διαφέρει δὲ ὁ αὐτάρ τοῦ δέ, καθὸ ὁ μὲν αὐτάρ προτάσσεται —πάντες δὲ ὀξύνονται.
κόσμηθεν: ὁ τρόπος μεταφορὰ—Δωρίς. εὐταξίᾳ δὲ μάλιστα πόλεμος κατορθοῦται.
ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι: ἀντὶ τοῦ ἑκάτεροι. καὶ ἕκαστος ἀντὶ τοῦ ἑκάτερος.
ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι: πῶς ἐπὶ δύο στρατιῶν τὸ ἕκαστοι ἔταξεν; ἢ ὅτι κατὰ ἔθνη καὶ φυλὰς ἐκοσμήθησαν, ἢ ἑκάτεροι, Τρῶές τε καὶ Ἕλληνες, ὡς τὸ «δενδίλλων ἐς ἕκαστον»· δύο γὰρ πρέσβεις. ἔστι δὲ Ἀττικόν.
Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν: ὅτι ἀντὶ τοῦ μετὰ κλαγγῆς καὶ ἐνοπῆς. ἄμφω δὲ ἤχου ὀνόματα.
Τρῶες μὲν κλαγγῇ: λείπει Ἀττικῶς ἡ σύν, «αὐταῖς διαβολαῖς». ἐκ τοῦ κλάζω κλαγγή κατὰ πλεονασμὸν τοῦ γ. ἄμφω δὲ τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ ἐξίσταται τοῦ ἤθους· «ὥστʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ» καὶ «ἐς Τρώων ὅμαδον κίε».
ὄρνιθες ὥς: τὸ διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί.
κλάζω κλαγγή κατὰ πλεονασμὸν τοῦ ἑνὸς γ. ἐνοπῇ δὲ τῇ εἰς ὀπὴν ὤτων φέρεσθαι δυναμένῃ βοῇ. τὸ μέντοι διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί. ἀμφοτέρας δὲ τὰς στρατιὰς διατυποῖ καὶ μέχρι τέλους οὐκ ἐξίσταται τοῦ ἤθους. «ὥστʼ ὄϊες πολυπάμονος» καὶ «ἐς Τρώων ὅμαδον κίε».
ὄρνιθες ὥς: βραχὺ διασταλτέον ἐπὶ τὸ ὥς· ἡ γὰρ ἀνταπόδοσις πρόκειται, καὶ ἀνεστραμμένη ἡ περίοδός ἐστιν.
ἠΰτε περ κλαγγὴ γεράνων πέλει: μετὰ τοσαύτης κραυγῆς, ὅσης καὶ γέρανοι. ἐπὶ δὲ τοῦ ἠΰτε ἡ ἀπόδοσις.
οὐρανόθι πρό: ὅτι ἀντὶ τοῦ ἐν τῷ ὑπὸ τὰ νέφη τόπῳ· οὐρανὸν γὰρ καλεῖ τὸν ὑπὸ τὰ νέφη τόπον· διὸ καὶ τὰς τοῦ Ὀλύμπου κορυφὰς ἐπουρανίους νοητέον.
οὐρανόθι πρό: καὶ τὸν περὶ τὰ νέφη τόπον καὶ τὸν ἀπὸ νεφελῶν εἰς οὐρανὸν οὕτω καλεῖ. παρέλκει δὲ ἡ πρό, ὡς «ὀφθαλμοῖο διαπρό». τὴν δὲ τοῦ λόγου ἀπόδοσιν εἰς τὸ ἠΰτε περ. εἶτά φησιν ὅτι μετὰ τοσαύτης πορεύονται κραυγῆς, ὅσης αἱ γέρανοι.
χειμῶνα: ὅτι χειμῶνα οὐ τὴν χειμερινὴν κατάστασιν λέγει, ἀλλὰ τὸν χειμερινὸν τόπον τῆς Θρᾴκης· οὐ γὰρ ἐνστάντος χειμῶνος τότε ἀπαίρουσιν, ἀλλὰ προσδοκίας οὔσης.
ἀθέσφατον: ὃν οὐδὲ θεὸς ἑρμηνεύσειεν.
ὃν οὐδεὶς ὅσος ἐστὶν ἑρμηνεύσειε λόγος.
κλαγγῇ ταί γε πέτονται ἐπʼ Ὠκεανοῖο ῥοάων: ἀντὶ τοῦ εἰς ῥοάς, Ἀττικῶς. τὸ ἀδιάλειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγγήν. τὰ δὲ δειλότερα τῶν ζῴων φωνητικώτερα μᾶλλον τῶν ἀνδρείων.
ἀνδράσι Πυγμαίοισι· καὶ τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ καὶ τὸν θροῦν αὔξει· κροτάλοις γὰρ αὐτὰς ἀλέξονται. φησὶ δὲ αὐτοὺς Ἑκαταῖος ἐπὶ σχημάτων κριῶν ἐξιόντας ἀλέξασθαι αὐτάς, τὰς δὲ καταφρονούσας τοῦ μήκους πολεμεῖν πρὸς αὐτούς.
ἠέριαι: διὰ τὸν καύσωνα.
οἱ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοί:ποῦ τῆς προτέρας παραβολῆς ἡ ἀπόδοσις; ἢ τάχα οὕτως ἔχει· «Τρῶες μὲν κλαγγῇ ἴσαν, ἠΰτε περ», ἵνα τὸ «ἠΰτε» ἀπόδοσις ᾖ. καὶ ἔστι «Τρῶες μὲν κλαγγῇ», οἱ δʼ ἄρʼ ἴσαν σιγῇ. ἐπεὶ δὲ καὶ κατάπληξις σιωπὴν ποιεῖ, προσέθηκεν μένεα.
ταύτης ποῦ τῆς παραβολῆς ἡ ἀπόδοσις ἢ τάχα εἰς τὸ «Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν», οἱ δʼ ἄρʼ ἴσαν «ἠΰτε περ», ἵνα τὸ «ἠΰτε» ἀπόδοσις ᾖ. ἐπεὶ δὲ πολλάκις καὶ κατάπληξις σιωπὴν ποιεῖ, τὸ μένεα προστέθειται.
ἀλεξέμεν ἀλλήλοισιν: τοῦτο γὰρ ἐν ταῖς φάλαγξι· σκέπει γὰρ τὸν ὑπασπίζοντα ἕκαστος ὡς αὑτόν, κἀκεῖνος τοῦτον.
ἡ γὰρ φάλαγξ σωθείη, ὅταν τὸ τοῦ παρασπίζοντος σκοπῇ
εὖτʼ: ὅτι τὸ εὖτε οὐκ ἔστιν χρονικόν, ἀλλʼ ὁμοιωματικόν, ἀναλογοῦν τῷ «ἠΰτε».
εὖτʼ ὄρεος κορυφῇσι: διὰ τοῦ ε αἱ Ἀριστάρχου τὸ εὖτε καὶ τὸ ἐτέρωθί που λεγόμενον «τῷ δʼ εὖτε πτερὰ γίνετʼ» ἀντὶ τοῦ ὡς πτερὰ ἐγίνετο ἐλαφρὰ τὰ τοῦ Ἡφαίστου ὅπλα τῷ Ἀχιλλεῖ. ἐν ἐνίαις δὲ τῶν ἐκδόσεων, τῇ τε Χίᾳ καὶ τῇ Μασσαλιωτικῇ καί τισιν ἄλλαις, ἐκ πλήρους ἐγέγραπτο «ἠΰτε ὄρευς κορυφῇσι», παρὰ τὸ εἰωθὸς Ὁμήρῳ· ἐκ πλήρους γὰρ παρʼ ἕκαστα γράφειν «ὄρεος». εἰσὶ δὲ οἳ καὶ ἑτέρως ἀκούουσι τὸ εὖτε ἀντὶ τοῦ ὅτε, καθάπερ καὶ ἐν ἄλλοις· «εὖτε γὰρ ἠέλιος φαέθων» καὶ «εὖτʼ ἀστὴρ ὑπερέσχε». λαμβάνουσι δὲ ὑπὸ μίαν περιγραφὴν τὸ ὅλον· εὖτʼ ὄρεος κορυφῇσι νότος κατέχευεν ὁμίχλην «ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω, τόσσον τίς τʼ ἐπιλεύσσει ὅσον ἐπὶ λᾶαν ἵησιν»· ὁπότε ὁ νότος ταῖς τοῦ ὄρους κορυφαῖς κατέχεεν ὁμίχλην τοῖς μὲν ποιμέσιν οὐ προσφιλῆ, τῷ δὲ κλέπτῃ νυκτὸς κρείσσονα, τότε ἐπὶ τοσοῦτον δύναταί τις βλέπειν, ὅσον ἐστὶ λίθου βολῆς διάστημα. ἄμεινον δὲ τὸ πρότερον· τῷ γὰρ ὥσπερ ἀνταποδίδοται τὸ «ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος». ταῦτα ὁ Δίδυμος
ποιμέσιν οὔτι φίλην· οὐ βουκόλοις, ἐπεὶ μὴ νέμουσιν ἡμέρας διὰ τοὺς οἴστρους.
ἀμείνω: ὅτι τινὲς γράφουσι σὺν τῷ ν «ἀμείνων». εἰ δὲ κατʼ αἰτιατικήν ἐστι, χωρὶς τοῦ ν γράφεται· ἀνάλογον γάρ ἐστι τῷ ἀμείνονα. ἄλλοι δὲ γράφουσιν ἀντὶ τοῦ νυκτὸς ἀμείνω.
ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν: ἀόριστα ταῦτα, καὶ «ὅσον τε γέγωνε βοήσας».
ἵησιν: ἀφίησιν.
ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλής: ὅτι οὐ λέγει ὑπὸ ποδῶν ἀέλλης, ἀλλὰ κονίσαλος ἀελλής, ἀελλώδης.
κονίσαλος ὤρνυτʼ ἀελλής: Ἀριστοφάνης γράφει «κονισάλου ὤρνυτʼ ἀέλλης». ἄριστος δὲ κριτὴς ὁμοιοτήτων Ὅμηρος· ὁμίχλη γὰρ καὶ κονιορτὸς ὁμόχροα καὶ ὁμοίως ἐπιπροσθοῦντα τοῖς ὄμμασιν.
διέπρησσον πεδίοιο: τὴν πεδιάδα διήνυον.
Τρωσίν: ἀντὶ τοῦ Τρώων. πτωτικὸν—ποιηταί.
Τρωσὶν μέν: τῷ μέν οὐκ ἐπάγει τὸν δέ.
Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής:τὸ δίκαιον νομοθετεῖ· οἱ γὰρ αἴτιοι προασπίζουσιν. ἐγείρει δὲ τὸν ἀκροατὴν προκινδυνεύοντα εἰσάγων τὸν πλείστων κινδύνων ἑτέροις αἴτιον. ὁ δὲ μέν τὸ δέ ἐνταῦθα οὐκ ἐπάγεται. διὰ τί δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις χρώμενον; τοῦτο γὰρ ἐγκωμιάζοντος δόξειεν εἶναι καὶ ἀποσεμνύνοντος τὸν ἄνδρα. λεκτέον δὲ ὅτι, εἰ μὲν πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία ἦν ἂν ἡ μέμψις. ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον κατασκευάζεται τὸ μῖσος, εἰ τοιοῦτος ὢν τὴν μορφὴν καταισχύνει.
παρδαλέην: τὸ δὲ ζῷον πάρδαλις.
αὐτὰρ ὁ δοῦρε: Ἀρίσταρχος ἄνευ τοῦ ἄρθρου, «αὐτὰρ δοῦρε». οὕτως καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Καλλιστράτου καὶ σχεδὸν οὕτως καὶ αἱ χαριέσταται· καὶ ὁ Ἰξίων ἐν τῷ πρώτῳ Πρὸς τὰς ἐξηγήσεις ὁμοίως προφέρεται. ἔχει δὲ τὸν Ὁμηρικὸν χαρακτῆρα καὶ ἡ σὺν τῷ ἄρθρῳ γραφή, καίπερ οὐκ οὖσα Ἀριστάρχειος· σύνηθες γὰρ τῷ ποιητῇ ἐπὶ τῶν αὐτῶν μένοντι ὑπόνοιαν παρέχειν ὡς περὶ ἑτέρου διαλέγοιτο προσθέσει ἄρθρου καὶ μεταλλάξει τοῦ συνδέσμου, ὡς ἐπὶ τοῦ Κύκλωπος «κὰδ δέ μιν ὕπνος ᾕρει πανδαμάτωρ, ὁ δʼ ἐρεύγετο οἰνοβαρείων» ἀντὶ τοῦ καὶ ἐρεύγετο. Ζηνόδοτος δὲ ἠθέτηκε τοῖς ἑξῆς οὐ συντιθέμενον. δεῖ δὲ κοινὸν παραλαβεῖν «αὐτὰρ ὁ δοῦρε δύω ἔχων» καὶ νοεῖν τὸ ἄρθρον ἐξ ἐπαναλήψεως παρειλημμένον ἐπὶ τοῦ αὐτοῦ προσώπου.
αὐτὰρ ὁ δοῦρε δύω: ἄνευ τοῦ ἄρθρου τὸ «αὐτὰρ δοῦρε» ἐν πάσαις ταῖς χαριεστέραις. ἡ δὲ σὺν τῷ ἄρθρῳ γραφή, καίτοι μὴ οὖσα Ἀριστάρχου, ὅμως ἔχει Ὁμηρικὴν συνήθειαν· ἔθος γὰρ αὐτῷ περὶ τοῦ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς περὶ ἄλλου λέγοντι, ὡς ἐπὶ τοῦ Σαρπηδόνος· «αὐτοῦ μὲν ἤμβροτεν, ὁ δὲ Πήδασον οὔτα»
τὸ αὐτάρ παρὰ Ζηνοδότῳ καὶ τοῖς ἄλλοις οὐκ ἐπάγεται τὸ ἄρθρον. ὅμως οὖν ἐστι καὶ τοῦτο τῆς Ὁμηρικῆς συνηθείας· ἔθος γὰρ αὐτῷ περὶ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς καὶ περὶ ἄλλου λέγων ποιεῖ· «Σαρπηδὼν αὐτοῦ μὲν ἀπήμβροτεν, ὁ δὲ Πήδασον»
δοῦρε δύω: δῆθεν ἵνα, εἰ ἀποτύχῃ τοξεύων, προσπεσὼν μάχοιτο.
κεκορυθμένα: ἠκονημένα, ἐστομωμένα.
πάλλων Ἀργείων—ἐν αἰνῇ δηϊοτῆτι: τὸ πάλλων καὶ τὸ ἀντίβιον ἀθετοῦνται ἀμφότεροι· ὁ γὰρ παρδαλέην ἀνειληφὼς καὶ τοξικὴν στολὴν ἔχων οὐκ ἂν προκαλοῖτο εἰς μονομαχίαν, ἀλλʼ ὕστερον ἐπὶ τοῦτο ἔρχεται ὀνειδισθεὶς ὑφʼ Ἕκτορος. ἄτοπον δὲ καὶ τὸ ἅμα πάντας προκαλεῖσθαι.
προκαλίζετο πάντας ἀρίστους: τῇ φαντασίᾳ, οὐ λόγῳ, ὡς «αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος». κραδαίνων δέ φησι τὰ δόρατα προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων «ἀντίβιον μαχέσασθαι». ἢ τοὺς ἀρίστους τῶν Τρώων προετρέπετο κατὰ τῶν Ἑλλήνων. ἦθος δὲ θρασυδείλων κωμῳδεῖ διὰ Πάριδος, Δόλωνος, Θερσίτου, Ἕκτορος, προπετὲς ἐν ἐπαγγέλματι, δειλὸν ἐν πράξει, ἐπονείδιστον πρὸς τῷ τέλει.
ἐζήτηται, πῶς ὁ Ἀλέξανδρος—τὸν γέλωτα.
δηϊοτῆτι: οὕτως ὁ Ἀρίσταρχος προπερισπᾷ δηϊοτῆτι, ὡς ἀπὸ ὀξυτόνου εὐθείας. τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ.
ἐνόησεν ἀρηΐφιλος Μενέλαος: καθεστὼς γὰρ καὶ ζητῶν τὸν ἀδικήσαντα, ὁ δὲ ἀλαζονείᾳ ἐπτοημένος.
οὗτος γὰρ ἦν μόνον ἑστὼς καὶ τὸν ἀδικήσαντα ζητῶν, ὁ δὲ ἀλαζονείᾳ ἐπτοημένος.
ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα:τὸ προπάροιθεν ὁμίλου ἤτοι τοῖς ἐπάνω προσδοτέον.
ὥς τε λέων— ὣς ἐχάρη Μενέλαος: συναπτέον ἕως τοῦ πεινάων· φαῦλοι γὰρ οἱ συνάπτοντες τὸ πεινάων τοῖς ἑπομένοις. ὑποστικτέον δὲ εἰς τὸ αἰζηοί
μεγάλῳ ἐπὶ σώματι κύρσας: σῶμα μὲν Ὅμηρος ἐπὶ νεκροῦ, οἱ δὲ ἄλλοι καὶ ἐπὶ ζώντων· ἢ ὃ αὐτὸς νεκρὸν εἰργάσατο ἢ τὸ τοξευθέν, ὡς τὸ «θῶες μέν τε διέτρεσαν»· ἢ τῷ «πεινάων» λύεται.
νεκροῦ γάρ φασι σώματος μὴ ἅπτεσθαι λέοντα.
εὑρὼν ἢ ἔλαφον: ὁ μὲν ἐλάφῳ καὶ τεθνεῶτι, ὁ δὲ λέοντι καὶ πεινῶντι παρείκασται. μέγα δὲ πρὸς θάρσος καὶ δειλίας ὄνειδος.
κεραόν: τέλειον· τὰ νέα γὰρ ἀμβλυκέρατά φασιν.
ἢ ἔλαφον κεραόν: αἱ γὰρ θήλειαι—φωλεῶν ἐξίασιν.
ἄγριον αἶγα: κατωφερὴς καὶ ὁ τράγος καὶ κερασφόρος. τοξότης δὲ καὶ ὁ Πάρις.
πεινάων: δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑποστιγμὴ εἶναι· οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. χαλεπὸς δέ ἐστι πεινῶν, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ θερμότερος.
μάλα γάρ τε κατεσθίει, εἴπερ ἂν αὐτόν: ὅτι τὸ εἴπερ ἂν αὐτόν ἀντὶ τοῦ εἰ καὶ αὐτόν, ὡς ὅταν λέγῃ «εἴπερ ἂν αὐταί Μοῦσαι ἀείδοιεν» ἀντὶ τοῦ εἰ καὶ αὐταί. καὶ ὅτι ὁ τέ σύνδεσμος περισσός.
εἴπερ ἂν αὐτόν σεύωνται: ὥσπερ οὖν λέοντα παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτω καὶ νέον ἄνδρα πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.
ὀφθαλμοῖσιν ἰδών· φάτο γάρ: πρώην γὰρ ἀναπολῶν αὐτὸν τῇ διανοίᾳ νῦν τὴν θέαν πρὸς ἐρεθισμὸν ἐδέξατο.
ἀλείτην: ὅτι Ζηνόδοτος γράφει «ἀλείτας», τὰς ἁμαρτίας ἐκλαμβάνων. κρεῖττον δὲ αὐτὸν τὸν Ἀλέξανδρον λέγεσθαι ἀλείτην.
ἐξ ὀχέων: ἀπὸ τοῦ ὄχος, ὅθεν καὶ τὸ «ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο».
χαμᾶζε: προπερισπᾶται. ἐχρῆν δὲ πρὸς τὸν χαρακτῆρα τρίτην ἀπὸ τέλους εἶναι τὴν ὀξεῖαν συστελλομένου τοῦ α, ὥσπερ τὸ Ἀφίδναζε, Θήβαζε, «ἔραζε», χωρὶς εἰ μή ἐστιν ἀφορμὴ ὅτι ταῦτα ἀπὸ ὀνομάτων, τοῦτο δὲ ἀπὸ ἐπιρρήματος τοῦ χαμαί. τὸ δὲ «μέταζε» χρονικὸν παρὰ πρόθεσιν παρῆκται.
ἐν προμάχοισι φανέντα: φανέντα μόνον, οὐ μαχόμενον. διὰ δὲ τοῦ «ἐξ ὀχέων» ἐν σχήματι πέφρακεν ὡς ἱππεὺς ἦν Μενέλαος.
ἐν προμάχοισι φανέντα, κατεπλήγη: ἡ ὑποστιγμὴ διὰ τὸ «ὡς» μόριον, «τὸν δʼ ὡς οὖν». ἡ διπλῆ δέ, ὅτι ἀντὶ τοῦ κατεπλάγη.
κατεπλήγη: ἔδει διὰ τοῦ α.
ἑτάρων: εἶχε γὰρ ἴσως Ἀντιμαχείους φίλους
ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδών: ἀνωτέρω περὶ τοῦ λέοντος ἐξειργάσατο, οὐ τοῦ ἐλάφου· τοῦ δρῶντος γὰρ ἦν ἡ εἰκών. καὶ τὰ μὲν ἄλλα τῶν ζῴων καὶ πόρρωθεν ὁρᾶται ἢ μεγέθει ἢ φωνῇ, ὄφις δὲ ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται· ὃ συνέβη Ἀλεξάνδρῳ.
ὑπό τε τρόμος ἔλαβε γυῖα: γυῖα πάντα τὰ μέλη· «ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων».
ἄψ: συνωνύμως τῷ «παλίνορσος».
ὦχρος: οὕτως ὦχρος ὡς μῶμος, εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ. τάχα δὲ καὶ ἄχροός ἐστιν, ὃ ἐν ὑπερθέσει γίνεται ἄοχρος, καὶ κατὰ συναλιφὴν ποιεῖ τὸ ὦχρος βαρυνόμενον, ἄλλως τε τὰ εἰς ος λήγοντα δισύλλαβα μονογενῆ, ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ προσκειμένου τοῦ ι, βαρύνεται, «ὦμος», ὦμος. πρόσκειται μὴ ἔχοντα τὸ ι διὰ τὸ ᾠδός τραγῳδός.
ὦχρος τέ μιν: ὡς μῶμος· ἄχροος, ἄοχρος, ᾦχρος.
παρειά: οὕτως Ἀρίσταρχος, ὀξυτόνως καὶ χωρὶς τοῦ ς γραπτέον, ἵνα ᾖ οὐδέτερον· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν μεταποιούμενα εἰς οὐδέτερον γένος, τοῦ αὐτοῦ σημαινομένου μένοντος, τὸν αὐτὸν φυλάσσει τόνον, πλευραί πλευρά, πυραί πυρά. οὐκ ἀντίκειται τὸ νευραί καὶ νεῦρα· διάφορον γὰρ τὸ σημαινόμενον. οὕτως παρειαί παρειά. φασὶ μέντοι Ἀρίσταρχον καὶ Ἀριστοφάνην γράφειν «παρειάς» σὺν τῷ ς, ἐπειδὴ καὶ «παρειάων ἁπαλάων» λέγει.
εἷλε παρειά: Ἀρίσταρχος οὐδετέρως, ἔν τισι δὲ θηλυκῶς. ὁ δὲ Σιδώνιος διὰ τοῦ η διὰ τὸ «παρήϊον». τὸ δὲ παρειά ὡς ἀγαθά· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν Ἰωνικῶς μεταποιούμενα εἰς οὐδέτερον γένος φυλάσσει τὸν αὐτὸν τόνον, πλευραί πλευρά. οὕτως οὖν καὶ τὸ παρειά παρῆκται.
παρειά: μεταπλασμός.
καθʼ ὅμιλον ἔδυ: τὸ ἑξῆς κατέδυ. ἀπὸ μεταφορᾶς τῶν εἰς τοὺς φωλεοὺς καταδυομένων ἑρπετῶν.
Τρώων ἀγερώχων: ὅτι ἀγερώχους τοὺς Τρῶας, οὐ μόνον τοὺς Ῥοδίους ὥς τινες ᾠήθησαν, διὰ τὸ ἀγείρειν τὴν ὀχήν, τουτέστι τὴν τροφήν· ὁ γὰρ Ὅμηρος ἀγερώχους τοὺς ἄγαν γεραόχους καὶ σεμνοὺς λέγει.
ἀγερώχων: λίαν γέρας ἐχόντων, ὅ ἐστι μεγαλοφρόνων.
δείσας Ἀτρέος υἱόν: διὰ τοῦ ὀνόματος τοῦ πατρὸς Μενελάου καὶ τὸ τούτου παρεδήλωσεν ἀδεὲς ἐν σχήματι.
αἰσχροῖς: αἶσχος ἐπάγουσι.
Δύσπαρι: ἐπὶ κακῷ ὠνομασμένε Πάρι, κακὲ Πάρι. καὶ Ἀλκμὰν φησί· «Δύσπαρις, Αἰνόπαρις, κακὸν Ἑλλάδι βωτιανείρῃ».
Δύσπαρι: ἠθικῶς τὸ τῆς παρονομασίας προσέρριψε δυσχεραίνων τῷ ὀνόματι, ὡς καὶ «Κακοΐλιον» πού φησιν ἡ Πηνελόπη.
εἶδος ἄριστε: ἐφʼ ᾧ μεγαλύνεται, τούτῳ αὐτὸν διασύρει. ὄνειδος δέ ἐστιν οὐχ ὁμοιούμενον τῇ ψυχῇ, ὡς τὸ «Ἕκτορ, εἶδος ἄριστε» καὶ «εἶδος ἀγητός» καὶ «σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος» γυναιμανὴς δὲ ὁ τὰς γυναῖκας ὡς μαινάδας τῇ τῆς ὥρας ποιῶν ἀπάτῃ, ἢ ὁ ἐπʼ αὐταῖς μαινόμενος.
ἄγονός τʼ ἔμεναι: ὁ τέ ἀντὶ τοῦ διαζευκτικοῦ ἤ, ὡς καὶ ὁ καί, οἷον «πρώτῃσι καὶ ὑστατίῃσι βόεσσι». ἢ τῷ θυμῷ ἐπὶ τὸ ἀδύνατον τῆς κατάρας ἐκπίπτει.
ἄγονός τʼ ἔμεναι: Διονύσιός φησιν ὁ Σκυτοβραχίων Δάρδανον ἀπὸ Ἑλένης καὶ Πάριδος γενέσθαι.
καί κε τὸ—ἄλλων: στικτέον ἐπὶ τὸ βουλοίμην, τὰ δὲ ἑξῆς συναπτέον ἕως τοῦ ἄλλων.
καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον ἦεν: ἐβουλόμην ἂν τοῦτο ὡς καλῶς γενησόμενον. ἀλλὰ καὶ πολύ, φησί, κρεῖττον ἂν ἐγεγόνει, σοὶ δηλονότι.
καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον ἦεν: ἐβουλόμην ἂν τοῦτο. φέρτερον δὲ κρεῖττον, σοὶ δηλονότι.
ἢ οὕτω λώβην τʼ ἔμεναι καὶ ὑπόψιον ἄλλων:ἢ οὕτως ἐπὶ πάντων ὁρώντων τὴν ἀπὸ τῆς φυγῆς αἰσχύνην κερδαίνειν. δεῖ δὲ εἰς τὸ λώβην τʼ ἔμεναι στίξαι καὶ τὸ λοιπὸν συνάψαι ἕως τοῦ ἄλλων ἵνʼ ᾖ βουλοίμην ἄν σε ἄγονον καὶ ἄγαμον εἶναι …
ὑπόψιον ἄλλων: ἢ ὑφορώμενον τοὺς ἄλλους, μὴ ἃ δέδρακας πείσῃ, ἢ ὃν διὰ μῖσος ὑπόδρα ὁρᾷ τὸ πλῆθος. βαρύτερον δὲ φόβου ἐχθρῶν ἡγεῖται τὸ τῶν πολιτῶν μῖσος. Ἀριστοφάνης δὲ «ἐπόψιον» γράφει καὶ οὐ στίζει, ἵνʼ ᾖ ἐπὶ πάντων ὁρώντων κερδᾶναι τὴν ἀπὸ τῆς φυγῆς αἰσχύνην.
ἦ: περισπαστέον τὸν ἦ· βεβαιωτικὸς γάρ ἐστι καὶ ἰσοδυναμεῖ τῷ δή.
ἦ που καγχαλόωσι: ἐκ προοιμίου τὸ φιλότιμον δείκνυσιν Ἕκτορος καὶ τῆς παρὰ τοῖς πολλοῖς πεφροντικὸς δόξης· «αἰδέομαι Τρῶας», «πατρὸς δʼ ὅγε πολλὸν ἀμείνων», «ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ».
ἦ που καγχαλόωσι—βίη φρεσὶν οὐδέ τις ἀλκή: τὸ ἑξῆς· ἦ που καγχαλόωσιν, οὕνεκα καλόν εἶδος ἐπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσίν. τὸ δὲ φάντες ἀριστῆα διὰ μέσου· καίτοι γε, φησίν, ἀριστέα σε ὑπονοήσαντες εἶναι ἐκ τῆς καθοπλίσεως καὶ τοῦ προηγεῖσθαι τῆς παρατάξεως.
φάντες ἀριστῆα: πότε ὑπέλαβον αὐτὸν ἀριστέα εἶναι; δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα «Ἀργείων προκαλίζετο πάντας ἀρίστους».
πρόμον: ὅτι κατὰ συγκοπὴν τὸν πρόμαχον εἴρηκεν, οὐχ ὡς οἱ Γλωσσογράφοι τὸν βασιλέα.
εἶδος ἐπʼ: μετὰ τὸ εἶδος ἐπʼ ἐὰν στίξῃς, τὸ ἑξῆς ὡς ἀπὸ τοῦ Ἕκτορος δώσεις, ἐὰν δὲ ὑποστίξῃς, ὃ καὶ ἄμεινον, ἀπὸ κοινοῦ τὸ «φάντες» ὅτι καλὸς μέν ἐστι, γύννις δέ.
οὐκ ἔστι βίη φρεσίν: βίη δύναμις—ἔχεις δύναμιν.
ἢ τοιόσδε ἐὼν—ἀρηΐφιλον Μενέλαον: τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος ὢν δειλός, συναγαγὼν πλῆθος, διελθὼν πέλαγος γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, τῷ πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα; εἶτα ἀπὸ ἄλλης ἀρχῆς οὐκ ἂν δὴ μείνειας Μενέλαον, ἠθικῶς μετὰ πεύσεως ἢ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἤ ἀντὶ τοῦ εἴ, εἰ τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ ἤγαγες, οὐκ ἂν ὑπομείναις τὸν ταύτης ἄνδρα. ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον.
ἢ τοιόσδε ἐών: ἐνταῦθα ἐγκλίνεται ὁ σύνδεσμος ὁμοίως τῷ «ἢ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω»· καί μοι δοκεῖ ἰσοδυναμεῖν τῷ εἴ. λέγω δὲ τὸ τοιοῦτον· «εἰ ἤδεις σάφα οἵη περίφρων Πηνελόπεια».
ἐπιπλώσας: ὁ Ἀπολλώνιος σχηματίζει τὸ ἐπιπλώσας οὕτως· πλέω καὶ ἐπιπλώω, οὗ ἀόριστος ἐπέπλωσα, μετοχὴ ἐπιπλώσας, εἶτα ἀποκοπὴ ἐπιπλώς. καὶ τὸ ἐπέπλως δὲ ῥῆμα «τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως» ὁμοίως ἐκ τοῦ ἐπιπλώσας ἀπεκόπη· ὅτι γὰρ τὸ ἐπέπλως οὐκ ἔστιν ἀπὸ θέματος τοῦ πλῶμι δῆλον ἐκ τοῦ μηδὲν εἶναι ὡς ἀπὸ τῶν εἰς μι κίνημα, οὐκ ἀπαρέμφατον ἐπιπλῶναι, οὐκ εὐκτικὸν ἐπιπλοίην, οὐ προστακτικὸν ἐπίπλοθι, οὐκ ἄλλο οὐδέν. ἔδει δὲ καὶ τὴν μετοχὴν εἶναι ἐπιπλούς ὡς βιούς καὶ γνούς· ὅτι γὰρ οὐ Δωρικῶς ἐτράπη εἰς τὸ ω ὡς βοῦς βῶς, δῆλον ἐκ τοῦ μὴ προκεῖσθαι αὐτοῦ ἐν χρήσει τὸ κοινόν.
ἐρίηρας: παρὰ τὸ ερι καὶ τὸ ἄρω, ὅ ἐστιν ἁρμόζω, ἢ τὸ ἦρα, ὅ ἐστι χάρις.
ἀνῆγες: ἡ διπλῆ, ὅτι ἀναγωγὴν λέγει τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν· ἔστι γὰρ ὑψηλότερα τὰ πρὸς ἄρκτους.
ἐξ ἀπίης γαίης: ὅτι ἀπίαν τὴν πολὺ ἀφεστῶσαν, οὐχ ὡς οἱ νεώτεροι τὴν Πελοπόννησον.
οὐ τῆς Πελοποννήσου· φησὶ γοῦν «ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ».
νυὸν ἀνδρῶν αἰχμητάων: πάντες γὰρ οἱ ἄριστοι ἐμνηστεύσαντο τὴν Ἑλένην, Μενελάου δὲ γέγονε θαλερὴ παράκοιτις ἢ ὅτι παντὶ οἰκείῳ τοῦ νυμφίου νυὸς ὀνομάζεται.
πατρί τε σῷ μέγα πῆμα: ἀπλήρωτον καὶ ἄτακτον ὁ θυμός. πολλὰς γοῦν εἴωθεν ἐπὶ τῶν ὀργιζομένων ποιεῖσθαι ἀρχὰς ὁ ποιητής, ἀσύνδετον ἐῶν τὸν λόγον, ὡς τὸ «οἰνοβαρές» καὶ τὰ ἑξῆς· ἄτοπον γὰρ πῆμα καλεῖν τὴν Ἑλένην Ἕκτορα, περὶ οὗ φησιν «ἀλλʼ οὔπω σεῦ ἄκουσα κακὸν ἔπος».
κατηφείην: οὕτως κατηφείην σὺν τῷ ν ὡμολόγουν αἱ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους καὶ ἡ Σωσιγένους καὶ ἡ Ἀργολική, καὶ σχεδὸν ἐν ταῖς χαριεστάταις οὕτως εἶχεν. ἡ δὲ Ζηνοδότου χωρὶς τοῦ ν.
γνοίης χʼ οἵου φωτός: ἀσύνδετος ὁ λόγος· θυμουμένου γὰρ ἀνδρὸς τὰ ῥήματα.
γνοίης χʼ οἵου φωτὸς ἔχεις θαλερὴν παράκοιτιν:οἷος ὤν, φησί, τίνα τίνος ἐστέρησας. οὐκ ἄρα Χίλωνος, ὡς ὑποφαίνεται, δόγμα τὸ «γνῶθι σαυτόν», ἀλλʼ Ὁμήρου.
οἷος ὢν τίνα ἐστέρησας, ἵνʼ ᾖ τὸ «γνῶθι σαυτὸν» ὑποφαινόμενον.
κίθαρις: ὅτι τινὲς μὴ εὑρίσκοντες κατὰ τὴν ποίησιν τὸν Ἀλέξανδρον κιθαρίζοντα μετέγραψαν «κίδαρις». τοῦτο δὲ πίλου γένος εἶναι λέγουσιν. πολλὰ δέ ἐστιν ἅπαξ λεγόμενα παρὰ τῷ ποιητῇ.
οὐκ ἄν τοι χραισμῇ κίθαρις: κίθαρις ἡ ἐπὶ πορνείᾳ πρὸς χάριν Ἀφροδίτης, οὐ Μουσῶν διδομένη. ἡ δὲ Ἀχιλλέως κιθάρα καὶ τὸ εἶδος ἐνάρετον. πᾶν δὲ σωματικὸν πλεονέκτημα δίχα ψυχικῆς ἀρετῆς ἄχρειόν ἐστι· διὸ καὶ Ἀφροδίτης αὐτά φησι, τὸ δὲ ἄλλο θεῶν. «τῷ δὲ θεοὶ κάλλος τε καὶ ἠνορέην ἐρατεινήν ὤπασαν».
ὅτʼ ἐν κονίῃσι μιγείης: ὅταν συνέλθῃς εἰς μάχην.
δειδήμονες: ὅτι Ζηνόδοτος γράφει «ἐλεήμονες». οὐκ ἐλεοῦσι δὲ αὐτόν, ἀλλὰ μισοῦσιν· «οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο» διὰ δὲ τὸν Πρίαμον καὶ τὸν Ἕκτορα εὐλαβοῦνται αὐτῷ ἀντιπράσσειν.
Τρῶες δειλήμονες: εὐλαβεῖς περὶ τοὺς ἄρχοντας. φιλάδελφος δέ, ὃς κατὰ πρόσωπον λοιδορεῖ, ἡττώμενον δὲ οὐ προδίδωσιν
ἕσσο διὰ τῶν δύο σσ εἶχον αἱ Ἀριστάρχου· καὶ οὐ μόνον ἐν τοῖς ὑπομνήμασιν εἶχον οὕτως, ἀλλὰ καὶ ἐν ἐνίοις λόγος ὑπέκειτο ὅτι ἀνάλογον ἦν τῷ «ἕσσω μιν χλαῖνάν τε» καὶ «ἕσσας». καὶ ἡ Ζηνοδότου δὲ οὕτως εἶχεν καὶ ἡ Ἀριστοφάνους.
κακῶν ἕνεχʼ ὅσσα ἔοργας: ἐπὶ τὸ ἕνεκα βραχὺ διασταλτέον· ἀνέστραπται γὰρ ὁ λόγος. Σέλευκος δὲ ἀξιοῖ στίζειν, ἵνα γένηται θαυμαστικόν, ὅσσα ἔοργας, καθʼ ἑαυτὸ λεγόμενον· ὅπερ οὐ πάνυ τι δοκεῖ μοι.
εἰς τὸ ἕνεκα στικτέον, καὶ τὸ ἑξῆς ἰδίᾳ μετὰ ἤθους προενεκτέον.
Ἕκτορ, ἐπεί με κατʼ αἶσαν—χρυσέης Ἀφροδίτης: μετὰ τὴν κλητικὴν στικτέον, κατὰ δὲ τὸ τέλος τοῦ στίχου στικτέον ἐν ὑποκρίσει. ὅλη δὲ ἡ ὁμοίωσις διὰ μέσου· τὸ γὰρ ἑξῆς, ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, μή μοι δῶρʼ ἐρατὰ πρόφερε. τὰ δὲ ἄλλα διὰ μέσου. ἐπὶ δὲ τῶν τοιούτων ὑπερβατῶν τὰς παραλλήλους δύο ὀξείας ὑποτίθεμεν ἑκατέρωθεν τῶν διὰ μέσου. ἔστι δὲ καὶ αὕτη ἀνταπόδοσις· αἰεί τοι κραδίη πέλεκυς ὥς ὁ δὲ λόγος, ἐπεί μοι ἐπέπληξας, σιδήρου τομώτερον εἶναί σέ φημι.
Ἕκτορ, ἐπεί με κατʼ αἶσαν—χρυσέης Ἀφροδίτης: τὸ ἑξῆς· ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, μή μοι δῶρʼ ἐρατὰ πρόφερε. διὰ μέσου δὲ ἡ παραβολή. τοιοῦτον δέ φησιν, ὅτι ἐπιπλήττει μὲν αὐτῷ εἰκότα, οὐ μὴν ἀληθῆ.
Ἕκτορ: οὐκ «ἠθεῖε» οὐδὲ «κασίγνητε», ὡς πολλαχοῦ, ἀλλʼ Ἕκτορ· πᾶσαν γὰρ εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν.
οὔτε κασίγνητόν φησιν οὔτε φίλον: πᾶσαν γὰρ εὐνοϊκὴν προσηγορίαν ὁ θυμὸς ἐξέκοψε.
αἰεί τοι κραδίη πέλεκυς ὥς: μή πώ μου οὖν καταγίνωσκε πρὸς ἑαυτόν με συγκρίνων. εὖ δὲ καὶ εἰκόνα ἀπαθεστάτην εὗρε τὴν τοῦ σιδήρου, καὶ οὐκ ἀργοῦ ἀλλὰ καὶ δρῶντός τι.
δουρός: παντὸς ξύλου διὰ τὴν δρῦν.
ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν: ὀξὺς ὢν καὶ ἠκονημένος τὴν ὁρμὴν τοῦ τέμνοντος αὔξει, ὡς καὶ ὁ ἀμβλὺς θραύει.
ὣς σοί: ἡ σοί ἀντωνυμία ὀρθοτονεῖται νῦν διὰ τὴν ἀντιδιαστολήν.
ὥς τοι ἐνὶ στήθεσσιν ἀτάρβητος: δύο ὑπεροχῶν ὁμοιότητας παρέθετο, πελέκεως καὶ γνώμης, ὡς εἴ τις λέγοι· ὅσον ἦν Αἴας πρᾶξαι δυνατός, τοσοῦτον Ὀδυσσεὺς βουλεύειν.
ἀτάρβητος: ἀκατάπαυστος.
μή μοι δῶρʼ: τὸ ἑξῆς «ἐπεί με κατʼ αἶσαν ἐνείκεσας», μή μοι δῶρα. διὰ μέσου δὲ ἡ παραβολή.
μή μοι δῶρʼ ἐρατὰ πρόφερε χρυσῆς Ἀφροδίτης:ὡς ὑγρὸς ἄμφω αὔξει. ὁ δὲ Ἕκτωρ «δῶρʼ Ἀφροδίτης».
χρυσῆς Ἀφροδίτης: χρυσῆν τὴν Ἀφροδίτην ἀπὸ τῆς στολῆς καλεῖ.
οὔ τοι ἀπόβλητʼ: πρὸς τὸ ζητούμενον, πῶς, εἰ οὐκ ἔστιν ἀπόβλητα, «ἑκὼν οὐκ ἄν τις ἕλοιτο» ἀπόβλητα: τὰ ὑπὸ τῶν θεῶν—σπουδῇ.
ἄλλους μὲν κάθισον: ἐν σχήματι δηλοῖ ὅτι οὐ διὰ τὴν Μενελάου δύναμιν δειλιᾷ, ἀλλὰ διὰ τὴν τῶν συμμαχούντων, καὶ διὰ τοῦτο μόνος μόνῳ αἰτεῖ πολεμῆσαι.
ἄλλους μὲν κάθισον: ὡς διὰ τοὺς συμμάχους αὐτοῦ μὴ πολεμῶν.
αὐτὰρ ἔμʼ ἐν μέσσῳ καὶ ἀρηΐφιλον Μενέλαον:βαρβαρικὸν τὸ μονομαχεῖν ἔθος. τὸ δὲ ἐπίθετον Μενελάου ποιητικόν.
συμβάλετʼ: πολεμοῦσιν, ἵνα ὁ μὲν λάβῃ ἅπερ ἀφῄρητο, ὁ δὲ ἀσφαλῶς κτήσηται.
κτήμασι: ἀντὶ τοῦ χρήμασιν.
ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται:καὶ εἰς τὸ νικήσῃ καὶ εἰς τὸ γένηται βραχὺ διασταλτέον.
κρείσσων: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν «κρείσσω». τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς ἔχει τὸ ν.
ταμόντες: διʼ ἐντόμων ποιησάμενοι, τουτέστι θυσιῶν.
ναίοιτε: ὅτι Ζηνόδοτος γράφει «ναίοιμεν». γελοῖος δέ ἐστιν ἑαυτὸν καταριθμῶν τοῖς ὕστερον οἰκήσουσι τὴν Τροίαν, ἀδηλότητος οὔσης εἰ οἰκήσει.
ναίοιτε: διὰ τὸ νεμεσητὸν οὐκ εἶπε ναίοιμεν.
Ἄργος: τὴν Θεσσαλίαν. καὶ ὁ Ἀχιλλεὺς «οἶον ἐμὲ φθίσεσθαι ἀπʼ Ἄργεος».
Ἄργος ἐς ἱππόβοτον: Ἑλλάνικός φησι Φορωνέως γεγενῆσθαι παῖδας τρεῖς, οἵτινες μετὰ θάνατον τοῦ πατρὸς διενείμαντο τὴν Ἀργείαν. καὶ τὴν μὲν πρὸς Ἐρασίνῳ τῷ ποταμῷ Πελασγὸς λαχὼν ἔκτισε τὴν νῦν καλουμένην Λάρισσαν, Ἴασος δὲ τὰ πρὸς Ἦλιν. ἀναλωθείσης δὲ τῆς γῆς ὁ νεώτερος Ἀγήνωρ πολλὴν ἵππον ἐκτήσατο, ὅθεν ἐν τῷ αὐτῷ χρόνῳ ὠνόμασται τριχῶς τὸ Ἄργος· Ἴασον Ἄργος, Πελασγικὸν Ἄργος, ἱππόβοτον Ἄργος.
ἱππόβοτον: Ἴασος καὶ Πελασγὸς—Ἑλλάνικος ἐν Ἀργολικοῖς
Ἀχαιΐδα καλλιγύναικα: τὴν πᾶσαν Ἑλλήνων γῆν Ἀχαιΐδα φησί. τῷ δὲ ἔρωτι Ἑλένης τὴν πᾶσαν τοιαύτην εἶναι μαντεύεται.
Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα: εἰκότως ἥδεται· ἢ γὰρ νικήσει, ἢ ἀκλεοῦς ἀδελφοῦ ἀπαλλαγήσεται.
ἀνέεργε: ἐκώλυε τοῦ πολέμου.
μέσσου δουρὸς ἑλών: διὰ τί μέσσου δουρὸς ἑλών; ἐπεὶ ἕως ἐν καταστάσει τὰ τῆς μάχης, καὶ ἀκούεται. ἡνίκα δὲ μεσοῖ ὁ πόλεμος, τοῦτο ποιεῖ.
τῷ δʼ ἐπετοξάζοντο: πληροῦν γὰρ τούτῳ τὴν μάχην ᾤοντο· Ἀλεξάνδρου δὲ προϊόντος οὐκ ἠκόντιζον.
ἰοῖσίν τε τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον: ἀπὸ μετοχῆς εἰς ῥῆμα, ἢ ἀπὸ κοινοῦ τὸ ἔβαλλον. οἱ δὲ τιτυσκόμενοι ἰοῖς ἐτόξαζον.
ἔβαλλον: ὅτι Ὅμηρος τὸ βάλλειν ἐπὶ τοῦ τιτρώσκειν τίθησι· νῦν δὲ ἔμφασιν ἔχει.
ἴσχεσθʼ: ἀντὶ τοῦ ἴσχετε ἐνεργητικοῦ.
βάλλετε: ὅτι τὸ βάλλετε ἀντὶ τοῦ τιτρώσκετε.
στεῦται: ὅτι τὸ στεῦται ἀντὶ τοῦ κατὰ διάνοιαν ὁρίζεται.
ὁρίζεται.
ἐσσυμένως: σπουδαίως.
μῦθον Ἀλεξάνδροιο: οἶδεν ἄδικα ἀξιῶν· διὸ Ἀλεξάνδρου φησὶν ἐρεῖν, οὐχ ἑαυτοῦ λόγον, ἐλευθερῶν ἑαυτόν· ἐπιδυσχεραίνων τε αὐτῷ φησι· τοῦ εἵνεκα νεῖκος ὄρωρεν.
νεῖκος ὄρωρεν: φιλονεικία διεγήγερται.
πουλυβοτείρῃ: βραχὺ διασταλτέον· κοινὸν γὰρ τὸ «κέλεται» ῥῆμα.
κρείσσων: ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν «κρείσσω». τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς τὸ ν προσλαμβάνει.
ὅρκια πιστὰ τάμωμεν: μετὰ γὰρ τὴν ἱερείων τομὴν οἱ ὅρκοι συντελοῦνται.
ὣς ἔφαθʼ· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: καλῶς. καταπλήσσει δὲ αὐτοὺς τὸ ξένον, ὡς εἴ τις μοιχείας διωκόμενος προκαλοῖτο τὸν ἄνδρα τῆς γυναικὸς εἰς μάχην, ὡς μετὰ τοῦ γυναίου καὶ τὴν ψυχὴν ἀφελούμενος. Ἀγαμέμνων δὲ οὐδὲν φθέγγεται, οὔτε προκινδυνεύειν τὸν ἀδελφὸν θέλων — φιλάδελφος γάρ — οὔτε ἀναδύεσθαι· οὐ γὰρ ἔπρεπε γινομένης τῆς κρίσεως περὶ τῶν ὅλων.
ἀκὴν ἐγένοντο σιωπῇ: πρεπόντως οἱ πολλοὶ σιωπῶσιν· ἕνα γὰρ προὐκαλοῦντο εἰς μάχην.
κέκλυτε νῦν καὶ ἐμεῖο—πολλὰ πέπασθε: ἀκούσατέ μου, φησίν· οὐ μὲν ἐπὶ δικαίοις κινδυνεύσω, ἀλλὰ λυπούμενος ἐφʼ ὑμῖν καταπονουμένοις, καὶ εἰς τὸ ἀπαλλάξαι ὑμᾶς τὸν ἀλυσιτελῆ ὑπομενῶ πόλεμον· Τυνδάρεων γὰρ ἔδει τοῦτο προτείνειν.
νῦν: τὸ νυν περισπαστέον, κἂν παρέλκῃ παρὰ τῷ ποιητῇ.
Ἀργείους καὶ Τρῶας: ὅτι Ζηνόδοτος γράφει «Ἀργεῖοι καὶ Τρῶες», ὡς ἀποστροφῆς τοῦ λόγου γεγονυίας πρὸς αὐτούς. ἔστι δὲ τὸ διακρινθῆναι διχῶς χωρισθῆναι. ὁ δὲ Ζηνόδοτος συνήθως ἡμῖν τέταχεν.
πέποσθε: διὰ τοῦ α τὸ «πέπασθε» Ἀρίσταρχος.
πέποσθε: «πέπασθε» οὕτω πᾶσαι. ἀπὸ τοῦ πήθω δὲ τὸ πέποσθε ἢ τοῦ πεπόνησθε συγκοπῇ. οἱ δὲ ἀπὸ τοῦ πέπασθε μεταβολῇ.
εἵνεκʼ ἐμῆς ἔριδος καὶ Ἀλεξάνδρου ἕνεκʼ ἀρχῆς:ἐπιεικῶς συγκατασπᾷ καὶ ἑαυτὸν ὡς προσφιλονεικήσαντα τῷ ἄρξαντι. ἀντέστρεψε δὲ τὴν τάξιν.
ἕνεκʼ ἀρχῆς: ὅτι Ζηνόδοτος γράφει «ἕνεκʼ ἄτης». ἔσται δὲ ἀπολογούμενος Μενέλαος ὅτι ἄτῃ περιέπεσεν ὁ Ἀλέξανδρος. διὰ μέντοι τοῦ ἕνεκʼ ἀρχῆς ἐνδείκνυται ὅτι προκατῆρξεν.
ἡμέων δʼ ὁπποτέρῳ: καταγνωστέος, φασίν, Ἀλέξανδρος μαχόμενος περὶ ὧν ἔχει, καὶ Μενέλαος περὶ τῶν ἰδίων. ἀλλʼ ὁ μὲν εἶχε μέν, οὐκ ἴδια δέ, μάχεται δὲ ἵνα γένηται ἴδια, ὁ δὲ ἵνα τῶν ἰδίων κρατήσῃ, καὶ ὁ μέν, ἵνα τὴν πόλιν ἐλευθερώσῃ, ὁ δέ, ἵνα τὸ πρόστιμον ἀπαιτήσῃ.
διακρινθεῖτε: οὕτως προπερισπᾶται· ἔστι γὰρ εὐκτικόν, κατὰ πάθος γεγονὸς ἐκ τοῦ διακρινθείητε, ὁμοίως τῷ «καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε». ὧν πάλιν πρῶτα διακρινθείημεν καὶ διακρινθεῖμεν, ὥσπερ καὶ τὸ «ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί».
οἴσετε: πρὸς τὸ οἴσετε, ὅτι οὐ μέλλοντός ἐστι χρόνου, ἀλλʼ ἀντὶ τοῦ φέρετε, ἀπὸ τοῦ «οἶσε», ὅ ἐστι φέρε.
ἄρνʼ: ἐπὶ τὸ ἄρνε διαστολὴ βραχεῖα· συλληπτικῶς γὰρ λέγει ἄρνε, εἶτα διαιρεῖ.
οἴσετε δʼ ἄρνʼ: ἐὰν στίξωμεν εἰς τὸ ἄρνε, δυϊκὸν ἔσται, ἐὰν δὲ συνάψωμεν, ἔσται αἰτιατικῆς πτώσεως. ἀπὸ κοινοῦ τὸ νοούμενον.
οἴσετε: ἀπὸ τοῦ «οἶσε», ὡς «ἄξετε» ἀπὸ τοῦ ἄξε. ταῦτα δὲ θύουσιν, ἐπεὶ καρποφόρα, τῇ Γῇ καὶ ἥλιος δὲ καὶ γῆ αἴτια τῶν καρπῶν. διὰ τί δὲ οἱ Τρῶες Γῇ καὶ Ἡλίῳ; ὅτι ὁ κίνδυνος περὶ σωτηρίας καὶ γῆς. Ἕλληνες δὲ Διΐ, ἐπεὶ ξένιος· περὶ ξενίαν δὲ ἠδίκηνται. μέλαιναν δὲ καὶ λευκόν, ὅτι οἰκειότατα τὰ χρώματα ἑκατέρῳ τῶν θεῶν. ἐπὶ δὲ Διὸς οὐκ εἶπε τί χρῶμα· γῆν μὲν γὰρ καὶ ἥλιον ὁρῶμεν, Δία δὲ νοοῦμεν μόνον.
ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν: τὰ οἰκεῖα —τοιαύτη ἡ θεός. τῷ δὲ Διΐ—προσαγορεύεται.
ἄλλον: ὅτι Ἑλληνικῶς ἐπὶ μὲν τῶν δύο τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέσταλκεν, ἐπὶ δὲ τοῦ τρίτου ἄλλον εἴρηκεν.
ἄξετε: ὅτι τὸ ἄξετε οὐ τὸν μέλλοντα σημαίνει, ἀλλʼ ἴσον τῷ ἄγετε.
ὄφρʼ ὅρκια τάμνῃ: συνετῶς ἀξιοῖ ὅρκους γενέσθαι, ὅπως εἰ μὲν στέργοιεν Τρῶες, εὖ ἔχοι, εἰ δὲ μή, τὸν θεὸν αὐτοῖς ἐκπολεμώσαι. ἐμφρόνως δὲ γέροντι πιστεύει τοὺς ὅρκους.
ἐπεί οἱ παῖδες ὑπερφίαλοι: οὐκ ἀλόγως· αὐτὸς γάρ ἐστι τῆς ἀπιστίας Ἀλέξανδρος κατήγορος.
αἰεὶ δʼ ὁπλοτέρων: ἀπὸ τούτου ἕως τοῦ «λεύσσει» ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἀπολογία ἐστὶν αὕτη ὑπὲρ τῶν παραβάντων Πριαμιδῶν· εἰ γὰρ κατὰ κοινοῦ αἱ φρένες τῶν νέων κρέμανται, οὐδὲν ξένον ἁμάρτημα πεποιήκασιν.
αἰεὶ δʼ ὁπλοτέρων: ὁ δέ ἀντὶ τοῦ γάρ.
ἠερέθονται: ἀβέβαιοί εἰσιν καὶ ἄστατοι. ὑποτέμνεται δὲ τὴν ὕβριν, ἀνάγων ἐφʼ ἅπαντας τοὺς νέους τὸ ἔγκλημα.
οἷς δʼ ὁ γέρων μετέῃσιν ἅμα πρόσσω καὶ ὀπίσσω λεύσσει—γένηται: ὑποστικτέον ἤτοι μετέῃσιν ἢ ὀπίσσω. ἡ μὲν οὖν προτέρα τοιοῦτον ποιεῖ τὸν λόγον· τά τε παρόντα καὶ τὰ ὕστερον προορᾶται, ὅπως ἐν ἀμφοτέροις ἄριστα πραχθῇ. ἡ δὲ δευτέρα οὕτως· οἷς δʼ ἂν παρῇ πρεσβύτης εἴς τε τὸ παρὸν καὶ εἰς ὕστερον, οἷον πάντοτε.
οἷς δʼ ὁ γέρων μετέῃσιν: περὶ Πριάμου ὁ λόγος· πεπείραται γὰρ αὐτοῦ. ἡ δὲ στιγμὴ εἰ μὲν μετὰ τὸ μετέῃσιν εἴη, οὕτως ὁ νοῦς· τὰ παρόντα καὶ τὰ μέλλοντα προορᾷ, ὅπως ἄμφω ἄριστα πραχθῇ· εἰ δὲ εἰς τὸ ὀπίσσω, οὕτως· οἷς παρῇ ὁ γέρων εἰς τὸ νῦν καὶ τὸ μέλλον, ὅ ἐστιν ἑκάστοτε.
ἔρυξαν: κατέσχον.
τεύχεά τʼ ἐξεδύοντο: τὰς ἀσπίδας· αὗται γὰρ τελαμῶνας εἶχον, οὐκ ὄχανα.
κατέθεντʼ ἐπὶ γαίῃ πλησίον ἀλλήλων: μὴ γένοιτό τις αὐτῶν χρεία.
ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα: ἡ διακεχωρισμένη γῆ μεταξὺ Τρώων καὶ Ἑλλήνων.
καρπαλίμως ἄρνας τε φέρειν: οὕτως συναπτέον καρπαλίμως ἄρνας τε φέρειν: ἐνετείλατο γὰρ φέρειν ταχέως, ἐπεὶ παρελκόμενον ἔσται τὸ καρπαλίμως.
καρπαλίμως ἄρνας τε φέρειν: τὸ καρπαλίμως τούτῳ τῷ στίχῳ συναπτέον, οὐ τοῖς ὀπίσω.
Ἶρις δʼ αὖθʼ Ἑλένῃ λευκωλένῳ ἄγγελος ἦλθε:ἐν ἀρχαῖς τῷ τῆς Ἥρας αὐτὴν ἐπιθέτῳ κοσμεῖ, Ἀργείας τε ἄμφω καλεῖ· «Ἥρη τʼ Ἀργείη» καὶ «Ἀργείη Ἑλένη». ἦλθε δὲ ἄγγελος δηλονότι παρὰ τοῦ Διός· οὐ γὰρ αὐτάγγελος. θῆλυ δὲ θήλεϊ πείθεται· ἐρωτική τε θεὸς ἡ Ἶρις καὶ ἀεὶ συμπαροῦσα τῇ Ἀφροδίτῃ. τινὲς δὲ αὐτῆς καὶ Ζεφύρου τὸν Ἔρωτα λέγουσιν εἶναι υἱόν.
γαλόῳ· βαρύνειν δεῖ· τὰ γὰρ εἰς ως θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν βραχείᾳ παραληγόμενα βαρύνεται, ἅλως Κέως ἕως· οὕτω γάλως. τοῦτο δὲ ἀξιοῖ καὶ Τρύφων ἐν τῷ πρώτῳ Περὶ ἀρχαίας ἀναγνώσεως
γαλόῳ: διὰ τὸ γαλόῳ.
γαλόῳ: γάλως ὡς Ἄθως· καὶ διαίρεσις γαλόῳ ὡς «ἐξ Ἀθόω δʼ ἐπὶ πόντῳ».
γαλόῳ: ἀνδρὸς ἀδελφῇ. ἡ γάλως, τῆς γάλω.
εἰδομένη γαλόῳ, Ἀντηνορίδαο δάμαρτι τὴν— Λαοδίκην: οὔτε τῇ γαλόῳ δοτικῇ, οὔτε τῇ Ἀντηνορίδαο γενικῇ ὑπήντησε σχηματίζων τὸν λόγον.
τὴν Ἀντηνορίδης: τὸ γένος γὰρ Ἀντήνορος ἠγάπα μᾶλλον Ἑλένη, ἐπεὶ πρόξενος ἦν τῶν Ἑλλήνων.
ἠγάπα δὲ τὸ γένος τοῦ Ἀντήνορος ἡ Ἑλένη, ἐπεὶ πρώην ξένος ἦν τῶν Ἑλλήνων.
εἶδος ἀρίστην: ἀντὶ τοῦ ἁπλοῦ· φησὶ γοῦν «Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην Κασάνδραν». εἰ μὴ τὴν μὲν παρθένων, τὴν δὲ γαμηθεισῶν ἀρίστην φησὶν εἶναι.
ἐν μεγάρῳ: ἐν θαλάμῳ· οὗτος γὰρ διαίτημα γαμηθεισῶν, χηρῶν δὲ καὶ παρθένων ὑπερῷον.
ἡ δὲ μέγαν ἱστὸν ὕφαινε: οὐκ ᾄδει ὡς Κίρκη καὶ Καλυψώ· ἀπαθῶς γὰρ ἐκεῖναι καὶ ἠρέμα ζῶσαι.
δίπλακα μαρμαρέην: καὶ αἱ Ἀριστάρχου καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους «πορφυρέην» εἶχον, οὐ μαρμαρέην. καὶ ἔστι πρεπωδέστερον· καὶ γὰρ ἐπὶ τῶν νυμφῶν «φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα».
δίπλακα μαρμαρέην: διπλοΐδα χλαῖναν, οἱ δὲ δίμιτον. αἱ πᾶσαι δὲ «πορφυρέην» εἶχον, καὶ ἔστι συνῳδὸν τῷ «ἰοδνεφὲς εἶρος ἔχουσα» καὶ «φάρεα ὑφαίνουσα ἁλιπόρφυρα».
δίμιτον χλαῖναν. τὸ δὲ μαρμαρέην τὴν λαμπράν. συνῳδὸν δὲ τοῦτο τῷ «ἰοδνεφὲς εἶρος ἔχουσα» καὶ τῷ «φάρεʼ ὑφαίνουσʼ ἁλιπόρφυρα».
δίπλακα μαρμαρέην· ὅτι παραλέλειπται τὸ κύριον, ἡ χλαῖνα. λέγει δὲ δίπλακα χλαῖναν, ἣν ἔστι διπλῆν ἀμφιέσασθαι.
πολέας δʼ ἐνέπασσεν ἀέθλους—χαλκοχιτώνων: ἀξιόχρεων ἀρχέτυπον ἀνέπλασεν ὁ ποιητὴς τῆς ἰδίας ποιήσεως. ἴσως δὲ τούτῳ τοῖς ὁρῶσιν ἐπειρᾶτο δεικνύναι τὴν Τρώων βίαν καὶ τὴν Ἑλλήνων δικαίαν ἰσχύν.
οὕς ἑθεν: ἐγκλιτικῶς ἀνεγνώσθη διὰ τὸ μεταλαμβανόμενον, ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψις, οὓς αὐτῆς. τοῦτο δὲ ἐπὶ τῆς ἕθεν φασὶν ὅτι εἰ μὲν εἰς ἁπλῆν μεταλαμβάνοιτο, ἐγκλιτικῶς ἀναγινώσκειν δεῖ, εἰ δὲ εἰς σύνθετον, ὀρθοτονητέον. διὸ κἀκεῖνα οὕτως ἀνεγνώσθη, «ἐπεὶ οὔ ἑθέν ἐστι χερείων», «οἵ ἑθεν ὤτρυνον»· ἐκεῖνο δὲ κατʼ ὀρθὴν τάσιν «ἀπὸ ἕθεν ὤσατο χειρί»· ὅθεν ὁ Σιδώνιος μέμφεται Ἀριστάρχῳ μὴ ἐγκλιτικῶς ἀναγνόντι τὸ «πρόσθεν ἕθεν φεύγοντα»· ἡ γὰρ διάνοια ἁπλῆν αἰτεῖ τὴν μετάληψιν.
οὕς ἑθεν: ἐγκλιτικῶς. τὸ δὲ «ἐμέθεν» καὶ «σέθεν» μόνα ὀρθοτονοῦνται παρʼ αὐτῷ.
δεῦρʼ ἴθι, νύμφα: δεῦρο ἀντὶ τοῦ ἄγε. τὸ δὲ νύμφα Ἰωνικὸν ὡς τὸ τόλμα, τῆθα, κοῦρα.
Ἰωνικὰ νύμφα, τόλμα.
ἵνα θέσκελα: θεοείκελα θέσκελα, ὡς θεόφατα θέσφατα· μετὰ τὴν συγκοπὴν ὁ πλεονασμός.
δεῦρʼ ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα ἴδηαι —ἕαται σιγῇ: … εἶτα ἀπʼ ἄλλης ἀρχῆς· ἀσύνδετα γὰρ πρὸς τὰ ἐπάνω· διὸ τελείαν στικτέον, ὑποστικτέον δὲ ἐν ὑποκρίσει, ἀνταποδοτικῆς οὔσης τῆς περιόδου, ὑποτακτικοῦ δὲ τοῦ προτέρου οἵ, τοῦ δὲ δευτέρου ἀντωνυμίαν δηλοῦντος.
οἳ πρὶν ἐπʼ ἀλλήλοισι φέρον: ἡ ἐπί πρὸς τὸ φέρον. τοῦτο δὲ τὸ οἵ ὑποτακτικόν ἐστιν ἄρθρον, τὸ δὲ ἑξῆς ἀντωνυμικόν.
λιλαιόμενοι πολέμοιο: εἰς τὸ πολέμοιο ὑποστικτέον.
οἱ δὴ νῦν ἕαται: ἀπὸ τοῦ ἧνται, ὡς μέμνηνται μεμνέαται.
ἀπὸ τοῦ ἧνται, διάλυσις.
πόλεμος δὲ πέπαυται: διὰ μέσου τὸ ἡμιστίχιον πόλεμος δὲ πέπαυται· διόπερ διαστέλλομεν ἐπὶ τὸ σιγῇ, στίζομεν δὲ ἀνυποκρίτως ἐπὶ τὸ πέπαυται.
οἱ δὴ νῦν ἕαται σιγῇ— αὐτὰρ Ἀλέξανδρος: διὰ μέσου τὸ πόλεμος δὲ πέπαυται ἵνʼ ᾖ οἱ δὴ νῦν ἕαται σιγῇ, ἀσπίσι κεκλιμένοι, παρὰ δʼ ἔγχεα μακρὰ πέπηγε. πόλεμος δὲ πέπαυται. αὐτὰρ Ἀλέξανδρος
ἀσπίσι κεκλιμένοι: ὑπὸ τῆς ἀπορρίψεως τῶν ὅπλων ἐμποδιζόμενοι πολεμεῖν.
μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο: τὸ δέος ἀναιρεῖ τοῦ μὴ τοξευθῆναι Μενέλαον ὑπὸ Ἀλεξάνδρου, ἐπεὶ τὴν τοξείαν εὖ ἤσκητο, τὸ δʼ ἔγχος οὐδαμῶς, εἰ καὶ δύο πάλλων προὐκαλεῖτο πάντας ἀρίστους· καὶ τοῦτο γὰρ δειλίας τεκμήριον, ὡς τῇ θέᾳ δῆθεν ἐκπλήξῃ τὸν ἀντιτεταγμένον.
τῷ δέ κε νικήσαντι: ὅτι περισσὸς ὁ κέ, καὶ ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ τοῦ δὲ νικήσαντος.
φίλη κεκλήσῃ ἄκοιτις: ὅτι οὐ μνησικακήσει ὁ λαβών. τὸ δὲ κεκλήσῃ ἀντὶ τοῦ ἔσῃ, ὡς τὸ «σὴ παράκοιτις κέκλημαι».
ἀνδρός τε προτέροιο: ἀγνοεῖ τὴν Θησέως ἁρπαγὴν ὁ ποιητής· ἐπὶ δύο γοῦν τὸ προτέροιό φησιν. ἢ τὸ προτέροιο ἐπὶ μόνου Μενελάου τέθεικεν ὡς εἶναι δεύτερον Ἀλέξανδρον· ἐπεὶ πρῶτον μὲν ὑπὸ Θησέως, εἶτα Μενελάου, εἶτα Ἀλεξάνδρου, Δηϊφόβου καὶ Ἀχιλλέως ἐν ὀνείρῳ, ὧν αὐτὸς οὐ μέμνηται.
καὶ ἄστεος ἠδὲ τοκήων: καὶ περὶ Ἡρακλέους «κρατερὸς παῖς Ἀμφιτρύωνος» φησίν· διὰ τοῦτο κἀνταῦθα καὶ ἄστεος ἠδὲ τοκήων.
ἀργεννῇσι καλυψαμένη ὀθόνῃσιν: οὗτος γὰρ σώφρονι γυναικὶ κόσμος· καὶ ποικίλλειν γοῦν εἰδυῖα οὐκ ἀμπίσχεται ποικίλα. ὀθόνη δὲ ὁ ἑανὸς, ὃν καὶ «πέπλον» καλεῖ.
δάκρυ χέουσα: διαίρεσις, οὐ σύνθεσις. ἐθρήνει δὲ δεδοικυῖα ὑπὲρ Μενελάου, ἢ μνήμῃ χαρᾶς.
δακρύει ὑπὲρ Μενελάου δεδοικυῖα, ἢ καὶ τῇ μνήμῃ αὐτοῦ μόνῃ συγχεῖται.
οὐκ οἴη: στικτέον μετὰ τοῦτο τελείαν· τοῖς γὰρ ἄνω συνάπτεται. τὸ δὲ ἑξῆς ἀσύνδετον. εἰ δὲ προστεθῇ ὁ ἀλλά εἰς τὸ πλῆρες, καὶ ὁ λόγος συνδεδεμένος καὶ ἡ στιγμὴ ὑποτείνεται.
οὐκ οἴη: στικτέον εἰς τὸ οἴη, καὶ τὸ ἑξῆς ἀσύνδετον.
Αἴθρη, Πιτθῆος θυγάτηρ: εἰ μὲν τὴν Θησέως λέγει μητέρα ἀθετητέον· ἀπίθανον γάρ ἐστιν Ἑλένης ἀμφίπολον εἶναι τὴν οὕτως ὑπεραρχαίαν, ἣν οὐκ ἐκποιεῖ ζῆν διὰ τὸ μῆκος τοῦ χρόνου. εἰ δὲ ὁμωνυμία ἐστί, καθάπερ καὶ ἐπὶ πλειόνων, δύναται μένειν· καὶ γὰρ ἄλλοι εἰσὶν ὁμώνυμοί τινες κατὰ τὰ Ἰλιακά, «Ἄδραστος», Τεύθρας Οἰνόμαος
Αἴθρη, Πιτθῆος θυγάτηρ, Κλυμένη τε βοῶπις: εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ οὔ, στικτέον ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. Ἀντίμαχος δὲ τὴν Κλυμένην Ἱππάλκμου θυγατέρα εἶναί φησιν
Πιτθῆος θυγάτηρ: καὶ πῶς τοσούτων ἐτῶν οὖσα ἀμφιπολεῖν δύναται; ἀλλὰ καὶ ἐπὶ τῆς γραὸς κεῖται «γρηῒ σὺν ἀμφιπόλῳ». πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἡλικία ἐᾷ· τοὺς περὶ Θησέα γὰρ προτέρους ἄνδρας ὁ Ὀδυσσεύς φησιν πῶς τε ἡ ἐν Τροιζῆνι ἐκεῖ ἦν; πῶς τε Μενέλαος τὴν θείαν δουλεύειν ἠνείχετο; Πελοπὶς γὰρ ἦν, «κουριδίην» τε «ἄλοχον» Μενέλαος αὐτήν φησιν.
εἰ μὲν ὁμωνυμία ἐστίν, ἐατέον· εἰ δὲ οὔ, στικτέον ἐν τῷ Αἴθρη καὶ τὸ ἑξῆς συναπτέον. πιθανώτερον δὲ ὁμωνυμίαν εἶναι· οὐ γὰρ ἂν τοσούτων οὖσα ἐτῶν ἀμφιπολεῖν ἠδύνατο.
Αἴθρη, Πιτθῆος θυγάτηρ: ἑτέρα τῆς Θησέως μητρός ἐστιν αὕτη ἡ Αἴθρα· αἰσχρὸν γὰρ ὑπάρχει—αἰχμαλωτίζουσιν.
ὅθι Σκαιαὶ πύλαι: καὶ Δαρδανίας ἐνίοτε αὐτάς φησιν, ἢ τὰς ἀριστεράς, ἢ ὅτι κατὰ ταύτας εἰσῆλθεν ὁ δούρειος ἵππος καὶ ἐπορθήθη ἡ πόλις.
Σκαιαὶ πύλαι: Δαρδανίας αὐτὰς ἐνίοτέ φησι, διʼ ὧν —κατὰ ταύτας ἐδέξαντο τὰς πύλας.
οἱ δʼ ἀμφὶ Πρίαμον: ὡς ἡμεῖς οἱ περὶ τόνδε καὶ τόνδε ἀντὶ τοῦ ὅδε καὶ ὅδε.
Ἱκετάονά τʼ ὄζον Ἄρηος: ὡς καὶ ὁ Πρίαμος εὐμελίης οὐ νῦν, ἀλλʼ ἐπὶ νεότητι.
Οὐκαλέγων τε καὶ Ἀντήνωρ: μεταβὰς ἐπὶ ἕτερον γένος καὶ τὴν πτῶσιν ἤλλαξεν· Αἰσυήτου γὰρ οὗτοι. Ἀττικὸν δὲ τὸ ἀπὸ αἰτιατικῆς εἰς εὐθεῖαν μεταβαίνειν.
εἵατο δημογέροντες: οἱ γέρας ἐν τῷ δήμῳ ἔχοντες. ἀπὸ δὲ τῶν ἐνδόξων τοὺς πάντας δηλοῖ.
γήραϊ: γράφεται καὶ «γήρεϊ» ὡς «οὔδεϊ».
γήραϊ: ἀσυναλείπτως τῷ γήραϊ ἀναγνωστέον.
γήραϊ: ἐντελῶς γήραϊ γράφεται δὲ καὶ «γήρεϊ» ὡς «οὔδεϊ».
γήραϊ δὴ πολέμοιο πεπαυμένοι, ἀλλʼ ἀγορηταί:δύο οἶδεν ἀνδρῶν ἀρετάς· «βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων».
ἐσθλοί: διασταλτέον βραχὺ ἐπὶ τὸ ἐσθλοί· τὴν γὰρ ἐπίτασιν μᾶλλον ἐμφαίνει.
ἐσθλοὶ τεττίγεσσιν: Τιθωνοῦ τοῦ Λαομέδοντος— εἰκάζει ὁ ποιητής. ἱστορεῖ Ἑλλάνικος
τεττίγεσσιν— δενδρέῳ ἐφεζόμενοι: ἀρσενικῶς· οἱ γὰρ ἄρσενες μόνοι τέττιγες ᾄδουσιν. τούτοις δὲ παρείκασε τοὺς γέροντας· ἄναιμον γὰρ καὶ ψυχρὸν τὸ ζῷον. ἐπί τε τείχους κάθηνται.
τεττίγεσσιν ἐοικότες: ὅτι οἱ ἄρσενες τῶν τεττίγων ᾄδουσιν.
ἄναιμα καὶ ψυχρὰ ταῦτα τὰ ζῷα. οἱ δὲ ἄρρενες ᾄδουσιν ἐφʼ ὑψηλῶν καθήμενοι τόπων διὰ τὸ θέρεσθαι.
δενδρέῳ: ὅτι Ζηνόδοτος γράφει «δένδρει». ὁ μὲν οὖν λέγων δένδρος ὡς κάλλος ἐρεῖ δένδρει ὡς κάλλει, ὁ δὲ δένδρον ὡς βάθρον ἐρεῖ δένδρῳ ὡς βάθρῳ. Ὅμηρος δὲ λέγων «δένδρεον ὑψιπέτηλον» ὡς χάλκεον ἐρεῖ καὶ δενδρέῳ ὡς χαλκέῳ.
ὅτι Ζηνόδοτος γράφει «δένδρει».
ὄπα λειριόεσσαν: ἀνθηράν. παρὰ τὰ λείρια, ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὰ ἀκουόμενα. οἱ δὲ τὴν ἐκ δρόσου ἀνθοῦσαν ὡς βοτάνην.
ἱεῖσιν: προπερισπαστέον ὡς «τιθεῖσιν»· τὰ γὰρ τρίτα πληθυντικὰ ὁριστικὰ ἐνεστῶτος χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖς πληθυντικαῖς δοτικαῖς μετοχαῖς, λέγομεν λέγετε λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσιν· οὕτως ἵεμεν ἵετε ἱεῖσι· καὶ γὰρ ἱέντες ἱέντων ἱεῖσιν. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ «φασί» πρὸς τὸ φᾶσι μετοχικόν, ὡς στᾶσι.
ἦκα: ὅτι Ζηνόδοτος γράφει «ὦκα». εἴτε δὲ ἐπὶ τῆς Ἑλένης ἐστίν, ὅτι ὦκα ἐπορεύετο, ἀπρεπὲς ἔσται· εἴτε ἐπὶ τῶν δημογερόντων, ὅτι ὦκα διελέγοντο, ἀνάρμοστον· βραδυλόγοι γάρ εἰσιν οἱ γέροντες.
ἦκα: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἐν τῷ Περὶ τῆς Κρατητείου αἱρέσεως φησίν· «“ὦκα” γράφει ἀντὶ τοῦ ἦκα». καὶ ἀπολογούμενός φησιν ὅτι μετʼ αὐτὸ διασταλτέον, ἵνʼ ᾖ «Ἑλένην ἐπὶ πύργον ἰοῦσαν» ὦκα. πρὸς δὲ τῷ μὴ ἁρμόζειν ἐπὶ τῆς Ἑλένης τὸ δρομαίαν αὐτὴν προσέρχεσθαι, μὴ καὶ ἔτι καταλάβῃ αὐτοὺς ταῦτα διαλεγομένους, καὶ ἡ ἀρετὴ τοῦ πρέποντος ἀφαιρεῖται· τὸ γὰρ ἦκα ἐπὶ πρεσβυτῶν ὡς οὐδὲν ἕτερον ἁρμόζει, καὶ μάλιστα ὅτι κάλλος γυναικὸς θαυμάσαντες τῶν ἰδίων καταφρονοῦσι κινδύνων. τοῦτο οὖν οὐκ ἦν πρέπον ἄλλον ἀκούειν. ἀμφότερα δὲ ὁ ποιητὴς ἐφύλαξεν, καὶ τὸ τῆς Ἑλένης ἐγκώμιον καὶ τὸ τοῖς πρεσβύταις πρέπον, προσθεὶς τὸ ἦκα.
ἦκα πρὸς ἀλλήλους: ἠρέμα, ἡσύχως· αἰσχύνην γὰρ αὐτοῖς ὁ λόγος ἔφερε παρʼ ὥραν κάλλος γυναικὸς θαυμάζουσιν καὶ ἄλλως φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον μαρτυρία.
οὐ νέμεσις Τρῶας—ἔοικεν: ἡ στιγμὴ κατὰ τὸ τέλος τοῦ ἑξῆς στίχου ἐπὶ τὸ πάσχειν. εἶτα ἀφʼ ἑτέρας ἀρχῆς αἰνῶς ἀθανάτῃσι, τοῦ αἰνῶς ἐν ἴσῳ κειμένου τῷ λίαν, ὡς κἀκεῖ «αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλά». τινὲς δὲ τῶν καθʼ ἡμᾶς τοῖς ἄνω προστιθέασι τὸ αἰνῶς.
οὐ νέμεσις Τρῶας—ἔοικεν: τρίγωνον ἐπίγραμμα πρῶτος Ὅμηρος γέγραφε τὸ «οὐ νέμεσις Τρῶας»· ἀφʼ οἵου γὰρ τῶν τριῶν στίχων ἀρξόμεθα, ἀδιάφορον.
οὐ νέμεσις: οὐ νεμεσητόν, ὡς τὸ «οὐχ ὁσίη» ἀντὶ τοῦ οὐχ ὅσιον.
τοιῇδʼ: ἕν ἐστι· διὸ προπερισπαστέον τὸ τοιῇδε.
αἰνῶς ἀθανάτῃσι: ἀντὶ τοῦ λίαν. ὡς τὸ «αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα» οὐκ ὀρθῶς οὖν τινες τὸ αἰνῶς τῷ «πάσχειν» συνάπτουσιν.
ἀθανάτῃσι θεῇσι: διʼ ὑπερβολὴν ἄμφω κεῖται.
ὧς: περισπαστέον τὸ ως· ἀντὶ γὰρ τοῦ ὅμως.
ἡμῖν: ὀρθοτονητέον· ἔστι γὰρ ἐν συμπλοκῇ διασταλτικῶς εἰλημμένη, ἡμῖν καὶ τοῖς τέκνοις.
μηδʼ ἡμῖν τεκέεσσί τʼ ὀπίσσω πῆμα λίποιτο:ὀρθοτονητέον τὸ ἡμῖν· μόλις δὲ ἀνακαλοῦνται τοῦ πάθους τὸν λογισμόν.
ἐκαλέσσατο φωνῇ: ἐφώνησεν, ἀλλʼ οὐ διʼ ἀγγέλου ἐκάλεσε.
φίλον τέκος: φίλον, ἵνα μὴ ὑπονοοῦντας αὐτοὺς ἀποστρέφηται.
φίλον τέκος, ἵνα μὴ ὑπονοοῦσά τι ἐν αὐτοῖς δεινὸν ἀποστραφῇ.
ἴδῃ: ὅτι χωρὶς τοῦ ς γράφειν ὁμηρικώτερον.
πηούς: πηοὶ λέγονται οἱ ἐπίκτητοι συγγενεῖς παρὰ τὸ πάσασθαι.
πηοὶ οὐχ οἱ κυρίως, ἀλλʼ οἱ ἐπείσακτοι συγγενεῖς καὶ ἐπίκτητοι.
οὔτι μοι αἰτίη ἐσσί: πατρικὴν σῴζων διάθεσιν οὔ φησι «παῖς νύ μοι αἴτιός ἐστι».
πατρικήν πως σώζων διάθεσιν κατὰ τὸν λόγον οὔ φησιν αὐτὴν αἰτίαν· πῶς γάρ;
οἵ μοι ἐφώρμησαν πόλεμον πολύδακρυν Ἀχαιῶν:ἐμφαντικῶς ἀπὸ τῶν θηρευτικῶν κυνῶν φησι τὸ ἐφώρμησαν. δῆλον δʼ ὅτι τοὺς Ἕλληνάς φησιν.
ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς:πῶς ἐν ταῖς πρώην πρὸ τείχους γενομέναις συμβολαῖς οὐ παρεκάλει Πρίαμος παρʼ Ἑλένης τοὺς ἀρίστους μαθεῖν; ὡς ἐνόπλων αὐτῶν προσβαλόντων τῷ τείχει δυσχερὲς ἦν ἐπισημήνασθαι τῶν ὅπλων πολλάκις δυναμένων ἀπατᾶν, ὡς καὶ ἐπὶ Πατρόκλου «καί τοι τεύχεα καλὰ δότω, αἴ κέ σε τῷ ἴσκοντες ἀπόσχωνται»
ἐζήτηται πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει—πάντας ἐνόπλους ὡς νῦν.
ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς:ἐὰν τὸ ἵνα ἐκ τοῦ ὥς σημαίνηται, ἔσται τῶν ἄνω ἐχόμενος ὁ λόγος, «ὄφρα ἴδῃ πρότερόν τε πόσιν» καὶ ὥς μοι τόνδʼ ἄνδρα. βέλτιον δέ, εἴ γε καὶ τὸ ἐξονομήνῃς ἀντὶ τοῦ εὐκτικοῦ παραλαμβάνῃς.
ὥς μοι καὶ τόνδʼ ἄνδρα πελώριον ἐξονομήνῃς:τὸ ἑξῆς, «ὄφρα ἴδῃς πρότερόν τε πόσιν» καὶ ὥς μοι τόνδʼ ἄνδρα, ἵνʼ ᾖ τὸ ὥς ἀντὶ τοῦ ἵνα. τινὲς δὲ τὸ ὥς ἀντὶ τοῦ εἴθε καὶ τὸ ὀνομήνῃς ἀντὶ τοῦ ὀνομήναις.
κεφαλῇ καὶ μείζονες ἄλλοι: καὶ πῶς «κεφαλὴν ἴκελος Διΐ» ἢ τὸ ἡγεμονικὸν ἔλεγε τότε, ἢ τῷ εἰπεῖν «ἤματι τῷ» δηλοῖ τότε μόνον πρὸς ἡμέραν ταῦτα συμβῆναι αὐτῷ.
καλὸν δʼ οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖσιν:τὸ ἑξῆς, καλὸν ὀφθαλμοῖσιν.
γεραρόν: τὸν γεραηρόν, συγκοπῇ.
αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε:εὐφυῶς τὰ τῆς δυσαρεστήσεως ἰάσατο, φάσκουσα τὰ μὲν αἰδεῖσθαι, τὰ δὲ φοβεῖσθαι αὐτόν. ἐπειδὴ δὲ αὐτὸς «τέκος» αὐτὴν εἶπε, καὶ αὐτή φησιν· πατρικὴν αἰδῶ καὶ φόβον σῴζω περὶ σέ· ἡ γὰρ ὑπερβάλλουσα τιμὴ ἐν αἰδοῖ καὶ φόβῳ κεῖται.
ὡς ὄφελεν θάνατός μοι ἁδεῖν: ὄφελεν ἐμοὶ τερφθῆναι. εἰ δὲ ἀρέσαι λέγοι, δηλοῖ ὡς ὡραϊσθεῖσα ἠκολούθησεν Ἀλεξάνδρῳ, ἀλλὰ μὴ ἀπατηθεῖσα.
θάνατός μοι ἁδεῖν κακός: τερφθῆναί μοι· ἐρασθεῖσα γὰρ ἠκολούθησεν Ἀλεξάνδρῳ.
θάλαμον: μετʼ ἐπικρύψεως τὸν ἄνδρα δηλοῖ.
παῖδά τε τηλυγέτην: λέγει τὴν Ἑρμιόνην. ὁ δὲ Πορφύριος—δύο παῖδες τιμῶνται, Νικόστρατος καὶ Αἰθιόλας.
τηλυγέτην: καταχρηστικῶς εἶπεν. κυρίως δὲ τηλύγετοι —μᾶλλον ἀγαπᾶσθαι.
τά γʼ: διὰ τοῦ κέ συνδέσμου συνήλειπται, «τά κε». γράφεται δὲ καὶ τά γε.
οὗτός γʼ Ἀτρείδης—αἰχμητής: ὡς ἑνὶ λόγῳ ἐπιγραμματικῶς αὐτὸν δηλοῖ.
ἀμφότερον: τοῦτο συναπτέον τῷ ἀγαθός, ἵνʼ ᾖ κατʼ ἄμφω ἀγαθός· καὶ τὸν ἰσχυρὸν γὰρ ἀγαθόν φησιν. μέγιστα δὲ πρὸς βασιλείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγματευόμενα. τοιοῦτος δὲ Ἀγαμέμνων, ὑπὸ μὲν Ὀδυσσέως καὶ Διομήδους ἐνίοτε ὑβριζόμενος ὑπὸ δὲ Ἀδράστου ἱκεσίαν οὐ δεχόμενος
δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος: πρὸς τὴν σημασίαν ὑπήντησεν· τὸ γὰρ δαὴρ ἐμός δηλοῖ τὸ δαήρ μου τῆς κυνώπιδος. τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα, ἀλλὰ γάλως. διὰ δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται.
εἴποτʼ ἔην γε: εἴποτε ἦν δαήρ, ἐμὸς ἦν δαήρ.
πρὸς τὴν σημασίαν ὑπήντησε· τοῦ κυνώπιδος καὶ τὸ ἐμός· δαὴρ γὰρ ἐμοῦ κυνώπιδος. ἢ οὕτως· εἴ ποτʼ ἔην δαήρ, ἐμὸς ἔην. τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα, ἀλλὰ γάλως. διὰ δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται.
ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον:ἱκανὸς πρὸς πίστιν ὁ παρὰ τῶν ἐχθρῶν οὐ κατὰ πρόσωπον γινόμενος ἔπαινος. σημειώσαιο δʼ ἂν ὡς κατὰ πρόοδον συλλαβῇ ηὔξηται μετʼ ἐκπλήξεως ὁ ἔπαινος κλιμακηδόν.
ὀλβιόδαιμον: προπαροξυτόνως· ἔστι γὰρ σύνθετον. τὰ δὲ μακρᾷ παραληγόμενα βαρύτονα, ἔχοντα κλητικὴν εἰς ον περατουμένην, προπερισπᾶται ἁπλᾶ ὄντα, «Μαχᾶον» Ἀρετᾶον σύνθετα μέντοι ὄντα ἀναδίδωσι τὸν τόνον, «κυλλοπόδιον» «Ποσείδαον» ὀλβιόδαιμον. καὶ ἐπὶ τῶν ἄλλων δὲ συνθέτων τὸ αὐτό, λέγω δὲ τὸ «Αὐτόμεδον» καὶ «Ἀγάμεμνον»· ταῦτα γὰρ πάλιν τὸν τόνον ἀνεβίβασε κατὰ κλητικήν, ἐπεὶ σύνθετα ἦν. τὰ μέντοι παρὰ τὸ φρήν συντιθέμενα ἐφύλαξε τὸν τόνον, Λυκόφρον «δαΐφρον». ὅθεν σημειῶδες ἐκεῖνο κατὰ κλητικὴν «ἰὼ Λακεδαῖμον» Ἀριστοφάνης Ὁλκάσι καὶ εἰ σύνθετον τὸ «ψευδόμεναί σε Παλαῖμον»
ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο: λείπει τὸ δικαίως, ὡσεὶ λέγοι· δικαίως αὐτῷ πολλοὶ ὑπείκουσι τοιούτῳ ὄντι.
δεδμήατο: ἡ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζῴων· δαμάζονται γὰρ κυρίως ταῦτα. τοῦτο δὲ ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. τοιοῦτόν ἐστι καὶ τὸ «πεφοβήατο». ἔστι δὲ συγκεκομμένον· παρὰ γὰρ τὸ δαμῶ δεδαμέατο ἦν τὸ ἐντελές. δύο οὖν πάθη ὑπέμεινε, συγκοπὴν τοῦ α καὶ ἔκτασιν τοῦ ε.
ἤδη καὶ Φρυγίην: ὅτι διαφέρει ἡ Φρυγία τῆς Τροίας καθʼ Ὅμηρον, οἱ δὲ νεώτεροι συγχέουσιν. καὶ ὅτι τὸ ἤδη παρείληπται ἀντὶ χρονικοῦ τοῦ ποτέ· διὸ καὶ παραλλήλως λέγεται τὸ ἤδη τῷ ποτέ· «ἤδη γὰρ καὶ δεῦρό ποτʼ ἤλυθεν».
ἤδη καὶ Φρυγίην: τὴν παρὰ τῷ Σαγγαρίῳ, ἥ ἐστι μεγάλη· ἡ γὰρ μικρὰ παρὰ τῇ Τροίᾳ.
αἰολοπώλους: εὐκινήτους πώλους ἔχοντας.
λαοὺς Ὀτρῆος: λαοὺς τοὺς ἐπικούρους φησίν· «λαοὶ δʼ Ἀτρείδεω Ἀγαμέμνονος».
ἐστρατόωντο παρʼ ὄχθας: διὰ τούτου τὸ μῆκος δηλοῖ τοῦ ποταμοῦ· διϊὼν γὰρ Φρυγίαν ἐξίεισι διὰ Βιθυνίας.
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐών: ἴσως διὰ τούτου καὶ τοῦ γάμου τῆς Ἑκάβης ἠξίωται.
καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν—ἀντιάνειραι: Μελανίππη καὶ Ἱππολύτη—σὺν αὐτοῖς, κατʼ ἐκεῖνον ἀκμάζων τὸν καιρόν.
Ἀμαζόνες ἀντιάνειραι: παρὰ τῷ Θερμώδοντι οἰκοῦσιν. Ἄρεος καὶ Ἁρμονίας νύμφης Ναΐδος θυγατέρες εἰσίν. αἱ δὲ ἐπιφανεῖς αὐτῶν Ἱππολύτη, Ἀντιόπη, ἣν ἥρπασε Θησεύς, Ἀναία, Ἀνδρομάχη, Γλαύκη, Ὀτρηρή, ἧς Πενθεσίλεια· ἃς ἐπὶ πυριπνόων ἵππων μαχομένας ληΐζεσθαι τὰς περιχώρους καταδραμεῖν τε ὕστερον τὴν Φρυγίαν λείας ἕνεκεν ἐπὶ Μύγδονος τοῦ Ἄκμονος καὶ Ὀτρέως τοῦ Δύμαντος. ὠνομάσθησαν δὲ ἢ παρὰ τὸ μὴ ἔχειν τὸν ἕτερον τῶν μαζῶν — ἐπυράκτουν γὰρ αὐτὸν πρὸς τὸ μὴ ἐμποδίζεσθαι ἐν τῇ τοξείᾳ — ἢ παρὰ τὸ μὴ χρῆσθαι μάζαις, χελώναις δὲ καὶ σαύροις καὶ ὄφεσιν. τινὲς δὲ ταῖς Σαυροματίσι φασὶ τὰς αὐτάς. ἀντιάνειραι δὲ αἱ ἶσαι ἢ ἐναντίαι τοῖς ἀνδράσιν.
Ἀμαζόνες ἀντιάνειραι: αἱ Ἀμαζόνες λέγονται εἶναι —ἐν τῷ τοξεύειν.
ἑλίκωπες: ἀξιοθέατοι, εὐγενεῖς τὴν θέαν.
ἀλλʼ οὐδʼ οἳ τόσοι ἦσαν, ὅσοι ἑλίκωπες Ἀχαιοί:οὐκ ἀλόγως αὔξει τοὺς Ἕλληνας· τοὺς γὰρ πλείους καὶ κρατῆσαι καλὸν καὶ ἡσσᾶσθαι ὑπὸ τούτων οὐκ ἐπονείδιστον.
δεύτερον αὖτʼ Ὀδυσῆα: οὐδετέρως διὰ τὸ «τὸ τρίτον αὖτʼ Αἴαντα», εἰ μὴ ἐνήλλακται, ὡς τὸ «πρώτην ἄλοχον θέτο Μῆτιν», «τὸ τρίτον ἠγάγετο»
εἴπʼ ἄγε μοι καὶ τόνδε: καλῶς ἔταξεν ἀρχήν, φρόνησιν, ἀνδρίαν. ὁ δὲ χρόνος αὐτῷ λήθην ἐνεποίησεν Ὀδυσσέως.
μείων μὲν κεφαλῇ Ἀγαμέμνονος Ἀτρείδαο:Ἀρίσταρχος «κεφαλήν». βέλτιον δὲ ἀπʼ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστίν.
μείων μέν: τοῦτο ἀπὸ ἄλλης ἀρχῆς λείποντος τοῦ ἐστί.
ἰδέ: ἀντὶ τοῦ καί. σημαίνει δὲ ἐνίοτε καὶ τὸ ὅπως.
αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν:περιφοιτᾷ, μὴ δόλος τις εἴη περὶ τὴν στρατιάν. στὶξ δὲ τὸ ἐκ δύο φαλάγγων, ὅ ἐστι διακοσίων τετταράκοντα ἀνδρῶν. κτίλος οἱονεὶ κίλος τις ὢν παρὰ τὸ κίειν.
πηγεσιμάλλῳ: μελανομάλλῳ· οὗτος γὰρ ἐν λευκῷ ποιμνίῳ διάδηλος ἔσται. τῷ πραϋτάτῳ δὲ εἴκασται διὰ τὸ ἀτάραχον.
οἰῶν: Ἀρίσταρχος δισυλλάβως ὡς αἰγῶν, καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης. Ἀριστόνικος δὲ τρισυλλάβως, ὅς τʼ ὀΐων μέγα πῶϋ. ὁ μέντοι Πτολεμαῖος οὐχ ὑγιὲς αἴτιον ἐπιφέρει τῆς δισυλλάβου ἀναγνώσεως· φησὶ γὰρ ὅτι ἡ εὐθεῖα μονοσύλλαβός ἐστιν, οἶς ὡς αἴξ. διαμαρτάνει δέ· οὐδέποτε γὰρ ὁ ποιητὴς μονοσυλλάβως εἶπε τὴν εὐθεῖαν, δισυλλάβως δέ, «τοῖσι δʼ ὄϊς λάσιος». καὶ τὰς πλαγίους δὲ κατὰ διάστασιν τοῦ ι λέγει, εἰ μὴ κωλύοι μέτρον· «ἐν δʼ ἄρα νῶτον ἔθηκʼ ὄϊος» καὶ «μῆλʼ ὄϊές τε καὶ αἶγες» καὶ «Τειρεσίῃ δʼ ἀπάνευθεν ὄϊν». ἕνεκα δὲ μέτρου «οἰὸς ἀώτῳ» καὶ «οἰῶν τε βληχήν». ὥστε εἰ καὶ ἐνθάδε μέτρον οὐ κωλύει, οὐδὲν ἦν ἐμποδὼν παραδέξασθαι τὴν τοῦ Ἀριστονίκου ἀνάγνωσιν· καὶ γὰρ ἄλλως τὸ ὄϊς ἀναλογώτερον ἔσται δισύλλαβον ὂν τοῦ μονοσυλλάβου· πολλὰ γὰρ τὰ εἰς ις λήγοντα ἐπʼ εὐθείας, οὐδὲν δὲ εἰς οις, ὅ τι μὴ μόνον τὸ οἶς καὶ παρʼ Ἀττικοῖς τὸ φθοῖς.
ὅς τʼ οἰῶν μέγα πῶϋ: ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς, αἰγῶν ὁ δὲ Ἡρωδιανὸς «ὀΐων» ὡς δαΐδων, λέγων ὡς οὐ κλίνει τὸ μονοσύλλαβον ὁ ποιητής, εἰ μὴ μέτρον κωλύσειεν. πῶϋ δὲ παρὰ τὴν πόαν· ἢ πῶϋ ἐστὶ παρὰ τὸ πῶ τὸ πίνω.
οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς —πυκνά: ἐν βραχεῖ τὸ ἐπίγραμμα πάντα ἔχει. μετὰ ἐπαίνων δὲ περὶ ἑκάστου ἐκτίθεται διὰ τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ.
ἐν δήμῳ Ἰθάκης: ἔστι νῆσος τῆς Κεφαλληνίας. καὶ τόπος—καὶ πλῆθος τῶν ἀνδρῶν.
κραναῆς περ ἐούσης: καὶ λυπρὰ γὰρ χωρία πέφυκεν ἀρίστους ἄνδρας ἐκβάλλειν. ᾔδει δὲ τούτους ὡς ξενισθέντας παρʼ αὐτῇ, ὃ διὰ τὸ προσκορὲς ἐπὶ μόνου Ἰδομενέως ἐσήμανε· «πολλάκι μιν ξείνισσεν».
παντοίους τε δόλους: εἰσὶ γὰρ καὶ κακοὶ καὶ καλοί.
Ἀντήνωρ πεπνυμένος—δῖος Ὀδυσσεύς —σὺν ἀρηϊφίλῳ Μενελάῳ: ὁ ἄρχων τὸν ἄρχοντα καὶ ὁ ῥήτωρ τὸν ῥήτορα ἐπαινεῖ.
ἤδη γὰρ καὶ δεῦρο: ὅτε ἐκ Τενέδου ἐπρεσβεύοντο οἱ περὶ Μενέλαον, τότε Ἀντήνωρ ὁ Ἱκετάονος ὑπεδέξατο αὐτούς, καὶ δολοφονεῖσθαι μέλλοντας ἔσωσεν· ὅθεν μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἐκέλευσεν Ἀγαμέμνων φείσασθαι τῶν οἰκείων Ἀντήνορος, παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ.
ἤδη γὰρ καὶ δεῦρό ποτʼ: ὅτι παραλλήλως τὸ ἤδη τῷ ποτέ.
δεῦρό ποτʼ: ποτὲ δεῦρο, εἰς τόπον.
σεῦ ἕνεκʼ ἀγγελίης: ὅτι Ζηνόδοτος γράφει «σῆς ἕνεκʼ ἀγγελίης». οὐ λέγει δὲ συνήθως ἡμῖν, τῆς σῆς ἀγγελίας χάριν, ἀλλʼ ἀγγελίης ἀντὶ τοῦ ἄγγελος. πρὸ τοῦ στρατεῦσαι—Ἀντήνωρ ξενίζει φιλοφρόνως.
ἀγγελίης: ὡς ἀγχονίης· θάνατος, ὀρθῆς.
σεῦ ἕνεκʼ ἀγγελίης σὺν ἀρηϊφίλῳ Μενελάῳ: οὐ ῥιψοκινδύνως Μενέλαος ἔρχεται, ἀλλʼ εἴ πως αἰδεσθῶσι τὸν παθόντα· εἰ γὰρ Ἑλένης χάριν ὁ πόλεμος, πόσον εἰ Μενέλαος ἀνῄρητο; Ὀδυσσεὺς δὲ ὡς συνετὸς σκοπῆσαι τὰ βαρβάρων, ὅπως ῥώμης ἔχοιεν. οὐχὶ δὲ Νέστωρ· οὐ γὰρ μόνον συνετούς, ἀλλὰ καὶ δραστηρίους πρεσβεύεσθαι δεῖ.
ἐξείνισσα καὶ ἐν μεγάροισι φίλησα: ὅτι παραλλήλως ἐξείνισα καὶ ἐφίλησα· τὸ γὰρ φιλεῖν ἐνίοτε ἀντὶ τοῦ ξενίζειν τίθησι.
φυήν: τὸ εἶδος.
ὑπείρεχεν: ὑπὲρ αὐτὸν εἶχεν.
ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύς:ὅτι Ζηνόδοτος σὺν τῷ ν γράφει «ἑζομένων». τὸ δὲ ἄμφω δύο πτώσεις ἔχει, ἀμφότεροι ἢ ἀμφοτέρους. καὶ νῦν λέγει ἀμφότεροι δὲ καθήμενοι, κατʼ ἐναλλαγὴν πτώσεως, ἀντὶ τοῦ καθημένων δὲ ἀμφοτέρων, καὶ ἔστι σύνηθες ὡς ἐπʼ ἐκείνου· «οἱ δὲ δύο σκόπελοι, ὁ μέν», ἀντὶ τοῦ τῶν δύο σκοπέλων.
ἄμφω δʼ ἑζομένω, γεραρώτερος ἦεν Ὀδυσσεύς:ὡς τὸ «σύν τε δύʼ ἐρχομένω» καὶ «οἱ δὲ δύο σκόπελοι».
ἀλλʼ ὅτε δὴ μύθους: τρεῖς τρόπους ῥητορείας οἶδεν Ὅμηρος, τὸν ἀπολελυμένον, βραχύν, ἱκανὸν αὐτὰ τὰ ἀναγκαῖα παραστῆσαι, ὃν Λυσίας ἐζήλωσεν· τὸν δὲ ὑψηλόν, καταπληκτικόν, μεστὸν ἐνθυμημάτων, καὶ τούτων ἀθρόως λεγομένων, ὃν Δημοσθένης· τὸν δὲ πιθανὸν καὶ τεχνικόν, πολλῶν πλήρη δογμάτων, ὃν Ἰσοκράτης ἐζήλωσε, τὸ γνωμικὸν καὶ σαφὲς ἐπιλεγόμενος. ἀπολελυμένος Μενέλαος Λυσίας, πυκνὸς Ὀδυσσεὺς Δημοσθένης, πιθανὸς Νέστωρ Ἰσοκράτης.
ἐπιτροχάδην ἀγόρευε: παρατρέχων καὶ τὰ καίρια μόνον λέγων.
ἐπιτροχάδην: βραχυλόγοι γὰρ οἱ Λάκωνες—τουτέστι πυκνὰ καὶ πολλά.
παῦρα μέν, ἀλλὰ μάλα λιγέως: οὐχ ὡς Λάκων· οὔπω γὰρ Δωριεῖς. ἀλλʼ ὅτι ἀπορώτεροι οἱ νέοι καὶ τὸ ἀνθηρὸν διώκοντες.
οἱ γὰρ νέοι, ἀπειρότεροι τοῦ τὰ πλείονα καὶ συμφέροντα λέγειν ὄντες τὸ ἀνθηρὸν μόνον καὶ χαρίεν διώκουσιν.
οὐδʼ ἀφαμαρτοεπής ἠ καὶ γένος ὕστερος ἦεν:ἐὰν βαρύνωμεν τὸν ἤ σύνδεσμον, διαστελοῦμεν βραχύ· κείσεται γὰρ ἀντὶ τοῦ εἴ συναπτικοῦ. ἐὰν δὲ περισπῶμεν, τελείαν στίξομεν· παραπληρωματικὸς γάρ ἐστι· καίτοι νεώτερος ἦν.
ἀντὶ τοῦ εἴ. τινὲς δὲ εἰς τὸ ἀφαμαρτοεπής στίζουσι τελείαν, εἶτα καὶ περισπῶσι τὸν η μετʼ ἐπιτάσεως· καίτοι νεώτερος ἦν.
ἤ: πιθανώτερον βαρύνειν τὸν η, καὶ ἀντὶ τοῦ εἴ παραλαμβάνεται.
ἀναΐξειεν Ὀδυσσεύς: τὸ πρόθυμον δηλοῖ τῆς ἐγέρσεως πρὸς κατάπληξιν.
στάσκεν: ὅτι οὐ σχεδιάζειν δεῖ, ἀλλὰ καὶ τὴν στάσιν τῶν ἐρούντων μεμελετημένην εἶναι· οἶδε γὰρ καὶ αὕτη πολλάκις ὑπόνοιαν κινεῖν. ῥητορικὴ οὖν ἡ στάσις αὐτοῦ. ἀφροσύνην δὲ σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶσιν· ἢ οἷα εἰκὸς Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν· τῇ εἰς ἑαυτὸν οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας.
ὑπαί: ὡς εἰ καὶ ἐντελὴς ἦν, οὕτως ἀναγνωστέον, φυλάττοντας τῆς προθέσεως τὸν τόνον.
σκῆπτρον: σημειωτέον δὲ ὅτι—ὄμνυσι κατʼ αὐτοῦ.
ἀλλʼ ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς: πρὸς τὸ ἀστεμφές, ὅτι τὸ ἀμετακίνητον· ὁ γὰρ Ἀνακρέων· «σὺ γὰρ ἦς ἔμοιγʼ ἀστεμφής». καὶ ὅτι τὸ ἀΐδρεϊ κατὰ τὸ βαρὺ προενεκτέον.
ἀΐδρεϊ φωτὶ ἐοικώς: ἀΐδρεϊ προπαροξυτόνως ὡς ἀπʼ εὐθείας τῆς ἄϊδρις· «χώρου ἄϊδρις ἐών». ταύτης δὲ τῆς εὐθείας ὀφείλει γενικὴ ἐκπίπτειν ἀΐδρεος, καὶ ἀΐδρεϊ· οὐ γὰρ δή γε διὰ τοῦ δ· οὐ γάρ ἐστι παρώνυμον μακρᾷ παραληγόμενον. ἀλλʼ ὡς τὸ ἔχις πόσις ὄφις, οὕτως ὀφείλει κλίνεσθαι. ὥστε ἐκ τοῦ ἐναντίου ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ τὸ «πολυΐδριδι» εἰ μὴ ἄρα ὁμοίως τοῖς Ἀττικοῖς ἐκλίθη· ὁ γὰρ Σοφοκλῆς «ἴδριδα» ἔφη τὴν αἰτιατικήν. ὅ τε Φρύνιχος τὴν εὐθεῖαν «ἴδριδες». γένοιτο οὖν ἡ δοτικὴ ἀΐδρεϊ φωτὶ ἐοικώς κατὰ τὸν προκείμενον λόγον. οὐδὲν δὲ θαυμαστόν, εἰ διὰ τοῦ ι πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν προφέρονται Ἴωνες, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητής φησιν «εὐνήν τʼ αἰδομένη πόσιος», τὴν δὲ δοτικὴν «χαριζομένη πόσεϊ ᾧ».
ἀΐδριϊ ἀπὸ τοῦ ἄϊδρις, καὶ διʼ εὐφωνίαν τὸ ἕτερον ι μετατίθεται.
φαίης κεν: ὅτι τὸ φαίης τὴν φαντασίαν ἔχει ὡς πρὸς τὴν Ἑλένην λεγόμενον. κατὰ μέντοι γε Ὁμηρικὴν συνήθειαν ἐκληπτέον ἐν ἴσῳ τῷ ἔφη τις ἄν, ὡς ἔχει τὸ «ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις» ἀντὶ τοῦ ἴδοι τις ἄν.
ζάκοτον—ἄφρονα: διὰ τὸ ὑπόδρα ὁρᾶν, ἄφρονα δὲ διὰ τὸ ἀκίνητον τοῦ σκήπτρου.
ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην—χειμερίῃσιν: τετράκις ἐν τῷ προσώπῳ φυλακτέον τὰς ὑποστιγμὰς διὰ τοῦ ὅτε ἀποτελουμένας.
μεγάλην: διὰ τὸν θόρυβον τῶν Τρώων ἢ διὰ τὴν κατάπληξιν τῶν ἀδίκων.
νιφάδεσσιν ἐοικότα χειμερίῃσιν: ἡ εἰκὼν ἀφορᾷ πρὸς τὸ τάχος τῆς ῥητορείας· διὰ μὲν γὰρ τοῦ ἔπεα πλήθους δηλοῖ τὸ πυκνὸν τοῦ λόγου, διὰ δὲ τοῦ λευκοῦ τὸ σαφές, διὰ τῆς νιφάδος τὴν φρίκην τῶν ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαί, αἱ δὲ ἐαριναὶ ἐκκόπτουσι τοὺς καρπούς.
νιφάδεσσιν ἐοικότα χειμερίῃσιν: ἡ εἰκὼν πρὸς τὸ τάχος, τὸ πλῆθος, τὸ πυκνόν, τὸ σαφές, τὸ λευκὸν τῆς νιφάδος, τὴν φρίκην τῶν ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαί, αἱ δὲ ἐαριναὶ ἐκκόπτουσι τοὺς καρπούς.
οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες: πρὸς τὸ σιωπώμενον, ὅτι συνυπακοῦσαι δεῖ τὸ οὐ τότε οὕτως ἐθαυμάσαμεν τὸ εἶδος ἰδόντες ὡς τὴν κατὰ λόγον δύναμιν.
οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθα: οὐχ ὡς ἔτι τὴν μορφὴν ἐθαυμάσαμεν, ὥσπερ τὸν λόγον.
οὐχ οὕτως ἐπὶ τῇ μορφῇ τότε ἐθαυμάσαμεν, ὅσον ἐπὶ τῷ λόγῳ ἐξεπλάγημεν.
τὸ τρίτον αὖτʼ Αἴαντα: μετὰ τὴν τῆς φρονήσεως τάξιν τὴν τῆς ἀνδρίας τέταχεν· Ὀδυσσεὺς μὲν γὰρ φρονιμώτερος, Αἴας δὲ ἀνδρειότερος.
τὸ τρίτον αὖτʼ Αἴαντα: μετὰ φρόνησιν ἡ ἀνδρεία.
ἠΰς τε: προσηνὴς τὴν ὄψιν.
κεφαλήν τε καὶ εὐρέας ὤμους: οὕτως σὺν τῷ τέ ἡ Ἀριστάρχου καὶ ἡ Ἀριστοφάνους. καὶ ἔστιν εὐφραδέστερον.
ἔξοχος … κεφαλὴν ἠδʼ εὐρέας ὤμους: διὰ μὲν τῆς κεφαλῆς τὸ μῆκος, διὰ δὲ τῶν ὤμων τὸ πλάτος.
πελώριος, ἕρκος Ἀχαιῶν: πελώριος οὗτος διὰ τὸν ἕτερον Αἴαντα, τὸν Ὀϊλέως. ὅρα δὲ πῶς ἐπὶ μὲν Ἀχιλλέως «μέγα ἕρκος» φησίν ἐνταῦθα δὲ μόνον ἕρκος ἁπλῶς.
Ἰδομενεὺς δʼ ἑτέρωθεν: ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ Τελαμωνίου ἐτάσσετο κατὰ τὴν ἐπιπώλησιν συμφώνως. παραιτητέον ἄρα ἐκεῖνον τὸν στίχον τὸν ἐν τῷ Καταλόγῳ ὑπό τινων γραφόμενον «στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες»· οὐ γὰρ ἦσαν πλησίον Αἴαντος Ἀθηναῖοι
ἐνὶ Κρήτεσσι θεὸς ὥς: τῷ κάλλει. τὸ δὲ Κρήτεσσι προσέθηκεν, ὅπως δειχθῇ μὴ δελεασθεῖσα. ἢ τοῖς τρόποις αὐτὸν ἐχαρακτήρισεν ὡς εἰδυῖα τῇ συνεχεῖ ξενίᾳ.
ξείνισσεν: ὡς συγγενῆ.
οὕς κεν εὖ γνοίην καὶ τοὔνομα μυθησαίμην:ἀντὶ τοῦ γινώσκω καὶ μυθοῦμαι.
οὐ δύναμαι ἰδέειν: τοῦτό φησιν ὡς πάντη μὲν ἐκπετάσασα τὴν θέαν, οὐδαμῆ δὲ ἰδοῦσα. πῶς δὲ οὐκ ἐρωτηθεῖσα προβάλλεται τὰ περὶ τῶν ἀδελφῶν; δῆλον οὖν ὅτι προοικονομεῖ ὁ ποιητής, βουλόμενος εἰπεῖν τὴν ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ αὐτῶν, ἴσως μὴ συγχωρουμένη συντυγχάνειν τοῖς αἰχμαλώτοις. Ζηνόδοτος δὲ διοικητὰς ὑπολελεῖφθαι τῆς Ἑλλάδος φησὶν τοὺς Διοσκούρους.
ἰδέειν: οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ «εὐφρανέειν»· οἱ γὰρ δεύτεροι ἀόριστοι καὶ μέλλοντες οὐκ ἔχουσι τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες.
πὺξ ἀγαθόν: ἐν πυγμῇ ἀνδρεῖον—Ὅμηρος ἐπεμνήσθη.
αὐτοκασιγνήτω: τοῦτο καὶ τοῖς πρώτοις δύναται συνάπτεσθαι.
δύναται αὕτη ἡ λέξις συνάπτεσθαι.
αὐτοκασιγνήτω: ἀλλήλων ἀδελφοὺς ὁμομητρίους· καὶ τοὺς ὁμοπατρίους δὲ οὕτω καλεῖ, ὡς Αἴαντα καὶ Τεῦκρον.
ἢ οὐχ ἑσπέσθην Λακεδαίμονος ἐξ ἐρατεινῆς ἦ δεύρω—ἀνδρῶν: ὁ μὲν πρῶτος ἤ σύνδεσμος βαρύνεται, ὁ δὲ δεύτερος περισπᾶται, ἵνα τοιαύτη ἡ φράσις γένηται· ἢ οὐκ ἠκολούθησαν, ἦ ἠκολούθησαν μέν, οὐκ ἐθέλουσι δὲ μάχην καταδύμεναι ἀνδρῶν;
ἢ οὐχ ἑσπέσθην … ἠ δεῦρο μὲν ἕποντο: ὁ Νικάνωρ ἄμφω ὀξύνει ὡς διαζευκτικούς, ὁ δὲ Ἡρωδιανὸς τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχόμενος.
ἢ δεύρω—νέεσσʼ ἐνὶ ποντοπόροισιν: οὐκ ἔστιν Ἀττικὸν τὸ δεύρω — οὔποτε γὰρ μακρᾶς προκειμένης τὴν τοιαύτην ἔκτασιν ποιοῦνται —, ἀλλʼ Ἰωνικόν. τὴν δὲ πρόθεσιν ἔδει μὲν ἀναστρέφεσθαι καὶ τῷ κυριωτέρῳ συντάττεσθαι· ὅμως ἀδιαφόρως συντέτακται.
νέεσσʼ ἐνὶ ποντοπόροισιν: Νικίας οὐκ ἀναστρέφει. οὐ συμφωνεῖ δὲ τὰ τῆς ἱστορίας αὐτῷ· φασὶ γὰρ Ἀρίσταρχον τοῖς κυριωτέροις συντάσσειν τὰς προθέσεις.
δειδιότες: στυγοῦντες, ὡς «ῥιγεδανῆς Ἑλένης» τῆς στυγητῆς.
ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν: ἐπὶ τὸ ὀνείδεα βραχὺ διασταλτέον· ἐπὶ δὲ τὸ πολλά ὁ λόγος μὲν αἱρεῖ, διὰ δὲ τὴν συναλιφὴν οὐ παραδεκτέα ἡ ἀνάγνωσις.
καὶ ὀνείδεα πόλλʼ ἅ μοί ἐστιν: εἰς τὸ ὀνείδεα στικτέον, ἐπειδὴ τὸ πολλά συναλειφόμενον οὐ δέχεται στιγμὴν ἐν μεταξύτητι.
πόλλʼ ἅ μοί ἐστιν: ἀντὶ τοῦ διʼ ἐμέ ἐστιν. ἑαυτῆς δὲ κατηγοροῦσα ἔλεον ἐπισπᾶται. αἴσχεα: Ἑλένη ἁρπασθεῖσα—παρὰ Ἀλκμᾶνι τῷ λυρικῷ
ὣς φάτο· τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα:οὗτοι δέ φησι—λελόγχασιν ἶσα θεοῖσιν. φυσίζοος δὲ ἤτοι ἡ τὰ πρὸς τὸ ζῆν—πάλιν ἀναδοθῆναι. ἄλλως: Ἴδας καὶ Λυγκεύς, Ἀφαρέως παῖδες— ἀποθανεῖν καὶ ζῆν. ἡ ἱστορία παρὰ Πινδάρῳ
φίλῃ ἐν πατρίδι: ὅτι Ζηνόδοτος γράφει «ἑῇ ἐν πατρίδι». εἴτε δὲ ἐπὶ τῶν Διοσκούρων ἔσται τὸ «ἑῇ», ἑνικὸν οὐχ ἁρμόσει, εἴτε ἐπὶ τῆς Ἑλένης, ἔκθεσμόν ἐστι τὸ οὕτω λέγειν· τοὺς δὲ ἤδη κάτεχεν φυσίζοος αἶα ἐν τῇ ἑαυτῆς πατρίδι.
κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά:τὸ θεῶν δύναται καὶ τοῖς ἐπάνω συνάπτεσθαι, ἵνʼ ᾖ κήρυκες θεῶν, δύναται καὶ τοῖς ἑξῆς, ὅρκια πιστὰ θεῶν· ὅπερ καὶ βέλτιον.
κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν φέρον ὅρκια πιστά:ἐδύνατο τὸ θεῶν καὶ τοῖς πρώτοις συντάσσεσθαι, εἰ μὴ ὅτι ἐν τοῖς ἑξῆς φησιν· «ὅρκια πιστὰ θεῶν σύναγον».
καὶ οἶνον ἐΰφρονα: παρὰ γὰρ τὴν ὄνησιν ἐτυμολογοῦσιν· «καὶ αὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα».
ἐτυμολογεῖται παρὰ τὴν ὄνησιν, ὡς καὶ τὸ «αὐτὸς ὀνήσεαι». ἢ παρὰ τὴν οἴησιν.
κύπελλα: χύπελά τινα ὄντα, ἔνθα ὁ πηλὸς χεῖται.
ὄρσεο, Λαομεδοντιάδη, καλέουσιν ἄριστοι:τελείαν στικτέον μετὰ τὴν κλητικήν· καὶ γὰρ τὰ ἑξῆς ἀσύνδετα· καλέουσιν ἄριστοι.
ὄρσεο, Λαομεδοντιάδη: μετὰ τὴν προσαγορευτικὴν ἡ στιγμή. τὸ δὲ ὄρσεο ἀπὸ τοῦ ὄρσω ἐνεστῶτός ἐστιν. Λαομεδοντιάδη: μήτηρ Πριάμου—κατὰ δὲ Ἑλλάνικον Στρυμώ.
ἐς πεδίον καταβῆναι: «ἠνεμόεσσαν» γὰρ ἡ πόλις.
μακρῇς ἐγχείῃσι: τοῦτο εἰς ἀγωνίαν ἄγει τὸν γέροντα. τὰ δὲ ὑπὸ Μενελάου βλασφημηθέντα σιωπῶσιν.
ναίοιμεν: ὅτι νῦν ὀρθῶς ἐν τῷ τοῦ κήρυκος λόγῳ γράφεται ναίοιμεν, ἐν δὲ τοῖς ἐπάνω, ὅτε Ἀλέξανδρος λέγει οὐκέτι.
Ἄργος ἐς ἱππόβοτον καὶ Ἀχαιΐδα καλλιγύναικα:Ἄργος καὶ τὴν πόλιν καὶ τὴν Πελοπόννησον καὶ τὴν Θεσσαλίαν καλεῖ. ἄμεινον δὲ Ἄργος ἱππόβοτον τὴν Θεσσαλίαν λέγειν, Ἀχαιΐδα δὲ πᾶσαν τὴν Ἑλλήνων.
ῥίγησεν δʼ ὁ γέρων: φυσικὴ γὰρ ἡ φιλοπαιδία. ὁ δὲ Ἕκτωρ «ἐχάρη μέγα μῦθον ἀκούσας», τέλος ὡσανεὶ ἐπιζητῶν τοῦ πολέμου.
ἐκέλευσε δʼ ἑταίροις: οὕτως τοῖς ἑταίροις κατὰ δοτικὴν αἱ Ἀριστάρχου. συνεφώνει καὶ ἡ Ζηνοδότου.
ἂν δʼ ἄρʼ ἔβη Πρίαμος, κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω· πὰρ δέ οἱ Ἀντήνωρ: ὅτι δύο ἐπεδέχοντο οἱ δίφροι· διὸ νῦν Πρίαμος ἡνιοχεῖ παραβατοῦντος Ἀντήνορος. καὶ ὅτι οἱ ἥρωες πάντες ἔμπειροι καὶ αὐτουργοί· διὸ καὶ ὁ Ὀδυσσεὺς ναυπηγεῖ καὶ κυβερνᾷ
ἂν δʼ ἄρʼ ἔβη Πρίαμος—Ἀντήνωρ: προοικονομεῖ τὴν ἐν τῇ Ω ἡνιοχείαν. ἄγει δὲ τὸν Ἀντήνορα ὡς συνετὸν καὶ πρόξενον Ἑλλήνων.
βήσετο: προκρίνει μὲν τὴν διὰ τοῦ ε γραφήν, βήσετο, πλὴν οὐ μετατίθησιν, ἀλλὰ διὰ τοῦ α γράφει ὁ Ἀρίσταρχος.
βήσετο: ὁ μὲν Ἀρίσταρχος ἄμεινόν φησι τὸ βήσετο, οὐ μεταποιεῖ δὲ τὴν γραφήν.
Σκαιῶν: ὅτι παραλέλοιπε τὸ πυλῶν, καὶ ὅτι ἀδιαιρέτως ἐξενήνοχεν· ἤθισται γὰρ λέγειν «Σκαιάων».
ὤρνυτο δʼ αὐτίκʼ ἔπειτα: ἔπειτα ἀντὶ τοῦ δή.
κρητῆρι δὲ οἶνον μίσγον: λείπει τὸν Τρώων καὶ τὸν Ἑλλήνων.
μίσγον: ὅτι οὐχ ὕδατι ἔμισγον τὸν οἶνον, ἀλλὰ τὸν τῶν Τρώων καὶ Ἀχαιῶν· διὸ καὶ ἐν ἄλλοις «σπονδαί τʼ ἄκρητοι».
ἔχευαν: Ἀρίσταρχος διὰ τοῦ ο· καὶ ἀναλογεῖ τῷ μίσγον.
ἔχευον: διὰ τοῦ ο τὸ ἔχευον, καὶ ἔστιν ἀναλογοῦν τῷ μίσγον.
Ἀτρείδης δὲ ἐρυσσάμενος: ἀξιόχρεως αὐτουργῶν ὁ βασιλεύς. ἢ ὡς ἀγνοούντων τῶν Τρώων τὸν ἐν θυσίαις νόμον· Μενέλαος γοῦν αὐτοὺς διδάσκει
μάχαιραν: ὅτι τὴν παραξιφίδα μάχαιραν καλεῖ· διὸ καὶ λέγει αὐτὴν παρηρτῆσθαι τῷ κουλεῷ τοῦ ξίφους. τὸ δὲ πολεμιστήριον ἄορ, ξίφος, φάσγανον καλοῦσιν· συνώνυμα γάρ.
ἄωρτο: ἄρω ἐστὶ τὸ σημαντικὸν τοῦ ἁρμόζω, οὗ μέλλων ἄρσω, ἀόριστος ἦρσα· «θύρας σταθμοῖσιν ἐπῆρσεν» ἀντὶ τοῦ ἐφήρμοσε· «καὶ πώμασιν ἄρσον ἅπαντα» ἀντὶ τοῦ ἐφάρμοσον. τοῦ ἄρω ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ὑπερσυντέλικος ἤρμην, τὸ τρίτον ἦρτο, συστολῇ ἄρτο, ἐπενθέσει τοῦ ω ἄωρτο. οὕτως Ἡρωδιανὸς ἐν τῷ βʹ ὑπομνήματι τὸ Περὶ παθῶν Διδύμου
ἄωρτο: Ἡρωδιανὸς ἄρω κατὰ πλεονασμὸν τοῦ ω.
ἀρνῶν ἐκ κεφαλέων: ὅτι Ζηνόδοτος γράφει «ἀρνέων ἐκ κεφαλέων». ἀπὸ δὲ τῶν κατὰ τὴν ὀρθὴν ληγόντων εἰς ες οὐ γίνονται τοιαῦται διαιρέσεις, ἀλλʼ ἀπὸ τῶν εἰς αι· εἰ δὲ ἄρνες, ἀρνῶν. ἀπὸ δὲ τοῦ κεφαλαί κατὰ λόγον κεφαλέων.
ἀρνῶν ἐκ κεφαλέων: τινὲς «ἀρνέων», ἵνʼ ᾖ ὡς «ἱππείων ὁπλέων». σημειωτέον δὲ ὅτι τῶν ἐναγιζομένων οὐκ ἐπιβάλλουσι τὰς τρίχας πυρί, ὡς οὐδὲ τοῦ κάπρου
νεῖμον ἀρίστοις: τοῦ οἴνου, ἢ τῶν τριχῶν ἅψασθαι.
Ζεῦ πάτερ, Ἴδηθεν—ἐπίορκον ὀμόσσῃ: καθʼ ἑκάστην προσαγόρευσιν διασταλτέον, μέγιστε, ἐπακούεις, ποταμοί, γαῖα. τελεία δὲ ἐπὶ τὸ ὀμόσσῃ· ἀσύνδετον γὰρ πρὸς τὰ ἑξῆς.
Ζεῦ πάτερ, Ἴδηθεν μεδέων—ἐπίορκον ὀμόσσῃ: καθʼ ἑκάστην προαγόρευσιν διασταλτέον.
Ἴδηθεν μεδέων: ὅτι ἀντὶ τοῦ Ἴδης μεδέων.
Ἴδηθεν μεδέων: ἀντὶ τοῦ ἐξ Ἴδης ἐποπτεύων. τὸν ἐπιχώριον καλεῖ ἐκπολεμῶν αὐτὸν αὐτοῖς, εἰ παραβαῖεν τοὺς ὅρκους.
Ἠέλιος: ὅτι ἀντὶ τοῦ Ἥλιε, ὡς κἀκεῖ «δός, φίλος» καὶ «ἀλλά, φίλος, θάνε καὶ σύ». καὶ πρὸς τὴν ἀθέτησιν τῶν ἐν Ὀδυσσείᾳ «ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθεν» περὶ τῆς ἀπωλείας τῶν βοῶν τῷ πάντα ἐφορῶντι.
Ἠέλιος: Ἀττικῶς· «ἀλλά, φίλος, θάνε καὶ σύ.»
καὶ οἳ ὑπένερθε—ὀμόσσῃ: ἐκφοβῶν τοὺς Τρῶας οὐρανίους, ἐπιγείους, ὑπογείους καλεῖ θεούς· δεισιδαιμονεῖν δὲ διδάσκει μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτάνοντας λέγων. ὑπένερθε δὲ θεοὺς λέγει Πλούτωνα καὶ Περσεφόνην.
Πλούτωνα καὶ Περσεφόνην φησίν. ἐκφοβῶν οὖν πρῶτον μὲν τοὺς οὐρανίους, ἔπειτα τοὺς ὑπογείους καλεῖ. δεισιδαιμονεῖν δὲ διδάσκει, μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτάνοντας λέγων.
ἀνθρώπους τίνυσθον: πρὸς Ζηνόδοτον, ὅτι ἐκ τοῦ δυϊκῶς γράφεσθαι τὸ τίνυσθον ἐλέγχεται ὅτι ἐπὶ Περσεφόνης καὶ Πλούτωνός ἐστιν ὁ λόγος, οὐκ ἐπὶ τῶν νεκρῶν.
ἐπίορκον: οὕτως προπαροξυτόνως· ἓν γάρ ἐστι τὸ ὅλον, ὥσπερ καὶ τὸ πρᾶγμα· «οὐδʼ ἐπιορκήσω πρὸς δαίμονα».
ὅστις κʼ ἐπίορκον ὀμόσσῃ: τελεία εἰς τὸ ὀμόσσῃ.
μάρτυροι ἔστε: ὅτι Ζηνόδοτος γράφει «μάρτυρες». Ὅμηρος δὲ μάρτυρος κατὰ τὸ ἑνικὸν λέγει· «Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω», οὗ πληθυντικὸν ἔσται τὸ μάρτυροι. παροξύνεται δὲ τὸ ἔστε, ἵνα προστακτικὸν γένηται ὁμοίως τῷ φυλάσσετε· πιθανωτέρα γὰρ ἡ τοιαύτη ἀνάγνωσις· πολλὰ γάρ ἐστι προστακτικὰ ὡς πρὸς τοὺς θεούς· «Ζεῦ πάτερ, ἀλλὰ σὺ ῥῦσαι, ποίησόν τʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν». ἀναγκαῖον μέντοι ἐστὶ παραφυλάξαι ἐκεῖνο ὡς ὅτι τὰ εἰς τε λήγοντα πληθυντικὰ ὁριστικὰ καὶ προστακτικὰ ἀεὶ ὁμοτονεῖ ὑπεσταλμένου τοῦ ἔστε, οἷον λέγετε—ὅτι λέγετε, ἄγετε—ὅτι ἄγετε.
ἔστε: βαρυντέον τὸ ἔστε καὶ προστακτικῶς ἐκδεκτέον.
φυλάσσετε δʼ ὅρκια πιστά: ἀντὶ τοῦ πιστώσασθε τὰ ἐπὶ πίστει γινόμενα ὅρκια.
εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ:ἀνεμεσήτως προέταξε τὴν τοῦ ἀδελφοῦ ἧτταν.
εἰ μέν κεν Μενέλαον—πέληται: ὅλῃ τῇ παραβάσει τῶν συνθηκῶν ἀπολογίαν δίδωσι προσθεὶς τὸ κτείνῃ ξανθὸς Μενέλαος· δικαίαν γὰρ ἀπολογίαν παρέχει τοῖς Τρωσὶ δυναμένοις λέγειν ὅτι οὐκ ἐγένετο τὸ ὁρισθὲν ὑπὸ σοῦ· οὐ γὰρ ἀπέκτεινε τὸν Ἀλέξανδρον ὁ Μενέλαος. δύνανται δὲ καὶ οἱ Ἕλληνες, τὴν πρόκλησιν τοῦ Ἕκτορος προβαλλόμενοι «ὁππότερος δέ κε νικήσει κρείσσων τε γένηται», εὐλόγως ἀπαιτεῖν τὰς συνθήκας. ἰσχυρότερα δὲ τὰ τῶν Τρώων, ὅτι μάλιστα δεῖ ὁρᾶν τὰ ἐπὶ τοῖς ὅρκοις ὁριζόμενα.
Τρῶας ἔπειθʼ Ἑλένην καὶ κτήματα πάντʼ ἀποδοῦναι:ἀντὶ τοῦ Τρῶες ἀποδότωσαν.
τιμήν: ὅτι τιμὴν τὸ ἐπιτίμιον λέγει, ὃ πολλάκις λέγει ποινήν.
τιμὴν δʼ Ἀργείοις: ἔθος τοῖς παρακαθημένοις τὰς ἡμίσεις αἰτεῖν. ὁ οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον οὐδὲν περὶ τούτων φησίν, ὁ δὲ μεγαλοφυῶς τὸ ἐπιζήμιον ὁρίζει. ἐπειδὴ δὲ οὐδεὶς ἐμνήσθη τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ.
τιμὴν δʼ Ἀργείοις: οὐ δίκαιον γὰρ τοὺς προκατάρξαντας ἐπίσης ἀπαλλάττεσθαι.
ἔθος γὰρ τοῖς παρακαθημένοις αἰτεῖν καὶ πρόστιμα· καὶ οὐ δίκαιον τοὺς προκατάρξαντας ἐπʼ ἴσης ἀπαλλάττεσθαι. ὁ μὲν οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον οὐδὲν περὶ τούτων φησίν, ὁ δὲ μεγαλοφυῶς ὁρίζει τὸ ἐπιζήμιον. ἐπεὶ δὲ οὐδεὶς ἐμνήσθη τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ.
ἥ τε καὶ ἐσσομένοισιν: καὶ τοῦτο πρὸς εὔκλειαν τοῦ κατορθώματος.
εἰ δʼ ἂν ἐμοὶ τιμήν: τρίτον ἐν τῇ προσωποποιΐᾳ ὅτι ὑποστιγμὴν ἐποίησε. τὸ δὲ ἐμοί ὡς τῷ μὲν ἀδελφῷ τῆς Ἑλένης, αὐτῷ δὲ τῆς ποινῆς ὀφειλομένης.
μαχήσομαι: οὕτως διὰ τοῦ η τὸ μαχήσομαι Ἀρίσταρχος.
καὶ ἔπειτα μαχήσομαι: οἶδε γὰρ εὔνους τοὺς θεούς, εἰ παραβαῖεν. ἁπλοϊκὸν δὲ τὸ ἦθος τῶν ἡρώων, εἴ γε οὐ μεσεγγυᾶται ἡ Ἑλένη.
ἀπὸ στομάχους: οὕτως αἱ Ἀριστάρχου, ἀπὸ στομάχους. αἱ δὲ πλείους διὰ τοῦ ε, «ἐπὶ στομάχους»· καὶ ἔστιν οὐκ ἄχαρις ἡ γραφή.
ἀπὸ στομάχους: οὕτως Ἀρίσταρχος. αἱ δὲ ἄλλαι πᾶσαι «ἐπὶ στομάχους».
ἀφυσσόμενοι: Ἀρίσταρχος ἀφυσσόμενοι διὰ τοῦ ο, ἄλλοι δὲ διὰ τοῦ α.
ἀφυσσόμενοι: διὰ τὴν ο τὸ ἀφυσσόμενοι ἐν παρατατικῷ· καὶ ἀναλογεῖ τῷ «ἔκχεον».
ἔκχεον: οὐκ εἶπεν ἔσπενδον προειδὼς τὸ ἀτελὲς αὐτῶν.
προειδὼς τὸ αὐτῶν ἀτελὲς οὐκ εἶπεν ἔσπενδον, ἀλλʼ ἔχεον.
θεοῖς ἀειγενέτῃσι: ἀΐδιον γενεὰν ἔχουσιν.
ἀειγενέτῃσι δὲ τοῖς ἀΐδιον ἔχουσι τὴν γενεὰν ἤτοι ἀεὶ οὖσιν.
ὧδε: ὅτι τὸ ὧδε οὐδέποτε τοπικῶς, καθάπερ ἡμεῖς, λέγει, ἀλλʼ ἀντὶ τοῦ οὕτως τοῦτο παραλαμβάνει.
εἴπεσκεν: τὸ εἴπεσκεν ἀπὸ τοῦ εἶπα, ὡς τὸ στρέψασκε.
ὑπὲρ ὅρκια: ὑπερβάντες τὰ ὅρκια.
ὧδέ σφʼ ἐγκέφαλος: ἀντὶ τοῦ αὐτῶν, ὡς «ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ δεισάντων φθόγγον τε βαρύν».
αὐτῶν καὶ τεκέων—οὐδʼ ἄρα πώ σφιν: κεφαλαιωδῶς τὴν τῶν μελλόντων προαπήγγειλεν ἐπίδειξιν διὰ τοῦ αὐτῶν καὶ τεκέων: ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν διὰ δὲ τοῦ πώ ἐλπίδα πάλιν ὑπολείπεται τῷ φιλέλληνι.
εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν: ἐπεὶ σῴζειν μέλλει Ἀλέξανδρον, πιθανῶς ὑπεξάγει τὸν πατέρα, Ἕκτορος δὲ αὐτόπτην ἐᾷ ἐπὶ τῷ τὸν οἶκτον αὔξειν καὶ παρὼν ἔδωκεν ἂν τὴν Ἑλένην ὡς τοὺς ὅρκους ἐμπιστευθείς.
Ἴλιον ἠνεμόεσσαν: ὅτι θηλυκῶς ἀεὶ τὴν Ἴλιον λέγει.
ἄψ, ἐπεί: βραχὺ διασταλτέον ἐπὶ τὸ ἄψ διὰ τὸν λόγον. ὁ γὰρ ἐπεί σύνδεσμος, ὥσπερ τὰ ἑξῆς συνδέων, ὑποστιγμὴν ἀποτελεῖ.
ἐπεὶ οὔπω τλήσομαι: εἰ καὶ πᾶσι γὰρ ὡς κὴρ ἀπέχθεται Ἀλέξανδρος, ἀλλʼ ὁ πατὴρ τὸ φυσικὸν οὐ δύναται μὴ σῴζειν.
ὁρᾶσθαι: παθητικὸν ἀντὶ ἐνεργητικοῦ. ἀντέστραπται δὲ ἡ περίοδος. ὀρθὴ δʼ ἂν ἦν οὕτως· ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν, Ζεὺς μὲν τοῦτό γε οἶδεν. εἰς δὲ τὴν πόλιν ὁ Πρίαμος τοὺς ἄρνας τεθυμένους ἔχων ἄπεισιν, ἵνα αὐτοὺς περιστείλῃ· ἔθος γὰρ ἦν τὰ ἐπὶ τοῖς ὅρκοις γιγνόμενα ἱερεῖα τοὺς μὲν ἐγχωρίους γῇ περιστέλλειν, τοὺς δὲ ἐπήλυδας εἰς τὴν θάλασσαν ῥίπτειν.
Ζεὺς μέν που: ἴσως ὁ μέν που ἀντὶ τοῦ μέντοι, ὅς ἐστιν ἀντὶ τοῦ δέ· ἐγὼ μὲν ἄπειμι, Ζεὺς δὲ τὸ τέλος οἶδε, τὸν οἰωνὸν καὶ τὴν τύχην. οὐκ ἀποκόπτει δὲ τοῦ υἱοῦ τὴν ἐλπίδα.
Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι: βραχὺ διασταλτέον ἐπὶ τὸ ἄλλοι· ἀντέστραπται γὰρ ἡ περίοδος.
καὶ ἐς δίφρον ἄρνας: τὰ γὰρ θεοῖς θυόμενα ἤσθιον· ἡγοῦντο γὰρ ὥσπερ συσσιτεῖσθαι τοῖς θεοῖς.
καὶ ἐς δίφρον ἄρνας θέτο: τὰ γὰρ ἐν ὅρκοις σφαζόμενα οἱ μὲν ἐγχώριοι ἔκρυπτον γῇ, οἱ δὲ ξένοι θαλάσσῃ. ἢ δείξων ἀποφέρει τοῖς ἐν ἄστει, πιστωσόμενος κἀκείνοις, ἢ ὡς ἀγνοοῦντας διδάξων.
ἄψορροι: διὰ τί χωρίζεται ὁ Πρίαμος; καὶ—ὅπερ ἄμεινον.
Πριάμοιο πάϊς καὶ δῖος Ὀδυσσεὺς χῶρον … διεμέτρεον: ὑπηρετικὸν γὰρ τοῦτο. τὸ δὲ τῶν σπονδῶν βασιλικόν.
Πριάμοιο πάϊς: Πορφύριος ἐν τοῖς—Εὐφορίων Λυκόφρων
χῶρον μὲν πρῶτον: καὶ πῶς ἐπὶ Ἕκτορος, ὅτε Αἴαντι μονομαχεῖ μὴ διαμετρεῖται ὁ τόπος; ἢ ὅτι ἐκεῖνοι μὲν περὶ τῆς ἀλλήλων σφαγῆς διαμιλλῶνται, ἐνθάδε δὲ περὶ τῆς κοινῆς ἐλπίδος ἐστὶν ὁ πόλεμος· διὸ οἵ τε ὅρκοι καὶ ἡ γύμνωσις τῶν στρατῶν, μή ποτέ τις ἔνοπλος ὢν προσαμύνῃ τῷ στρατηγῷ. ἢ ὅτι ἡ διαμέτρησις καρτερικωτέρους ἐργάζεται τοὺς πολεμοῦντας. ἄλλως τε δεδίασι μὴ τοξότης ὢν Ἀλέξανδρος δραπετεύσῃ τὴν συμβολὴν καὶ τὴν τοξείαν ἀντεπεισάξῃ τῷ Μενελάῳ· σκόπει γὰρ ὅτι καὶ ἀφανισθέντος αὐτοῦ, Μενελάου δὲ τοξευθέντος οὐκ ἴσασι μὴ καὶ αὐτὸς εἴη ὁ τοῦτο δράσας· φησὶ γὰρ Ἀγαμέμνων «ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων εὖ εἰδώς, Τρώων ἢ Λυκίων».
χῶρον μὲν πρῶτον: ἀναγκαίως διεμέτρουν—τῇ περιγραφῇ μένωσιν.
αὐτὰρ ἔπειτα κλήρους: μετὰ ταῦτα δεόντως— ἀνελεῖν τὸν πολέμιον. ψῆφοι δέ τινες ἦσαν οἱ κλῆροι, εἰς οὓς ἐσημειοῦτο ἕκαστος· οὓς οὕτως ὠνόμασαν διὰ τὸ καλεῖσθαι ὑπʼ αὐτῶν εἰς τὰς πράξεις.
χαλκήρεϊ: προπαροξυτόνως· ἔστι γὰρ παραγωγὴ ἡ διὰ τοῦ ηρης, ἥτις βαρύνεται, ξιφήρης, ὀλιγήρης, θυμήρης, ἔνθεν τὸ «θυμῆρες κεράσασα». εἰ μέντοι γε τὸ ἄρω ἔγκειται ἐπὶ τούτου, καὶ διὰ τοῦ α ἡ σύνθεσις γένοιτο καὶ ὀξεῖα τάσις ἐστίν· «ἔχει δʼ ἄλοχον θυμαρέα».
χαλκήρει: ἡ διὰ τοῦ ηρης παραγωγὴ βαρύνεται, εἰ μὴ τοῦ ἄρω ἐγκειμένου διὰ τοῦ α γένοιτο ἡ παραγωγή, ὡς τὸ «ἔχει δʼ ἄλοχον θυμαρέα».
λαοὶ δʼ ἠρήσαντο θεοῖσι δὲ χεῖρας ἀνέσχον:ἐὰν εἰς τὸ ἠρήσαντο στίξωμεν, φησὶν ὁ Νικάνωρ, ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείναντες τὰς χεῖρας· διὸ στίζει εἰς τὸ θεοῖς, καὶ τὸ ἰδέ ἀντὶ τοῦ καί.
δύναται καὶ οὕτως, ἠρήσαντο θεοῖς ἰδὲ χεῖρας ἀνέσχον, καὶ ὁ ἰδέ ἀντὶ τοῦ καί.
Ἴδηθεν μεδέων: ἀντὶ τοῦ Ἴδης μεδέων.
ὁππότερος τάδε ἔργα: «ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ».
ἡμῖν δʼ αὖ φιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι:ἐὰν στίζωμεν πρὸ τούτου τοῦ στίχου ἐπὶ τὸ «εἴσω», ἐλλείπει ῥῆμα εὐκτικὸν τὸ εἴη· ἐὰν δὲ διαστέλλωμεν, κοινὸν ἔσται τὸ «δός».
ἀπὸ κοινοῦ τὸ «δός» ἐπʼ ἀμφοτέροις τέτακται.
ἡμῖν δʼ αὖ φιλότητα—γενέσθαι: ἢ φιλότης γενέσθω, ὡς καὶ παρὰ Θεοκρίτῳ· «σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον» ἀντὶ τοῦ ἀλοιῶντες φευγέτωσαν.
πάλλεν δὲ μέγας κορυθαίολος Ἕκτωρ: πανταχόθεν ἀπροφασίστους καθίστησι τοὺς Τρῶας.
πανταχόθεν τοὺς Τρῶας ἀπροφασίστους ποιεῖ.
ἂψ ὁρόων· Πάριος δὲ θοῶς ἐκ κλῆρος ὄρουσεν:τούτῳ μὲν τὰ ἀπὸ τῆς τύχης, ὅτι καὶ τοῖς ἥσσοσι προσγίνεται ἡ τύχη, τῷ δὲ τὰ ἀπʼ ἀρετῆς περιποιεῖ. δηλοῖ δὲ διὰ τούτων ὡς κενὰ τὰ τῆς τύχης πρὸς τοὺς ἀνεπιτηδείους.
Πάριος δέ: Πάρις ὁ Ἀλέξανδρος ἐκλήθη παρὰ τὸ— εὐειδέστατον ἀνελόμενος ἀνέθρεψεν. Πορφύριός φησιν ἱστορεῖν τὸν γράψαντα τὰ Τραγῳδούμενα ὅτι ὁ θρέψας τὸν Πάριν νομεὺς ἀρχιάλας ἐκαλεῖτο.
ἧχι: τὸ ἧχι χωρὶς τοῦ ι ἡ Ἀριστάρχου.
ἑκάστῳ: Ἀρίσταρχος κατὰ γενικὴν «ἑκάστου».
ἑκάστῳ: μόνως κατὰ γενικὴν τὸ «ἑκάστου».
ἑκάστῳ: μόνως κατὰ γενικήν. τὸ ἑκάστῳ ἀντὶ τοῦ ἑκάστου.
ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεʼ ἔκειντο: τὸ ἔκειντο οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων, ἀλλὰ προσυπακούομεν τὸ ἑστήκεσαν, ὡς ἐπὶ τοῦ «ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;». «ἐλεύσομεν ἐγγὺς ἐόντων καπνὸν τʼ αὐτῶν τε φθογγήν». ἢ ὡς ἰσοδυναμοῦν τῷ ἕστασαν· ἐφίστασθαι γοῦν τὴν στήλην φαμὲν ἀντὶ τοῦ ἐπικεῖσθαι. ἢ καὶ ἐπὶ ἀργῶν ἵππων τὸ ἔκειντο.
ἀερσίποδες: αἴροντες εἰς ὕψος—τρέχειν ἵπποι. καὶ ἔστιν ἰδίωμα παρὰ τὸ ἀείρω ἀέρω ἀέρσω, ὡς κέρσω.
ἐδύσατο τεύχεα καλά: ὡς ἰδίᾳ μέλλοντες κινδυνεύειν ἀσφαλέστερον ὁπλίζονται· ἢ ὡς μέλλοντες κάμνειν προανεκτήσαντο αὑτοὺς τῇ τῶν ὅπλων ἀνέσει.
Ἑλένης πόσις ἠϋκόμοιο: κοσμεῖ αὐτὸν τῷ γάμῳ ὡς «πόσις Ἥρης». πρῶτος δὲ λαχὼν πρῶτος ὁπλίζεται.
κνημῖδας μὲν πρῶτα—ἐπισφυρίοις ἀραρυίας: ὁπλισμὸν διδάσκει. ἐπισφύρια δέ εἰσιν οἱ γλυμμοὶ τῶν σφυρῶν.
ὁπλισμὸν διδάσκει διὰ τούτου. ἐπισφύρια δέ εἰσιν οἱ γλουτοί, ἤτοι τὰ τῶν σφυρῶν σφαιρώματα.
κασιγνήτοιο Λυκάονος: κωμῳδεῖται ὡς οὐκ εἰδὼς τὸ συστάδην, ἄλλως τε καὶ δειλὸς Λυκάων, ὃς ἔρριψε τὴν παντευχίαν οὐ φέρων τὸν ἱδρῶτα
ἥρμοσε δʼ αὐτῷ: τοῖς γὰρ ὁμοιογενέσι καὶ ὁμοιοτρόποις ὅμοιαι τῶν σωμάτων αἱ κατασκευαί.
ἀμφὶ δʼ ἄρʼ ὤμοισιν—στιβαρόν τε: ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, καὶ μετὰ τὸν «οἷο κασιγνήτοιο» ὑποτάσσει «κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετʼ ἀσπίδα τερσανόεσσαν». ὥστε ἐναντίως τῷ Ὁμηρικῷ ὁπλισμῷ ἔχειν· πρὸ τῆς ἀσπίδος γὰρ φανήσεται ἀναλαμβάνων τὴν περικεφαλαίαν καὶ ξίφος μὴ ἔχων.
ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος—, αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε: ἀπὸ κοινοῦ τὸ ὤμοισιν βάλετο, ἀναγκαίως διὰ τοὺς τελαμῶνας.
χάλκεον: βραχὺ διασταλτέον ἐπὶ τὸ χάλκεον· κοινὸν γὰρ τὸ «ἀμφʼ ὤμοισι βάλετο» καὶ ἐπὶ τοῦ σάκους.
χάλκεον: βραχὺ διασταλτέον εἰς τὸ χάλκεον. ἔστι δὲ κοινὸν καὶ τοῖς ἑξῆς.
κυνέην … ἔθηκεν: Ἀττικῶς ἀντὶ τοῦ περιέθηκεν, ὡς «τιθήμενον ἔντεα καλά», καὶ «αὐτὸς ὑπὲρ τοῦ δήμου θέμενος τὰ ὅπλα», ὅ ἐστι περιθέμενος, ἐν τῷ Κατὰ Μειδίου
δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν: πολλὴν ἔμφασιν ἔχει νεύων ὁ λόφος.
πολλὴν δὲ καὶ ὁ λόφος νεύων ἔχει τὴν ἔμφασιν.
εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει: ἐν ἄλλῳ «εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκάχμενον ὀξέϊ χαλκῷ».
ὣς δʼ αὔτως Μενέλαος: ὅτι οὗτος ξίφος ἔχει. εἰ δὲ ὡσαύτως τῷ Ἀλεξάνδρῳ καθώπλισται, πάντως κἀκεῖνος εἶχε ξίφος. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον. ἔντεʼ: ὅπλα. εἴρηται δὲ ἀπὸ τοῦ—ἔντεα δαιτός.
ἑκάτερθεν ὁμίλου: ἐξ ἑκατέρου ὁμίλου.
δεινὸν δερκόμενοι: ζῆλος αὐτοὺς ἐρεθίζει.
θάμβος δʼ ἔχεν εἰσορόωντας: ἐκ παντὸς τόπου καὶ προσώπου τὴν ἔμφασιν κινεῖ. τὸ δὲ ἄδηλον καραδοκοῦντες ἐκπλήσσονται· «ξυνὸς» γὰρ «Ἐνυάλιος».
διαμετρητῷ: Ἀρίσταρχος περισπᾷ καὶ οἱ ἄλλοι. καὶ οὕτως ἔχει ἡ παράδοσις. καὶ ἔστιν παρασύνθετον· τὸ γὰρ ῥῆμα συντέθηται ἐν τῷ «χῶρον μὲν πρῶτον διεμέτρεον».
σείοντʼ ἐγχείας: βραχὺ διασταλτέον ἐπὶ τὸ ἐγχείας.
πρόσθε δʼ Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος:οἱ μὲν παρὰ τὸ κίειν ἐν πλεονασμῷ, οἱ δὲ παρὰ τὴν σκιάν. οὐκ ἔχει δὲ παρρησίαν Ἀλέξανδρος εὐχῆς ἄδικος ὤν.
οὐδʼ ἔρρηξεν χαλκός: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ ν, «χαλκόν». οὕτως ἄμεινον διὰ τοῦ ς γράφειν· καὶ γὰρ ὕστερόν φησιν· «ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ» ἀντὶ τοῦ τῷ δόρατι. καὶ τὸ μὲν τῆς τύχης ἔτυχεν, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν.
οὐδʼ ἔρρηξεν χαλκόν: οὕτως Ἀρίσταρχος. ἄμεινον δὲ διὰ τοῦ ς γράφειν· καὶ γὰρ ὕστερόν φησιν· «ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ» ἀντὶ τοῦ τῷ δόρατι. καὶ τὸ μὲν τῆς τύχης ἔτυχε, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν.
Ἀρίσταρχος μὲν χαλκόν, ἄμεινον δὲ «χαλκός»· καὶ γὰρ ὕστερόν φησιν· «ὁ δὲ δεύτερος ὤρνυτο χαλκῷ» ἀντὶ τοῦ δόρατι. καὶ τὸ μὲν τῆς τύχης ἔτυχε, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν.
ἐπευξάμενος: Ἑλληνικὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῇ ῥώμῃ· καὶ γὰρ μὴ βουλομένου θεοῦ ὁ πολλῶν κρατήσας ἑνὸς ἡττᾶται μόνου πολλάκις.
δῖον Ἀλέξανδρον καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον:ἀθετεῖται, ὅτι οὐκ ἀναγκαίως ἐπιλέγεται· καὶ γὰρ ὁ καιρὸς τὸ σύντομον ἔχειν θέλει. καὶ δῖον ἀκαίρως ὁ Μενέλαος τὸν ἐχθρὸν λέγει. ἐὰν δὲ γράφηται «δαμῆναι», βραχὺ διαστελοῦμεν ἐπὶ τὸ Ἀλέξανδρον· κοινὸν γὰρ τὸ «δός», ἐὰν δὲ δάμασσον, δευτέραν ἄνω θετέον, ἐπεὶ καὶ καθʼ ἑαυτὸ δύναται πλῆρες εἶναι τὸ ἑξῆς.
δῖον Ἀλέξανδρον: τινὲς τὸ δῖον τῷ «ἐμὲ» συνάπτουσιν. ἢ ἐρεθίσαι κατʼ αὐτοῦ βούλεται τὸν θεὸν ὡς αἰσχύναντος τὸ ἀπὸ Δαρδάνου γένος.
δάμασσον: Ἀρίσταρχος «δαμῆναι».
γράφεται «δαμῆναι», ἵνα συνᾴδῃ τῷ «δὸς τίσασθαι».
ἐρρίγῃσι: ἀπὸ τοῦ ῥιγῶ ῥιγεῖς, οὗ παρατατικὸς ἐρρίγουν, ὁ μέσος παρακείμενος ἔρριγα, ὃς μεταπλάττεται εἰς ἐνεστῶτα τὸν ἐρρίγω ὡς δέδοικα δεδοίκω.
ξεινοδόκον: παροξύνεται διὰ τὴν ἐνέργειαν. οὕτως δὲ πέφυκε τὰ παρὰ ῥῆμα συντιθέμενα παροξύνεσθαι μέν, ὅτε ἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεσθαι δέ, ὅτε πάθος, εἰ μὴ κανόνες τινὲς κωλύοιεν, οὓς παρατίθεται ὁ Ἡρωδιανός. ὥστε διαφέρειν τὸ λιθοβόλος τοῦ λιθόβολος· τὸ μὲν γὰρ παροξυνόμενον σημαίνει τὸν λίθους βάλλοντα, τὸ δὲ προπαροξυνόμενον τὸν ὑπὸ λίθου βεβλημένον, ὡς παρʼ Εὐριπίδῃ ἐν Φοινίσσαις· «λιθόβολον εἷμα κατειργάσω»
ξεινοδόκον: διὰ τοῦ κ ὡς πανδοκεῖον. ὁ δεχόμενος δὲ ἐνεργεῖ, οὐ πάσχει· διὸ παροξύνεται.
φιλότητα: ὅτι σαφῶς νῦν φιλότητα τὴν ξενίαν εἴρηκεν.
φιλότητα παράσχῃ: μόνως ὅτι γράφεται φιλότητα δὲ ξενίαν· καὶ «ἐν μεγάροις ἐφίλησα».
φιλότητα: ἀπελθόντα γὰρ ὡς—καταφρονηθέντι.
ἀμπεπαλών: ἀνακραδήνας ἀπὸ τοῦ πάλλω, ὡς «τεταγών».
ἠρήρειστο: τὸ βίαιον τῆς πληγῆς δηλοῦται τῷ τραχεῖ τοῦ ῥήματος.
ἀντικρύ: διαφέρει τὸ ἀντικρύ—τὸ φανερῶς.
ἐρυσσάμενος ξίφος: ὅτι ξίφος ἔχει, πρὸς Ζηνόδοτον.
κόρυθος φάλον: τὸ προμετωπίδιον ἀνάστημα—τὸ κάρα.
ἀμφὶ δʼ ἄρʼ αὐτῷ: Ἀρίσταρχος «ἀμφὶ δʼ ἄρʼ αὐτῇ,» τῇ περικεφαλαίᾳ.
ἀμφὶ δʼ ἄρʼ αὐτῷ: αἱ χαριέστεραι καὶ πλείονες θηλυκῶς ἔχουσιν, ἵνʼ ᾖ «ἀμφὶ δʼ ἄρʼ αὐτῇ», τῇ κόρυθι. ἐὰν δὲ ᾖ ἀρσενικόν, ἐπὶ τοῦ λόφου κεῖται.
διατρυφέν: τὰ γὰρ ὑπερβάλλουσαν ἀκμὴν ἔχοντα εὔθρυπτα.
διατρυφέν: παρὰ τὸ θρύπτω, ὅθεν καὶ τρυφὴ ἡ θρύπτουσα τὸ σῶμα· καὶ γὰρ οὐδὲν ἧττον αὕτη τὸ σῶμα ἢ ὁ σίδηρος διαθρύπτει τὸ δόρυ.
διὰ τί ὁ Μενέλαος συγκλασθέντος—τῷ ἐκείνου θανάτῳ.
Ἀτρείδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ: διοτρεφεῖς γὰρ οἱ βασιλεῖς. καὶ φιλεγκλήμονες οἱ ἀτυχεῖς.
εὐρύν: ὅτι Ζηνόδοτος γράφει «αἰπύν». αἰπὺ δὲ ὄρος ἂν λέγοιτο, ὁ δὲ οὐρανὸς εὐρύς· παρήκει γὰρ τῇ γῇ.
ὀλοώτερος: ὀλέθρων αἰτιώτερος· ἀναιρουμένου γὰρ Ἀλεξάνδρου τὰ τῆς μάχης ἐλύετο.
ὀλοώτερος ἄλλων: ἐμοὶ τῷ Μενελάῳ—ἐπὶ τῷ παρʼ ἀξίαν σωζομένῳ.
ἦ: περισπᾶται ὁ ἦ· βεβαιωτικὸς γάρ.
ἦ τʼ ἐφάμην τίσασθαι … κακότητος: Ἀττικῶς πέφρασται, ὡς «ἐγραψάμην Φιλῖνον κλοπῆς». παρὰ βραχύ, εἰ μὴ ἐσφάλην.
ἄγη: πλεονασμῷ «ἐάγη».
οὐδʼ ἔβαλόν μιν: ὅτι Ἀμμώνιος ἐν τῷ Πρὸς Ἀθηνοκλέα συγγράμματι ὁμοίως εἶχεν «οὐδʼ ἐδάμασσα». καὶ ἔστι συναιρῶν τοῖς λεγομένοις πρότερον ὑπὸ τοῦ Μενελάου· «δῖον Ἀλέξανδρον καὶ ἐμῇς ὑπὸ χερσὶ δαμῆναι». ὅτι σαφῶς τὸ οὐδʼ ἔβαλόν μιν σημαίνει ἀντὶ τοῦ οὐδὲ ἐπάταξα αὐτόν.
οὐδʼ ἔβαλόν μιν: πᾶσαι «οὐδὲ δάμασσα» γράφουσι καὶ οὐδʼ ἔβαλόν μιν.
καὶ ἐπαΐξας κόρυθος λάβεν: εἴδωλον Ἀλεξάνδρου καταλιμπάνει τῇ ὑποθέσει τριχῇ φονεύσας αὐτόν, δόρατι ξίφει αἰχμαλωσίᾳ.
κόρυθος λάβεν: ὃ γὰρ ἂν τῷ θυμῷ παραπέσῃ, τοῦτο ὅπλον χορηγεῖται τῷ θυμῷ.
ἕλκε δʼ ἐπιστρέψας: διὰ τοῦ ῥήματος παρέτεινεν αὐτοῦ τὴν αἰσχύνην. οὐ φονεύει δὲ αὐτὸν τῷ αὐτοῦ ξίφει, ἢ ὑπὸ τοῦ καιροῦ ἢ ὑπὸ τῆς Ἀφροδίτης σφαλλόμενος, ἢ τοῖς ὅπλοις ἀπογνούς, ἢ καὶ ὅτι ἶσον ἦν θανάτου τὸ ὑπεκστῆναι τοῦ μετρητοῦ, ἢ ζῶντα αὐτὸν ἑλεῖν βουλόμενος, ὅπερ ἦν μεῖζον· οὕτω γὰρ ἂν ἀξίως ἐτιμωρήσατο αὐτὸν ἢ συντόμως ἀνελών.
ἄγχε δέ μιν πολύκεστος ἱμάς: θέραψ γάρ ἐστι τοῦ κεστοῦ τῆς Ἀφροδίτης. συναπάγει δὲ αὐτόν, ὅπως μὴ ἀγχονισθείη.
πολύκεστος: ὅτι πολύκεστος ὁ πυλοκέντητος. ἐκ δὲ τούτου ὁ ποικίλος δηλοῦται διὰ τὰς ῥαφάς. καὶ ὁ τῆς Ἀφροδίτης κεστὸς ἀπὸ τούτου· «τῆ νῦν τοῦτον ἱμάντα ποικίλον». ὁ δὲ Καλλίμαχος ὡς ὄνομα κύριον τοῦ ἱμάντος τὸν κεστὸν ἐκδέχεται.
ἁπαλὴν ὑπὸ δειρήν: ὡς ἐπὶ γυναικὸς εἶπεν οὐκ εἰωθυίας κόρυθα φορεῖν.
ἁπαλήν εἶπεν ὡς ἐπὶ γυναικὸς οὐκ εἰωθυίας κόρυθα φέρειν.
ὑπʼ ἀνθερεῶνος: τοῦ ἀνθερεῶνος αὐτοῦ.
καί νύ κεν εἴρυσσέν τε: ἐν τῇ Ἀριστοφάνους «καί νύ κεν ἐξείρυσεν», οὐ μέντοι ἐν τῇ Ἀριστάρχου.
εἰ μὴ ἄρʼ ὀξὺ νόησε Διὸς θυγάτηρ Ἀφροδίτη:πάλιν διαστολὴ πρὸ τούτου· ἀνέστραπται γὰρ ἡ περίοδος. ὀρθὴ δʼ ἂν ἐγένετο οὕτως· εἰ μὴ ἄρʼ ὀξὺ νόησε, «καί νύ κεν εἴρυσσέν τε».
εἰ μὴ ἄρʼ ὀξὺ νόησε: οὐ βοηθεῖ Ἀθηνᾶ Μενελάῳ, ὅπως ἡ Ἴλιος πορθηθῇ σῳζομένου Ἀλεξάνδρου.
ῥῆξεν ἱμάντα: οὐ λῦσεν· τάχους γὰρ ἦν χρεία. οὐ σῴζεται δὲ σὺν τῇ κόρυθι, ὅπως τὸ κάλλιστον τῶν λαφύρων παρὰ τοῖς πολεμίοις καταλειφθῇ.
ἶφι κταμένοιο: ἰσχυρῶς καὶ μετὰ βίας—ὑπὸ τῆς νόσου.
ἥρως: εὔκαιρον ἐπὶ τῇ νίκῃ τὸ ἥρως, καίτοι δυνάμενον «Ἀτρείδης» κεῖσθαι.
ῥῖψʼ ἐπιδινήσας: σύμβολον τῆς νίκης· ταὐτὸν γάρ ἐστι τῷ καὶ τὴν κεφαλὴν ῥῖψαι
ἔγχεϊ: ζητεῖται ποίῳ ἔγχει· ὃ γὰρ εἶχεν, ἐξηκόντισεν· διὸ ἡ διπλῆ. λεκτέον οὖν ὅτι ἐπόρουσεν, ἐφʼ ὃ ἐξηκόντισεν ἔγχος ἐνεχόμενον τῇ ἀσπίδι καὶ τῷ θώρακι τοῦ Ἀλεξάνδρου, ἵνα τοῦτο ἐκσπάσας ἀνέλοι αὐτόν. οὕτως οὖν ληπτέον τὸ ἑξῆς, «ἐπόρουσε» ἔγχει χαλκείῳ, εἶτα χωρὶς «κατακτάμεναι μενεαίνων».
ἔγχεϊ χαλκείῳ: καὶ πῶς φησιν «ἐκ δέ μοι ἔγχος ἠΐχθη παλάμηφιν» ἢ ὅτι δύο δόρατα ἐβάσταζεν· ἢ τῶν παρόντων ἥρπασεν· ἢ τῷ ἐμπεπηγότι αὐτῷ διαχρησόμενος ἐπεδίωκεν.
τὸν δʼ ἐξήρπαξʼ Ἀφροδίτη: ἐπὶ τοσοῦτον ἄγει τὰς περιπετείας ὁ ποιητὴς ὡς ὑπὸ μόνων ἰᾶσθαι θεῶν.
κηώεντι: κοιμιστικῷ, εὐώδει. καὶ τοῦτο δὲ τῆς ἀκολασίας Ἀλεξάνδρου τεκμήριον.
αὐτὴ δʼ αὖθʼ Ἑλένην: κατηγοροῦσιν ὡς προαγωγὸν εἰσάγοντος αὐτοῦ τὴν θεόν. ἀλλʼ ἐπεὶ ὥρμηται γέλωτα μὲν θέσθαι τὸν Πάριν, ἐπαινέσαι δὲ τὴν Ἑλένην, καὶ τοῦ μὲν τὴν ἀκρασίαν, τῆς δὲ τὴν σωφροσύνην ὑπʼ ὄψιν ἄγειν, οὐ δύναται δὲ διεστῶτα τὰ πρόσωπα διʼ ἑτέρου τινὸς συμβιβάζειν, ἐπίτηδες παρέλαβε τὴν Ἀφροδίτην.
καλέουσʼ: καλέουσα.
αὐτὴ δʼ αὖθʼ Ἑλένην καλέουσʼ ἴε· τὴν δʼ ἐκίχανε πύργῳ ἐφʼ ὑψηλῷ: ὅπως μὴ ἀποδοθῇ ὁρωμένη ἀπὸ τοῦ τείχους· διὰ τοῦτο γὰρ εἶπε περὶ δὲ Τρωαὶ ἅλις ἦσαν. ἢ ὅπως μὴ οἰόμενος αὐτὴν ἐκδεδόσθαι καὶ διαχρήσηται ἑαυτόν.
καλεῖ δὲ αὐτὴν, ὅπως μὴ διὰ τοῦ τείχους ἀποδοθῇ, ἢ μή πως οἰόμενος αὐτὴν ἀποδεδόσθαι διαχρήσηται ἑαυτόν.
περὶ δὲ Τρωαὶ ἅλις ἦσαν: πυθόμεναι γὰρ τὸ μονομάχιον ἐξῆλθον. πιθανὸν δὲ ἀποστάντος τοῦ Πριάμου προστεθῆναι ταῖς Τρῳάσιν αὐτήν· θεωροῦσα δὲ τὴν μάχην οὐδʼ ὁτιοῦν φθέγγεται, ὅπως μὴ τὸ πάθος ἐκφήνῃ.
χειρὶ δὲ νεκταρέου ἑανοῦ: γραφικῶς τοῦτο. ὑπεξάγει δὲ αὐτήν, ὅπως μὴ ἐν μέσαις ταῖς Τρῳάσι διαλέγηται αὐτῇ. πρᾶγμα δὲ εὐτελὲς μεθʼ ὅσης φαντασίας δηλοῖ, ὑψῶν τῷ κόμπῳ τῶν ἐπιθέτων. νεκταρέου δὲ θείου, παρὰ τὸ νέκταρ. ἑανοῦ δὲ λευκοῦ ὡς «ἑανῷ λιτί» καὶ «ἑανοῦ κασσιτέροιο».
Λακεδαίμονι ναιεταώσῃ: μιᾷ τῶν ὑπολειφθεισῶν εἴκασται, δηλοῦσα ὅτι θεός ἐστιν· ἢ λείπει ὁ καί, ἵνʼ ᾖ καὶ ἐν Λακεδαίμονι.
ναιεταώσῃ: ναίω ναιέτης, καὶ ὡς κυνηγέτης κυνηγετῶ, οὕτως ναιέτης ναιετῶ ναιετᾷς, διαίρεσις ναιετάω. καὶ ἔδει μὲν ναιεταούσῃ. ὡς βοαούσῃ, ἀλλʼ ἔστιν ὅμοιον τῷ «ἱδρῶσαι, ἦγον δέ».
ἐκ τοῦ ναίω ναιέτης· καὶ ὥσπερ ἀπὸ τοῦ κυνηγέτης κυνηγετῶ, οὕτως ἀπὸ τοῦ ναιέτης ναιετῶ. καὶ ὤφειλε μὲν ναιεταούσῃ, ἀλλʼ ἔστιν ἡ χρῆσις Ἰώνων.
ἤσκειν: ὡς ἐδεδειπνήκειν.
μάλιστα δέ μιν φιλέεσκε: τὴν γραῦν, ὡς καὶ ὁ ὄνειρος εἴκασται τῷ φιλτάτῳ Νέστορι
δεῦρʼ ἴθʼ· Ἀλέξανδρός σε καλεῖ οἶκον δὲ νέεσθαι:στικτέον μετὰ τὸ ἴθι· αὐτοτελὲς γὰρ καὶ ἀσύνδετον πρὸς τὰ ἑξῆς. καὶ κατὰ τὸ τέλος τοῦ στίχου στικτέον τελείᾳ.
τελεία μετὰ τὸ ἴθι στιγμή.
Ἀλέξανδρός σε καλεῖ—στίλβων καὶ εἵμασιν: διχῇ αὐτὴν ἀναζωπυρεῖ ὑπομιμνῄσκουσα τοῦ ἀνδρὸς ἀπὸ τοῦ κάλλους καὶ τοῦ τόπου.
δεινωτοῖσι λέχεσσιν: ὅτι δεινωτὰ λέχη λέγει ἤτοι διὰ τὸ τετορνεῦσθαι τοὺς πόδας, ἢ διὰ τὴν ἔντασιν τῶν ἱμάντων· πρώτῃ γὰρ ἐχρῶντο τῇ διὰ τῶν ἱμάντων πλοκῇ.
δινωτοῖσι: ἐφʼ ὧν ἀκινητοῦμεν, κατὰ ἀντίφρασιν. ἢ ὅτι δῖνος ὁ τόρνος. καὶ διὰ τοῦ ι φησὶν ὁ Ἡρωδιανὸς ἐν τῷ Περὶ σχημάτων
κεῖνος ὅ γε—καὶ εἵμασιν: λείπει τὸ ἐστίν. ἐπεὶ δὲ συνήθης ἡ φράσις, ἐὰν τεθῇ, δοκεῖ πλεονάζειν.
κάλλεΐ τε στίλβων καὶ εἵμασιν: ταῦτά φησιν, ἵνα μὴ διὰ τὸν λύθρον αὐτὸν μυσαχθῇ.
ταῦτά φησιν, ἵνα μὴ μυσαχθῇ αὐτὸν διὰ τὸ λύθρον.
οὐδέ κε φαίης: ὅτι ὡς πρός τινα λέγει μὴ ὑποκειμένου προσώπου, ἀντὶ τοῦ φαίη τις ἄν.
ἀνδρὶ μαχεσσάμενον τόν γʼ ἐλθεῖν: διαστολὴ βραχεῖα ἐπὶ τὸ ἐλθεῖν· κοινὸν γὰρ τὸ «οὐδέ κε φαίης».
ὀλίγον διασταλτέον μετὰ τὸ ἐλθεῖν.
ἀλλὰ χορόν: ἠϊθέων τὸ χορεύειν· ἐφʼ ᾧ καὶ Πρίαμος ὀνειδίζει τοῖς υἱοῖς· «χοροιτυπίῃσιν ἄριστοι».
ὣς φάτο· τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε: ὅτι οὐ δεῖ ἀκούειν ἐκ τοῦ θυμὸν ὄρινεν ἐθύμωσεν, ἀλλὰ τὸ παρώρμησεν· δεξάμενος δέ τις τὸ πρότερον τοὺς ἑξῆς ἐνδιασκευάζει· διὸ ἀθετοῦνται ἀπὸ τοῦ «καί ῥʼ ὡς οὖν ἐνόησεν» ἕως τοῦ «ὣς ἔφατʼ, ἔδδεισεν δʼ Ἑλένη» στίχοι εἴκοσι τρεῖς· πῶς γὰρ ἡ γραίᾳ παλαιγενεῖ εἰκασμένη «περικαλλέα δειρὴν» εἶχεν καὶ «ὄμματα μαρμαίροντα» καὶ «στήθεα ἱμερόεντα» καὶ βλάσφημα παρὰ τὸ πρόσωπόν ἐστι τὰ λεγόμενα «ἧσο παρʼ αὐτὸν ἰοῦσα, θεῶν δʼ ἀπόειπε κελεύθους, μηδʼ ἔτι σοῖσι πόδεσσιν». καὶ εὐτελὴς κατὰ τὴν διάνοιαν «μή μʼ ἔρεθε, σχετλίη». αἰρομένων δὲ αὐτῶν καὶ τῆς συνεπείας γινομένης οὕτως· ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· «βῆ δὲ κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ σιγῇ, πάσας δὲ Τρῳὰς λάθεν, ἦρχε δὲ δαίμων».
περικαλλέα δειρήν: καὶ μὴν γραῒ παρεικασθεῖσα ἦν. ἀλλʼ ἔθος τοῖς ἡμιθέοις ἐπιγινώσκειν τοὺς θεούς, ὡς Αἴας τὸν Ποσειδῶνα
στήθεά τʼ ἱμερόεντα: οὐδὲν ἄτοπον γυμνὴν φαίνεσθαι τὴν θεόν· Ἑλένῃ γὰρ ἦλθε γνωρισθῆναι, κρύπτεται δὲ τὰς Τρῳάς.
ἔπειτα: τὸ δεύτερον.
δαιμονίη: παρρησιάζεται ἡ Ἑλένη ὡς πρὸς ἀδελφήν.
λιλαίεαι: λῶ τὸ θέλω· ἀναδιπλασιασμὸς λιλῶ. ὡς κερῶ κεραίω, οὕτω καὶ λιλῶ λιλαίω.
ἦ πή με: τὸν ἦ σύνδεσμον περισπαστέον, τὸ δὲ πή ὀξυτονητέον διὰ τὸ μέ ἐγκλιτικόν· ἐνθάδε γὰρ τὸ πη οὐ πύσμα, ἀλλὰ ἀόριστον.
ἦ πή με: τὸ ἦ περισπαστέον, τὸ δὲ πή ὀξυντέον διὰ τὸ μέ· οὐ γάρ ἐστι νῦν ἐρωτηματικὸν τὸ πη, ἀλλὰ ἀόριστον.
προτέρω: ἀπὸ τοῦ προσωτέρου ἐστί· διὸ δίχα τοῦ ι.
δίχα τοῦ ι τὸ προτέρω· ἀπὸ τοῦ προσωτέρω γάρ ἐστιν.
Φρυγίης: λείπει ἡ ἐπί.
Μῃονίης: Μῄονες ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν, εἶτα Λυδοὶ ἀπὸ Λυδοῦ τοῦ Ἄτυος, ὥς φησιν Ἡρόδοτος
εἴ τίς τοι καὶ κεῖθι φίλος μερόπων ἀνθρώπων:πρὸ τούτου διαστολὴν θετέον· ἀνέστραπται γὰρ ὁ λόγος.
καὶ κεῖθι: Ἀρίσταρχος μετὰ τοῦ ι, καὶ κεῖθι.
καὶ κεῖθι: ἐκ πλήρους ὁ καί σύνδεσμος.
οὕνεκα δὴ νῦν δῖον Ἀλέξανδρον—παρέστης: ἀπʼ ἄλλης ἀρχῆς τὸ οὕνεκα· ἀσύνδετος γὰρ πρὸς τὰ ἐπάνω ὁ λόγος. ὑποστικτέον δὲ ἐν ὑποκρίσει εἰς τὸ ἄγεσθαι, ἐπεὶ τῶν ἀνταποδοτικῶν ἐστι καὶ ταῦτα, οὕνεκα —τοὔνεκα
τοῦτο ἀπὸ ἄλλης ἀρχῆς.
οὕνεκα δὴ νῦν: κομματικὸς ὁ λόγος τῇ δυσχεραινούσῃ διανοία. θέλει δὲ εἰπεῖν ὅτι οὔ με λανθάνεις, ἐφʼ ᾧ ἦλθες ἐνθάδε.
τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσα παρέστης:ἠθικῶς πυνθάνεται· διὸ οὐ δεῖ ὑποστίζειν εἰς τὸ παρέστης.
θεῶν δʼ ἀπόειπε κελεύθους: Ἀρίσταρχος «ἀπόεικε» διὰ τοῦ κ, καὶ χωρὶς τοῦ ς «κελεύθου». θαυμάσειε δʼ ἄν τις, ἡ ἑτέρα διὰ τοῦ π πόθεν παρέδυ· οὔτε γὰρ ἐν ταῖς Ἀρισταρχείοις οὔτε ἐν ἑτέρᾳ τῶν γοῦν μετρίων ἐμφερόμενον πέφυκεν, καὶ οὐ μόνον ἐν ταῖς ἐκδόσεσιν, ἀλλὰ καὶ ἐν τοῖς συγγράμμασιν ἁπαξάπαντες οὕτως ἐκτίθενται. προσθήσειν μοι δοκῶ καὶ τὴν Ἀριστάρχου λέξιν οὕτως ἔχουσαν· «τί δὲ εἰς τὰς θεοὺς ὁδοῦ εἶκε καὶ παραχώρει, μὴ βαδίζουσα εἰς αὐτούς.»
Ἀρίσταρχος «κελεύθου».
θεῶν δʼ ἀπόεικε κελεύθου: οὐ πᾶσαι. οὐκ ἐπαρᾶται δέ, ἀλλʼ ὀνειδίζει ἀντὶ τοῦ μὴ πρᾶσσε τὰ θεῶν.
κεῖσε δʼ ἐγὼν οὐκ εἶμι· νεμεσσητὸν δέ κεν εἴη· κείνου πορσανέουσα λέχος: τὸ ἑξῆς ἐστι κεῖσε δʼ ἐγὼν οὐκ εἶμι κείνου πορσανέουσα λέχος.
κείνου πορσανέουσα λέχος: εὐτρεπίζουσα, ὡς τὸ «λέχος πόρσυνε καὶ εὐνήν». τὸ δὲ ἑξῆς «οὐκ εἶμι κεῖσε» πορσανέουσα λέχος. τὸ δὲ νεμεσητόν διὰ μέσου.
Τρῳαὶ δέ μʼ ὀπίσσω πᾶσαι μωμήσονται: ὡς δευτέρας μάχης αἰτίαν οὖσαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι.
μωμήσονται γάρ με, φησίν, αἱ Τρωάδες ὡς δευτέρας μάχης οὖσαν αἰτίαν· ἔδει γὰρ αὐτὴν τῷ νικήσαντι ἕπεσθαι.
μή μʼ ἔρεθε, σχετλίη, —ἔχθεα λυγρά: βραχὺ διασταλτέον σχετλίη, μεθείω, ἀπεχθήρω. στικτέον δὲ φίλησα, ἐὰν ᾖ τὸ μητίσομαι ὁριστικόν· ἐὰν δὲ ὑποτακτικὸν συνεσταλμένον, κἀκεῖ διαστολὴν θετέον, ἵνα κοινὸν ᾖ τὸ μή ἐπίρρημα κατὰ πάντων, μή σε μεθείω, μὴ ἀπεχθήρω.
μή μʼ ἔρεθε, σχετλίη: τὸ ἀνεξίκακον τῆς θείας ἐδήλωσε φύσεως. «θεὸς γὰρ ἐπὶ σμικροῖς οὐ θερμαίνεται ἀλλʼ ὡς λέβης τις μείζονος δεῖται πυρός»
μὴ χωσαμένη σε μεθείω: μετωνυμικῶς ἀντὶ τοῦ ἐαθῆναι ποιήσω καὶ μισηθῆναι, ὡς καὶ φιληθῆναι ἐποίησα.
ἔκπαγλʼ ἐφίλησα: Ἀρίσταρχος Ἰακῶς «ἔκπαγλα φίλησα».
μητίσομαι αἴσχεα λυγρά: καὶ τῶν ἐναντίων γὰρ ἔχουσιν ἐξουσίαν οἱ θεοί, ὡς αἱ Μοῦσαι ἐπὶ Θαμύριδος.
ἔχθεα: ἐν τῇ ἑτέρᾳ τῶν Ἀρισταρχείων «ἄχθεα» ἐγέγραπτο, τινὲς δὲ «ἄλγεα» γράφουσιν.
αἴσχεα: ἡ μὲν ἑτέρα τῶν Ἀριστάρχου «αἴσχεα», ἡ δὲ ἑτέρα «ἄλγεα».
ὄληαι: ὡς «πύθηαι»· μέσος γὰρ δεύτερος ἀόριστος.
ὄληαι: ἀντὶ τοῦ ὄλοιο.
ἔδδεισεν δʼ Ἑλένη: διδάσκει μὴ θρασείας γίνεσθαι πρὸς τοὺς ὑπερέχοντας τὰς ἀποκρίσεις.
βῆ δὲ κατασχομένη: πάλιν κοσμίως ἀναχωρεῖ.
ἀργῆτι φαεινῷ: ἐκ παραλλήλου τὸ αὐτό.
τοῦτο ἐκ παραλλήλου εἴρηται.
δόμον περικαλλέʼ ἵκοντο: τοῦ Ἀλεξάνδρου· ἐπὶ δὲ Ἕκτορος «δόμους εὖ ναιετάοντας».
ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο:ἔδει γὰρ αὐτὰς χωρίζεσθαι διαλέξεως ἀνδρὸς καὶ γυναικός, τὰ συνήθη πρασσούσας.
ἡ δʼ εἰς ὑψόροφον: ἀπὸ τούτου ἕως τοῦ «ἔνθα κάθιζʼ Ἑλένη» στίχοις τέσσαρσι παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι Ζηνόδοτος μετετίθει τὴν συνέπειαν οὕτως· «ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο αὐτὴ δʼ ἀντίον ἷζεν Ἀλεξάνδροιο ἄνακτος, ὄσσε πάλιν κλίνασα, πόσιν δʼ ἠνίπαπε μύθῳ»· ἀπρεπὲς γὰρ αὐτῷ ἐφαίνετο τὸ τῇ Ἑλένῃ τὴν Ἀφροδίτην δίφρον βαστάζειν. ἐπιλέλησται δὲ ὅτι γραῒ εἴκασται καὶ ταύτῃ τῇ μορφῇ τὰ προσήκοντα ἐπιτηδεύει.
δῖα: ἀντὶ τοῦ διοτάτη. καλῶς δὲ τὰ ἐπὶ Διὸς οὐκ ἐπιτείνονται.
δίφρον ἑλοῦσα … Ἀφροδίτη: εἰ μὲν ὡς γραῦς, οὐκ ἄτοπον· εἰ δὲ ὡς Ἀφροδίτη, καὶ Ἀθηνᾶ λύχνον φαίνει Ὀδυσσεῖ. καὶ οὐ θαυμαστόν, εἰ ἀδελφῇ ὑπηρετεῖται· διὸ καὶ ἐπάγει «κούρη Διός».
φιλομμειδὴς Ἀφροδίτη: τὰ γὰρ ἀφροδίσια λύπης ἀπήλλακται.
ἀντίʼ Ἀλεξάνδροιο: ἡ θέα γὰρ ἐρώτων συνεργός· «ἐκ τοῦ γὰρ εἰσορᾶν γίνεται ἀνθρώποις ἐρᾶν»
κάθιζʼ: συστέλλειν δεῖ τὸ ι καὶ προπαροξύνειν τὸ κάθιζε· ὅσα γὰρ παρῳχημένου χρόνου ῥήματα βραχυκατάληκτα ἐνέλειψε χρόνῳ κατὰ τὸ ἄρχον, ταῦτα συντιθέμενα ἀναδίδωσι τὸν τόνον· εἶχον συνεῖχον· ἀλλʼ ἐπεὶ ἐγένετο ἔχε, ἀνεδόθη ὁ τόνος, «νὺξ δὲ μάλα στυγερὴ κάτεχʼ οὐρανόν». οὕτως ἷζε κάθιζε· «Νέστωρ τʼ αὐτός τʼ ἔφιζε».
ὄσσε πάλιν κλίνασα: ὑπογράφει τὸ σῶφρον τῆς Ἑλένης· τέχνῃ γὰρ ἀντιτάσσεται τῇ Ἀφροδίτῃ.
ἤλυθες ἐκ πολέμου: πλανώμενοί τινες ὑποστίζουσιν ἐν τῷ πολέμου διὰ τὴν ὑπόκρισιν. Νικάνωρ δὲ τελείαν δίδωσι καὶ τὸ ἑξῆς ἀπόλυτόν φησιν.
ὡς: τὸ ὥς ἀντὶ τοῦ εἴθε.
ἀνδρὶ δαμείς, ὃς ἐμός: διαθρύπτεται, ὡς τὸ «δαὴρ αὖτʼ ἐμός».
ἦ μὲν δὴ πρίν γʼ εὔχεο: ἠθικῶς αὐτοῦ τὸ ἀλαζονικὸν ἔσκωψεν· ἴδιον γὰρ ἐρῶντος ἀνδραγαθίας αὐχεῖν.
σῇ τε βίῃ καὶ χερσὶ καὶ ἔγχει φέρτερος εἶναι:βίῃ τῇ ψυχῇ, χερσί τῷ σώματι, ἔγχει τοῖς ἀμυντηρίοις.
ἀλλʼ ἴθι νῦν: ἀπὸ τούτου ἕως τοῦ «ἀφραδέως» ἀθετοῦνται στίχοι πέντε, ὅτι πεζότεροί εἰσι καὶ τοῖς νοήμασι ψυχροὶ καὶ ἀκατάλληλοι· ἅμα μὲν γὰρ λέγει ἀλλʼ ἴθι προκάλεσσαι καὶ κατὰ τὸ συνεχὲς ἐπιφέρει «ἀλλά σʼ ἔγωγε παύσασθαι κέλομαι», ὡς φροντιζούσης.
ἀλλά σʼ ἔγωγε παύσασθαι κέλομαι: θελγομένη ὑπὸ Ἀφροδίτης εἰς τοῦτο ἔρχεται. τάχα δὲ καὶ ἀποδοθῆναι θέλουσα λεληθότως παραινεῖ μὴ μάχεσθαι· μὴ μαχομένου δὲ αὐτοῦ ἀποδοθείη κατὰ τὰ δεδογμένα. καὶ διὰ τοῦτο καὶ ἐκδειματοῦσα «ἀρηΐφιλον» αὐτόν φησιν.
παύσασθαι: Ἀρίσταρχος «παύεσθαι».
παύσασθαι κέλομαι—ἠδὲ μάχεσθαι: στικτέον ἐπὶ τὸ κέλομαι· τὰ γὰρ ἑξῆς ἀπαρέμφατα ἀντὶ προστακτικῶν, πολέμιζε καὶ μάχου. ἐὰν δὲ βραχὺ διαστέλλωμεν ἐπὶ τὸ κέλομαι, ὄντως ἀπαρέμφατα.
παύσασθαι κέλομαι: παρατατικῶς τὸ «παύεσθαι». τελεία δὲ εἰς τὸ κέλομαι, καὶ τὰ ἑξῆς ἀντὶ προστακτικοῦ.
τὸ δὲ «παύεσθαι» ἐνεστῶτος, οὐ παύσασθαι. τελεία δὲ εἰς τὸ κέλομαι, καὶ τὰ ἑξῆς ἀντὶ προστακτικῶν.
ἀφραδέως: ἀπείρως.
δαμασθῇς: Ἀρίσταρχος «δαμείης».
μή με: ἀντὶ τοῦ μή μου.
νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃκεῖνον δʼ αὖτις ἐγώ: οἷαι τῶν ἠσχημονηκότων αἱ ἀπολογίαι. διὰ τὴν Ἀθηνᾶν φησι νενικῆσθαι, ὥσπερ οὐκ ἐκ τῶν ἐναντίων διὰ τὴν Ἀφροδίτην αὐτὸς σωθείς. νικήσειν δὲ ὑπισχνεῖται τὸν Μενέλαον, οὐδὲ μετὰ τὴν ἧτταν τῆς ἀλαζονείας παυόμενος.
νῦν μὲν γὰρ Μενέλαος ἐνίκησεν σὺν Ἀθήνῃ, κεῖνον δʼ αὖτις ἐγώ: ἐπὶ τὸ ἐγὼ βραχὺ διασταλτέον· κοινὸν γὰρ ἀπὸ τοῦ ἐνίκησε τὸ νικήσω.
κεῖνον ἀντὶ τοῦ ἐνίκησε νικήσω αὖτις αὐτὸν ἐγώ· διὸ βραχὺ στικτέον.
βραχὺ διασταλτέον εἰς τὸ ἐγώ, καὶ τὸ νικήσω ἐκδεκτέον· κοινὸν γὰρ ἄμφω τὸ ἐνίκησεν.
πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν: ὀξυτονητέον τὴν παρά πρόθεσιν κατὰ τὴν ἄρχουσαν. ἔστι δὲ οὐκ ἀναστροφή, ἀλλὰ καθʼ ὑπερβατὸν κεῖται διαλελυμένου τοῦ πάρεισιν. εἰκότως τινές φασιν ὅτι αἱ προθέσεις, ὅταν κατὰ διάλυσιν λέγωνται πρὸς τὰ ἐπιφερόμενα, φυλάσσουσι τοὺς τόνους· «κατὰ ταῦρον ἐδηδώς», «κατὰ βοῦς Ὑπερίονος ἤσθιον», «ἀνὰ δʼ ὁ πτολίπορθος Ὀδυσσεύς ἔστη». ἐχρῆν οὖν καὶ τῆς παρά ἐνθάδε, εἰ πρὸς τὸ ἐπιφερόμενον συντάττεται, φυλάσσεσθαι τὸν τόνον· πρὸς οὓς πιθανῶς ὑπαντητέον ὅτι ἐκεῖνα μέν, ἅπερ ἐτίθεντο, καὶ ἐν τῇ συνθέσει φυλακτικὰ ἐγένετο τοῦ τόνου τῶν προθέσεων, οἷον κατήσθιον, κατεδηδώς· οὐ γάρ τις τῶν προθέσεων τούτων ἐπὶ τὴν ἄρχουσαν συλλαβὴν ἑαυτῆς μετεβίβαζε τὸν τόνον. τὸ δὲ πάρεισι μετεβίβαζεν· ἔνθεν καὶ τὸ κατὰ διάλυσιν οὕτως ἀναγινώσκομεν.
ἀλλʼ ἄγε δὴ φιλότητι: πῶς, φασί, μετὰ τοσαύτην αἰσχύνην ὀργᾷ; ἐμφανίζει οὖν τὴν πρόξενον ἁπάντων τῶν κακῶν αὐτοῦ λαγνείαν. ἢ ἀνακτώμενος Ἑλένην προσποιεῖται αὐτῆς ἐρᾶν, ὑπονοῶν ὀργίζεσθαι αὐτήν, ἐφʼ οἷς ἐκδοῦναι αὐτὴν ἔσπευσεν τῷ πολεμίῳ. ἢ ὅτι ὧν στερόμεθα ἐρῶμεν.
φιλότητι τραπείομεν: τερφθῶμεν. κινδυνεύσας δὲ ὑπὲρ αὐτῆς, ὡς νικήσας, τῶν ἐπινικίων ἀπολαύειν ἀξιοῖ.
ἔρως φρένας ἀμφεκάλυψεν: ἐθήρευσεν. ἡ μεταφορὰ ἐκ τῶν περισκεπόντων δικτύων.
οὐδʼ ὅτε σε πρῶτον: Ἀλέξανδρος υἱὸς Πριάμου— ὡς δηλοῖ ὁ ποιητὴς διὰ τῶν ἑαυτοῦ λόγων Λακεδαίμονος ἐξ ἐρατεινῆς: τοῖς ἐρῶσι καὶ αἱ πατρίδες τῶν ἐρωμένων δοκοῦσιν εἶναι καλαί.
νήσῳ δʼ ἐν ΚΡΑΝΑΗΙ ἐμίγην: ὅτι οὐκ ἐν Σπάρτῃ ἐμίγη τῇ Ἑλένῃ, ἵνα μὴ περιφανὴς γένηται. καὶ ὅτι ἄδηλον, πότερον ὄνομα κύριόν ἐστιν ἀπὸ τοῦ κρανθῆναι ἐπʼ αὐτῆς πρῶτον τὸν γάμον καὶ τελειωθῆναι τοῦ Ἀλεξάνδρου καὶ τῆς Ἑλένης, ἢ ἐπιθετικῶς τὴν τραχεῖαν· τινὲς γὰρ τὴν λεγομένην Ἑλένην πρὸς τῇ Ἀττικῇ εἶναι ἀπὸ τῆς Ἑλένης, ὅτι ταύτῃ πρώτῃ ἐπέβη.
νήσῳ δʼ ἐν Κραναῇ: ταύτην πρὸ Ἀττικῆς εἶναί φασιν. οἱ δὲ τὰ Κύθηρα· Ἀφροδίτης γὰρ ἱερά. οἱ δὲ ἐν τῇ νῦν Ἑλένῃ· τῷ χειμῶνι γὰρ πολλοὶ τῶν Ἀχαιῶν ἀπολώλασιν αὐτόθι.
ὥς σεο νῦν ἔραμαι: ἐγκλιτικῶς ἀναγνωστέον· οὐ γὰρ ἀντιδιαστολὴ προσώπου. ἐκεῖνο δὲ ἐπὶ τοῦ Διὸς ὀρθοτονητέον «ὡς σέο νῦν ἔραμαι»· ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. τὸ δὲ ὥς ἐὰν ἀντὶ τοῦ οὕτως κέηται, στικτέον ἐπὶ τὸ «εὐνῇ»· ἐὰν δὲ ἀναφορικὸν ᾖ, βραχὺ διαστελοῦμεν ἐπὶ τὸ «εὐνῇ», ὡς μὴ ἀπηρτισμένου τοῦ λόγου, ἕως ἂν ἐπενεχθῇ τὸ ὥς σεο νῦν ἔραμαι, τῶν λοιπῶν εἰς ἐπίτασιν ἀναφωνουμένων διὰ τῶν ἑξῆς· οὐδέποτε γὰρ οὕτως, φησί, κατέσχεν με ἔρως ὡς νῦν ἐρῶ. τὸ δὲ ἕτερον ἔσται τοιοῦτον· οὐδέποτέ με οὕτως κατέσχεν ἔρως, οὐδʼ ὅτε τὴν ἀρχὴν ἥρπασά σε καὶ ἐν τῇ νήσῳ ἐμίγην· οὕτως νῦν ἐρῶ· ὅπερ ἐστὶν ἀσύνδετον. βέλτιον τὸ ἕτερον.
ὥς σεο νῦν ἔραμαι: ἐγκλιτέον· ἀπόλυτος γάρ ἐστιν. ἐπὶ δὲ Διὸς ὀρθοτονητέον. τὸ δὲ ἑξῆς· οὐδέποτε οὕτως ἔρως ἀμφεκάλυψεν, ὡς νῦν ἐρῶ σου.
ἦ ῥα, καὶ ἄρχε λέχος δὲ κιών· ἅμα δʼ εἵπετʼ ἄκοιτις: τηρεῖ τὸν νόμον, ὡς ἐπὶ Ἥρας καὶ Διός
τηρεῖ τοῦτο, καίπερ μὴ ὂν κατὰ τὸν τῆς συναφείας νόμον, ὡς ἐπὶ Ἥρας καὶ Διός.
ἅμα δʼ εἵπετʼ ἄκοιτις: ἄκοιτις νῦν μόνον εἴρηται ἡ Ἑλένη τοῦ Πάριδος.
ἐν τρητοῖσι: ὁ μὲν Ἀπίων κυρίως· ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ κλῖναι. ὁ δὲ Ἡλιόδωρος τοῖς εὖ τετραμμένοις. Ἀπολλώνιος δὲ ὁ τοῦ Χαίριδος διὰ τὸ κατὰ τὴν ἁρμογὴν τετρῆσθαι.
κατεύνασθεν: ἐπὶ τῶν ἀξιόχρεων γάμων εὐνὴν καὶ φιλότητα ὀνομάζει· ἐπὶ δὲ Πηνελόπης καὶ πλέον τι «λέκτροιο παλαιοῦ θεσμόν»· ἐπὶ δὲ τῶν παρανόμων «παριᾶσι τῆι πρῶτον», «ἐμίσγοντο πάροιθεν».
Ἀτρείδης δʼ ἂν ὅμιλον ἐφοίτα: τὸν Τρωϊκόν.
θηρὶ ἐοικώς: ἄγρας ἀφῃρημένῳ, ἐπεὶ καὶ ἄνω ἐπιτυχόντι αὐτὸν εἰκάζει.
εἴ που ἐσαθρήσειεν: γελοίως ζητεῖ τὸν ἀφροδισιάζοντα.
οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον, εἴ τις ἴδοιτο:ὅτι ἀπηλλοτρίωντο τῷ Ἀλεξάνδρῳ οἱ Τρῶες. οὐκ ἂν οὖν λέγοι ἐν τοῖς ἐπάνω ὁ Ἕκτωρ· «ἀλλὰ μάλα Τρῶες ἐλεήμονες», ὡς Ζηνόδοτος γράφει, ἀλλὰ «δειδήμονες».
τοῖσι δὲ καί: πλεονάζει ὁ καί.
Τρῶες καὶ Δάρδανοι: εἰς δύο γὰρ ἡ Τρώων ἀρχὴ διῄρητο ἀπὸ Ἀσσαράκου καὶ Ἴλου, ὧν οἱ υἱοὶ πολίζουσι· Γανυμήδης γὰρ ἥρπαστο.
νίκη μὲν δὴ φαίνετʼ ἀρηϊφίλου Μενελάου:ὑπερέβη γὰρ τὸ μετρητὸν Ἀλέξανδρος καὶ καλούμενος ἄπεστιν. καὶ Τρῶες μὲν ἕξουσι τὴν Ἀγαμέμνονος ἐπίκουρον φωνήν, «εἰ δέ κʼ Ἀλέξανδρον κτείνῃ», Ἀχαιοὶ δὲ τὴν Ἕκτορος, «ὁππότερος δέ κε νικήσῃ». καὶ γίνεται ἡ στάσις ῥητὸν καὶ διάνοια· διὸ ἀμφοτέρων εὔλογον αἰτίαν ἐχόντων ἐπίσκεψις καὶ πρὸς ὀλίγον ἐπίσχεσις γίνεται τοῦ πολέμου.
Ἀργείην Ἑλένην: τὴν προσήκουσαν Ἀχαιοῖς.
τὴν οὖσαν ἐξ Ἄργους καὶ Ἀργείοις προσήκουσαν.
ἀποτινέμεν: ὅτι Ζηνόδοτος «ἀποτίνετον». συγχεῖται δὲ τὸ δυϊκὸν σχῆμα ἐπὶ πλειόνων τιθέμενον· καὶ ἠγνόησεν ὅτι συνήθως τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ χρῆται Ὅμηρος, ἀποτινέμεν ἀντὶ τοῦ ἀποτίνετε.
ἐσσομένοισι μετʼ ἀνθρώποισι: ὅτι ἡ μετά ἀντὶ τῆς ἔν.
ὣς ἔφατʼ Ἀτρείδης, ἐπὶ δʼ ᾔνεον ἄλλοι Ἀχαιοί:Τρῶες σιωπῶσιν, οὔτε τῶν βασιλέων καταγινώσκοντες οὔτε τοῦ δικαίου.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ Νικάνορος Περὶ τῆς Ὁμηρικῆς στιγμῆς.