The Concise Tradition of Modes of Sophistic Importunities is an unattested anonymous treatise. Its title indicates a concise handbook categorizing the methods used by sophists, likely concerning fallacious arguments or refutations. The work is not documented within standard catalogues of ancient Greek philosophy.

Inferred solely from its title, the treatise’s content would pertain to:

No manuscript tradition or modern edition is recorded. The work is absent from extant lists of Aristotelian commentaries and anonymous philosophical treatises.

The title suggests a post-Aristotelian, pedagogical context, possibly as a summary within the tradition of Aristotelian logic systematized in the Sophistical Refutations. However, its lack of attestation precludes confirmation of its place in the logical tradition.

Ἐπεὶ δὲ καὶ τῶν σοφιστικῶν ἐπακοῦσαι ποθεῖς ἐνοχλήσεων,
πειράσομαι καὶ τούτων τοὺς τρόπους ὡς οἷόν τε καὶ σαφῶς
καὶ συντόμως σοι παραδοῦναι.
Δέκα καὶ τρεῖς εἰσιν οἱ τρόποι εἰς οὓς ἅπαν ἐμπίπτει
σόφισμα, καὶ οὐδὲν οὐδέποτε εὕρηται σόφισμα οὐδʼ οὐ μὴ
εὑρεθῇ μὴ εἴς τινα ἤ τινας τούτων ἀναγόμενον. ὧν δέκα καὶ
τριῶν ἓξ μέν εἰσιν παρὰ τὴν λέξιν, ἑπτὰ δὲ οἱ ἔξω τῆς
λέξεως. εἰσὶ δὲ οἱ παρὰ τὴν λέξιν ποιοῦντες φαντασίαν τοῦ
ἐλέγχειν τὸν προσδιαλεγόμενον ὁμωνυμία, ἀμφιβολία, σύνθε-
σις, διαίρεσις, σχῆμα λέξεως, προσῳδία· οἱ δὲ ἔξω τῆς λέ-
ξεως, εἷς μὲν ὁ παρὰ τὸ συμβεβηκός, ἄλλος ὁ παρὰ τὸ μὴ ἁ-
πλῶς λέγεσθαι ἀλλὰ πῂ ἢ πώς, ἄλλος ὁ παρὰ τὴν τοῦ ἐλέγχου
ἄγνοιαν, ἄλλος ὁ παρὰ τὸ ἑπόμενον, ἄλλος ὁ παρὰ τὸ ἐν ἀρχῇ
αἰτεῖσθαι, ἕκτος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς, ἕβδομος
ὁ παρὰ τὸ τὰ πλείονα ἐρωτήματα ἓν ποιεῖν.
Γίνονται δὲ παρὰ τὴν ὁμωνυμίαν σοφίσματα οὑτωσί·
«ἆρά γε οἱ σοφοὶ μανθάνουσιν ἢ οἱ ἀμαθεῖς;» εἰ μὲν οὖν
εἴπῃ ὁ ἐρωτώμενος ὅτι οἱ σοφοὶ μανθάνουσιν, ἐπάγει ὁ σο-
φιστής· «σὺ οὖν ἠπίστασο ἃ παρὰ τοῦ διδασκάλου ἐμάνθανες;»
«οὐδαμοῦ.» «οἱ ἀνεπιστήμονες ἄρα καὶ οἱ ἀμαθεῖς μανθάνου-
σιν, ἀλλʼ οὐχ οἱ σοφοί.» ἂν δὲ φήσῃ ὅτι οἱ ἀμαθεῖς μανθάνου-
σιν, ἐπιφέρει ὁ σοφιστής· «τὰ τῶν σοφῶν συγγράμματα οἱ σο-
φοὶ μανθάνουσι καὶ νοοῦσιν ἢ οἱ ἀμαθεῖς;» «οἱ σοφοὶ δηλαδή.»
«οἱ σοφοὶ ἄρα μανθάνουσιν ἀλλʼ οὐχ οἱ ἀμαθεῖς.» γίνεται δὲ
ὁ παραλογισμὸς παρὰ τὴν ὁμωνυμίαν τοῦ «μανθάνειν»· τὸ γὰρ
«μανθάνειν» σημαίνει καὶ τὸ νοεῖν, ὥσπερ εἰώθαμεν λέγειν
ὅτι μανθάνω τὰ λεγόμενα ἀντὶ τοῦ νοῶ, σημαίνει δὲ τὸ «μαν-
θάνειν» καὶ τὸ ἐξ ἀγνοίας εἰς ἐπιστήμην ἄγεσθαι καὶ
γνῶσιν. δεῖ δέ σε ἐν ταῖς τοιαύταις ἐρωτήσεσι μὴ ἁπλῶς
τὸ «ναί» ἢ «οὔ» λέγειν, ἀλλὰ μετά τινος προσθήκης, οἷον
εἰ μὲν ἐπὶ τοῦ συνιέναι βούλει δοῦναι τὸ μανθάνειν, ὅλον
ἐρωτηθὲν πότερον οἱ σοφοὶ μανθάνουσιν ἢ οἱ ἀμαθεῖς, οὑ-
τωσὶ εἰπέ· «οἱ σοφοί· αὐτοὶ γὰρ νοοῦσι τὰ λεγόμενα»· εἰ
δὲ ἐπὶ τοῦ εἰς γνῶσιν ἄγεσθαι καὶ ἐπιστήμην φαῦλοι·
«οἱ ἀμαθεῖς· οὗτοι γάρ εἰσιν οἱ εἰς ἐπιστήμην ἀγόμενοι.»
πάλιν· «οὐχὶ τὰ δέοντα ἀγαθά;» «ναί.» «τὰ δὲ κακὰ δέοντα·
τὰ κακὰ ἄρα ἀγαθά.» ὁμώνυμον γὰρ τὸ «δέον.» πάλιν· «οὐχὶ
ὁ κόραξ πτηνόν ἐστι; τί δέ· οὐχὶ τὸ ὄργανον ᾧ κλείομεν
τὰς θύρας κόραξ ἐστί; τὸ ὄργανον ἄρα πτηνόν ἐστι.» ὁμώ-
νυμον γὰρ τὸ «κόραξ.»—«οὐχὶ ὁ ἀετὸς πτηνόν ἐστι;» «ναί.»
«τί δέ· οὐχὶ ὁ ἰχθὺς ἀετός ἐστι; ὁ ἰχθὺς ἄρα πτηνόν ἐστι.»
Ἔστι δὲ παρὰ τὴν ἀμφιβολίαν οὗτος· «ἆρʼ ἔστι σιγῶντα
λέγειν;» «οὔ.» «τί δέ· ὅταν ξύλα καὶ λίθους λέγῃς, οὐ σι-
γῶντα λέγεις; ἔστιν ἄρα σιγῶντα λέγειν.» τὸ γὰρ «σιγῶντα»
δύναται νοεῖσθαι καὶ ἐπὶ τοῦ σιγῶντος ἀνθρώπου καὶ ἐπὶ
τῶν σιγωμένων πραγμάτων. δύναται τὸ τοιοῦτον σόφισμα καὶ
παρὰ τὴν ὁμωνυμίαν εἶναι. πάλιν· «ἆρʼ ἔστι λέγοντα σιγᾶν;»
«οὐδαμῶς.» «τί δέ· ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς;» «ναί.»
«οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἔστιν ἄρα λέγοντα σιγᾶν.»
—«ἆρʼ ἔστι τυφλὸν ὁρᾶν;» «οὐδαμῶς.» «τί δέ· οὐχὶ τυφλὸν
ὁρᾷς; ἔστιν ἄρα τυφλὸν ὁρᾶν.» πάλιν ἐρωτῶσι περὶ τοῦ
δούλου τὸν δεσπότην ἢ περὶ τῆς κυνός, δεικνύντες τὸν δοῦ-
λον ἢ τὴν κύνα, οὕτως· «ἆρʼ οὗτος σός ἐστι;» «ναί.» «ἆρʼ
οὗτος παῖς ἐστι;» «ναί.» «σὸς ἄρα οὗτος παῖς ἐστι.» ἀμφί-
βολον γὰρ τοῦτο.—«ἆρα αὕτη σή ἐστι;» «ναί.» «ἆρα αὕτη
μήτηρ ἐστί;» «ναί.» «ἄρα αὕτη ἡ κύων σὴ μήτηρ ἐστί.»
—«ἆρα ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ; ὁρᾷ δέ τις τὸν κίονα· ὁρᾷ
ἄρα ὁ κίων.» ἀμφίβολον γὰρ τὸ «τοῦτο ὁρᾷ.» δεῖ δὲ κἀν
τούτοις μὴ ἁπλῶς ἀποκρίνεσθαι, ἀλλὰ λέγοντος ἐκείνου
«ἆρʼ οὗτος σός ἐστι;» λέγειν «ναί· δοῦλος», καὶ ἔπαυσας
τὴν ἀγωγὴν τοῦ σοφίσματος. ἀλλὰ κἂν εἴπῃ «ἆρʼ ἀγαθόν
ἐστι τὰ δέοντα πράττειν;»· «ναί· τὰ καλά.»
Παρὰ δὲ τὴν σύνθεσιν γίνονται τὰ σοφίσματα οὕτως· «πᾶς
ὁ πυρέσσων πὼς πυρέσσει· τῷ πὼς πυρέσσοντι οἶνον δοτέον·
παντὶ ἄρα τῷ πυρέσσοντι οἶνον δοτέον.» παρὰ τὴν σύνθεσιν
τὸ σόφισμα· ἔδει γὰρ τὸ «οἶνον δοτέον» μὴ τῷ πυρέσσοντι
μόνῳ συνθεῖναι ἀλλὰ τῷ πὼς πυρέσσοντι· τοῦτο δὲ ἀληθές,
τὸ τῷ πὼς πυρέσσοντι οἶνον δοτέον. πάλιν· «ἆρα ᾧ εἶδες
σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;» «ναί.»
«εἶδες τῷ ὀφθαλμῷ τοῦτον τυπτόμενον· τῷ ὀφθαλμῷ ἄρα
οὗτος ἐτύπτετο.» παρὰ τὴν σύνθεσιν καὶ τοῦτο· οὐ γὰρ τὸ
«ἐτύπτετο» τῷ «ὀφθαλμῷ» ἔδει συνθεῖναι, ἀλλὰ τῷ «ὀφθαλμῷ
εἶδες» ὡς εἶναι τὸ πᾶν τοιοῦτον· «τῷ ὀφθαλμῷ ἄρα εἶδες
ὅτι ἐτύπτετο.»—«ἆρα γέγονας σύ;» «ναί.» «τί δέ· ἀληθές
ἐστιν εἰπεῖν νῦν ὅτι γέγονας;» «ναί.» «γέγονας ἄρα νῦν.»
παρὰ τὴν σύνθεσιν καὶ τοῦτο· ἔδει γὰρ εἰπεῖν «ἀληθὲς ἄρα
νῦν εἰπεῖν ὅτι γέγονας.»
Παρὰ τὴν διαίρεσιν· «οὐχὶ ὁ ἑπτὰ εἰς τρία καὶ τέσσαρα
διαιρεῖται; οὐχὶ δὲ τὰ τρία καὶ τέσσαρα περιττὰ καὶ ἄρτιά
ἐστι;» «ναί.» «ὁ ἐπτὰ ἄρα περιττὸς καὶ ἄρτιός ἐστι.» παρὰ
τὴν διαίρεσιν γέγονε τὸ σόφισμα ὅτι ὁ τρία καὶ τέσσαρα ἐν
τῷ ἑπτὰ δυνάμει, οὐκ ἐνεργείᾳ, εἰσί· τὸ δὲ δυνάμει τι ὂν
οὐκ ἔστιν ἐκεῖνο ὃ δύναται γενέσθαι, οἷον ὁ ἀσχημάτιστος
χαλκὸς δυνάμει ὢν ἀνδριάς· οὕτω καὶ ὁ τρία καὶ ὁ τέσσαρα
ἐν τῷ ἑπτὰ ὄντες, οὐχ ὡς τρία καὶ τέσσαρά εἰσιν, ἀλλʼ
ὡς ἀόριστον πλῆθος μονάδων.
Παρὰ δὲ τὴν προσῳδίαν ὀλίγα εἰσὶ τὰ γινόμενα σοφίσματα.
γίνονται δὲ οὕτως· «ἆρʼ ἔστιν οὖ καταλύεις οἰκία;» «ναί.»
«τὸ “οὐ καταλύεις” οὐκ ἀπόφασίς ἐστι τοῦ “καταλύεις”;»
«ναί.» «ἡ οἰκία ἄρα ἀπόφασις.» παρὰ τὴν προσῳδίαν τὸ
σόφισμα, διότι ἐν μὲν τῇ πρώτῃ προτάσει τὸ «οὗ καταλύεις»
μετὰ δασείας καὶ περισπωμένης δέδοται, εἴληπται δὲ ἐν τῇ
δευτέρᾳ οὐχ οὕτως. πάλιν· «ἆρʼ ἕστηκεν ὄρος;» «ναί.» «τί
δέ· τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικὸν οὐχ ὅρος; ἕστηκεν
ἄρα τὸ ζῷον λογικὸν ἐπιστήμης δεκτικόν.» παρὰ τὴν προσῳ-
δίαν τοῦτο.—«ἆρʼ οὐχὶ ὁ ἀβρααμʼ περάτης δηλοῖ;»
«ναί.» «τί δέ· οὐχὶ ὁ Ἀβραὰμ πολλῶν ἐθνῶν πατήρ;» «ναί.»
«ὁ περάτης ἄρα πολλῶν ἐθνῶν πατέρα δηλοῖ.» παρὰ τὴν προ-
σῳδίαν καὶ τοῦτο.
Παρὰ δὲ τὸ σχῆμα τῆς λέξεως καὶ τοῦτο· «πότερον ὁρῶσι
καὶ Σκύθαι καὶ ἄλλοι πάντες, ἢ καὶ σὺ καὶ ἐγώ, τὰ δυνατὰ
ὁρᾶν ἢ τὰ ἀδύνατα;» «τὰ δυνατά.» «ὁρᾷς δὲ τὰ ἡμέτερα ἱμά-
τια· τὰ ἡμέτερα ἱμάτια ἄρα δυνατά ἐστιν ὁρᾶν.»