἐπὶ τὸ δωμάτιον παρέκυψεν ὀλίγον, δηλῶν διὰ τούτου τὴν βραχύτητα. καὶ ἔτι Λάκων ἐρομένου τινὸς αὐτὸν ποῦ τοὺς ὅρους τῆς γῆς ἔχουσι Λακεδαιμόνιοι, ἔδειξε τὸ δόρυ. Τὰ μὲν οὖν εἴδη τῶν χρειῶν ταῦτά ἐστι· προφέρονται δὲ αἱ μὲν γνωμολογικῶς, αἱ δὲ ἀποδεικτικῶς, αἱ δὲ κατὰ χαριεντισμόν, αἱ δὲ κατὰ συλλογισμόν, αἱ δὲ κατὰ ἐνθύμημα, αἱ δὲ κατὰ παράδειγμα, αἱ δὲ κατ’ εὐχήν, αἱ δὲ συμβολικῶς, αἱ δὲ τροπικῶς, αἱ δὲ κατὰ ἀμφιβολίαν, αἱ δὲ κατὰ μετάληψιν, αἱ δὲ συνεζευγμένως ἐξ οἵων δήποτε τῶν προειρημένων τρόπων συγκείμεναι. γνωμολογικῶς μὲν οἷον Βίων ὁ σοφιστὴς τὴν φιλαργυρίαν μητρόπολιν ἔλεγε πάσης κακίας εἶναι. ἀποδεικτικῶς δὲ οἷον Ἰσοκράτης ὁ ῥήτωρ παρῄνει τοῖς γνωρίμοις προτιμᾶν τῶν γονέων τοὺς διδασκάλους, ὅτι οἱ μὲν τοῦ ζῆν μόνον, οἱ δὲ διδάσκαλοι καὶ τοῦ καλῶς ζῆν αἴτιοι γεγόνασιν· τὴν γὰρ ἀπόφασιν αὑτοῦ Ἰσοκράτης μετὰ ἀποδείξεως ἐξενήνοχε. κατὰ χαριεντισμὸν δὲ οἷον Ὀλυμπιὰς πυθομένη τὸν υἱὸν Ἀλέξανδρον Διὸς αὑτὸν ἀποφαίνειν, οὐ παύσεται οὗτος, ἔφη, διαβάλλων με πρὸς τὴν Ἥραν; συλλογιστικῶς δὲ οἷον Διογένης ὁ φιλόσοφος ἰδὼν μειράκιον περισσῶς καλλωπιζόμενον εἶπεν· εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς. ἐνθυμηματικῶς δὲ οἷον Σωκράτης ὁ φιλόσοφος Ἀπολλοδώρου τινὸς γνωρίμου λέγοντος αὐτῷ ἀδίκως σου θάνατον κατέγνωσαν Ἀθηναῖοι, γελάσας ἔφη, σὺ δὲ ἐβούλου δικαίως; προσενθυμεῖσθαι γὰρ ἡμᾶς δεῖ, ὅτι ἄρα βέλτιον ἀδίκως ἢ δικαίως κατεγνῶσθαι, ὅπερ ἐν τῇ χρείᾳ δοκεῖ παραλελεῖφθαι δυνάμει δηλούμενον. |
| 100 | κατὰ παράδειγμα δὲ οἷον Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς παρακαλούμενος ὑπὸ τῶν φίλων συναγαγεῖν χρήματα, εἶπεν, ἀλλὰ ταῦτα οὐκ ὤνησεν οὐδὲ Κροῖσον. εὐκτικῶς δὲ οἷον Δάμων ὁ παιδοτρίβης χωλοὺς ἔχων τοὺς πόδας κλαπέντων αὐτοῦ τῶν ὑποδημάτων, ἔφη, εἴθε ἐναρμόσειε τῷ κλέπτῃ. συμβολικῶς δὲ οἷον Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς ἐρωτηθεὶς ὑπό τινος, ποῦ ἔχει τοὺς θησαυρούς, ἐν τούτοις, ἔφη, δείξας τοὺς φίλους. τροπικῶς δὲ οἷον Πλάτων ὁ φιλόσοφος τοὺς τῆς ἀρετῆς κλῶνας ἔφη ἱδρῶτι καὶ πόνοις φύεσθαι. κατὰ ἀμφιβολίαν δέ, οἷον Ἰσοκράτης ὁ ῥήτωρ συνισταμένου αὐτῷ παιδίου καὶ ἐρωτῶντος τοῦ συνιστάντος, τίνος αὐτῷ δεῖ, εἶπε, πινακιδίου ΚΑΙΝΟΥ, καὶ γραφιδίου ΚΑΙΝΟΥ· ἀμφιβαλλόμενον γάρ, πότερον νοῦ καὶ πινακιδίου λέγει ἢ πινακίδος καινῆς καὶ καινοῦ γραφιδίου. κατὰ μετάληψιν δέ ἐστιν, ὅταν τὸ λεγόμενον καὶ τὸ ἐρωτώμενον ἐπ’ ἄλλο τις ἀποκρινόμενος μεταλαμβάνῃ, οἷον Πύρρος ὁ τῶν Ἠπειρωτῶν βασιλεὺς ζητούντων τινῶν παρὰ πότον, πότερος κρείττων αὐλητὴς Ἀντιγεννίδας ἢ Σάτυρος, ἐμοὶ μέν, εἶπε, στρατηγὸς Πολυσπέρχων. ὁ δὲ συνεζευγμένος τρόπος οὐκ ἄδηλός ἐστιν, ὅτι πολλαχῶς γίνεται· ἢ γὰρ γνωμικῷ χαριεντισμῷ συμπλακήσεται, ἢ παραδείγματι συμβολικῷ ἢ ἀμφιβολίᾳ καὶ μεταλήψει ἢ ἁπλῶς καθ’ ὅσους καὶ ἄλλους τρόπους δύναται συγγενέσθαι συζυγία, ἤτοι δυοῖν ἢ καὶ πλειόνων τρόπων εἰς μίαν χρείαν παραλαμβανομένων, οἷον Διογένης ὁ Κυνικὸς φιλόσοφος ἰδὼν μειράκιον ἐκ μοιχοῦ λίθους βάλλον εἰς ἀγοράν, παῦσαι, ἔφη, παιδίον, μὴ ἀγνοοῦν παίσῃς τὸν πατέρα. |
| 101 | ἔχει γὰρ ἅμα καὶ συμβολικῶς καὶ χαριέντως ἡ ἀπόφασις. Γυμνάζονται δὲ κατὰ τὰς χρείας τῇ ἀπαγγελίᾳ τῇ κλίσει τῇ ἐπιφωνήσει τῇ ἀντιλογίᾳ, ἐπεκτείνομέν τε καὶ συστέλλομεν τὴν χρείαν, πρὸς δὲ τούτοις ἀνασκευάζομεν καὶ κατασκευάζομεν. καὶ ἡ μὲν ἀπαγγελία φανερά ἐστι· ῥηθεῖσαν γὰρ χρείαν πειρώμεθα κατὰ τὸ δυνατὸν αὐτοῖς ὀνόμασιν ἢ καὶ ἑτέροις σαφέστατα ἑρμηνεῦσαι. ἡ δὲ κλίσις ἐστὶ ποικίλη· τὰ γὰρ ἐν τῇ χρείᾳ πρόσωπα εἰς τοὺς τρεῖς ἀριθμοὺς ἐναλλάττομεν, καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλ’ οἷον ἑνὸς πρὸς ἕνα καὶ [δύο] πρὸς δύο καὶ [πλείους] πρὸς πλείους, καὶ πάλιν δυοῖν πρὸς ἕνα καὶ πρὸς δύο, καὶ πρὸς πλείους, ἔτι δὲ πλειόνων πρὸς ἕνα καὶ πρὸς δύο καὶ πρὸς πλείους. προκειμένης γὰρ χρείας, ὅτι Ἰσοκράτης ὁ ῥήτωρ τοὺς εὐφυέας τῶν θεῶν παῖδας ἔλεγεν εἶναι, οὕτω κλίνομεν ἑνὸς μὲν πρὸς ἕνα, οἷον Ἰσοκράτης ὁ ῥήτωρ τὸν εὐφυέα τῶν μαθητῶν θεῶν παῖδα ἔλεγεν εἶναι· δυοῖν δὲ πρὸς δύο, Ἰσοκράτεε τὼ ῥήτορε τὼ εὐφυέε τῶν μαθητῶν θεῶν παῖδε ἐλεγέτην εἶναι· πλειόνων δὲ πρὸς πλείους, Ἰσοκράτεις οἱ ῥήτορες τοὺς εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖδας ἔλεγον εἶναι. φανερὸν δὲ ἐκ τούτων, πῶς καὶ τοὺς ἄλλους τρόπους κλινοῦμεν· μεταλαμβάνονται γὰρ καὶ εἰς τὰς πέντε πτώσεις. ἀλλ’ ἐπεὶ τῶν χρειῶν αἱ μέν εἰσι λογικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ ἐξ ἀμφοῖν τούτοιν μικταί, καὶ τούτων αὖ ἕτερά ἐστιν εἴδη, καθ’ ἕκαστον αὐτῶν πειρασόμεθα διδάσκειν τὴν κλίσιν ἐπὶ παραδείγματος. ἡ μὲν οὖν ὀρθὴ οὐδεμίαν ἔχει δυσκολίαν· κατὰ γὰρ αὐτὴν ἑκάστη τῶν χρειῶν εἴωθε προφέρεσθαι. τὴν δὲ γενικὴν πτῶσιν οὕτω κλινοῦμεν· ἐὰν μὲν λογικὴ ᾖ χρεία, προσθήσομεν αὐτῇ, τὸ ῥηθὲν μνήμης ἔτυχεν, ἢ λόγος ἀπομνημονεύεται εἰπόντος. τὸ μὲν οὖν πρότερον μετὰ τὴν ἀπαγγελίαν ὅλης τῆς χρείας εὐπρεπές ἐστιν ἐπενεγκεῖν, οἷον Ἰσοκράτους τοῦ ῥήτορος τοὺς εὐφυεῖς τῶν μαθητῶν θεῶν παῖδας λέγοντος εἶναι τὸ ῥηθὲν μνήμης ἔτυχε, τὸ δὲ δεύτερον μεσούσης αὐτῆς καὶ τῆς ἀποφάσεως ἀρχομένης, οἷον Πιττακοῦ τοῦ Μιτυληναίου ἐρωτηθέντος εἰ λανθάνει τις τοὺς θεοὺς φαῦλόν τι ποιῶν, λόγος ἀπομνημονεύεται εἰπόντος, οὐδὲ διανοούμενος. |
| 102 | ἁρμόττει δὲ μᾶλλον τὸ μέν, λόγος ἀπομνημονεύεται, πάσαις ταῖς λογικαῖς χρείαις, πλὴν τῆς καθ’ ἑκούσιον ἀπόφασιν· ταύτῃ γὰρ τὸ ῥηθὲν μνήμης ἔτυχεν. ἐὰν δὲ πρακτικὴ ᾖ χρεία, εἰ μὲν παθητικὴ εἴη, προσθετέον, τὸ συμβὰν μνήμης ἔτυχεν. εἰ δὲ ἐνεργητική, τὸ πραχθὲν μνήμης ἔτυχεν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μικτοῦ. ἐπὶ τέλει μέντοι τῶν χρειῶν καὶ τούτων ἕκαστον προσθετέον, οἷον Διδύμου τοῦ αὐλητοῦ ἁλόντος ἐπὶ μοιχείᾳ καὶ ἐκ τοῦ ὀνόματος κρεμασθέντος τὸ συμβὰν μνήμης ἔτυχε, καὶ Διογένους τοῦ Κυνικοῦ φιλοσόφου ἰδόντος ὀψοφάγον παῖδα καὶ τὸν παιδαγωγὸν τῇ βακτηρίᾳ παίσαντος τὸ πραχθὲν μνήμης ἔτυχε. τῇ δὲ δοτικῇ ἐπὶ πάσης χρείας πλὴν τῆς παθητικῆς προσθήσομεν τὸ ἔδοξεν ἢ τὸ ἐφάνη ἢ τὸ ἐπῆλθεν ἢ καὶ τὸ παρέστη ἤ τι τῶν τοιούτων, οἷον Διογένει τῷ Κυνικῷ φιλοσόφῳ ἰδόντι μειράκιον πλούσιον ἀπαίδευτον ἔδοξεν εἰπεῖν, οὗτός ἐστι ῥύπος περιηργυρωμένος. ἐπὶ μὲν τῆς παθητικῆς προσθήσομεν τὸ συνέβη, οἷον Διδύμῳ τῷ αὐλητῇ ἁλόντι ἐπὶ μοιχείᾳ συνέβη ἐκ τοῦ ὀνόματος κρεμασθῆναι. ἐπὶ δὲ τῆς αἰτιατικῆς προσθήσομεν καθόλου ἐπὶ πάσης χρείας τὸ φασί, τὸ λέγεται, οἷον Διογένην τὸν Κυνικὸν φιλόσοφον ἰδόντα μειράκιον πλούσιον ἀπαίδευτόν φασιν εἰπεῖν, ἢ λέγεται, οὗτός ἐστι ῥύπος περιηργυρωμένος. ἡ δὲ κλητικὴ σαφής ἐστι· ποιησόμεθα γὰρ τὸν λόγον πρὸς παρὸν ἡμῖν πρόσωπον, ἐφ’ ὃ ἡ χρεία ἀναφέρεται, οἷον Διόγενες Κυνικὲ φιλόσοφε, ἰδὼν μειράκιον πλούσιον ἀπαίδευτον, εἶπας, οὗτός ἐστι ῥύπος περιηργυρωμένος. |
| 103 | ἐπιφωνεῖν δέ ἐστιν ἀποδεχομένους οἰκείως καὶ συντόμως τὸ εἰρημένον διὰ τῆς χρείας, ἢ ὡς ἀληθές ἐστιν, ἢ ὡς καλόν, ἢ ὡς συμφέρον, ἢ ὡς καὶ ἄλλοις τὸ αὐτὸ τοῦτο ἔδοξεν ἀνδράσι δεδοκιμασμένοις, οἷον Εὐριπίδης ὁ ποιητὴς τὸν νοῦν ἡμῶν ἑκάστου ἔφησεν εἶναι θεόν. ἐπιφωνήσομεν δὲ ἐκ μὲν τοῦ ἀληθοῦς οὕτως θεὸς γὰρ ὄντως ἑκάστῳ ὁ νοῦς, ἐφ’ ἃ μὲν συμφέρει προτρέπων ἡμᾶς, ἀπείργων δὲ τῶν ζημιούντων. ἐκ δὲ τοῦ καλοῦ οὕτω· καλὸν γὰρ ἕκαστον μὴ ἐν χρυσῷ καὶ ἀργύρῳ νομίζειν εἶναι τὸν θεόν, ἀλλ’ ἐν ἑαυτῷ. ἐκ δὲ τοῦ συμφέροντος οὕτως· ἵνα μὴ διὰ μακροῦ κεῖσθαι τὸ τιμωροῦν οἰόμενοι πολλὴν τοῦ ἀδικεῖν ἔχοιμεν εὐχέρειαν. ἐκ δὲ τῆς τῶν εὐδοκίμων μαρτυρίας, ὅταν ἢ σοφὸν ἢ νομοθέτην ἢ ποιητὴν ἢ ἄλλον τινὰ τῶν διωνομασμένων λέγωμεν ὁμογνωμονεῖν τῷ ῥηθέντι, οἷον ἐπὶ τῆς προκειμένης χρείας φήσομεν· τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. ἀντιλέγομεν δὲ ταῖς χρείαις ἐκ τῶν ἐναντίων, ὡς πρὸς τὸν Ἰσοκράτην, εἰπόντα ὅτι τοὺς διδασκάλους προτιμητέον τῶν πατέρων· οἱ μὲν γὰρ τὸ ζῆν ἡμῖν, οἱ δὲ διδάσκαλοι τὸ καλῶς ζῆν παρέσχοντο. φαμὲν γὰρ ἀντιλέγοντες, ὅτι οὐκ ἐνῆν καλῶς ζῆν, εἰ μὴ τὸ ζῆν οἱ πατέρες παρέσχοντο. εἰδέναι δὲ δεῖ, ὅτι οὐ δυνατὸν ἀντιλέγειν πάσῃ χρείᾳ πολλῶν καλῶς καὶ ἀμέμπτως εἰρημένων, ὥσπερ οὐδὲ πάσας ἐστὶν ἐπαινεῖν διὰ τό τινων εὐθὺς προσπίπτειν τὴν ἀτοπίαν. ἐπεκτείνομεν δὲ τὴν χρείαν, ἐπειδὰν τὰς ἐν αὐτῇ ἐρωτήσεις τε καὶ ἀποκρίσεις, καὶ εἰ πρᾶξίς τις ἢ πάθος ἐνυπάρχοι, μηκύνωμεν. συστέλλομεν δὲ τὸ ἐναντίον ποιοῦντες, οἷον σύντομος μὲν χρεία· Ἐπαμεινώνδας, ἄτεκνος ἀποθνήσκων, ἔλεγε τοῖς φίλοις, δύο θυγατέρας ἀπέλιπον, τήν τε περὶ Λεῦκτρα νίκην, καὶ τὴν περὶ Μαντίνειαν· ἐκτείνομεν δὲ οὕτως· Ἐπαμεινώνδας, ὁ τῶν Θηβαίων στρατηγός, ἦν μὲν ἄρα καὶ παρὰ τὴν εἰρήνην ἀνὴρ ἀγαθός, συστάντος δὲ τῇ πατρίδι πολέμου πρὸς Λακεδαιμονίους, πολλὰ καὶ λαμπρὰ ἔργα τῆς μεγαλοψυχίας ἐπεδείξατο· βοιωταρχῶν μὲν περὶ Λεῦκτρα ἐνίκα τοὺς πολεμίους, στρατευόμενος δὲ καὶ ἀγωνιζόμενος ὑπὲρ τῆς πατρίδος ἀπέθανεν ἐν Μαντινείᾳ. |
| 104 | ἐπεὶ δὲ τρωθεὶς ἐτελεύτα τὸν βίον, ὀλοφυρομένων τῶν φίλων τά τε ἄλλα, καὶ διότι ἄτεκνος ἀποθνήσκοι, μειδιάσας, παύσασθε, ἔφη, ὦ φίλοι, κλαίοντες, ἐγὼ γὰρ ὑμῖν ἀθανάτους δύο καταλέλοιπα θυγατέρας, δύο νίκας τῆς πατρίδος κατὰ Λακεδαιμονίων, τὴν μὲν ἐν Λεύκτροις, τὴν πρεσβυτέραν, νεωτέραν δὲ τὴν ἄρτι μοι γενομένην ἐν Μαντινείᾳ. ἀνασκευαστέον δὲ ἔτι τὰς χρείας ἐκ τοῦ ἀσαφοῦς, ἐκ τοῦ πλεονάζοντος, ἐκ τοῦ ἐλλείποντος, ἐκ τοῦ ἀδυνάτου, ἐκ τοῦ ἀπιθάνου, ἐκ τοῦ ψευδοῦς, ἐκ τοῦ ἀσυμφόρου, ἐκ τοῦ ἀχρήστου, ἐκ τοῦ αἰσχροῦ. ἐκ μὲν τοῦ ἀσαφοῦς, ὡς εἰ λέγομεν τὸν Ἰσοκράτην μὴ σαφῶς διωρικέναι, ὧν δεῖται πρὸς ῥητορείαν τὸ συνιστάμενον αὐτῷ παιδίον· ὁμοίως δὲ ἔχει καὶ ἡ Διδύμου τοῦ αὐλητοῦ· οὐ γὰρ ἅπασι σαφές ἐστι τὸ ἐκ τοῦ ὀνόματος ἐκρεμάσθη. ἐκ δὲ τοῦ πλεονάζοντος, ἐπειδὰν λέγηταί τι, οὗ ἀφαιρεθέντος οὐδὲν ἧττον διαμένει ἡ χρεία, οἷον Σωκράτης ὁ φιλόσοφος ἐρωτηθείς, εἰ εὐδαίμων αὐτῷ δοκεῖ ὁ Περσῶν βασιλεύς, οὐκ ἔχω λέγειν, ἔφη, μὴ γὰρ εἰδέναι πῶς ἔχει παιδείας· ἐπλεόνασε γὰρ οὐ μόνον πρὸς τὴν ἐρώτησιν ἀποκρινόμενος, ἀλλὰ καὶ τῆς ἀποκρίσεως αἰτίαν εἰπών, οὐκ ἀναμείνας, εἴπερ ἄρα ἐπανερωτήσει, ὅπερ οὐκ ἦν κατὰ Σωκράτην ἄνδρα διαλεκτικὸν ὄντα. ἐκ δὲ τοῦ ἐλλείποντος, ὅταν δεικνύωμεν μὴ καλῶς φάμενον τὸν Δημοσθένην, ὑπόκρισιν εἶναι τὴν ῥητορικήν· πολλῶν γὰρ καὶ ἄλλων εἰς αὐτὴν δεόμεθα. |
| 105 | ἐκ δὲ τοῦ ἀδυνάτου, ὡς ἂν φῶμεν πρὸς τὸν Ἰσοκράτην, μὴ δυνατὸν ἐκ θεῶν ἀνθρώπους γενέσθαι, μηδ’ ἂν εὐφυεῖς ὦσιν. ἐκ δὲ τοῦ ἀπιθάνου, ὅτι μὴ εἰκός ἐστιν, Ἀντισθένην Ἀττικόν γε ὄντα παραγενόμενον Ἀθήνηθεν εἰς Λακεδαίμονα ἐκ τῆς γυναικωνίτιδος λέγειν εἰς τὴν ἀνδρωνῖτιν ἐπιέναι. ἐκ δὲ τοῦ ψευδοῦς, ὅτι μὴ ἀληθῶς ὁ Βίων ἔλεγε τὴν φιλαργυρίαν μητρόπολιν εἶναι τῆς κακίας· μᾶλλον γὰρ ἀφροσύνη ἐστίν. ἐκ δὲ τοῦ ἀσυμφόρου, ὅτι βλαβερῶς παραινεῖ Σιμωνίδης παίζειν ἐν τῷ βίῳ καὶ περὶ μηδὲν ἁπλῶς σπουδάζειν. ἐκ δὲ τοῦ ἀχρήστου, οἷον εἰ φαίνοιτο πρὸς οὐδὲν ὠφέλιμον τὸ ῥηθὲν τῷ βίῳ. ἐκ δὲ τοῦ αἰσχροῦ, ὁπόταν αἰσχρὰν καὶ ἐπονείδιστον ἀποφαίνωμεν τὴν χρείαν, οἷον ἀνὴρ Συβαρίτης ἰδὼν Λακεδαιμονίους ἐπιπόνως ζῶντας οὐ θαυμάζειν ἔφησεν, ὅτι ἐν τοῖς πολέμοις οὐκ ὀκνοῦσιν ἀποθνήσκειν, ἄμεινον γὰρ εἶναι τὸν θάνατον τοῦ τοιούτου βίου· πάνυ γὰρ μαλακῶς καὶ οὐκ ἀνδρείου τρόπου τὴν ἀπόφασιν ἐποιήσατο. ἐκ μὲν οὖν τούτων ἀνασκευαστέον, πρὸς ἕκαστον δὲ μέρος τῆς χρείας ἀρξάμενον ἀπὸ τῶν πρώτων ἐπιχειρεῖν δεῖ, ἐξ ὅσων τόπων ἂν δυνατὸν ᾖ· μὴ λανθανέτω γὰρ ἡμᾶς ὅτι οὐχ οἷόν τέ ἐστιν ἐν πάσαις ἐκ πάντων ἐπιχειρεῖν. Τὴν μέντοι τάξιν τῶν ἐπιχειρημάτων ποιησόμεθα, καθὰ καὶ τῶν τόπων ἐκτιθέμεθα, οἱ αὐτοὶ δ’ ἂν εἶεν καὶ πρὸς τὴν τῶν γνωμῶν ἀνασκευήν τε καὶ κατασκευήν. τοῖς δὲ ἤδη τελειοτέροις προσήκει τὰς ἀφορμὰς λαμβάνειν καὶ ἐκ τῶν πρὸς τὰς θέσεις ἡμῖν παραθησομένων. χρὴ δὲ τὸ προοίμιον μὴ τοιοῦτον εἶναι, ὥστε ἐφαρμόττειν ἑτέραις χρείαις, ἀλλ’ ἴδιον τῆς ὑποκειμένης. τοῦτο δ’ ἂν καλῶς γένοιτο ἐπί τε χρείας καὶ μύθου καὶ τῶν ἄλλων ἁπάντων, ὅταν ἐξ ἑνὸς ἢ δύο τῶν ἀνωτάτω μερῶν τὰς ἀφορμὰς τῶν προοιμίων λαμβάνωμεν. μετὰ δὲ τὸ προοίμιον αὐτήν τε τὴν χρείαν ἐκθετέον, εἶτα ἑξῆς τὰς ἐπιχειρήσεις. |
| 106 | χρηστέον δὲ ἐνταῦθα καὶ αὐξήσεσι καὶ παρεκβάσεσι καὶ ἤθεσιν, οἷς δυνατόν ἐστιν. ΠΕΡΙ ΤΟΠΟΥ. Τόπος ἐστὶ λόγος αὐξητικὸς ὁμολογουμένου πράγματος ἤτοι ἁμαρτήματος ἢ ἀνδραγαθήματος· ἔστι γὰρ διττὸς ὁ τόπος, ὁ μέν τις κατὰ τῶν πεπονηρευμένων, οἷον κατὰ τυράννου, προδότου, ἀνδροφόνου, ἀσώτου, ὁ δέ τις ὑπὲρ τῶν χρηστόν τι διαπεπραγμένων, οἷον ὑπὲρ τυραννοκτόνου, ἀριστέως, νομοθέτου. τῶν δὲ τόπων οἱ μέν εἰσιν ἁπλοῖ, οἱ δὲ οὐχ ἁπλοῖ, ἁπλοῖ μὲν οἱ προειρημένοι, οὐχ ἁπλοῖ δὲ οἱ κατὰ στρατηγοῦ προδότου, κατὰ ἱερέως ἱεροσύλου, κατὰ τοῦ ὑβρίσαντος ἐν ἑορτῇ ἢ ἱερῷ, ἢ ὑπὲρ γυναικὸς τυραννοκτόνου. τόπος δὲ εἴρηται, ὅτι ἀπ’ αὐτοῦ ὁρμώμενοι οἷον ἐκ τόπου ῥᾳδίως ἐπιχειροῦμεν κατὰ τῶν ὁμολογουμένων ἀδικεῖν, διόπερ τινὲς καὶ ἀφορμὴν ἐπιχειρημάτων αὐτὸν ὡρίσαντο· ἡ μὲν γὰρ τοῦ ὑβριστοῦ κατηγορία κοινὴ καὶ ἀναμφισβήτητος [καὶ] τόπος καλεῖται, ἐξ αὐτῆς δὲ ὁρμώμενοι οἷον ἐκ τόπου ῥᾳδίως καὶ κατὰ Κόνωνος καὶ κατὰ Μειδίου λόγων εὐποροῦμεν. Διαφέρει δὲ τῶν ἐγκωμίων καὶ τῶν ψόγων, ὅτι ἐκεῖνα μὲν περὶ ὡρισμένων προσώπων καὶ μετὰ ἀποδείξεως λέγεται, οἷον Ἰσοκράτους τὸ Ἑλένης ἐγκώμιον, καὶ εἴ πού τις Εὐρυβάτου ψόγος, οἱ δὲ τόποι περὶ μόνων ἁπλῶς εἰσι τῶν πραγμάτων καὶ χωρὶς ἀποδείξεως, καὶ ὅτι ἐν μὲν τοῖς ἐγκωμίοις καὶ ψόγοις φροντιστέον καὶ προοιμίων, ἐπὶ δὲ τοῦ τόπου ἐπίνοια τοιαύτη τις εἶναι βούλεται, ὥστε ἀποκοπὴν εἶναι δοκεῖν καὶ μέρος λόγου ἑτέρου προειρημένου, καὶ οἷον ἐπίλογόν τινα μετ’ ὄγκου τῶν ἤδη προαποδεδειγμένων· διόπερ καὶ οὕτως ἀρκτέον αὐτοῦ, καθάπερ ἤδη προειρημένων ἑτέρων, ὡς παρ’ Αἰσχίνῃ· μὴ γὰρ οἴεσθ ε , ὦ ἄνδρες Ἀθηναῖο ι , τὰς τῶν ἀτυχημάτων ἀρχὰς ἀπὸ θεῶ ν , ἀλλὰ καὶ ἀνθρώπων ἀσελγείας γίνεσθα ι , καὶ παρὰ Δημοσθένει, ἄνθρωποι μιαροὶ καὶ κόλακες καὶ ἀλάστορε ς , ἠκρωτηριασμένοι τὰς ἑαυτῶν ἕκαστοι πατρίδα ς , τὴν ἐλευθερίαν προπεπωκότες πρότερον μὲν Φιλίππ ῳ , νῦν δὲ Ἀλεξάνδρ ῳ , τῇ γαστρὶ μετροῦντες καὶ τοῖς αἰσχίστοις τὴν εὐδαιμονία ν · καὶ ἔτι· νόσημα γά ρ , ὦ ἄνδρες Ἀθηναῖο ι , δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα καὶ χαλεπὸν καὶ πολλῆς εὐτυχίας τινὸς καὶ τῆς πα ρ ’ ὑμῶν ἐπιμελείας δεόμενο ν . |
| 107 | ἤδη δὲ καὶ προοιμίων πολλοὶ φροντίζουσι, καὶ αὐτὸ τὸ πρᾶγμα ἐκτίθενται ὡσανεὶ διηγούμενοι, ἐπὶ πᾶσι δὲ τὰς αὐξήσεις ἐπιφέρουσιν, οἱ δὲ τοιοῦτοι τάχα ἂν καὶ οὕτως ὠφελοῖντο, διαφθείρουσι μέντοι τὴν ἰδιότητα τοῦ γυμνάσματος. ἐπιχειρεῖν δὲ δεῖ ἐκ τῆς προαιρέσεως τῶν δεδρακότων καὶ τοῦ μεγέθους τῶν ἔργων ὧν διαπράττονται, ἔκ τε ὧν ἕτεροι πάσχουσι δι’ αὐτούς, καὶ ἔτι ἐξ ὧν αὐτοὶ μεταλαμβάνουσιν ἐὰν δὲ ὥσπερ ἐν δίκῃ ἐθέλωμεν καὶ προοιμίῳ καὶ διηγήματι χρῆσθαι, μετὰ τὸ προοίμιον καὶ τὴν τοῦ ἀδικήματος ἀπαγγελίαν ληψόμεθα τὰς ἐπιχειρήσεις, πρῶτον μὲν ἀπὸ τῆς διανοίας τοῦ δεδρακότος, ὅτι πονηρά, δεύτερον δὲ ἀπὸ τοῦ πράγματος περὶ οὗ τὸ ἀδίκημα, ὅτι τῶν ἀναγκαιοτάτων ἐστίν, οἷον ὅτι κλέπτης περὶ τὰ χρήματα ἐπιβουλεύει, ἅπερ εἰσὶν ἀναγκαιότατα πᾶσι, καὶ τούτων ἕνεκα καὶ γεωργοῦμεν καὶ πλέομεν καὶ πάνθ’ ἁπλῶς κατὰ τὸν βίον πράττομεν, ἵν’ ἔχωμεν χρήματα, ἐξ ὧν ζῆν δυνησόμεθα. μετὰ δὲ ταῦτα ἀπὸ τῆς περιοχῆς, ὅτι τῷ μὲν ὀνόματι ἓν τὸ ἀδίκημά ἐστι, τῇ δὲ ἀληθείᾳ πολλὰ περιέχει ἐν αὑτῷ ἀδικήματα, οἷον ἡ μοιχεία καὶ βίαν καὶ κλοπὴν καὶ νοθείαν καὶ μυρία ἄλλα περιέχει. |
| 108 | ἔπειτα δὲ ἀπὸ τῆς συγκρίσεως, αὕτη δὲ τριπλῆ· τὸ γὰρ κατηγορούμενον ὑφ’ ἡμῶν ἢ μείζονι ἑαυτοῦ συγκρίνομεν ἢ ἐλάττονι ἢ ἴσῳ· ὅταν μὲν οὖν μείζονι συγκρίνωμεν, αὔξοντες τὸ ἔλαττον ἴσον ἐκείνῳ ἀποφανοῦμεν, οἷον ὅτι κλέπτης τῷ ἱεροσύλῳ τὰ ἴσα ἀδικεῖ· μιᾷ γὰρ ἀμφότεροι χρῶνται τῇ περὶ τὸ κλέπτειν ἐπιθυμίᾳ, καὶ οὔθ’ ὁ κλέπτης εἰ καιροῦ λάβοιτο, ὀκνήσειεν ἱεροσυλεῖν, οὔθ’ ὁ ἱερόσυλος κλέπτειν. ὅταν δὲ ἐλάττονι συγκρίνωμεν, οὕτως ἐροῦμεν· εἰ ὁ κλέπτης ἀνθρώπων χρήματα ἀφαιρούμενος κολάζεται, πόσῳ μᾶλλον οὗτος κολασθήσεται ὁ τὰ τῶν θεῶν συλῶν; ὅταν δὲ ἴσον ἴσῳ παραβάλλωμεν, φήσομεν, ὅτι εἰ τὸν τὰ ἴσα ἡμαρτηκότα ἀθῷον οὐκ ἐῶμεν, οὐδὲ τοῦτον ἄξιον περιορᾶν. εἶτα ἀπὸ τῶν ἐναντίων· εἰ γὰρ ἀριστεὺς τιμῶν ἄξιος, κολάσεως ὁ προδότης. ἑξῆς δὲ ἀπὸ τῶν πρὸ τοῦ πράγματος, οἷον τὸ κατὰ τοῦ ἱεροσύλου, ὅτι πρὸ τῶν εἰς τοὺς θεοὺς ἀσεβημάτων εἰκός ἐστι τὸν ἱερόσυλον πολλὰ εἰς τοὺς ἀνθρώπους τετολμηκέναι, πολλὰ δὲ εἰς τοὺς κατοιχομένους, ἐκλελοιπέναι τε τὰ πολλὰ τῶν νενομισμένων ἐπὶ τιμῇ θεῶν, οἷον ἑορτὰς θυσίας εὐχάς, ἔτι τε ἐπιωρκηκέναι πολλάκις, καὶ τὰ παραπλήσια. εἶτα ἀπὸ τῆς ἐκβάσεως καὶ τῶν μετὰ τὸ πρᾶγμα, οἷον ἱεροσυλίας γενομένης τὰ μὲν ἱερὰ ἀκόσμητα διαμένει, ὁ δὲ ἱερόσυλος εἰς τὰς ἡδονὰς καταναλίσκει τὰ συληθέντα, καὶ ὅτι διὰ τὰς τοιαύτας ἁμαρτίας ἐπιγίνεται ταῖς πόλεσι καὶ θεῶν μηνίματα, λιμοὶ καὶ λοιμοί, στρατοπέδων ὄλεθροι, καὶ πάντα τὰ τοιαῦτα. ἑξῆς δὲ ἀπὸ τοῦ ἀνηκέστου, οἷον ἀνεπανόρθωτόν ἐστι τὸ πραχθέν. εἶτα ἐκ τῆς κρίσεως ἤτοι νομοθετῶν ἢ ποιητῶν ἢ σοφῶν ἀνδρῶν γνώμας λέγοντες, οἷον ὅτι καὶ τούτοις πονηρὸν εἶναι δοκεῖ τὸ πραχθὲν καὶ κολάσεως ἄξιον. ἐφ’ ἅπασι δὲ τὴν διατύπωσιν ποιησόμεθα, ὅταν ἐνεργούμενον τὸ ἀδίκημα ἀπαγγέλλωμεν καὶ τὸ πάθος τοῦ ἠδικημένου, οἷον κατὰ ἀνδροφόνου· διαγράψομεν γὰρ οἷος μὲν ἦν ὁ ἐργαζόμενος τὸν φόνον, ὡς ὠμῶς καὶ ἀνηλεῶς αὐτόχειρ γενόμενος ἀνθρώπου ἄνθρωπος ὤν, καὶ τὸ ξίφος σπώμενος, καὶ τὴν πληγὴν καταφέρων, καὶ μὴ καιρίας εἰ τύχοι τῆς πληγῆς γενομένης, ἄλλας ἐπ’ ἄλλαις ποιούμενος, καὶ μιαινόμενος αἵματι τοῦ φονευομένου, οἵας δὲ κἀκεῖνος φωνὰς ἠφίει, τοῦτο μὲν τοῦ φονέως δεόμενος, τοῦτο δὲ βοηθοὺς ἐπικαλούμενος, νῦν μὲν ἀνθρώπους, νῦν δὲ τοὺς θεούς, καὶ ὅσα ἄλλα τοιαῦτα. |
| 109 | ἐν δὲ τοῖς οὐχ ἁπλοῖς τόποις ἔστι μὲν καὶ ἀπὸ τῶν προειρημένων ἐπιχειρεῖν, πλειόνων δὲ λόγων εὐπορήσομεν διὰ τὸ προσκείμενον τοῖς ἁπλοῖς· ὁ γὰρ προδότης καὶ καθ’ αὑτὸν μὲν ὀργῆς ἄξιος, πολὺ δὲ πλέον, ὅταν στρατηγὸς ᾖ· τὸ δὲ παρ’ ἐλπίδας πραχθὲν πολλὰς ἀφορμὰς λόγων παραδίδωσιν. Ἡ μὲν τῶν ἁμαρτημάτων αὔξησις ἐκ τούτων ἂν γένοιτο, τῶν δὲ ἐπαινετῶν ἐκ τῶν ἐναντίων. ΠΕΡΙ ΕΓΚΩΜΙΟΥ ΚΑΙ ΨΟΓΟΥ. Ἐγκώμιόν ἐστι λόγος ἐμφανίζων μέγεθος τῶν κατ’ ἀρετὴν πράξεων καὶ τῶν ἄλλων ἀγαθῶν περί τι ὡρισμένον πρόσωπον, τούτου δὲ τὸ μὲν εἰς τοὺς ζῶντας ἰδίως νῦν ἐγκώμιον καλεῖται· τὸ δὲ εἰς τοὺς τεθνεῶτας ἐπιτάφιος λέγεται, τὸ δὲ εἰς τοὺς θεοὺς ὕμνος· ἀλλ’ εἴτε ζῶντας, εἴτε τελευτήσαντας, ἢ καὶ ἥρωας καὶ θεούς τις ἐγκωμιάζοι, μία καὶ ἡ αὐτή ἐστι τῶν λόγων ἔφοδος. ἐγκώμιον δὲ λέγεται τῷ τοὺς παλαιοὺς ἐν κώμῳ τινὶ καὶ παιδιᾷ τὰς εἰς θεοὺς εὐλογίας ποιεῖν. ἐπεὶ δὲ τὰ ἀγαθὰ μάλιστα ἐπαινεῖται, τῶν δὲ ἀγαθῶν τὰ μὲν περὶ ψυχήν τε καὶ ἦθος, τὰ δὲ περὶ σῶμα, τὰ δὲ ἔξωθεν ἡμῖν ὑπάρχει, δῆλον ὅτι τὰ τρία ἂν εἴη ταῦτα, ἐξ ὧν εὐπορήσομεν ἐγκωμιάζειν. |
| 110 | ἔστι δὲ τῶν ἔξωθεν πρῶτον μὲν εὐγένεια ἀγαθόν, διττὴ δὲ ἡ μὲν πόλεως καὶ ἔθνους καὶ πολιτείας ἀγαθῆς, ἡ δὲ γονέων καὶ τῶν ἄλλων οἰκείων. ἔπειτα δὲ παιδεία, φιλία, δόξα, ἀρχή, πλοῦτος, εὐτεκνία, εὐθανασία. τοῦ δὲ σώματός ἐστιν ὑγεία, ἰσχύς, κάλλος, εὐαισθησία. ψυχικὰ δὲ ἀγαθὰ τὰ σπουδαῖα ἠθικὰ καὶ αἱ τούτοις ἀκολουθοῦσαι πράξεις, οἷον ὅτι φρόνιμος, ὅτι σώφρων, ὅτι ἀνδρεῖος, ὅτι δίκαιος, ὅτι ὅσιος, ὅτι ἐλευθέριος, καὶ ὅτι μεγαλόφρων, καὶ ὅσα τοιαῦτα. καλαὶ δέ εἰσι πράξεις καὶ αἱ μετὰ θάνατον ἐπαινούμεναι· τοὺς γὰρ ζῶντας εἰώθασι κολακεύειν, καὶ ἀνάπαλιν αἱ ζώντων ἔτι ἡμῶν ἐγκωμιαζόμεναι καὶ τὸν τῶν πολλῶν φθόνον ὑπερβαλλόμεναι· φθόνος γὰρ τοῖς ζῶσι κατὰ Θουκυδίδην πρὸς τὸ ἀντίπαλον· καὶ ἃς ἄλλων ἕνεκα καὶ μὴ ἑαυτῶν πράττομεν· καὶ τοῦ καλοῦ χάριν, ἀλλὰ μὴ διὰ τὸ συμφέρον ἢ τὸ ἡδύ· καὶ ἐφ’ ὧν ὁ μὲν πόνος ἴδιος, ἡ δὲ ὠφέλεια κοινή· καὶ δι’ ἃς οἱ πολλοὶ καὶ μεγάλα πάσχουσιν εὖ καὶ ἃς χάριν εὐεργετῶν καὶ μᾶλλον τετελευτηκότων· διόπερ ἐπαινοῦνται καὶ αἱ πρὸ τῶν φίλων τιμωρίαι καὶ κίνδυνοι. ἐπαινεταὶ δέ εἰσιν αἱ πράξεις καὶ αἱ διὰ τὸν καιρόν, καὶ εἰ μόνος ἔπραξέ τις ἢ πρῶτος, ἢ ὅτε οὐδείς, ἢ μᾶλλον τῶν ἄλλων, ἢ μετ’ ὀλίγων, ἢ ὑπὲρ τὴν ἡλικίαν, ἢ παρὰ τὴν ἐλπίδα, ἢ μετὰ πόνων, ἢ ὅσα ῥᾷστα ἢ τάχιστα ἐπράχθησαν. δεῖ δὲ λαμβάνειν καὶ τὰς κρίσεις τῶν ἐνδόξων, καθάπερ οἱ ἐπαινοῦντες Ἑλένην, ὅτι Θησεὺς προέκρινε. χρήσιμον δὲ καὶ τὸ εἰκάζειν ἐκ τῶν παρεληλυθότων τὰ μέλλοντα, ὡς [τε] εἴ τις λέγοι περὶ Ἀλεξάνδρου τοῦ Μακεδόνος, τί δ’ ἂν ἔπραξε τηλικαῦτα καὶ τοσαῦτα ἔθνη καταστρεψάμενος, εἰ μικρὸν ἔτι ἐπεβίω χρόνον; καὶ ὡς Θεόπομπος ἐν τῷ Φιλίππου ἐγκωμίῳ, ὅτι εἰ βουληθείη Φίλιππος τοῖς αὐτοῖς ἐπιτηδεύμασιν ἐμμεῖναι, καὶ τῆς Εὐρώπης πάσης βασιλεύσει. |
| 111 | οὐκ ἄχρηστον δὲ καὶ τὸ μνημονεύειν τῶν ἤδη δεδοξασμένων ἀντιπαραβάλλοντα ἐκείνων τὰ ἔργα πρὸς τὰ τῶν ἐγκωμιαζομένων. χάριεν δέ ἐστιν ἐνίοτε ἀπὸ τῶν ὀνομάτων καὶ τῆς ὁμωνυμίας ἢ τῶν ἐπωνυμιῶν ἐγκωμιάζειν, ἐὰν μὴ πάνυ φορτικὸν καὶ καταγέλαστον ᾖ, καὶ ἀπὸ μὲν τῶν ὀνομάτων, οἷον Δημοσθένης ὅτι ἦν τὸ τοῦ δήμου σθένος· ἀπὸ δὲ τῆς ὁμωνυμίας, ὅταν τις τύχῃ τὸ αὐτὸ ὄνομα ἔχων ἀνδρὶ δεδοξασμένῳ· ἐκ δὲ τῶν ἐπωνυμιῶν, οἷον Περικλῆς Ὀλύμπιος ἀπὸ τῆς ἐν τοῖς κατορθώμασι μεγαλειότητος ἐπικεκλημένος. οἱ μὲν οὖν τόποι ἐξ ὧν ἐπιχειρήσομεν, οἵδε εἰσί· χρησόμεθα δὲ αὐτοῖς τοῦτον τὸν τρόπον. μετὰ τὸ προοίμιον εὐθὺς περὶ εὐγενείας ἐροῦμεν, καὶ τῶν ἄλλων τῶν τε ἐκτὸς καὶ περὶ σῶμα ἀγαθῶν, οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε τὸν λόγον διατιθέμενοι, ἀλλ’ ἐφ’ ἑκάστου δεικνύντες, ὅτι μὴ ἀνοήτως, ἀλλὰ φρονίμως καὶ ὡς ἔδει αὐτοῖς ἐχρήσατο (ἥκιστα γὰρ ἐπαινοῦσι μὴ κατὰ προαίρεσιν ἀλλ’ ἐκ τύχης ἃ ἔχουσιν ἀγαθά) οἷον ὅτι εὐτυχῶν ἦν μέτριος καὶ φιλάνθρωπος, καὶ πρὸς τοὺς φίλους ὁ αὐτὸς καὶ δίκαιος, καὶ τοῖς τοῦ σώματος πλεονεκτήμασι σωφρόνως προσηνέχθη. εἰ δὲ μηδὲν τῶν προειρημένων ἀγαθῶν ἔχοι, λεκτέον, ὅτι ἀτυχῶν ταπεινὸς οὐκ ἦν, οὐδὲ πενόμενος ἄδικος, οὐδὲ δεόμενος ἀνδραποδώδης, καὶ ὅτι ἐκ πόλεως ὢν μικρᾶς λαμπρὸς ἐγένετο, καθάπερ Ὀδυσσεύς τε καὶ Δημόκριτος, καὶ ἐν πολιτείᾳ φαύλῃ τεθραμμένος οὐ διεστράφη, ἀλλὰ τῶν καθ’ αὑτὸν ἄριστος ἐγένετο, ὥσπερ Πλάτων ἐν ὀλιγαρχίᾳ. ἐπαίνετός τε καὶ εἴ τις ἐκ ταπεινῆς οἰκίας ὢν μέγας ἐγένετο, ὥσπερ Σωκράτης ὁ Φαιναρέτης τῆς μαίας υἱὸς καὶ Σωφρονίσκου τοῦ ἑρμογλύφου. ἄξιον δὲ ἄγασθαι καὶ τὸν ἐκ βαναύσου τέχνης ἢ πονηρᾶς τύχης ἀγαθὸν δυνηθέντα τι ἐργάσασθαι, ὁποῖον λέγουσιν Ἥρωνα μὲν τὸν σκυτοτόμον, Λεόντιον δὲ τὴν ἑταίραν φιλοσοφῆσαι· μάλιστα γὰρ ἐν τοῖς ἀτυχήμασιν ἐκλάμπει ἡ ἀρετή. |
| 112 | μετὰ δὲ ταῦτα τὰς πράξεις καὶ τὰ κατορθώματα παραληψόμεθα οὐκ ἐφεξῆς διηγούμενοι· λέγοντες γὰρ ἄλλα προστίθεμεν κατὰ μίαν ἑκάστην ἀρετήν, ἔπειτα τὰ ἔργα διεξιόντες, οἷον ὅτι ἦν σώφρων, προλέγειν καὶ ἐπιφέρειν εὐθύς, τί αὐτῷ σωφρονητικὸν ἔργον πέπρακται, ὁμοίως ἐπὶ τῶν ἄλλων ἀρετῶν. τὰς δὲ διαβολὰς ἢ οὐ δεῖ λέγειν· ἀνάμνησις γὰρ γίνεται τῶν ἁμαρτημάτων· ἢ ὡς οἷόν τε λάθρα καὶ ἀποκεκρυμμένως, μὴ λάθωμεν ἀπολογίαν ἀντ’ ἐγκωμίου ποιήσαντες· ἀπολογεῖσθαι μὲν γὰρ προσήκει περὶ τῶν ἀδικεῖν αἰτίαν ἐχόντω ν , ἐπαινεῖν δὲ τοὺς ἐπὶ ἀγαθῷ τινι διαφέροντα ς . τὰ δὲ τῶν ἀψύχων ἐγκώμια, οἷον μέλιτος, ὑγείας, ἀρετῆς, καὶ τῶν παραπλησίων, ἀναλόγως ποιησόμεθα ἀπὸ τῶν προειρημένων τόπων ἐπιχειροῦντες, ἐξ ὧν ἂν δυνατὸν ᾖ. Ἐκ μὲν τούτων ἐπαινεσόμεθα, ψέξομεν δὲ ἐκ τῶν ἐναντίων. ΠΕΡΙ ΣΥΓΚΡΙΣΕΩΣ. Σύγκρισίς ἐστι λόγος τὸ βέλτιον ἢ τὸ χεῖρον παριστάς. γίνονται δὲ συγκρίσεις προσώπων τε καὶ πραγμάτων, καὶ προσώπων μὲν οἷον Αἴαντος Ὀδυσσέως, πραγμάτων δὲ οἷον σοφίας τε καὶ ἀνδρείας. ἀλλ’ ἐπειδὴ καὶ τῶν προσώπων θάτερον προκρίνομεν εἰς τὰς πράξεις ἀποβλέποντες, καὶ εἴ τι ἄλλο περὶ αὐτῶν ἐστιν ἀγαθόν, μία μέθοδος ἂν εἴη περὶ ἀμφοῖν. πρῶτον δὲ διωρίσθω, ὅτι αἱ συγκρίσεις γίνονται οὐ τῶν μεγάλην πρὸς ἄλληλα διαφορὰν ἐχόντων· γελοῖος γὰρ ὁ ἀπορῶν, πότερον ἀνδρειότερος Ἀχιλλεὺς ἢ Θερσίτης, ἀλλ’ ὑπὲρ τῶν ὁμοίων, καὶ περὶ ὧν ἀμφισβητοῦμεν, πότερον δεῖ προθέσθαι, διὰ τὸ μηδεμίαν ὁρᾶν τοῦ ἑτέρου πρὸς τὸ ἕτερον ὑπεροχήν. |
| 113 | ὅταν μὲν οὖν πρόσωπα συγκρίνωμεν, πρῶτον μὲν ἀντιπαραβαλοῦμεν τὴν εὐγένειαν καὶ τὴν παιδείαν καὶ τὴν εὐτεκνίαν καὶ τὰς ἀρχὰς καὶ τὴν δόξαν καὶ τὴν τοῦ σώματος διάθεσιν, καὶ εἴ τι ἄλλο περί τε τὸ σῶμα καὶ ἔξωθεν ἀγαθὸν ἐν τοῖς περὶ ἐγκωμίων προείπομεν. μετὰ δὲ ταῦτα τὰς πράξεις συγκρινοῦμεν προκρίνοντες τὰς καλλίους καὶ τὰς ἀγαθῶν πλειόνων καὶ μειζόνων αἰτίας, καὶ βεβαιοτέρας καὶ τὰς πολυχρονιωτέρας, καὶ τὰς ἐν καιρῷ μᾶλλον πεπραγμένας, καὶ ὧν μὴ πραχθεισῶν μεγάλη βλάβη συμβαίνει, καὶ τὰς ἐκ προαιρέσεως μᾶλλον τῶν δι’ ἀνάγκην ἢ τύχην, καὶ ἃς ὀλίγοι ἔπραξαν μᾶλλον ἢ ἃς πολλοί· τὰ γὰρ κοινὰ καὶ δημώδη οὐ πάνυ ἐπαινετά· καὶ ἃς μετὰ πόνου ἐπράξαμεν μᾶλλον ἢ ῥᾳδίως, καὶ ἃς εἰργασάμεθα μετὰ τὴν ἡλικίαν καὶ τὴν δύναμιν μᾶλλον ἢ τὰς ὅτε δυνατόν ἐστι. τὰς δὲ διαβολάς, ὡς ἔφαμεν ἐν τῷ περὶ ἐγκωμίων, ἢ οὐ δεῖ λέγειν ἢ ὡς οἷόν τε τάχιστα, τὰς δὲ τοῦ ἐναντίου προσώπου διασύρειν μᾶλλον καὶ χλευάζειν προσήκει· τούτῳ γὰρ διοίσει σύγκρισις τῆς ὑποθέσεως. ἐν μὲν γὰρ τῇ ὑποθέσει πρὸς τῷ τὰ οἰκεῖα λέγειν κατορθώματα καὶ εἴ τι πέπρακται τοῖς ἀντιδίκοις ἁμάρτημα, ἐπάξομεν, ἡ δὲ σύγκρισις μόνην ἁπλῶς τῶν κατορθωμάτων τὴν ὑπεροχὴν ζητεῖν ἐπαγγέλλεται. ὅταν δὲ πράγματα συγκρίνωμεν, γελοῖον μὲν ἴσως ἐνταῦθα δόξει συγγένειαν ἤ τι τοιοῦτον ζητεῖν, οὐδὲν δὲ κωλύει κατὰ ἀναλογίαν τοῖς τοιούτοις ἐπισκοπεῖν, οἷον ἢ τοὺς εὑρετὰς αὐτῶν ἢ τὴν φύσιν ἢ τὴν χώραν, ἐν αἷς πέφυκεν εἶναι, καθὰ εἴ τις φαίη τὴν ὑγείαν Ἀπόλλωνος εἶναι θυγατέρα, ἐπειδὴ ἰατρὸς ὁ θεός, ἢ τὸ μέλι ἐξ οὐρανοῦ, διότι δοκεῖ τοῖς πολλοῖς ἐκ δρόσου τὴν ὑπόστασιν ἔχειν, ἢ ναὶ μὰ Δί’ ἀλλ’ ἐκ τῆς ἀρίστης πόλεως, ἐπειδὴ πέφυκε τὸ κάλλιστον μέλι ἐν τῇ Ἀττικῇ γίνεσθαι, καὶ ὅσα τοιαῦτα. |
| 114 | ἑξῆς δὲ λεκτέον καὶ τὰς δι’ ἑκατέρων τῶν παραβαλλομένων συμβαινούσας ὠφελείας. τὰς μὲν οὖν τῶν βελτιόνων συγκρίσεις ἐκ ταύτης ποιησόμεθα· ἐκ δὲ τῶν ἐναντίων, ἐπειδὰν ζητῶμεν δυοῖν ὄντων φευκτῶν τὸ χεῖρον ἀνευρεῖν, οἷον ἀφροσύνης καὶ ἀλγηδόνος. αἱ μὲν οὖν ἑνὸς πρὸς ἕν τι συγκρίσεις οὕτως ἂν μεθοδεύοιντο, τὰς δὲ πλειόνων τινῶν πρὸς πλείω κατὰ δύο τρόπους εἰώθαμεν συγκρίνειν. εἷς μὲν γάρ ἐστι τρόπος, ὅταν τῶν συγκρινομένων λαβόντες τὰ ἀκρότατα πρὸς ἄλληλα παραβάλλωμεν, κατὰ δὲ τὴν τούτων σύγκρισιν καὶ τὸ σύμπαν γένος πρὸς πᾶν γένος ἀξιῶμεν ἔχειν, οἷον εἰ βουλοίμεθα τὸ τῶν ἀρρένων γένος πρὸς τὸ τῶν θηλειῶν συγκρῖναι, ὁπότερον αὐτῶν ἐστιν ἀνδρειότερον, [ἀξιοῖμεν] τὸν ἀνδρειότατον ἄνδρα πρὸς τὴν ἀνδρειοτάτην γυναῖκα συγκρίνοντες, ὁπότερον ἂν εὑρίσκωμεν κρείττονα, οὕτω καὶ τὸ ὅλον αὐτοῦ γένος τοῦ ἑτέρου κρεῖττον ἀποφαίνειν. εἰ μὲν δὴ βουλοίμεθα προκρίνειν τὸ τῶν ἀρρένων γένος τοῦ θήλεος, οὕτω ποιήσομεν· ὑποθησόμεθα γὰρ Θεμιστοκλέα κρείττονα εἶναι τοῦ τῶν ἀρρένων γένους κατὰ ἀνδρείαν, Ἀρτεμισίαν δὲ τοῦ θήλεος, οὐκοῦν εἰ ἀνδρειότερος Θεμιστοκλῆς Ἀρτεμισίας, καὶ τὸ τῶν ἀρρένων γένος τοῦ τῶν θηλειῶν ἀνδρειότερον. εἰ δὲ τὸ θῆλυ γένος τοῦ ἄρρενος προκρίνειν ἐθέλοιμεν, ὑποθησόμεθα Τόμυριν μὲν εἶναι ἀνδρειοτάτην γυναικῶν, Κῦρον δὲ τῶν ἀνδρῶν, οὐκοῦν εἰ Τόμυρις ἀνδρειοτέρα Κύρου, καὶ τὸ τῶν θηλειῶν γένος ἀνδρειότερον τοῦ τῶν ἀρρένων. δεύτερος δὲ τρόπος ἐστίν, ὅταν μὴ μίαν ἢ δύο τῶν ἐξοχωτάτων τοῖς ἐξοχωτάτοις παραβάλλωμεν, ἀλλ’ ἐκεῖνο τὸ γένος προκρίνωμεν, ἐν ᾧ πλείους εἰσὶν οἱ εὐδόκιμοι, οἷον εἰ πλείους εἰσὶν ἄρρενες ἀνδρεῖοι ἤπερ αἱ γυναῖκες, καὶ τὸ γένος τῶν ἀρρένων τοῦ τῶν γυναικῶν ἀνδρειότερον. οὐ γὰρ εἰ Τόμυρις ἡ Μασσαγέτις, ἢ Σπαρέθρα ἡ Ἀμόργου τοῦ Σακῶν βασιλέως γυνὴ κρείττων ἐστὶ Κύρου, ἢ καὶ ναὶ μὰ Δία Σεμίραμις Ζωροάστρου τοῦ Βακτρίου, ἤδη συγχωρητέον καὶ τὸ θῆλυ τοῦ ἄρρενος εἶναι ἀνδρειότερον, μιᾶς μὲν ἢ δύο γυναικῶν ἀνδρειοτάτων οὐσῶν, ἀρρένων δὲ παμπόλλων. |
| 115 | ἔστι δὲ ὁ τρόπος τῶν λόγων διττός· ἢ γὰρ ὑπὲρ ἑκάστου τῶν συγκρινομένων ἰδίᾳ τινὰ λόγον διεξελευσόμεθα, ἢ ἕνα παρ’ ἀμφοῖν θατέρου προκρίνοντες, καθάπερ καὶ Ξενοφῶν ἐν τῷ συμποσίῳ τὸν τῆς ψυχῆς ἔρωτα τῷ τοῦ σώματος ἀντιπαραβάλλων προκρίνει. ΠΕΡΙ ΠΡΟΣΩΠΟΠΟΙΙΑΣ. Προσωποποιΐα ἐστὶ προσώπου παρεισαγωγὴ διατιθεμένου λόγους οἰκείους ἑαυτῷ τε καὶ τοῖς ὑποκειμένοις πράγμασιν ἀναμφισβητήτως, οἷον τίνας ἂν εἴποι λόγους ἀνὴρ πρὸς τὴν γυναῖκα μέλλων ἀποδημεῖν, ἢ στρατηγὸς τοῖς στρατιώταις ἐπὶ τοὺς κινδύνους. καὶ ἐπὶ ὡρισμένων δὲ προσώπων, οἷον τίνας ἂν εἴποι λόγους Κῦρος ἐλαύνων ἐπὶ Μασσαγέτας, ἢ τίνας Δάτις μετὰ τὴν ἐν Μαραθῶνι μάχην ἐντυγχάνων τῷ βασιλεῖ. ὑπὸ δὲ τοῦτο τὸ γένος τῆς γυμνασίας πίπτει καὶ τὸ τῶν πανηγυρικῶν λόγων εἶδος, καὶ τὸ τῶν προτρεπτικῶν, καὶ τὸ τῶν ἐπιστολικῶν. πρῶτον μὲν τοίνυν ἁπάντων ἐνθυμηθῆναι δεῖ τό τε τοῦ λέγοντος πρόσωπον ὁποῖόν ἐστι, καὶ τὸ πρὸς ὃν ὁ λόγος, τήν τε παροῦσαν ἡλικίαν, καὶ τὸν καιρόν, καὶ τὸν τόπον, καὶ τὴν τύχην, καὶ τὴν ὑποκειμένην ὕλην, περὶ ἧς οἱ μέλλοντες λόγοι ῥηθήσονται· ἔπειτα δὲ ἤδη πειρᾶσθαι λόγους ἁρμόττοντας εἰπεῖν· πρέπουσι γὰρ δι’ ἡλικίαν ἄλλοι ἄλλοις, πρεσβυτέρῳ καὶ νεωτέρῳ οὐχ οἱ αὐτοί, ἀλλ’ ὁ μὲν τοῦ νεωτέρου λόγος ἡμῖν ἁπλότητι καὶ σωφροσύνῃ μεμιγμένος ἔσται, ὁ δὲ τοῦ πρεσβυτέρου συνέσει καὶ ἐμπειρίᾳ· καὶ διὰ φύσιν γυναικὶ καὶ ἀνδρὶ ἕτεροι λόγοι ἁρμόττοιεν ἄν, καὶ διὰ τύχην δούλῳ καὶ ἐλευθέρῳ, καὶ δι’ ἐπιτήδευμα στρατιώτῃ καὶ γεωργῷ, κατὰ δὲ διάθεσιν ἐρῶντι καὶ σωφρονοῦντι, καὶ διὰ γένος ἕτεροι μὲν λόγοι τοῦ Λάκωνος παῦροι καὶ λιγέες, ἕτεροι δὲ τοῦ Ἀττικοῦ ἀνδρὸς στωμύλοι. |
| 116 | καὶ βαρβαρικῶς φαμὲν εἰπεῖν πολλάκις τὸν Ἡρόδοτον καίπερ ἑλληνιστὶ γράφοντα, ὅτι τοὺς ἐκείνων λόγους μεμίμηται. πρέπουσι δὲ λόγοι καὶ τόποις καὶ καιροῖς· οὐ γὰρ ἐπὶ τοῦ στρατοπέδου οἱ αὐτοὶ καὶ ἐν ἐκκλησίᾳ, οὐδὲ ἐν εἰρήνῃ καὶ πολέμῳ, οὐδὲ νικῶσι καὶ ἡττημένοις, καὶ ὅσα ἄλλα παρακολουθεῖ τοῖς προσώποις. καὶ μὴν καὶ αὐτὰ τὰ πράγματα ἕκαστα ἔχει πρέπουσαν ἑρμηνείαν. Ταύτης δ’ ἂν ἐγκρατεῖς γενοίμεθα, ἐὰν μήτε περὶ μεγάλων πραγμάτων ταπεινῶς λέγωμεν, μήτε περὶ μικρῶν ὑψηλῶς, μήτε περὶ εὐτελῶν σεμνῶς, μήτε περὶ δεινῶν ἐκλελυμένως, μήτε περὶ αἰσχρῶν θρασέως, μήτε περὶ ἐλεεινῶν περιττῶς, ἀλλὰ τὸ πρέπον ἑκάστῳ τῶν πραγμάτων ἀποδιδῶμεν στοχαζόμενοι ἅμα καὶ τοῦ ἁρμόττοντος τῷ τε προσώπῳ καὶ τῷ τρόπῳ καὶ τῷ χρόνῳ καὶ τῇ τύχῃ καὶ ἑκάστῳ τῶν προειρημένων. ἐπεὶ οὖν ποικίλη ἐστὶν ἡ τῶν προσώπων διαφορὰ καὶ τῶν πραγμάτων· ἢ γὰρ αἰτούμεθά τι, ἢ προτρέπομεν, ἢ ἀποτρέπομεν, ἢ παρηγοροῦμεν, ἢ συγγνώμην αἰτοῦμεν ἐφ’ οἷς ἐπράξαμεν, ἢ ἄλλο τι τῶν τοιούτων, ἀναγκαῖόν ἐστι καὶ καθ’ ἕκαστον τούτων ἀφορμὰς οἰκείας εἰπεῖν. προτρέποντες τοίνυν ἐροῦμεν, ὅτι ἐφ’ ὃ προτρέπομεν, καὶ δυνατὸν γενέσθαι καὶ ῥᾴδιον καὶ καλὸν καὶ πρέπον ἐστίν· ὅτι συμφέρον, ὅτι δίκαιον, ὅτι ὅσιον (διττὸν δὲ καὶ τοῦτο, ἢ πρὸς θεοὺς ἢ πρὸς τετελευτηκότας), ὅτι ἡδύ, ὅτι μὴ μόνοι πράττομεν μηδὲ πρῶτοι, ὅτι εἰ καὶ πρῶτοι, πολὺ κρεῖττον ἄρξασθαι καλῶν ἔργων, καὶ ὅτι μὴ μετάνοιαν φέρει πραχθέν. |
| 117 | ὑπομνηστέον δὲ καὶ εἴ τι προϋπῆρκται ὑπὸ τοῦ προτρέποντος εἰς τὸν προτρεπόμενον, καὶ εἰ ἄλλοτε πεισθεὶς ὠφελήθη. ὁ δ’ αὐτὸς τρόπος ἔσται τῆς ἐπιχειρήσεως, κἂν αἰτώμεθά τι, ἀποτρέποντες δὲ ἀπὸ τῶν ἐναντίων ἐπιχειρήσομεν. ** οὕτω χρησόμεθα δὲ τοῖς λόγοις, ὅτι ἀναγκαῖον καὶ πάντων κοινὸν τὸ γεγενημένον καὶ ἀκούσιον· ἥκιστα γὰρ οἱ νοῦν ἔχοντες ἐπὶ τοῖς ἀκουσίοις λυποῦνται. ἐὰν δὲ ἑκούσιον ᾖ, ῥητέον ὅτι αὐτὸς αὑτῷ αἴτιος· ὑπὸ γὰρ τῆς φιλαυτίας ἧττον λυποῦνται δι’ ἑαυτοὺς δυστυχήσαντες. λεκτέον δὲ ὅτι καὶ τούτου μεῖζον κακὸν ὑπάρχει, ὃ παθόντες ἕτεροι πολλοὶ ἤνεγκαν εὐκόλως· πρὸς δὲ τούτοις ὅτι εἰ κατὰ βραχὺ ἀνιαρόν ἐστιν, ἀλλ’ οὖν καὶ καλὸν καὶ ἔνδοξόν ἐστιν· ἔπειθ’ ὅτι ὠφέλιμον καὶ ὅτι μηδὲν ὄφελος τῆς ἐπὶ τοῖς ἤδη γεγενημένοις λύπης. καὶ ὁ οἶκτος δὲ μεγάλην ἰσχὺν ἔχει πρὸς παραμυθίαν, μάλιστα ὅταν τις ἐπὶ κηδείᾳ τοὺς λόγους ποιήσηται· οἱ γὰρ ἀνιώμενοι πρὸς μὲν τούτους τοὺς οἰομένους μηδέν τι δεινὸν αὐτοὺς πεπονθέναι πεφύκασιν ἀντιτείνειν καὶ πρὸς τῇ λύπῃ οἷον ὀργίζεσθαι τοῖς παραμυθουμένοις, παρὰ δὲ τῶν συνολοφυρομένων εὐμενέστερόν πως προσιέναι, ὡς παρ’ οἰκείων, τὰς παρηγορίας, διόπερ μετὰ τοὺς θρήνους ἐποιστέον τῶν λόγων τοὺς νουθετικούς. ὅταν δὲ συγγνώμην αἰτῶμεν, τὰς ἀφορμὰς ἐντεῦθεν ἕξομεν, πρῶτον μὲν ὅτι ἀκούσιον τὸ πραχθέν, τοῦτο δὲ δι’ ἄγνοιαν ἢ τύχην ἢ ἀνάγκην· ἐὰν δὲ ἑκούσιον ᾖ, λεκτέον ὅτι ὅσιον, ὅτι σύνηθες, ὅτι ὠφέλιμον. ἐπιχειρεῖν δὲ δεῖ, ἐξ ὧν ἐνδέχεται τόπων· οὐ γὰρ πάντες ἁρμόττουσι πρὸς πάσας τὰς ὑπὸ τὸ αὐτὸ εἶδος οὔσας προσωποποιΐας. τοῦτο δὲ τὸ γύμνασμα μάλιστα ἠθῶν καὶ παθῶν ἐπιδεκτικόν ἐστιν. ἁπλῶς μὲν οὖν ὡς ἐν εἰσαγωγῇ ἀπόχρη, κἂν ἐκ τοσούτων τόπων τὰ μειράκια γυμνάζηται, τοῖς δὲ ἀκριβέστερον καὶ τελεώτερον βουλομένοις τὰς προσωποποιΐας μεταχειρίζεσθαι, πάρεστι χρῆσθαι καὶ ταῖς μικρὸν ὕστερον ῥηθησομέναις ἡμῖν ἀφορμαῖς τῶν ἐπιχειρημάτων πρὸς τὰς θέσεις. |
| 118 | ΠΕΡΙ ΕΚΦΡΑΣΕΩΣ. Ἔκφρασις ἐστὶ λόγος περιηγηματικὸς ἐναργῶς ὑπ’ ὄψιν ἄγων τὸ δηλούμενον. γίνεται δὲ ἔκφρασις προσώπων τε καὶ πραγμάτων καὶ τόπων καὶ χρόνων. προσώπων μὲν οὖν, οἷον τὸ Ὁμηρικόν, γυρὸς ἔην ὤμοις, μελανόχροος, οὐλοκάρηνος. καὶ τὰ περὶ τοῦ Θερσίτου, φολκὸς ἔην, χωλὸς δ’ ἕτερον πόδα, τὼ δέ οἱ ὤμω κυρτὼ ἐπὶ στῆθος· καὶ τὰ ἑξῆς, καὶ παρ’ Ἡροδότῳ τὸ εἶδος τῆς ἴβιδος καὶ τῶν ἵππων τῶν ποταμίων καὶ τῶν κροκοδείλων τῶν Αἰγυπτίων. πραγμάτων δὲ οἷον [φράσις] πολέμου, εἰρήνης, χειμῶνος, λιμοῦ, λοιμοῦ, σεισμοῦ. τόπων δὲ οἷον λειμῶνος, αἰγιαλῶν, πόλεων, νήσων, ἐρημίας, καὶ τῶν ὁμοίων. χρόνων δὲ οἷον ἕαρος, θέρους, ἑορτῆς, καὶ τῶν τοιούτων. αἱ δὲ καὶ τρόπων εἰσὶν ἐκφράσεις, ὁποῖαι τῶν σκευῶν καὶ τῶν ὅπλων καὶ τῶν μηχανημάτων, ὃν τρόπον ἕκαστον παρεσκευάσθη, ὡς παρὰ μὲν Ὁμήρῳ ἡ ὁπλοποιΐα, παρὰ Θουκυδίδῃ δὲ ὁ περιτειχισμὸς τῶν Πλαταιέων καὶ ἡ τοῦ μηχανήματος κατασκευή, κεραίαν μεγάλην δίχα πρίσαντες ἐκοίλαναν ἅπασα ν . ἐν δὲ τῇ ἐνάτῃ Κτησίας, οἷον τὰ εἴδωλα τῶν Περσῶν ἐπὶ τοῖς μακροῖς ξύλοις ὁρῶντες ὑπὸ τὸν ὄρθρον πρὸς τὰς ἀκροπόλεις πόρρωθεν οἱ Λυδοὶ εἰς φυγὴν ἐτράποντ ο , νομίσαντες τὴν ἀκρόπολιν πλήρη εἶναι Περσῶ ν , καὶ ἤδη ἑαλωκένα ι . |
| 119 | γένοιτο δ’ ἄν τις καὶ μικτὴ ἔκφρασις, ὡς παρὰ Θουκυδίδῃ καὶ Φιλίστῳ νυκτομαχία. ἡ μὲν γὰρ νὺξ καιρός ἐστιν, ἡ δὲ μάχη πρᾶξις. συγγένειαν δὲ ἔχει τὸ γύμνασμα τοῦτο τῶν προειρημένων· ᾗ μὲν γὰρ περὶ οὐδενὸς ὡρισμένου ἐστὶν ἀμφότερα, ἀλλὰ κοινὰ καὶ καθόλου, ταύτῃ ὅμοια· διαφέρει δὲ ἀλλήλων πρῶτον μέν, ὅτι ὁ μὲν τόπος περὶ τῶν ἐκ προαιρέσεώς ἐστιν, ἡ δὲ ἔκφρασις τὰ πολλὰ περὶ τῶν ἀψύχων καὶ ἀπροαιρέτων γίνεται, δεύτερον δὲ ὅτι ἐν μὲν τῷ τόπῳ τὰ πράγματα ἀπαγγέλλοντες προστίθεμεν καὶ τὴν ἡμετέραν γνώμην ἢ χρηστὰ ἢ φαῦλα λέγοντες εἶναι, ἐν δὲ τῇ ἐκφράσει ψιλὴ τῶν πραγμάτων ἐστὶν ἡ ἀπαγγελία. ἐπιχειρήσομεν δὲ τὰ μὲν πράγματα ἐκφράζοντες ἔκ τε τῶν προγιγνομένων, καὶ ἐκ τῶν συμβαινόντων τούτοις, οἷον ἐπὶ πολέμου διεξελευσόμεθα πρῶτον μὲν τὰ πρὸ τοῦ πολέμου, τὰς στρατολογίας, τὰ ἀναλώματα, τοὺς φόβους, τὴν χώραν δῃουμένην, τὰς πολιορκίας, ἔπειτα δὲ τὰ τραύματα καὶ τοὺς θανάτους καὶ τὰ πένθη, ἐφ’ ἅπασι δὲ τῶν μὲν τὴν ἅλωσιν καὶ τὴν δουλείαν, τῶν δὲ τὴν νίκην καὶ τὰ τρόπαια. ἐὰν δὲ τόπους ἢ χρόνους ἢ τρόπους ἢ πρόσωπα ἐκφράζωμεν, μετὰ τῆς παρ’ ἑαυτῶν διηγήσεως ἀφορμὰς ἕξομεν λόγων καὶ ἐκ τοῦ καλοῦ καὶ ἐκ τοῦ χρησίμου καὶ ἐκ τοῦ ἡδέος, οἷον Ὅμηρος ἐπὶ τῶν Ἀχιλλέως ὅπλων ἐποίησεν, εἰπὼν ὅτι καὶ καλὰ ἦν καὶ ἰσχυρὰ καὶ ἰδεῖν τοῖς μὲν συμμάχοις ἐκπληκτικά, τοῖς δὲ πολεμίοις φοβερά. ἀρεταὶ δὲ ἐκφράσεως αἵδε, σαφήνεια μὲν μάλιστα καὶ ἐνάργεια τοῦ σχεδὸν ὁρᾶσθαι τὰ ἀπαγγελλόμενα, ἔπειτα τὸ μὴ τελέως ἀπομηκύνειν περὶ τὰ ἄχρηστα, τὸ δὲ ὅλον συνεξομοιοῦσθαι χρὴ τοῖς ὑποκειμένοις τὴν ἀπαγγελίαν, ὥστε εἰ μὲν εὐανθές τι εἴη τὸ δηλούμενον, εὐανθῆ καὶ τὴν φράσιν εἶναι· εἰ δὲ αὐχμηρὸν ἢ φοβερὸν ἢ ὁποῖον δή ποτε, μηδὲ τὰ τῆς ἑρμηνείας ἀπᾴδειν τῆς φύσεως αὐτῶν. |
| 120 | ἔνιοι μέντοι γε ἀξιοῦσι γυμνάζεσθαι καὶ τὴν ἔκφρασιν ἀνασκευάζοντας καὶ κατασκευάζοντας τὰς ὑπό τινων εἰρημένας ἐκφράσεις, οἷον ὅτι Ἡρόδοτος διέψευσται περὶ τοῦ εἴδους τῆς ἴβεως λέγων ὅτι λευκόπτεροί εἰσι πλὴν κεφαλῆς τε καὶ αὐχένος καὶ τοῦ πυγαίου ἄκρου· τὸ γὰρ πυγαῖον ὅλον λευκόν ἐστιν. ἡμῖν δὲ οὐδὲν καινὸν δοκοῦσι λέγειν παρὰ τὰ προειρημένα, διὰ τὸ τοιοῦτον εἶδος ὑποπίπτειν νομίζειν [ἐν] ταῖς τῶν διηγημάτων ἀνασκευαῖς τε καὶ κατασκευαῖς. ΠΕΡΙ ΘΕΣΕΩΣ. Θέσις ἐστὶν ἐπίσκεψις λογικὴ ἀμφισβήτησιν ἐπιδεχομένη ἄνευ προσώπων ὡρισμένων καὶ πάσης περιστάσεως, οἷον εἰ γαμητέον, εἰ παιδοποιητέον, εἰ θεοί εἰσι. διαφέρει δὲ τοῦ τόπου, ὅτι ὁ μέν ἐστιν ὁμολογουμένου πράγματος αὔξησις, ἡ δὲ θέσις ἀμφισβητουμένου· διὸ καὶ Ἑρμαγόρας μὲν αὐτὴν κρινόμενον προσηγόρευκε, Θεόδωρος δὲ ὁ Γαδαρεὺς κεφάλαιον ἐν ὑποθέσει. διαφέρει δὲ καὶ τῇ ἐκβάσει, ὅτι ἐν μὲν τῇ θέσει τέλος ἐστὶ τὸ πεῖσαι, ἐν δὲ τῷ τόπῳ τὸ τιμωρίαν λαβεῖν, καὶ ὅτι λέγεται ὁ μὲν τόπος ἐν δικαστηρίῳ, ἡ δὲ ἐν ἐκκλησίᾳ καὶ ἀκροάσει, ἔτι τοῦ μὲν τόπου ἀκροῶνται δικασταί, τῆς δὲ θέσεως ἁπλῶς πολῖται, καὶ κατὰ ἄλλα πολλά. τῆς δὲ προσωποποιΐας, ὅτι ἡ μὲν θέσις πρόσωπον οὐκ ἐμφαίνει, ἡ δὲ προσωποποιΐα, ὅτι πλεῖστον ἀναφέρεται ἐν τῇ τῶν οἰκείων λόγων εὑρέσει τοῖς εἰσαγομένοις προσώποις· οὐ γὰρ τῷ αὐτῷ τρόπῳ τις τοὺς λόγους διαθήσεται ἁπλῶς σκοπῶν, εἰ παιδοποιητέον, καὶ παρεισάγων πατέρα συμβουλεύοντα τῷ υἱῷ παιδοποιήσασθαι. Ληψόμεθα δὲ τὰ προοίμια τῶν θέσεων ἤτοι ἀπὸ γνώμης κατασκευαζούσης τὴν θέσιν, ἢ ἀπὸ παροιμίας ἢ χρείας ἢ ἀποφθέγματος χρησίμου ἢ ἱστορίας, ἢ ἀπὸ ἐγκωμίου ἢ ψόγου τοῦ πράγματος, ὑπὲρ οὗ τὸ ζήτημα. |
| 121 | διήγησιν δὲ οὐκ ἔχομεν ἐν ταῖς θέσεσιν· ὑπόκειται γὰρ τὸ πρᾶγμα ἀπερίστατον, ἀλλὰ μετὰ τὸ προοίμιον τάξομεν τὰ κεφάλαια. ἐπεὶ δὲ τῶν θέσεων αἱ μέν εἰσι θεωρητικαί, ὅσα θεωρίας ἕνεκα καὶ γνώσεως μόνον ζητοῦνται, οἷον εἰ θεοὶ προνοοῦνται τοῦ κόσμου, αἱ δὲ πρακτικαὶ εἴς τινα πρᾶξιν τὴν ἀναφορὰν ἔχουσαι, οἷον εἰ γαμητέον, φανερὸν ὅτι αἱ μὲν πρακτικαὶ καὶ πολιτικώτεραί εἰσι καὶ κατὰ τὸν ῥητορικὸν χαρακτῆρα, αἱ δὲ θεωρητικαὶ μᾶλλον τοῖς φιλοσόφοις ἁρμόττουσιν, αἷς οὐδὲν ἧττον ἐγχειρεῖν καὶ τοῖς ῥητορικοῖς δυνατόν ἐστιν ἀπὸ τῶν πρὸς τὰς πρακτικὰς θέσεις τόπων ὁρμωμένοις. οὐδὲν μέντοι διαφέρει, ἐάν τε οὕτω λέγῃ τις, εἰ γαμητέον ἢ οὔ, καὶ πάλιν, εἰ αἱρετέος ὁ γάμος ἢ φευκτέος· ἓν γὰρ καὶ ταὐτόν ἐστι διὰ πάντων τούτων τὸ δηλούμενον. Τῶν μὲν οὖν πρακτικῶν θέσεων τὰ ἀνωτάτω κεφάλαια καταλαμβάνεται κατασκευάζοντι μὲν ἐκ τοῦ ἀναγκαίου καὶ τοῦ καλοῦ καὶ τοῦ συμφέροντος καὶ τοῦ ἡδέος, ἀνασκευάζοντι δὲ ἐκ τῶν ἐναντίων· εἰς ἑκάστην δὲ ἐπιχειρήσομεν, ἐξ ὧν τόπων δυνατόν ἐστιν· ὡς γὰρ ἐπισημαινόμεθα, οὐχ οἷόν τέ ἐστιν ἐκ πάσης ἀφορμῆς πρὸς πᾶν πρόβλημα ἐπιχειρεῖν· εἰσὶ δὲ καὶ οἱ τόποι οἵδε, πρῶτον μὲν ὅτι δυνατὸν γενέσθαι τὸ ἀξιούμενον διὰ τῆς θέσεως, δεύτερον δὲ ὅτι κατὰ φύσιν καὶ κατὰ τὰ κοινὰ πάντων ἀνθρώπων ἔθη τε καὶ νόμιμα· οὐ γὰρ ἀπόχρη πρὸς τὸ πρᾶξαί τι τὸ δυνατὸν αὐτὸ εἶναι, ἐὰν μὴ κατὰ φύσιν καὶ κατὰ νόμον ὑπάρχῃ, τρίτον ὅτι ῥᾴδιον γενέσθαι, εἰ δὲ μὴ ῥᾴδιον εἴη, δυνατὸν δὲ πραχθῆναι, καὶ ὅτι πολὺ πλέον οὕτως ἐπαινετόν ἐστιν ἢ εἰ μὴ ῥᾴδιον ἦν. ἔπειθ’ ὅτι μὴ μόνοι πράττομεν, ἀλλὰ καὶ ἕτεροι πολλοί. ἑξῆς ὅτι μὴ πρῶτοι, ἀλλὰ καὶ ἄλλοι πρὸ ἡμῶν, εἰ δὲ καὶ μόνοι ἢ πρῶτοι, ἀλλ’ ὅτι ποτὲ κρεῖττον ἄρξασθαι ἔργων καλῶν, ἐπαινετώτερον δὲ καὶ τὸ μόνον, ἀλλὰ μὴ μεθ’ ἑτέρου. |
| 122 | εἶθ’ ὅτι ἁρμόττει. εἶθ’ ὅτι δίκαιον καὶ ὅτι ὅσιον (διττὸν δὲ τοῦτο· ἢ γὰρ θεοῖς κεχαρισμένον ἢ τετελευτηκόσιν). ἐφεξῆς δὲ ὅτι ἀναγκαῖον. εἶθ’ ὅτι ἔνδοξον, καὶ ὅτι λυσιτελές, καὶ ὅτι πρὸς ἀσφάλειαν ἐπιτήδειον, καὶ ὅτι προκαταρκτικόν ἐστι κρειττόνων πραγμάτων, καὶ ὅτι ἡδύ, καὶ ὅτι εἰ μὴ πραχθῇ, μετάνοιαν φέρει καὶ δυσεπανόρθωτόν ἐστιν. ἐκ δὲ τῶν ἐναντίων· εἰ γὰρ τὸ ἐναντίον οὐ πρακτέον, τοῦτο πρακτέον· καὶ εἰ τὸ ἐναντίον αἰσχρόν, τοῦτο καλόν· καὶ εἰ ἐκεῖνο ἀσύμφορον, τοῦτο συμφέρον· καὶ εἰ τὸ ἐναντίον ἀηδές, τοῦτο ἡδύ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐκ τοῦ ὁμοίου· εἰ γὰρ τὸ ὅμοιον αἱρετόν, καὶ τοῦτο αἱρετόν. ὁμοίως δὲ καὶ ἐκ τοῦ ἐλάττονος καὶ ἐκ τοῦ μείζονος καὶ ἐκ τοῦ μέρους καὶ ἐκ τοῦ ὅλου καὶ ἐκ τοῦ τέλους, οὗ χάριν καὶ τὸ πρᾶγμα αἱρούμεθα· εἰ γὰρ τὸ τέλος αἱρετόν, καὶ τὸ ποιητικὸν τοῦ τέλους αἱρετόν. μετὰ δὲ ταῦτα ἐκ τῆς περιοχῆς, ὅτι πολλὰ ἐν αὑτῷ περιέχει πράγματα καλὰ ἢ συμφέροντα ἢ ἡδέα. εἶτα ἐκ τῶν πρὸ τοῦ πράγματος ἐπιχειρήσομεν, καὶ ἐκ τῶν παρ’ αὐτὸ τὸ πρᾶγμα, καὶ τρίτον ἐκ τῶν μετὰ τὸ πρᾶγμα. ἐὰν μέντοι τις καὶ τῶν τελεωτέρων ᾖ, ληπτέον καθ’ ἕκαστον τῶν προειρημένων τόπων καὶ τὰς τῶν ἐπισήμων ἀνδρῶν ποιητῶν τε καὶ πολιτικῶν καὶ φιλοσόφων μαρτυρίας. ἔτι δὲ καὶ εἴ πού τινες ἱστορίαι συνᾴδουσι τοῖς λεγομένοις, καὶ τούτων μνημονευτέον μὴ χύδην μηδ’ ὡς ἔτυχεν, ἀλλὰ κατὰ αὔξησιν ποιουμένους τὰ παραδείγματα, πρῶτον ἀπὸ τῶν ἑνὶ ἀνδρὶ καὶ ἰδιώτῃ πεπραγμένων, ἔπειτα ἀπὸ τῶν ἄρχοντι ἢ βασιλεῖ, ἑξῆς δὲ ἀπὸ τῶν πόλει, καὶ ἐπὶ πᾶσιν ἀπὸ τῶν χώραις τισὶν ἢ ἔθνεσι γεγενημένων, μὴ μέντοι ὥστε ἀνάπλεων ἱστοριῶν καὶ ποιημάτων τὸν λόγον γενέσθαι. |
| 123 | ἐκ δὲ τῶν ἐναντίων ἀνασκευαστέον. Τὴν δὲ τάξιν ποιησόμεθα τῶν ἐπιχειρημάτων, καθὰ καὶ τὴν τῶν τόπων ἐποιησάμεθα, ἄνωθεν ἀπὸ τῶν πρώτων ἀρχόμενοι καὶ προϊόντες μέχρι τῶν τελευταίων. Παραδείγματος δὲ ἕνεκα ἔστω τις θέσις πρώτη ἀπὸ τῶν πρακτικῶν, οἷον εἰ πολιτεύεται σοφός. τῷ μὲν οὖν κατασκευάζοντι ὡς χρὴ πολιτεύεσθαι, λεκτέον πρῶτον μὲν ὅτι δυνατόν ἐστι τῷ σοφῷ πολιτεύεσθαι, δεύτερον δὲ ὡς κατὰ φύσιν ἐστίν, οἷον ὅτι καὶ ἐν θηρίοις ὑπάρχει πολιτεία καὶ ἑκάστης ἀγέλης ἐστί τις ἡγεμών, καὶ ὅτι παρὰ βαρβάροις καὶ παρ’ Ἕλλησι καὶ παρ’ αὐτοῖς (ὡς λόγος) τοῖς θεοῖς ἀεὶ ἄρχουσιν οἱ σπουδαιότατοι. ἑξῆς δὲ ὅτι καὶ ῥᾴδιον τῷ σοφῷ πολιτεύεσθαι· ἐγγεγυμνασμένος γὰρ ταῖς περὶ ἠθῶν ἀνθρωπίνων πραγματείαις οὐκ ἀρρύθμως ἀνθρώπων προστήσεται. ἔπειτα ὅτι εἰ καὶ μὴ ῥᾴδιον ἦν, ἀλλὰ προὐργιαίτερόν γε χρὴ τίθεσθαι τῶν πόνων τὴν τῆς πόλεως εὐδαιμονίαν. ἑξῆς δὲ ὅτι καὶ συναγωνιστὰς ἔχει πολλοὺς τοὺς συμπολιτευομένους, καὶ ὅτι μὴ πρῶτος, ἀλλὰ πολλοὶ ἐπολιτεύσαντο σοφοί, Πιττακὸς Σόλων Λυκοῦργος Ζάλευκος, ἄλλοι μυρίοι. ἔπειθ’ ὅτι καὶ εἰ μηδεὶς ἦν καὶ πάλαι πεπολιτευμένος καὶ νῦν, ἀλλ’ ἐπαινετώτερός γε ἀρχόμενος καλῶν ἔργων. μετὰ δὲ ταῦτα ὅτι ἁρμόττει τῷ σοφῷ πολιτεύεσθαι· τίς γὰρ ἄμεινον αὐτοῦ κρινεῖ τὰ δίκαια, καὶ συμβουλεύσεται τὸ συμφέρον, καὶ νόμους καὶ ψηφίσματα εἰσηγήσεται, καὶ ἀδωροδόκητα ταῦτα διαπράξεται; ἐν τίνι δὲ ἔργῳ μᾶλλον ἐπιδείξεται τὴν ἀρετὴν καὶ τὴν πρὸς τὸν θεὸν ὁμοιότητα; πρὸς δὲ τούτοις ὅτι δίκαιον ἀποδοῦναι τῇ πατρίδι καὶ τοῖς πολίταις καὶ τοῖς πατρῴοις θεοῖς τὰς ἀμοιβὰς τῆς παρ’ αὐτῆς τροφῆς καὶ παιδείας. ἔπειθ’ ὅτι ὅσιον καὶ κεχαρισμένον ἐστὶ τοῖς θεοῖς, τοὺς ἀνθρώπους καλῶς πολιτεύεσθαι, ἑξῆς δὲ ὅτι καὶ τοῖς κατοιχομένοις ἡδύ ἐστι σώζεσθαι τοὺς συγγενεῖς. |
| 124 | εἶθ’ ὅτι ἀναγκαῖόν ἐστι τῇ πόλει ἔχειν τινὰ τὸν προνοοῦντα αὐτῆς καὶ μάλιστα σπουδαῖον· ἄνευ γὰρ τούτου πόλις οὐκ ἂν δύναιτο συστῆναι. μετὰ δὲ ταῦτα ὅτι καὶ αὐτὸς ἑαυτοῦ τις ἐνδοξότερος γίνεται πολιτευόμενος, κἂν τέως ἀφανὴς ἦν. ἔπειθ’ ὅτι λυσιτελέστατα ἂν τὸν καθ’ ἡμέραν βίον διάγοι εἰς χρημάτων λόγον, καὶ ὅτι ἀσφαλέστατα τοῦ παρὰ τῶν συκοφαντούντων καὶ ἐπιβουλευόντων φθόνου ἀπηλλαγμένος. ἑξῆς δὲ ὅτι ἄρχει καὶ προηγεῖται τὸ πολιτεύεσθαι τὸν σοφὸν μειζόνων τε καὶ καλλιόνων πραγμάτων οὐ μόνον ἰδίᾳ, ἀλλὰ καὶ κοινῇ, καὶ ὅτι καὶ ἥδιστος ὁ βίος τῶν πολιτευομένων, τοῦτο δὲ σχεδὸν παρακολουθεῖν πέφυκε καὶ τοῖς πλείστοις τῶν προειρημένων τόπων. ἔτι δὲ πρὸς τούτοις, ὅτι ἀμεληθεῖσα πολιτεία καὶ μεταβολὴν ἐπὶ τὸ κακὸν λαβοῦσα δυσεπανόρθωτός ἐστι, καὶ τῷ πρὶν γενέσθαι πονηρὸν ἠμεληκότι μετάνοια γίνεται, ὅτε μηδὲν ὄφελος. ἑξῆς δὲ ἐκ τῶν ἐναντίων· εἰ γὰρ τὸ ἐναντίον οὐ πρακτέον, τοῦτο πρακτέον. εἰ γὰρ τὸ ἀντιπράττειν τῇ πατρίδι αἰσχρόν, τὸ πολιτεύεσθαι καλόν· εἰ ἐκεῖνο ἀσύμφορον, τοῦτο συμφέρον· καὶ εἰ ἐκεῖνο ἀηδές, τοῦτο ἡδύ. καὶ εἰ τὸ ὅμοιον τῷ πολιτεύεσθαι, ἔστω δὲ τὸ ἐπιμελεῖσθαι τῶν νέων, εἰ καλόν ἐστι καὶ συμφέρον καὶ ἡδύ, καὶ αὐτὸ τὸ πολιτεύεσθαι καλόν ἐστι καὶ συμφέρον καὶ ἡδύ. ἐκ δὲ τοῦ ἐλάττονος ἐπιχειρήσομεν οὕτως· εἰ μιᾶς οἰκίας τῷ σπουδαίῳ φροντιστέον, καὶ πόλεως μιᾶς ἐπιμελητέον. ἐκ δὲ τοῦ μέρους καὶ ἐκ τοῦ μείζονος, ὅτι εἰ ἕνα νόμον συμφέροντα, ἐπεὶ καὶ μίαν συμβουλὴν εἰσηγητέον τῷ σπουδαίῳ, καὶ ὅλην τὴν πολιτείαν. ἀνάπαλιν δὲ ἐκ τοῦ ὅλου, εἰ καθολικὴν πολιτείαν εἰσηγεῖται τοῖς ἀνθρώποις ὁ σοφός, ὥσπερ καὶ Πλάτων ἐν τῇ πολιτείᾳ, δίκαιός ἐστι καὶ ἐν τῇ ἑαυτοῦ πατρίδι πολιτεύσασθαι. μετὰ δὲ ταῦτα διελευσόμεθα τὴν εὐδαιμονίαν τῆς πόλεως ἐν εἰρήνῃ τε καὶ παρὰ τὸν πόλεμον, καὶ ἁπλῶς παρ’ ὁντιναοῦν χρόνον, ἅπερ τελευτὴ τοῦ καλῶς πολιτεύσασθαί ἐστιν. |
| 125 | εἶτα ἐκ τῆς περιοχῆς, ὅτι λόγῳ μὲν καὶ τῷ δοκεῖν ἕν τι μέλλει τῇ πόλει χαρίζεσθαι τὸ πολιτεύσασθαι, ἔργῳ δὲ πολλά ἐστι. κατὰ γὰρ τοὺς περὶ τὸν Ἀριστοτέλην ἀνάγκη τὸν πολιτευόμενον περὶ πολέμου καὶ εἰρήνης συμβουλεῦσαι, καὶ περὶ χρημάτων, καὶ περὶ φυλακῆς τῆς χώρας, καὶ περὶ τῶν εἰσαγωγίμων καὶ ἐξαγωγίμων, καὶ περὶ νομοθεσίας τε καὶ τῶν ἄλλων τοιούτων. τῶν δὲ πρὸ τοῦ πράγματος τόπων καὶ τῶν παρ’ αὐτὸ τὸ πρᾶγμα καὶ μετὰ τὸ πρᾶγμα δυνατὸν μὲν καὶ ἐπὶ τῆς προκειμένης θέσεως παραδείγματα ἐκθέσθαι, σαφέστερα δὲ ἔσται ἐφ’ ἑτέρας, οἷον εἰ παιδοποιητέον. λαβόντες γὰρ τὸν γάμον καὶ πάντα ἁπλῶς, ὅσα ἀνάγκη τῆς παιδοποιΐας προϋπάρξαι, ἐπαινεσόμεθα δεικνύντες καλὰ καὶ συμφέροντα καὶ ἡδέα, [καὶ] εἶθ’ ἑξῆς παρομαρτοῦντα τῇ παιδοποιΐᾳ, μετὰ δὲ ταῦτα τὰ ἐπιγιγνόμενα, οἷον τὰς γηρωκομίας καὶ γηρωβοσκίας, καὶ τὰς τῶν τέκνων εὐπραγίας καὶ ἡδονάς, καὶ τὰ παραπλήσια. ἐκ δὲ τῶν ἐναντίων εὐπορήσομεν εἰς ἀνασκευήν. Περὶ μὲν οὖν τῆς πρακτικῆς θέσεως τοσαῦτα, φέρε δὲ πειραθῶμεν καὶ τῶν θεωρητικῶν τινα διελεῖν ἐκ τῶν αὐτῶν τόπων ὁρμώμενοι, οὐ μέντοι τὴν αὐτὴν τάξιν κἀνταῦθα φυλάξομεν, ἥνπερ ἐπὶ τῶν πρακτικῶν, ἀλλ’ ὡς ἂν φανείη τῷ προτεθέντι προβλήματι ἁρμόττειν, οὕτω καὶ ποιησόμεθα· ἴσως δ’ ἄμεινον τὸ αὐτὸ ποιεῖν καὶ ἐπὶ τῶν πρακτικῶν. ἁρμόττουσα δὲ τάξις ἑκάστῳ προβλήματί ἐστιν, ὅταν τὸ καταρχὰς τὰ ἁπλούστερα καὶ κουφότερα τῶν ἐπιχειρημάτων λέγοντες ἢ καὶ μᾶλλον προϊόντες τὰ πληκτικώτερα καὶ βαρύτερα λαμβάνωμεν, καὶ ὅταν τὰ κατασκευαστικά τινων πρὸ ἐκείνων τάττωμεν, ὧν ἐστι κατασκευαστικά, καὶ ὅταν τὰ ἀσθενῆ μεταξὺ τῶν ἰσχυροτέρων παρεμβάλλωμεν, καὶ ὅσα ἄλλα λέγεται ἐν τοῖς περὶ τάξεως· ἔστω δ’ οὖν ἡμᾶς ζητεῖν, εἰ προνοοῦσι θεοὶ τοῦ κόσμου. |
| 126 | οὐκοῦν πάλιν ἐροῦμεν, ὅτι δυνατόν ἐστι τοῖς θεοῖς προνοεῖν ἡμῶν, καὶ μηδὲν αὐτοὺς ἐλαττοῦσθαι ἐκ τῆς περὶ τὸν κόσμον φροντίδος. ἔπειθ’ ὅτι ῥᾴδιόν ἐστι τῷ θεῷ καὶ ἄνευ πάσης πραγματείας. ἑξῆς ὅτι καὶ δαίμονας καὶ ἥρωας καὶ ἄλλους θεοὺς συναγωνιστὰς ἔχει ταύτης τῆς φροντίδος. εἶθ’ ὅτι πάντες ἄνθρωποι Ἕλληνές τε καὶ βάρβαροι ἔννοιαν περὶ τῶν θεῶν ἔχουσιν ὡς προνοοῦσιν ἡμῶν. σημεῖον δέ· οὐ γὰρ ἂν βωμοὶ καὶ ναοὶ καὶ χρηστήρια θεοῖς ἀνετίθετο, ἐφ’ οἷς ἕκαστοι εὖ πεπόνθασιν ἐν λιμῷ ἢ λοιμῷ ἢ πολέμῳ ἤ τινι τῶν τοιούτων, ὡς ἀπαλλαγέντες, οὐδ’ ἂν πάντη ἂν προσεῖχον τὸν νοῦν, καὶ μάλιστα ὁπότε περὶ τῶν μεγίστων κινδυνεύοιεν. ἑξῆς δὲ ὅτι καὶ τοῖς σοφοῖς δοκεῖ, οἷον Πλάτωνι Ἀριστοτέλει Ζήνωνι, εἶθ’ ὅτι τοῖς νομοθέταις· οὐ γὰρ ἂν ἀσεβείας ἦσαν γραφαί. εἶθ’ ὅτι ἔνδοξοί εἰσι μάλιστα οἱ ἡγούμενοι προνοεῖν ἡμῶν τοὺς θεούς. εἶθ’ ὅτι ἀσφαλέστατα ἂν οὗτοι καὶ προσεχόντως τὸν βίον διάγοιεν νομίζοντες ἔχειν ἐπισκόπους ἀεὶ πασῶν τῶν κατὰ τὸν βίον πράξεων, καὶ ὅτι μάλιστα ἡδέως ζῶσιν οἱ ἡγούμενοι ἐπιμελητὰς ἔχειν τοὺς θεούς. μετὰ δὲ ταῦτα ὅτι δίκαιος ὢν ὁ θεὸς οὐκ ἂν ἀπρονοήτους περιεώρα τοὺς σεβομένους αὐτόν. ἔπειθ’ ὅτι ἡ φύσις τῶν ὅλων μαρτυρεῖ κατὰ πρόνοιαν πάντα γεγενῆσθαι τῆς σωτηρίας ἕνεκα τῶν ἐν κόσμῳ· αἵ τε γὰρ τοῦ ἔτους ὧραι κατὰ καιρὸν τὰς μεταβολὰς λαμβάνουσαι, οἵ τε ὄμβροι καὶ καρποὶ καθ’ ὥραν γινόμενοι, καὶ τὰ μέρη δὲ τῶν ὡρῶν ὡς εὖ δεδημιούργηται ὑπὸ τῆς φύσεως πρὸς διαμονὴν καὶ σωτηρίαν αὐτῶν, καθάπερ καὶ Ξενοφῶν ἐν τοῖς ἀπομνημονεύμασι δηλοῖ. εἶθ’ ὅτι τοῦτο πάντων μάλιστα ἁρμόττει τῷ θεῷ τὸ προνοεῖν τοῦ κόσμου· οὐ γὰρ δὴ ὅσιον ἀργὸν καὶ ἄπρακτον τὸν θεὸν εἰπεῖν, ἢ νὴ Δία τοιαύτας ἔχειν ἀσχολίας, οἵας ἡμεῖς τῷ θνητοὶ εἶναι καὶ ἀσθενεῖς ἀναγκαίως ἀσχολούμεθα. |
| 127 | εἶθ’ ὅτι ἀναγκαῖόν ἐστι τὸ πρόνοιαν εἶναι· εἰ γάρ τις τὸ προνοεῖν περιέλοι τοῦ θεοῦ, ἀνῄρηκε καὶ ἣν ἔχομεν περὶ αὐτοῦ ἔννοιαν, δι’ ἣν καὶ τὸ εἶναι αὐτὸν ὑπολαμβάνομεν· ἐκ γὰρ τῆς περὶ ἡμᾶς αὐτοῦ φροντίδος τοῦ θεοῦ καὶ ὅτι ὑπάρχει πεπιστεύκαμεν. ἔπειθ’ ὅτι οὐδὲ τὴν ἀρχὴν συνέστη ὁ κόσμος, εἰ μή τις ἦν πρόνοια. ὥσπερ γὰρ οὐδὲ οἰκία ἄνευ τοῦ οἰκοδόμου δύναται γενέσθαι ἐξ αὐτομάτου συνδραμόντων τῶν πλίνθων, οὐδὲ πλοῖον ἄνευ τοῦ ναυπηγοῦ, οὐδὲ ὅλως τι τῶν εὐτελεστάτων ἢ τιμιωτάτων ἄνευ τοῦ περὶ ἕκαστον δημιουργοῦ, οὕτω γελοῖόν ἐστι φάναι τὸ κάλλιστον καὶ τιμιώτατον ἁπάντων τῶν ὄντων τὸν κόσμον μὴ ὑπὸ καλλίστου τινὸς καὶ θειοτάτου δημιουργοῦ γεγονέναι, ἀλλ’ ἐκ ταυτομάτου. μετὰ δὲ ταῦτα ἐκ τοῦ ἐναντίου, ὅτι εὔηθές ἐστι τὴν τοιαύτην εὐταξίαν τῶν κατὰ τὸν οὐρανὸν φερομένων μὴ ὑπό τινος προνοίας γενέσθαι νομίζειν, ἀλλ’ εἰκῇ καὶ ὡς ἔτυχεν. ἔπειτα ἐκ τοῦ ὁμοίου, ὅτι εἰ μὴ δύναται καλῶς συστῆναι μήτε οἰκία ἄνευ οἰκονόμου, μήτε ναῦς ἄνευ κυβερνήτου, μήτε στρατόπεδον ἄνευ στρατηγοῦ, μήτε πόλις ἄνευ πολιτευτοῦ, οὐδ’ ἂν ὁ κόσμος δύναιτο συστῆναι ἄνευ τοῦ προνοοῦντος θεοῦ. πρὸς δὲ τούτοις ἐκ τοῦ μέρους, ὅτι εἰ ὁμολογουμένως φαίνονται ἡμῶν κατὰ πόλεις προνοοῦντες ἥρωές τε καὶ δαίμονες καὶ θεοί, ἀκόλουθόν ἐστιν ὅλου τοῦ κόσμου προνοεῖν θεούς. εἶτα ἐκ τῆς περιοχῆς, ὅτι λόγῳ μὲν ἓν ἀναιρεῖται δόγμα, τὸ δ’ ἀληθὲς πολλά· εἰ γὰρ οὐκ ἔστι θεῶν πρόνοια, οὐδὲ δικαιοσύνη δύναται συνίστασθαι οὔτε εὐσέβεια οὔτε εὐορκία οὔτε ἀνδρεία οὔτε σωφροσύνη οὔτε φιλία οὔτε χάρις οὔθ’ ἁπλῶς τῶν κατ’ ἀρετὴν οὐδέν, ἅπερ οὐκ ἔστι κατ’ ἄνδρας νοῦν ἔχοντας ἀναιρεῖν. |
| 128 | ἐκ δὲ τῶν ἐναντίων τόπων εἰς τὸ ἕτερον μέρος ἐπιχειρήσομεν. ἐπεὶ δὲ τῶν θέσεων αἱ μέν εἰσιν ἁπλαῖ, αἱ δὲ συνεζευγμέναι, ἁπλαῖ μὲν εἰ γαμητέον, συνεζευγμέναι δὲ εἰ βασιλεῖ γαμητέον, διαιρετέον τὰς συνεζευγμένας εἰς ἑκάστην τῶν συνεζευγμένων, ἵνα τοὺς οἰκείους λόγους ἑκάστῳ τῶν μερῶν ἀποδῶμεν. καὶ αὐξήσεις καὶ παρεκβάσεις, καθ’ ἃ ἐνδέχεται μέρη τῆς θέσεως, ποιησόμεθα. ὁμοίως δὲ καὶ πάθεσι καὶ ἤθεσι καὶ προτροπαῖς χρησόμεθα καὶ σχεδὸν πάσαις τῶν λόγων ἰδέαις· πολλὰς γὰρ εἰσάξομεν βίων περιστάσεις, καὶ περὶ ἑκάστης τοὺς ἁρμόζοντας λόγους ἐροῦμεν, οἷον φέρε ζητεῖν, εἰ γαμητέον. μετὰ τὸ κοινοὺς καὶ καθολικοὺς περὶ πάντων ἀνθρώπων λόγους ὑποθέσθαι, ἐξ ὧν ἢ συστήσομεν τὸ γαμεῖν ἢ ἀνασκευάσομεν, καὶ καθ’ ἕκαστον βίον ὑπερεξελευσόμεθα, οἷον γεωργοῦ ἐμπόρου στρατιώτου πλουσίου πένητος βασιλέως, καὶ οὕτω πολλὴν περιουσίαν λόγων ἕξομεν, ὡς τὴν μίαν θέσιν πάμπολλα ποιῆσαι. ταῖς δ’ αὐταῖς ἀφορμαῖς τῶν ἐπιχειρημάτων χρησόμεθα καὶ πρὸς τὴν τῶν γνωμῶν ἀνασκευήν, καθάπερ εἶπον καὶ πρότερον. ΠΕΡΙ ΝΟΜΟΥ Νόμος ἐστὶ δόγμα πλήθους ἢ ἀνδρὸς ἐνδόξου πολιτικόν, καθ’ ὃ πᾶσι προσήκει ζῆν τοῖς ἐν τῇ πόλει, οὐκ εἴς τινα χρόνον ἀφωρισμένον. τῶν δὲ νόμων ἐξέτασις διχῶς· ἢ γὰρ εἰσφερομένων αὐτῶν καὶ τιθεμένων ἢ κειμένων ἤδη. τιθεμένων οὖν γίνεται δοκιμασία, εἰ χρὴ κυροῦν ἢ μή. περὶ δὲ τῶν ἤδη κειμένων αἱ ἀμφισβητήσεις γίνονται τοῖς δικαζομένοις οὐ παντελῶς ἀναιροῦσαι τοὺς νόμους, ἀλλ’ ἑκάτερον πρὸς τὸ λυσιτελέστερον ἐξηγούμεναι, καὶ αὔξονται μὲν ὅσα ὑπὲρ αὐτοῦ γεγράφθαι δοκεῖ, συγκρύπτονται δὲ τὰ ἐναντία. |
| 129 | Ἐπεὶ δὲ νῦν ἡμῖν ὁ λόγος περὶ ἀνασκευῆς καὶ κατασκευῆς νόμου, ταῦτα δὲ μάλιστα ἐν ταῖς εἰσηγήσεσι, λεκτέον περὶ τούτου. εἰσφερομένων τοίνυν τῶν νόμων ἢ κατηγοροῦμεν καὶ ἀνασκευάζομεν, ἢ συνηγοροῦμεν καὶ κατασκευάζομεν. μετὰ δὲ τὸ προοίμιον ἀνασκευάζομεν ἐκ τόπων τῶνδε, ἐκ τοῦ ἀσαφοῦς, ἐκ τοῦ ἀδυνάτου, ἐκ τοῦ οὐκ ἀναγκαίου, ἐκ τοῦ ὑπεναντίου, ἐκ τοῦ ἀδίκου, ἐκ τῆς ἀξίας, ἐκ τοῦ ἀσυμφόρου, ἐκ τοῦ αἰσχροῦ. Γίνεται δὲ ἀσάφεια ἡ μὲν περὶ τὴν προφοράν, ἥν τινες περὶ τὴν προσῳδίαν καλοῦσιν, ἡ δὲ περὶ τὸ ὄνομα, ἡ δὲ περὶ τὴν ὁμωνυμίαν, ἡ δὲ περὶ τὴν πολυωνυμίαν, ἣν συνωνυμίαν ἕτεροι προσαγορεύουσιν, ἡ δὲ περὶ τὴν σύνταξιν, ἡ δὲ περὶ τὴν σύνθεσιν καὶ διαίρεσιν, ἡ δὲ περὶ πλεονασμόν, ἡ δὲ περὶ ἔλλειψιν, ἡ δὲ περὶ τὴν μάχην. περὶ μὲν οὖν τὴν προφοράν ἐστιν, ὅταν ἐν τῇ αὐτῇ τάξει κειμένων τινῶν λέξεων ὁμοίων, δυνατὸν ᾖ προφέρεσθαι διττῶς τὸ γεγραμμένον, οἷον θεράπαινα χρυσία μὴ φορείτω, εἰ δὲ μή, ΔΗΜΟΣΙΑ ἔστω. ἀμφισβητοῦμεν γάρ, πότερον ἡ θεράπαινα δημοσία ἔστω, ἢ τὰ χρυσία· δύναται γὰρ συστέλλεσθαι καὶ ἐκτείνεσθαι τὸ ᾱ. περὶ δὲ τὸ ὄνομα, ὅταν καινὸν ἢ σφόδρα παλαιὸν ἢ ξένον ᾖ τὸ γεγραμμένον, οἷον ἡ ποδοκάκκη καὶ ἡ ἡμεδαπή, καὶ εἴ τις λέγοι τὸν κέραμον ἀντὶ δεσμωτηρίου, καθάπερ Κύπριοι· διὸ καὶ τὸ παρ’ Ὁμήρῳ τινὲς οὕτως ἐξηγοῦνται, χαλκέῳ δ’ ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας. περὶ δὲ τὴν ὁμωνυμίαν, ὅταν ἓν ὄνομα δύο ἢ τρία σημαίνῃ ἢ καὶ πλείω, οἷον εἴ τις γράφει, ἐκ παιδὸς μὴ εἶναι μαρτυρίαν. ζητήσομεν γὰρ ἐνταῦθα, πότερον ἄνηβον λέγει μὴ μαρτυρεῖν ἢ υἱὸν ὑπὲρ πατρὸς ἢ δοῦλον ὑπὲρ δεσπότου. οὗτοι γὰρ ἑνὶ ὀνόματι προσαγορεύονται παῖδες. |
| 130 | περὶ δὲ τὴν πολυωνυμίαν ἀνάπαλιν, ὅταν τὸ σημαινόμενον ἕν, τὰ δὲ ὀνόματα πολλά, οἷον ἄορ, ξίφος, φάσγανον, μάχαιρα. ἀσάφεια γὰρ καὶ οὕτω γίνεται, ὅταν οἴηταί τις ἴσα τοῖς ὀνόμασιν εἶναι τὰ σημαινόμενα. περὶ δὲ τὴν σύνταξιν, οἷον ἐπειδὰν φήσῃ Πιττακὸς νέμεσθαι πατέρα καὶ μητέρα τὴν ἴσην· ἀμφιβάλλει γὰρ καὶ ἥδε ἡ λέξις, ἆρα γὰρ τοὺς παῖδας λέγει νέμεσθαι τὰ τῶν γονέων, ἢ τοὺς γονεῖς τὰ τῶν παίδων; καὶ ἔτι ὅταν ἐν μέσῳ τι κείμενον ὄνομα δύνηται συνταττόμενον ἢ τοῖς πρὸ αὐτοῦ ἢ τοῖς μετ’ αὐτὸ διάφορον διάνοιαν ἀποτελεῖν, οἷον ὁ νικήσας ἐν πολέμῳ στρατηγὸς ἀνατιθέτω τοῦ Ἄρεως ἄγαλμα χρυσοῦν ἔχον δόρυ· ἔστι γὰρ τὸ λεγόμενον ἤτοι ἄγαλμα χρυσοῦν ἢ δόρυ. περὶ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ἥν τινες περὶ τὴν κοινὴν τοῦ διῃρημένου καὶ τοῦ ἀδιαιρέτου φασίν, οἷον ἐπὶ τὸν κλῆρον ἔρχεσθαι νόμου κελεύοντος ἀδελφοὺς παῖδας. ἔστι μὲν γὰρ διαιροῦντας φάναι, πρῶτον μὲν καλεῖσθαι τὸν ἀδελφόν, εἰ δὲ μὴ οὗτος εἴη, τότε τοὺς παῖδας παρεῖναι, ἔστι δὲ καὶ συντιθέναι λέγοντας ἅμα καλεῖσθαι αὐτούς. καὶ πάλιν, ὁ ψευδομαρτυρῶν ἁλοὺς τρὶς χιλίας διδότω· ἤτοι γὰρ λέγει, ὁ τρὶς ἁλοὺς ψευδομαρτυρῶν χιλίας διδότω, ἢ τρὶς χιλίας διδότω ἅπαξ ἁλούς. περὶ πλεονασμὸν δὲ γίνεται ἀσάφεια, ὅταν δυνατὸν ᾖ πλέον τι τοῦ γεγραμμένου συλλογίζεσθαι, ὡς καὶ αὐτὸ δυνάμει δηλούμενον, οἷον εἴ τις νομοθετήσειε κληρονομεῖν καὶ τοὺς πρὸς μητρός· ἀμφισβητήσειε γὰρ ἂν καὶ ἡ μήτηρ, ὡς εἰ τοὺς πρὸς μητρὸς νόμος κληρονομεῖν καλεῖ, πολὺ πρότερον αὐτὴν τὴν μητέρα καλοίη. ἡ δὲ παρ’ ἔλλειψιν ἀσάφεια γίνεται πολλαχῶς, οἷον ὁ πατροτύπτης χειροκοπείσθω· ἐλλείπει γὰρ πότερον καὶ τὸν δι’ ἄνοιαν, ἢ καὶ τὸν ἐπ’ εὐνοίᾳ καὶ πάντας ἁπαξαπλῶς. ἡ δὲ κατὰ πρόσωπον ἔλλειψις πολυειδής ἐστι· διαφέρει γὰρ δήπου τὰ πρόσωπα καὶ φύσει καὶ ἡλικίᾳ καὶ ταῖς ἐγγυτέρω συγγενείαις καὶ τύχῃ, οἷον τῷ προδότῃ συναναιρεῖσθαι τοὺς παῖδας· οὐ γὰρ διώρισεν, εἰ καὶ τὸν θετὸν καὶ τὴν θήλειαν. *** |