eul_wid: vta-aeo
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on the Iliad: Book XV by Scholia on the Iliad and Odyssey

The broken phrasing of the Trojans' flight back across the stakes and the ditch pictures a hard crossing, according to the opening scholia on Book XV. Hephaestus made the aegis for Zeus, not for Athena as later poets claim, and Aristarchus and Alexion disagree over how to read Apollo's shaking of it in the Achaeans' faces. Ajax spears the men Hector urges against the ships, and his words, that the light of war is in our hands, are read two ways according to the spelling of meilichiēi.

Part of Scholia on the Iliad

αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν:ἡ ἀναφορὰ πρὸς τὸ «πάπτηνεν δὲ ἕκαστος, ὅπῃ φύγοι αἰπὺν ὄλεθρον»· ἐνθάδε γὰρ τὸ πέρας τῆς διώξεως προσέθηκεν.

διά τε σκόλοπας καὶ τάφρον ἔβησαν: ἢ ἀντὶ τοῦ διὰ σκολόπων καὶ τάφρου, ὡς «διά τʼ ἔντεα καὶ μέλαν αἷμα», ἢ τὸ ἑξῆς διέβησαν. ἡ δὲ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐμφαίνει· οὐ γὰρ ἔφυγον «τῇ περ Ἀχαιοί ἐκ πεδίου νίσοντο», ἀλλὰ διὰ τῆς τάφρου ἔφευγον. ἡ αὐτὴ διακοπὴ καὶ ἐν τοῖς «κατὰ πυρὸν ἄλεσσαν».

ἀντὶ τοῦ διὰ σκολόπων καὶ τάφρου, ὡς «διά τʼ ἔντεα καὶ μέλαν αἷμα». τὸ ἑξῆς· διέβησαν τούς τε σκόλοπας καὶ τὴν τάφρον· ὑπερβατὸν γὰρ ὁ τρόπος.

ἡ διακοπὴ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐμφαίνει τοῖς πολεμίοις.

φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν:ὑποστικτέον φεύγοντες καὶ χερσίν· ἡ γὰρ ἀνταπόδοσίς ἐστιν ἀπὸ τοῦ «οἱ μὲν δὴ παρʼ ὄχεσφιν».

πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν: τοῦτο διὰ μέσου· ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφυγον.

δάμεν: ὁμοίως τῷ «πολλοὶ δʼ Ἀργείων οἱ μὲν δάμεν, οἱ δʼ ἐλίποντο» καὶ τῷ «φάνεν δέ οἱ εὐρέες ὦμοι» ἀνεγνώσθη κατὰ ἀφαίρεσιν τοῦ ἄρχοντος χρόνου. ἔφαμεν δὲ τὰ τοιαῦτα ἀδιαφόρως εὑρεθῆναι παρὰ τῷ ποιητῇ.

οἱ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο· μένοντες: οἱ ἔξω καταλειφθέντες· οὐδεὶς γὰρ σὺν ἵπποις εἰσῆλθεν ἢ Ἄσιος Ὑρτακίδης ἢ τοὺς ἡνιόχους φησίν· εἶπε γὰρ «ἵππους μὲν θεράποντες ἐρυκόντων». ἢ αὐτοὺς τοὺς ἐκφυγόντας, θέλοντας ἑαυτούς τε ἐκ τῆς φυγῆς ἀναλαβεῖν καὶ περισῶσαι τὰ ἅρματα· διὸ καὶ ἐρητύοντο εἶπεν· ἡ γὰρ χρεία αὐτὴ καὶ οὐδεὶς ἄλλος κατεῖχεν αὐτούς· οὐ γὰρ ἀλλήλους ἐξεδέχοντο· τοῦτο γὰρ ἀεὶ κατηγορεῖ τοῦ ἤθους τῶν βαρβάρων· φαίνονται γὰρ ἀεὶ τῆς ἰδίας σωτηρίας φροντίζοντες.

χλωροὶ ὑπαὶ δείους πεφοβημένοι: ἡ ὑπό πρόθεσις ὑπαί ἐγένετο ὁμοίως τῇ «ὑπαὶ πόδα νείατον Ἴδης». καὶ ἔστι τὸ ἑξῆς ὑπὸ δέους. οὕτω καὶ Ἀρίσταρχος· διὸ παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαί καὶ ἡγούμενον ἀπὸ τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς. ἕως δὲ τοῦ ὑπαὶ δείους ὀφείλομεν ἀναπαύεσθαι· οὐ γὰρ πιθανὸν ἕως τοῦ χλωροί, εἶτα πεφοβημένοι, τουτέστι φεύγοντες. ἔστι μέντοι καὶ ἡ ἑτέρα ἀνάπαυσις οὐκ ἀδόκιμος.

χλωροὶ ὑπαὶ δείους πεφοβημένοι: τὸ ὑπαὶ δείους δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι καὶ τοῖς ἡγουμένοις· ἤτοι γὰρ χλωροὶ ὑπὸ δέους ἢ ὑπὸ δέους πεφευγότες.

δείους: εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν· «τοίου μιν θάρσευς πλῆσεν», «ἐξ Ἐρέβευς ἄξοντα», «ἡμετέρου δʼ οὐκ ἔστι γένευς». ἢ ἐντελῶς «βέλεος δέ σε τείρει ἀκωκή», «ἄστεος αἰὲν ὑπὲρ κατʼ ἀμαξιτόν». ἀλλὰ νῦν ἡ κακοφωνία τῇ κοινῇ κράσει ἐποίησεν αὐτὸν χρῆσθαι, καὶ ἐν τῷ «ἥ ῥα κατὰ σπείους». τριχῶς οὖν παράγει Ὅμηρος τὰς γενικὰς τῶν οὐδετέρων.

ἔγρετο δὲ Ζεύς: καιριώτατα· εἰ γὰρ ἔτι βραχὺ τῆς μάχης ἀπέστησε τὸν Δία, οὐδὲν ἐκώλυε κατὰ κράτος ἁλῶναι τοὺς βαρβάρους.

Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης:ἔδει εἰπεῖν ἐπὶ τῶν κορυφῶν τῆς Ἴδης μετὰ τῆς Ἥρας κοιμώμενος. προστιθέασι δὲ καὶ τὸ «ἕζετο δʼ ὀρθωθείς, μαλακὸν δʼ ἔνδυνε χιτῶνα».

ἀναΐξας: ἀνορμήσας τῆς κατακλίσεως, συνῃσθημένος τῆς ἀπάτης καὶ ἑαυτοῦ κατεγνωκὼς ὅτι ὕπνωσεν.

Τρῶας καὶ Ἀχαιούς, τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν: ὅτι καὶ πρὸς τὸ πρῶτον ὑπαντᾷ ὁ ποιητής, ὡς καὶ ἐν τῷ «ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας. Βοιωτῶν μὲν Πηνέλεως», «Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην, υἷες ὁ μὲν Κτεάτου», «Ἀθηναίη τε καὶ Ἥρη· ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπεν», καὶ ἄλλα πολλὰ τίθησιν ὁ Ἐπαφρόδιτος θαυμασίως δὲ ἐν τάχει πάντα παρέλαβε, τῶν μὲν τὴν φυγήν, τῶν δὲ τὴν ἀριστείαν, τοῦ Ποσειδῶνος τὴν βοήθειαν τοῦ Ἕκτορος τὴν πάθην ἵνα ἐκ πολλῶν φαίνηται κεκινημένος ἐπὶ τὴν ὀργὴν ὁ Ζεύς. περὶ δὲ τοῦ Ἕκτορος καὶ ἀναγκαίως ἐπεξεργάζεται, «Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον» καὶ «ὁ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι», ἵνα μὴ μόνον διὰ τὴν ἀπάτην χαλεπήνῃ, ἀλλὰ καὶ διʼ Ἕκτορα, ὃς διʼ αὐτὸν τοιάδε ἔπαθε· φησὶ γοῦν πρὸς Πολυδάμαντα «ὃς κέλεαι Ζηνὸς μὲν ἐριγδούποιο λαθέσθαι», ὡς Διῒ πεπιστευκὼς καὶ μαχόμενος.

ὀρινομένους: μετὰ λύπης ταραττομένους. «ὠρίνθη δέ οἱ ἦτορ»· μετὰ ἀπελπισμοῦ γὰρ ἔφευγον. τὸ δὲ κλονέοντας παρὰ τὴν κλίσιν ἢ ἀπὸ τοῦ κατακλᾶν· καὶ γὰρ ἀπὸ τοῦ φθίω φθόη καὶ φθόνος.

μετὰ λύπης ταρασσομένους· ἔφυγον γὰρ μετὰ ἀπελπισμοῦ. κλονέοντας δὲ ἀπὸ τοῦ κλονῶ· τοῦτο δὲ ἀπὸ τοῦ κατακλᾶν ἢ τὴν κλίσιν.

Ἀργείους, μετὰ δέ σφι: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν. ἕνεκα δὲ σαφηνείας ἐπανέλαβε τοὺς Ἀργείους.

μετὰ δέ σφι: ὡς «ἔκδηλος μετὰ πᾶσιν» ἀντὶ τοῦ ἐν πᾶσιν. δηλοῖ δὲ καὶ τὴν ἐπί, ὡς «μεταΐξας θάνατον τεύξειε», καὶ τὴν πρός, ὡς τὸ «ἀλλʼ ἐξ ἁλὸς ἦλθε μετʼ αὐτούς» καὶ τὸ «θέω μετʼ ἀμύμονα Πηλείωνα».

κείμενον: πεπτωκότα, ὡς «ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα». καὶ τὸ τέθαπται, «ἔνθα μὲν Αἴας κεῖται». καὶ κυρίως «εἵματα μέν τοι κεῖται». καὶ «κεῖται Πάτροκλος» ἀντὶ τοῦ ἀνῄρηται. καὶ τὸ νεκρὸν ἐρρῖφθαι, «κεῖται πὰρ νήεσσι νέκυς». καὶ τὸ διάγειν, «κεῖτο παρὰ μνηστῇ ἀλόχῳ». καὶ τὸ ἔστι, «θεῶν ἐν γούνασι κεῖται».

εἵατο: ἔνιοι τὸ εἵατο ψιλῶς· «ἔνθʼ ἄρα οἱ μύλαι εἴατο» ἀντὶ τοῦ ἦσαν· καὶ Ἀρίσταρχος δὲ ψιλοῖ τὸ «εἴατο». ὁμοίως καὶ ἐπὶ τοῦ «εὗρε δʼ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν, ἀμφὶ δέ τʼ ἄλλαι εἴαθʼ ὁμηγερέες»· ἐκδέχεταί τε κλίσιν τὴν ἀπὸ τοῦ εἰμί εἰς παθητικοῦ ὑπερσυντελίκου χρόνον καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον. ἔχει δὲ ἐπίστασιν, εἰ τοῦ εἰμί τὰ παθητικὰ δύναται συστῆναι κατὰ σημαινόμενον ἢ χρῆσιν Ἑλληνικήν· διὸ ἄμεινον δασύνειν καὶ ἐκδέχεσθαι ἐνδιέτριβον καὶ ἐκάθηντο· καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις κεῖσθαι μὲν τὸν Ἕκτορα, περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑταίρους συγκάμνοντας· αὐτός τε ὁ ποιητὴς ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς, πῇ μὲν κοινῶς εἰπὼν «τοῖοι ἄρα Τρώων ἡγήτορες ἧντʼ ἐπὶ πύργων», πῇ δὲ Ἰωνικῶς «οἱ δʼ ἕατʼ εἰν ἀγορῇ», πῇ δὲ ἐπενθέσει τοῦ ι πάλιν χρησάμενος Ἰωνικῶς «εἵατο, καὶ προὔχοντες», ὡς καὶ τὸ προκείμενον.

εἵατο: Ἀρίσταρχος ψιλῶς, ἀπὸ τοῦ εἰμί ἐκδεχόμενος ἀντὶ τοῦ ὑπῆρχον, «ἔνθʼ ἄρα οἱ μύλαι εἴατο». ὁ δὲ Ἡρωδιανὸς δασύνει ἀπὸ τοῦ δηλοῦντος τὸ κάθημαι. καὶ ἔστιν ἀντὶ τοῦ διέτριβον, ὡς «ἧμαι ἐνὶ Τροίῃ σέ τε κήδων»· καὶ λέγομεν «περικάθηται τὴν πόλιν ὁ στρατός» ἀντὶ τοῦ προσεδρεύει τῶν περὶ τῶν καθημένων τὸν πρίαμον τὴν ἀσπίδα, ἀντὶ τοῦ πολιορκοῦντο. εἰ δὲ ἐψιλοῦτο, ἦν ἄν, φησί, κείμενον ἀντὶ τοῦ ἦσαν, ἔασαν. ἔστιν οὖν «περιεκύκλουν αὐτόν».

ἀργαλέῳ ἔχετʼ ἄσθματι: συνείχετο οὐκ εὐπόρῳ, ἀλλʼ ἀσταθμήτῳ καὶ ἀσθενεῖ καὶ οὐκ εὐθεῖ πνεύματι.

κῆρ ἀπινύσσων: ὅτι κατὰ τὸ πλῆρες ἐκληπτέον κῆρ, εἶτα ἀπινύσσων, τὸ κέαρ ἀπινυτῶν.

κῆρ ἀπινύσσων: Ἀρίσταρχος τὸ κῆρ οὐδετέρως ἐκδέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην, ἵνα τοιοῦτόν τι σημαίνῃ, τὸ κῆρ ἀσύνετος ὤν, διδασκόμενος καὶ ἐξ ἐκείνου τοῦ «δοκέεις δέ μοι οὐκ ἀπινύσσειν». τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων καὶ σχεδὸν πάντες, καὶ ἡμεῖς. εἰσὶ μέντοι, οἳ ἄλλως διέστειλαν, οὓς ἐλέγχει ὁ Ἡρωδιανός

κῆρ ἀπινύσσων: ἀπίνυτος ὢν τὴν ψυχήν, «δοκέεις δέ μοι οὐκ ἀπινύσσειν». οἱ δὲ ἀναισθητῶν· πινυτὸν γὰρ τὸ αἰσθητικόν. τινὲς δὲ «κῆρα». οὐδαμοῦ δὲ τὸ πινύσσειν ἐπὶ τοῦ προσδοκᾶν ἔταξεν Ὅμηρος. πῶς δὲ δύναται προσδοκᾶν ὁ ἐσκοτωμένος καὶ ψυχορραγῶν ὑπὸ τῆς πληγῆς;

ἀπινύσσων: Ἀριστοφάνης «ἀπινύσκων», διὰ τοῦ κ. ὁ δὲ Ἀρίσταρχος καὶ ἐν Ὀδυσσείᾳ διὰ τῶν δύο σσ «δοκέεις δέ μοι οὐκ ἀπινύσσειν».

ἀπινύσσων: Ἀρίσταρχος διὰ δύο σσ· Ἀριστοφάνης «ἀπινύσκων». βαρύνεται δὲ ὡς μείρω ἀμείρω.

αἷμʼ ἐμέων: πρὸς τὸ «αἷμʼ ἀπέμασσεν» τοῦτο ἄν τις σημειώσαιτο.

καὶ ἄνω «αἷμʼ ἀπέμεσσεν».

οὔ μιν ἀφαυρότατος: ὅτι τὸ ἐναντίον ὑπακουστέον, ἀλλʼ ἰσχυρότατος· οὐ γὰρ ἐκ πλήρους ἀποδέδωκεν, ὡς ἐπὶ τοῦ «δός, φίλος, οὐ γάρ μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλʼ ὤριστος».

ἀφαυρότερος: ἀσθενὴς ὅσον ἁφῇ. ἐνίοτε δὲ ἐκ πλήρους φησίν· «οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν ἔμμεναι, ἀλλʼ ὤριστος».

δεινὰ δʼ ὑπόδρα ἰδών: πῶς ὁ κεστὸς οὐκ ἐπράϋνεν αὐτόν; ἐρώτων ἐστὶ κινητικός, ὃ καὶ ἔπραξεν. εἰκότως δὲ χαλεπαίνει ψευδὴς ἀποδειχθεὶς πρὸς Θέτιν καὶ Ἕκτορα, ᾧ ὑπέσχετο, ἕως δύνῃ ὁ ἥλιος, εὐδοκιμήσειν ἄλλως τε ἡ περὶ αὐτὸν ἀπάτη ὑπεροχῆς ἦν ἐλάττωσις, καὶ μετὰ τοσαύτας ἀπειλάς.

κακότεχνος: ὁ ἐπὶ κακῷ τεχνηθείς· ἔστι γὰρ καὶ χρηστὸς δόλος. τὸ δὲ ἑξῆς «μάλα ἀμήχανε, ἦ δὴ κακότεχνος σὸς δόλος». ἀμήχανε δέ, πρὸς ὃν οὐκ ἔστι μηχανήσασθαι, «σὺ δʼ ἀμήχανός ἐσσι, γεραιέ». δηλοῖ δὲ καὶ τὸ ἄπορον, «καὶ ἀμήχανα ἔργα γένοντο». καὶ πολλάκις δὲ ἁμαρτάνοντες ἐπὶ τοὺς πλησίον ἄγομεν τὴν αἰτίαν.

ἀμήχανε: ὅτι δύο σημαίνει ἡ λέξις, ἤτοι μὴ δυναμένη μηχανὴν εὑρεῖν· ἢ πρὸς ἣν οὐκ ἔστι μηχανήσασθαι, ὅπερ καὶ θέλει εἰπεῖν.

ἀμήχανε: ἀμηχάνητε, ἀκίνητε.

Ἕκτορα δῖον: ὅτι ἀφʼ ἑαυτοῦ ὁ Ζεὺς δῖον τὸν Ἕκτορα καλεῖ. οὐχ ὑποπτεῦον οὖν τὰ ἐν Ὀδυσσείᾳ «πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;»

Ἕκτορα δῖον: ὅτι ἀφʼ ἑαυτοῦ δῖον ἐκάλεσε τὸν Ἕκτορα καὶ ἑξῆς τὴν θάλασσαν, «ἢ εἰς ἅλα δῖαν». πρὸς τὸ μὴ ὑποπτεύειν τὰ Ὀδυσσειακὰ «περὶ δʼ ἱρὰ θεοῖσιν ἀθανάτοισιν ἔδωκε» καὶ «πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην». οἱ δὲ παρὰ τὸ δέος, ἐπεὶ καὶ ἄδειαν τὴν ἀφοβίαν καλοῦμεν.

ἐφόβησε δὲ λαούς: τινὲς «ἐφόβησε δʼ Ἀχαιούς», ἀντὶ τοῦ φοβεροὺς ἐποίησεν, ὡς «πάντας μέν ῥʼ ἔλπει» ἀντὶ τοῦ ἐλπίζειν ποιεῖ.

μάν: Δωρικῶς. ἐν ἄλλοις δὲ «καὶ μὴν οἱ τότε γʼ εἰς ἀγορὴν ἴσαν».

κακορραφίης: κακομηχανίας· ἑξῆς γοῦν φησι ἀντιφράζων «κακὰ μητιόωσα». ἢ κακοσυνθεσίας· ἀλλαχοῦ πού φησιν «οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι» καὶ «εἰνάετες … κακὰ ῥάπτομεν».

πρώτη ἐπαύρηαι: ἀντὶ τοῦ προτέρα τοῦ Ποσειδῶνος — ἄμφω γὰρ συμμαχοῦσι τοῖς Ἕλλησιν — ἢ τῶν Ἑλλήνων, «πρὶν τούτους ἀπόνασθαι τῆς σῆς δολιότητος».

ἐπαύρηαι: οὕτως διὰ τοῦ η, ἐπαύρηαι.

ἐπαύρηαι: προπαροξυτονητέον ὁμοίως τῷ «εἰς ὅ κε τοὺς ἀφίκηαι»· ἔστι γὰρ μέσος δεύτερος ἀόριστος· ταὐτὸν δὲ λέγομεν καὶ περὶ τοῦ «σὺ δέ κεν κακὸν οἶτον ὄληαι»· καὶ γὰρ τοῦτο μέσου δευτέρου ἀορίστου.

προπαροξύνεται· ἔστι γὰρ μέσου δευτέρου ἀορίστου.

πληγῇσιν ἱμάσσω: κυρίως ἱμάντι πλήξω, τροπικῶς δὲ νῦν κεραυνώσω· μάστιγα γὰρ Διὸς τὸν κεραυνόν φησι «Διὸς μάστιγι δαμέντες», τῷ φόβῳ τῆς χθιζῆς κεραυνοβολίας· καὶ «ὅτε γʼ ἀμφὶ Τυφωέα γαῖαν ἱμάσσει» ἀντὶ τοῦ κεραυνώσει. ἀντεστραμμένως «καί σε ἱμάσθλῃ πλήξω».

ἦ οὐ μέμνῃ—ἀπατάων: Ζηνόδοτος οὐδὲ ὅλως τὴν κόλασιν τῆς Ἥρας γράφει.

ἢ οὐ μέμνῃ, ὅτε τʼ ἐκρέμω: τοὺς τῆς Ἥρας δεσμοὺς —καὶ δυσδιάλυτον. ἄκμονας δὲ δύο τὰ βαρύτατα— ἰσχὺς γὰρ τῶν ὅλων τὸ συνδεδέσθαι. ἡ διπλῆ δέ, ὅτι ἐκ δυεῖν τόπων, τούτου τε καὶ τοῦ κατὰ τὴν Α ῥαψῳδίαν, ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας δεσμῶν πληροῦται μῦθον.

ἢ οὐ μέμνῃ, ὅτε τʼ ἐκρέμω: ταῦτα ὁ Ὕπνος παρέλιπεν ὑπόνοιαν φέροντα τῇ Ἥρᾳ. ἃ δὲ εἶπεν ἐκεῖνος νῦν Ζεὺς παρέλιπεν· οὐ γὰρ ἔδει κατὰ ἀπόντος θρασύνεσθαι.

μέμνῃ: διὰ τοῦ η μέμνῃ εἶχον πᾶσαι.

μέμνῃ: ἀλλαχοῦ τὸ ἐντελὲς «μέμνηαι, ὅσα δὴ πάθομεν κακά».

νεφέλῃσιν: ταῖς αἰθερίαις.

ἐκρέμω: ἐκρέμασο, ἐκρέμαο, ἐκρέμω.

ἠλάστεον: ἄλαστα ταῦτα εἶναι ἔφασκον. ἢ ἐταράσσοντο, παρὰ τὴν ἄλην.

κατὰ μακρὸν Ὄλυμπον: ὅτι μακρὸς ὁ Ὄλυμπος ὡς ὄρος.

κατὰ μακρὸν Ὄλυμπον: μακρόν, ὅτι ὄρος. τὸν δὲ οὐρανὸν «εὐρὺν» φησίν. τινὲς δὲ προσγράφουσι «πρίν γʼ ὅτε δή σʼ ἀπέλυσα πεδῶν, μύδρους δʼ ἐνὶ Τροίῃ κάββαλον, ὄφρα πέλοιντο καὶ ἐσσομένοισι πυθέσθαι». δείκνυνται γὰρ ὑπὸ τῶν περιηγητῶν οἱ μύδροι.

παρασταδόν: τοῦτο τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ ὁ λόγος· λῦσαι δʼ οὐκ ἐδύναντο παραστάντες, ὃν δὲ λάβοιμι, δηλονότι παριστάμενον ἢ λύοντα.

παρασταδόν: ἢ βοηθητικῶς ἀπὸ τοῦ «ὅτε οἱ πρόφρασσα παρέστης». οἱ δὲ «ὃν δὲ λάβοιμί σοι παριστάμενον πρὸς τὸ βοηθῆσαι».

ἢ ἀπὸ τοῦ παρίστασθαι καὶ ἀλαστεῖν οὐκ ἐδύναντο λῦσαι. ἢ ὃν λάβοιμι παριστάμενον, ἔρριπτον ἐξ οὐρανοῦ.

ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ: ὅτι καὶ ταῖς αὐταῖς λέξεσι κέχρηται κατʼ ἀμφοτέρους τοὺς τόπους

ἀπὸ βηλοῦ: βαθμοῦ, παρὰ τὸ βήσω. Κράτης δὲ ὡς ἥλου. οὐ παράδοξον ἐν οὐρανῷ βηλὸν εἶναι, ὅπου καὶ πύλαι εἰσίν

βηλοῦ δὲ τοῦ βαθμοῦ, παρὰ τὸν βήσω μέλλοντα. οὐδὲν δὲ παράδοξον καὶ ἐν οὐρανῷ βηλὸν ὀνομάζειν, ὅπου γε καὶ πύλας εἶναι λέγουσιν.

ὀλιγηπελέων: ὀλίγον ἔχων τὸ πέλειν.

ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει: Ἀρίσταρχος θυμόν, ἄλλοι δὲ «θυμός». ἔστι δὲ ὁ τῆς Ὁμηρικῆς φράσεως χαρακτήρ, «οἵ σʼ ὠτειλήν αἷμʼ ἀπολιχμήσονται».

Ἀρίσταρχος θυμόν, τινὲς δὲ «θυμός» ἀντὶ τοῦ ὀργή. ἀμείνων δὲ ἡ Ἀριστάρχου γραφή· ἔστι γὰρ Ὁμηρικὴ ἡ φράσις· «οἵ σʼ ὠτειλήν αἷμʼ ἀπολικμήσονται».

τινὲς «θυμός» ἀντὶ τοῦ ὀργή. ἄμεινον δὲ θυμόν γράφειν, ἵνα δηλοῖ τὸ ἔνδον θερμὸν ἤτοι τὴν ψυχήν.

ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο: συναπτέον ἕως τοῦ θείοιο· ἐν σχήματι γὰρ εἴρηται.

ἀζηχής: σκληρά, ἀπὸ τῆς ἄζης, ἥ ἐστι ξηρασία ἐναντία τοῖς θάλλουσι φυτοῖς· οἱ δὲ συνεχὴς καὶ ἄπαυστος. λέγει δὲ ἴσως τὴν διὰ τὴν ἀπάτην ὀργήν.

τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας:ἴσως, ἐπεὶ τοὺς υἱοὺς αὐτοῦ ἀνεῖλεν Ἡρακλῆς. ἄδηλον δέ, πότερον Ἥρα καὶ Βορέας ἀνέπεισαν τὰς θυέλλας ἢ Ἥρα ἅμα Βορρᾷ καὶ τὰς θυέλλας ἔπεισεν. ἄμεινον δὲ τὸ δεύτερον.

πεπιθοῦσα: ὡς δραμοῦσα· ἔστι γὰρ δεύτερος ἀόριστος δεδιπλασιασμένος, ὥσπερ ἤδη καὶ ἐπὶ τοῦ ῥήματος ἔθος αὐτῷ ποιεῖν· «ῥηϊδίως πεπιθεῖν».

τὸ δὲ πεπιθοῦσα ὡς δραμοῦσα τονιστέον.

ἐπʼ ἀτρύγετον πόντον: ἄβυσσον, τρύγα μὴ ἔχοντα· ἢ ἄκαρπον, παρὰ τὴν τρύγην, ὡς Εὐριπίδης «ἀκάρπιστα πεδία» λέγων τὴν θάλασσαν. καὶ οἱ μὲν τὸ Μυρτῷον, οἱ δὲ τὸ Αἰγαῖον· οἱ δὲ ὑπὲρ τὴν εὔκρατον θάλασσαν. τινὲς δέ φασιν ἐπὶ Παλλήνην κατὰ Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι.

Κόων δʼ εὖ ναιομένην: ἢ διὰ τὸ ὄνομα· ἢ διὰ τὴν πρὸς ἀλλήλους ὁμόνοιαν, ἥτις δυσεπίβατον ξένοις ἐποίει τὴν νῆσον· ἢ πολύανδρον.

ἀνήγαγον αὖτις: ἢ πλεονάζει Ἀττικῶς ἡ ἀνά, ὡς «ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν» καὶ «ἐκ Τροίης ἀνιόντα». οἱ δὲ γράφουσιν «ἀπήγαγον αὖτις».

καὶ πολλά περ ἀθλήσαντα: ἐμφαίνει ὅτι καρτερὰν μάχην ἐνίκησεν.

τῶν σʼ αὖτε μνήσω, ἵνʼ ἀπολλήξῃς ἀπατάων: οὐκ εἶπεν ἀπατώμενος αὐτὸς παύσασθαι, ἀλλὰ παύσειν αὐτήν, τὴν ἁμαρτίαν τὴν ἑαυτοῦ ἐπʼ ἐκείνην τρέπων.

ἀπολλήξῃς: διὰ τοῦ ἑτέρου λ αἱ Ἀριστάρχου.

διʼ ἑνὸς λ ὀφείλει γράφεσθαι.

ἴδῃς: «ἴδῃ» χωρὶς τοῦ ς.

ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας:οὔτε παρὰ Ζηνοδότῳ οὔτε παρʼ Ἀριστοφάνει ἦν· καὶ μήποτε περιττός ἐστιν.

ἴστω νῦν τόδε Γαῖα—ὀμόσαιμι: ἐπεὶ ἡ Στὺξ—βουλήσει Διός. ἀπὸ τοῦ ἴστω νῦν τόδε γαῖα πᾶσαι διαστολαί εἰσι μέχρι τοῦ ὀμόσαιμι· ἐνταῦθα γὰρ στικτέον, ἀσυνδέτου ὄντος τοῦ ἑξῆς λόγου.

ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ: κατὰ τῶν προγόνων ἢ τῶν ὁμοιογενῶν ὄμνυσι στοιχείων· τὸ γὰρ οὐράνιον πῦρ αἰθέρα καλεῖ ὁ ποιητής· διὰ τριῶν ἦν γὰρ ἔθος ὀμνύειν, ὡς Δράκων ἔταξε, Δία Ποσειδῶ Ἀθηνᾶν· οἱ δὲ Δία Ποσειδῶ Δήμητραν, ὡς Δημοσθένης ἐν τῷ Κατὰ Τιμοκράτους. καὶ ὁ ποιητὴς «Ζεῦ πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον» καὶ «Ζεὺς ξενίη τε τράπεζα ἱστίη τʼ Ὀδυσῆος».

τόδε: τοῦτο, περὶ οὗ ὁ ὅρκος ἐτέτακτο.

δεινότατος: σεβάσμιος· «δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον».

νωΐτερον λέχος αὐτῶν κουρίδιον: συμπαθῶς δελεάζουσα τῆς ἐκ παίδων μίξεως ὑπέμνησεν, «ὅτε πρῶτον περ ἐμισγέσθην φιλότητι». εἰς ὁμόνοιαν δὲ ἄνδρας καὶ γυναῖκας καλῶν ὁ ποιητὴς σεμνύνει τὴν κοινωνίαν, ὅρκον αὐτὴν μέγιστον ποιῶν. ὁ μὲν οὖν Ζεὺς φιλότητα καὶ εὐνὴν ὠνόμασεν ἡ δὲ σεμνοτέραις ταῖς προσηγορίαις χρῆται οὐκ ἀξιοῦσα ἐκφαυλίζειν τὴν κοινωνίαν· διὸ καὶ προσέθηκε «τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι», ἀξιοπιστίαν προσφέρουσα τῷ λόγῳ· ὅθεν καὶ ἐμειδίασεν ὁ Ζεύς

μὴ διʼ ἐμὴν ἰότητα: ὅτι παρακέκρουσται τὸν ὅρκον· οὐ γὰρ διὰ τὴν αὐτῆς βούλησιν ὁ Ποσειδῶν τοῖς Ἕλλησι βοηθεῖ, αὐτὴ μέντοι συνεργεῖ κατακοιμήσασα τὸν Δία. καὶ ὅτι ἡ ἀπαγόρευσις ἡ μή ἀντὶ ἀρνήσεως τῆς οὔ.

τὸ δὲ μή ἀντὶ τοῦ οὔ.

μὴ διʼ ἐμὴν ἰότητα: ἐσοφίσατο τὸν Δία, οὐ περὶ ὧν ἀπολογουμένη τῆς ἀπάτης, ἀλλὰ διʼ ὃ χολᾷ, τούτου ἑαυτὴν ἀλλοτριώσασα· καὶ μειδιᾷ Ζεύς

μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει: ἀντὶ τοῦ οὐ διʼ ἐμὴν γνώμην. ἴστω Γῆ καὶ Οὐρανὸς τοῦτο καὶ οἱ ἄλλοι ὅρκοι· οὐ διʼ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ. πληρέστατος δʼ ἂν ἦν ὁ λόγος, εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι ἢ ὥς· καὶ συνήπτετο ἂν τοῖς ἐπάνω, ἵνʼ ᾖ τοιαύτη ἡ φράσις· ἴστω Γῆ καὶ Οὐρανὸς ὅτι μὴ διʼ ἐμὴν γνώμην. ἀλλὰ σπανίως τὰ τοιαῦτα λείπει, καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων, ὡς κἀκεῖ «ἴστω νῦν Ζεὺς πρῶτα· ἦ μέν τοι τάδε πάντα τελείεται». τάχα οὖν καὶ διὰ τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὅρκων ἡ ἔλλειψις.

τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς:ἐν τῇ Ἀριστοφάνους καὶ Μασσαλιωτικῇ καὶ Ἀργολικῇ οὕτως ἐφέρετο «κτεινομένους». καὶ ἔστιν ἐμφατικώτερον τοῦ τειρομένους. ἅμα δὲ εἰς ἔλεον τῶν Ἑλλήνων ἐπάγεται τὸν Δία καὶ ὑπὲρ Ποσειδῶνος λεληθότως ἀπολογεῖται. οὕτως Ἡρακλέων

τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς:ἔλεον ὑπὲρ Ἑλλήνων κινεῖ καὶ ὑπεραπολογεῖται Ποσειδῶνος.

καὶ κείνῳ: ἐκ πλήρους Ἀρίσταρχος τὸν καὶ σύνδεσμον.

καὶ κείνῳ ἐγὼ παραμυθησαίμην: ἐκ πλήρους ἐστὶν ὁ καί, ὡς καὶ αὐτῆς ἐπακολουθησάσης τοῖς Διὸς βουλήμασιν.

παραμυθησαίμην: παραινέσαιμι· συνωνυμεῖ γὰρ μῦθος καὶ αἶνος. τοσοῦτον ἀπέχω, φησί, τοῦ ἐναντιοῦσθαί σοι ὡς κἀκείνῳ παραινεῖν.

τῇ ἴμεν, ᾗ κεν δὴ σὺ ... ἡγεμονεύῃς: ταύτῃ πορεύεσθαι, ᾗ ἂν κελεύῃς σύ, καὶ ἐν παντὶ σοὶ ἡγεμόνι χρῆσθαι.

μείδησεν: ἢ διὰ τὸ λέχος ἢ διὰ τὸ ἀπολογήσασθαι καὶ ὑπὲρ Ποσειδῶνος ἢ διὰ τὸ ἰδεῖν αὐτὴν δείσασαν καὶ τὰ θυμήρη αὐτῷ ἐπαγγελλομένην. ἐνήργει δὲ ἄρα ὁ κεστός.

ἢ διὰ τὸ καὶ ὑπὲρ Ποσειδῶνος ἀπολογήσασθαι ἢ μᾶλλον διὰ τὸ λέχος. ἐνήργει δὲ ἄρα ὁ κεστός.

δὴ σύ γʼ ἔπειτα: ἐκ παραλλήλου τὸ ἔπειτα ἀντὶ τοῦ δή· «δὴ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο».

περιττεύει τὸ ἔπειτα.

βοῶπι: Ἀριστοφάνης μετὰ τοῦ ς «βοῶπις»· καὶ ἔστιν εὐφραδέστερον.

βοῶπις: οἱ μὲν «βοῶπι», Ἀριστοφάνης δὲ βοῶπις· καὶ ἔστιν εὐφραδέστερον.

ἶσον ἐμοὶ φρονέουσα: ἀντὶ τοῦ ὁμονοοῦσα καὶ ταὐτὸ βουλομένη.

μετʼ ἀθανάτοισι: γράφεται καὶ «ἐν ἀθανάτοισι».

ἀθανάτοισι καθίζοις: ἐν τοῖς εἰκαιοτέροις «ἀθανάτοισι θεοῖσι».

καθίζοις: ἀπὸ μέρους ἀντὶ τοῦ εἴης.

τῷ: ἀντὶ τοῦ ὁμοίως.

αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ: τὸ νόον βέλτιον τοῖς ἡγουμένοις προσδίδοσθαι, ἵνα τὸν τοῦ Ποσειδῶνος λέγῃ. δύναται δὲ καὶ τοῖς ἑξῆς.

μετὰ σὸν καὶ ἐμὸν κῆρ: ὑπαλλακτικῶς εἶπεν, ἀντὶ τοῦ ἐπὶ τὰ ὑπὸ σοῦ καὶ ἐμοῦ πραττόμενα καὶ νοούμενα.

ἐτεόν γε: οὕτως διὰ τοῦ γέ, ἐτεόν γε, καὶ Ἀριστοφάνης.

κάλεσσον: ἐν ἄλλῳ «κέλευσον».

γράφεται καὶ «κέλευσον».

Ἀπόλλωνα κλυτότοξον: τινὲς «κλυτὸν αὐδήν». οὐκ οἶδε δὲ αὐτὸν Ὅμηρος ᾄδοντα, ἀλλὰ κιθαρίζοντα

ὄφρʼ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν: ἀπὸ τούτου ἕως τοῦ «λισσομένη τιμῆσαι» ἀθετοῦνται στίχοι εἴκοσι δύο, ὅτι οὐκ ἀναγκαίως παλιλλογεῖται περὶ τῶν ἑξῆς ἐπεισαχθησομένων καὶ κατὰ τὴν σύνθεσίν εἰσιν εὐτελεῖς. καὶ ὅτι ὡς ἐπίπαν πρὸς τὸ δεύτερον πρότερον ἀπαντᾷ, νῦν δὲ πρὸς τὸ πρότερον ἀπήντηκεν, ὄφρʼ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν. ψεῦδος δὲ καὶ τὸ «φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλείδεω Ἀχιλῆος»· οὔτε γὰρ παραγεγόνασιν ἕως τῶν Ἀχιλλέως νεῶν οὔτε τὸν Πάτροκλον ἀνέστησεν ἐπὶ τὸν πόλεμον ὁ Ἀχιλλεύς. καὶ τὸ «πέσωσιν» οὐχ Ὁμηρικόν· μᾶλλον γὰρ ἐκεῖνος τὸ ἐμπεσεῖν ἐπὶ τοῦ ἐνσεῖσαι τίθησιν· «ἔφαντο γὰρ οὐκέτʼ Ἀχαιούς σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι» ἡ δὲ παλίωξις οὐχ Ὁμηρικῶς παρείληπται· οὐ γὰρ λέγεται οὕτως ψιλῶς παρʼ αὐτῷ ἡ φυγή, ἀλλʼ ὅταν ἐκ μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι· σαφῶς γὰρ ἐν ἄλλοις φησὶν «εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται». ἀσύνηθες δὲ καὶ οὐδετέρως τὸ Ἴλιον νῦν ῥηθέν, «Ἴλιον αἰπὺ ἕλοιεν»· πάντοτε γὰρ θηλυκῶς λέγει. ἐν δὲ τῷ «λισσομένη τιμῆσαι» φησὶν ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα «πτολίπορθον» εἴρηκεν, ἀλλὰ «ποδάρκη» καὶ «ποδώκη»

ὄφρʼ ἡ μὲν μετὰ λαόν: ἀθετοῦνται ὡς περισσοὶ εἴκοσι δύο στίχοι, ὅτι οὐκ ἀρεστοὶ Ἥρᾳ, καὶ οὐκ ἐμπίπτουσι ταῖς ναυσὶν Ἀχιλλέως καὶ εἰ ἔκρινεν ἀπολέσθαι Σαρπηδόνα τί ἐκεῖ οἰκτίζεται; καὶ ἡ παλίωξις οὐκ ὀρθῶς· ἀφʼ οὗ γὰρ Ἀχιλλεὺς ἐξῆλθεν, οὐκ ἐτράπησαν Ἀχαιοί. καὶ τὸ «Ἀθηναίης διὰ βουλάς»· διὰ τί γὰρ μὴ διʼ Ἥρας, καίτοι παρούσης; —ῥητέον οὖν ὅτι σχῆμά ἐστιν ἡ προανακεφαλαίωσις, ὡς Ὀδυσσεὺς προαναφωνεῖ Τηλεμάχῳ τὴν μνηστηροκτονίαν ἀλλʼ οὐδὲν ἧσσον καὶ διὰ τῶν πρακτικῶν αὐτίκα διηγεῖται. ἔστι δὲ τῇ Ἥρᾳ, εἰ καὶ μὴ νῦν τερπνά, ἀλλʼ οὖν γε χαρᾶς περιποιητικὰ τὰ λεγόμενα. πεσεῖν δὲ εἰς τὰς ναῦς ἀντὶ τοῦ δεηθῆναι Ἀχιλλέως, ὥς φαμεν «ἐνέπεσεν εἰς τὰς χεῖράς σου». οἰκτίζεται δὲ καὶ τὸν Ἕκτορα κρίνων σὺν τῇ Ἰλίῳ ἀπολεῖσθαι. πόθεν δὲ δῆλον, εἰ μετὰ θάνατον Ἀχιλλέως γεγόνασι τροπαί; τό τε «ἀθηναίη», ἐπεὶ σὺν Ἐπειῷ τὸν ἵππον ἐποίησε πρὸς δὲ τούτοις παραμυθεῖται τὸν ἀκροατήν, τὴν ἅλωσιν Τροίας σκιαγραφῶν αὐτῷ· τίς γὰρ ἂν ἠνέσχετο ἐμπιπραμένων τῶν Ἑλληνικῶν νεῶν καὶ Αἴαντος φεύγοντος, εἰ μὴ ἀπέκειτο ταῖς ψυχαῖς τῶν ἐντυγχανόντων ὅτι οἱ ταῦτα πράξαντες κρατηθήσονται;

ὄφρʼ ἡ μέν: πρὸς τὸ πρῶτον ὑπήντησεν, ὡς τὸ «ἴδε δὲ Τρῶας καὶ Ἀχαιούς τοὺς μὲν ὀρινομένους».

ὄφρʼ ἡ μὲν μετὰ λαὸν—πτολίπορθον: καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο.

τὰ ἃ πρὸς δώματα: δύναται εἰς Ὄλυμπον λέγειν· φησὶ γοῦν «ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα»· «γαῖα δέ τοι ξυνὴ καὶ μακρὸς Ὄλυμπος»· καὶ ὁ Κύκλωψ «εὔχετο, χεῖρʼ ὀρέγων εἰς οὐρανόν».

φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλεΐδεω Ἀχιλῆος: ὅτι ψεῦδος.

πέσωσι: ἀεὶ ἐπὶ Ἀχαιῶν τὸ πέσωσι· «καὶ νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί».

Πηλεΐδεω Ἀχιλῆος: τινὲς λέγουσι λείπειν τὸ ἕνεκα· διὰ γὰρ τὸν Ἀχιλλέα ἔπεσον.

Πηλεΐδεω Ἀχιλῆος: ὁ δʼ ἀνστήσει ὃν ἑταῖρον: οὕτως ἀνστήσει ὃν ἑταῖρον αἱ Ἀριστάρχου, τινὲς δὲ «ἀνστήσειεν ἑταῖρον» διὰ τοῦ ε. Ζηνόδοτος δὲ ἀπὸ τοῦ Πηλεΐδεω Ἀχιλῆος ἕως τοῦ «λισσομένη τιμῆσαι» οὐδʼ ὅλως ἔγραφεν.

Πηλεΐδεω Ἀχιλῆος· ὁ δʼ ἀνστήσει Πάτροκλον: Ζηνόδοτος ἐνθένδε ἕως τοῦ «λισσομένη» οὐδὲ ἔγραφεν· ἐοίκασι γὰρ Εὐριπιδείῳ προλόγῳ ταῦτα. ἐναγώνιος δέ ἐστιν ὁ ποιητὴς καί, ἐὰν ἄρα, σπέρμα μόνον τιθείς, «κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή». τάχα δὲ ὁ ταῦτα ποιήσας καὶ τὸ «ᾠχόμεθʼ ἐς Θήβην» καὶ τὸ «ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ» ἐποίησεν.

ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν αἰὲν ἐγὼ τεύχοιμι διαμπερές: οὐ τοῦ νῦν, ἀλλὰ μετὰ τὸ ἀπολέσθαι Πάτροκλον. τινὲς δὲ ἣν ἐποίησε Πάτροκλος ἀπέλασιν τῶν νηῶν παλίωξιν καλοῦσιν.

οὐ πρὸ τοῦ Ἀχιλλέα ἐξελθεῖν· ἢ καὶ μετὰ τὸ ἐξελθεῖν, ἀλλὰ μετὰ τὸ τελευτῆσαι Ἕκτορα· ἐξελθόντος γὰρ Ἀχιλλέως οὐκ ἦν παλίωξις.

παλίωξιν: ὅτι οὐχ Ὁμηρικῶς ἡ παλίωξις.

αἰὲν ἐγὼ τεύχοιμι διαμπερές: τουτέστιν εἰς τὸ αὐτὸ αὐτὴν ἐάσω καὶ ἄλλην οὐ ποιήσω παλίωξιν.

Ἴλιον αἰπύ: ὅτι νῦν μόνως οὐδετέρως εἴρηται Ἴλιον.

Ἴλιον αἰπὺ ἕλοιεν: ἀρίσταρχος «Ἴλιον ἐκπέρσωσιν».

Ἴλιον αἰπὺ ἕλωσιν: ἀεὶ θηλυκῶς λέγει ὁ ποιητής. νῦν οὖν οὐκ ἀπὸ μόνης τῆς πόλεως, ἀλλʼ ὅλου τοῦ τόπου καλεῖ. τινὲς δὲ «Ἴλιον ἐκπέρσωσιν».

παύω: οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ς παύω.

παύω: οὕτως ἄνευ τοῦ ς. διὰ τί δὲ χολᾷ τοῖς Ἕλλησιν; ὃ προσποιήσηι τὴν ἱκετείαν Θέτιδος, διὰ τὴν Ἥραν.

ἄνευ τοῦ ς οἱ περὶ Ἡρωδιανόν. διὰ τί δὲ χολᾷ τοῖς Ἕλλησιν οὕτως; προσποιεῖται τελειῶσαι τὴν ἱκετείαν Θέτιδος, καὶ ἵνα μὴ πάλιν αὐτὸν ἡ Ἥρα ἱκετεύσῃ, ἀπεφήνατο οὕτως.

ἀμυνέμεν ἐνθάδʼ ἐάσω: ἔδει εἰπεῖν «ἐν τῇ μάχῃ»· ἄκυρον γὰρ τὸ ἐνθάδε. πρὸς σύγκρισιν οὖν Ὀλύμπου τὸ ἐνθάδε· πλησιαιτέρα γὰρ Ὀλύμπου ἡ Ἴδη ὡς πρὸς Ἴλιον.

ὥς οἱ ὑπέστην πρῶτον: καὶ μὴν Θέτιδι ὑπέσχετο· διὸ Ἀρίσταρχος ἀθετεῖ τὸ «τίμησας μὲν ἐμέ»· οὐδέποτε γὰρ κατηράσατο τοῖς Ἀχαιοῖς Ἀχιλλεύς.

κάρητι: τινὲς ἀπὸ τοῦ κάρη· Ἀρίσταρχος κάρης ὡς «Δάρης», ἵνʼ ᾖ ἀρσενικῶς.

Ἀχιλλῆα πτολίπορθον: ὅτι οὐδαμοῦ τὸν Ἀχιλλέα πτολίπορθον.

πτολίπορθον: Ὀδυσσέα μόνον οὕτω καλεῖ διὰ τὴν Ἴλιον. ἀλλὰ καὶ ἀλλαχοῦ λέγει »αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον»· ἐπόρθησε γὰρ εἴκοσι πόλεις.

ὣς ἔφατʼ οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη:τινὲς μετὰ τοῦτον γράφουσι «Ζῆνʼ ὑποταρβήσασα· νόος δέ οἱ ἄλλα μενοίνα».

βῆ δὲ κατʼ Ἰδαίων: Ζηνόδοτος «βῆ δʼ ἐξ Ἰδαίων». ἀπὸ ἴσου γὰρ ἐπὶ τὸ ἴσον ἡ δίοδος.

ὡς δʼ ὅταν ἀΐξῃ νόος—μενοινήσειέ τε πολλά: ἐν ἄλλοις ἁπλούστερον καὶ συντομώτερον «ἠὲ νόημα»· ἐνθάδε δὲ καὶ ἐπεξειργάσατο διὰ τὸ τάχος καὶ οὐ παντὶ νῷ προσάπτει τὸν λόγον, ἀλλὰ πλάνητος ἀνδρός.

ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος: ὅτι τὸ θεῖον τάχος τῆς ἐπιπτήσεως τῶν τόπων τῇ κατὰ διάνοιαν κινήσει ἀντιπαρέθηκεν ὑπερβολικῶς, καὶ ὅτι τὸ παροιμιακὸν τὸ «διέπτατο δʼ ὥστε νόημα» ἐκ τούτων καὶ τῶν κατὰ τὴν Ὀδύσσειαν σύγκειται «τῶν νέες ὠκεῖαι ὡσεὶ πτερὸν ἠὲ νόημα», οὐκ ὂν παρʼ οὐδενὶ ποιητῇ.

ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ: ὥσπερ δὲ νοῦς ἀνδρὸς—εἰς τὸν Ὄλυμπον.

ἔνθʼ εἴην ἢ ἔνθα, μενοινήσειέ τε πολλά: οὕτως Ἀρίσταρχος ἔνθʼ εἴην μετὰ νοῦ ν, καὶ διὰ τῶν δύο ηη, «μενοινήῃσί τε».

ἔνθʼ εἴην ἢ ἔνθα: Ἀρίσταρχος «εἴην» ἀντὶ τοῦ πορευθείην ἐκ τοῦ εἶμι, τοῦ ἀνδρὸς δηλονότι λέγοντος «ἐκεῖ ἀπέλθοιμι ἢ ἐκεῖ».

ἄλλως· ἔνθʼ εἴην ἢ ἔνθα: τὸ εἴην σὺν τῷ ν Ἀριστάρχειοι, καὶ σημαίνειν τὸ ὑπῆρχον, ὡς αὐτοῦ τοῦ ἀνδρὸς ἐπιλογιζομένου «οἷον πορευοίμην». ὁ δὲ λόγος· εἰς ἐκείνην τὴν χώραν ἢ ἐκείνην πορευθείην.

μενοινήσειέ τε πολλά: ὁ ἀνὴρ δηλονότι πολλὰ μέρη τῆς γῆς ἐννοήσεται.

μενοινήσειε — δηλονότι ὁ ἀνήρ — πολλὰ μέρη τῆς γῆς, καὶ νοήσει, ἐν οἷς ἔσται καὶ πορεύσεται.

ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθενἀθανάτοισι θεοῖσι Διὸς δόμῳ: ἐν ἀσχολίᾳ ὄντες μακαρίως εὐωχούμενοι διάγουσι καὶ ἐν τῇ Α, «Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν», ὡς ἐν Διὸς ἀφωρισμένου αὐτοῖς τόπου τοιούτου πρὸς τὰς εὐωχίας. οἱ δὲ πρὸς τῷ Ὀλύμπῳ.

καὶ δεικανόωντο δέπασσιν: Ἀρίσταρχος σημειοῦται ὅτι οὕτως μόνως γραπτέον δέπασσι: φησὶ γοῦν ἐν τοῖς ἑξῆς «Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας». ἐν ἐνίοις δὲ «κάλεόν τέ μιν εἰς ἓ ἕκαστος», οὐκ εὖ· ἰδίαν γὰρ ἔχει καθέδραν. πῶς οὖν πρὸς ἑαυτὸν ἕκαστος καλεῖ; ἐπὶ μὲν τῆς Ἴριδος ἁρμόζει τῆς πρὸς τοὺς ἀνέμους παραγεγονυίας ἀλλὰ μὴν οὐδʼ «ἐπέεσσι» γραπτέον· ἐπιδίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον ὁ δὲ Θρᾷξ Διονύσιος παρακεῖσθαί φησι τὸ σημεῖον, ὅτι διὰ παντὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν ἔχοντας, πρὸς τὸ ἐν Ὀδυσσείᾳ «οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ».

καὶ δεικανόωντο δέπασσιν: ἐπὶ τοῦ ἐρωτικοῦ συμποσίου «κάλεόν τέ μιν εἰς ἓ ἕκαστος»· ἀκροθώρακες γὰρ ὄντες εἰς ἐρωτικὰ ἐκεκίνηντο.

δέπασσιν: ταὐτὰ ὁ Δίδυμος τῷ Ἀριστονίκῳ λέγει περὶ τῆς γραφῆς τῆς δέπασσι.

δέπασσιν: τινὲς ἀντὶ τοῦ δέπασσιν «ἐπέεσσι» γράφουσιν. ἐλέγχονται δὲ ὑπὸ τοῦ «Θέμιστι δὲ δέκτο δέπας»

οἱ περὶ Ζηνόδοτον ἀγνοήσαντες «ἐπέεσσι» γράφουσιν. ἐλέγχονται δὲ φανερῶς ὑπὸ τοῦ «Θέμιστι δὲ δέκτο δέπας».

ἔασε: παρῃτήσατο, «τὸν δʼ ἐχθρὸν ἐᾶσαι»

Θέμιστι: ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ παρὰ Θέμιδος.

Θέμιστι: θεσμός, Θέμις.

δέκτο δέπας: οὐχὶ τοὺς ἄλλους ἠτίμασε καὶ ταύτην προὔκρινεν, ἀλλʼ ἔφθασε, φησί, τοὺς λοιπούς· διὸ παρʼ αὐτῆς λαμβάνει τὸ δέπας.

θέουσα: ἄμεινον «φέρουσα». ἀκατάστατον δὲ τὸ θέουσα, καὶ μάλιστα ἐπὶ Θέμιδος. ὑποφαίνει δὲ τὴν τάξιν τηρεῖν.

γράφουσι μέν τινες θέουσα, ἄμεινον δὲ τὸ «φέρουσα»· ἀκατάστατον γὰρ τὸ θέουσα, καὶ μάλιστα ἐπὶ Θέμιδος. ὑποφαίνει δὲ τὴν τάξιν ἀεὶ τηρεῖν.

τίπτε βέβηκας: λείπει τὸ οὕτως.

ἀτυζομένῃ δὲ ἔοικας: συμβάλλεται πρὸς τὴν ἀθέτησιν τῶν πρώην· εἰ γὰρ ἦν ἀκούσασα τὰ περὶ τῆς ἁλώσεως, οὐκ ἂν κατεπλήχθη. τάχα δὲ τεταραγμένη ὑπέστρεψε διʼ ὑπόμνησιν τῆς ἀτιμίας

ἦ μάλα δή σε φόβησε: οὐ κατὰ προαίρεσιν ἐληλυθέναι ἐποίησεν, ἀλλʼ ὅμοιόν τι φυγῇ. οἱ δὲ ὁμοίως ἡμῖν.

θεὰ λευκώλενος Ἥρη: ἐν ἄλλῳ «βοῶπις πότνια Ἥρη».

οἶσθα καὶ αὐτή: πόθεν; ἢ ὅτι συνῴκησεν αὐτῷ ἀλλὰ κουριδίους αὐτούς φησιν

ἐκείνου: Ἀρίσταρχος «κείνου» Ἰακῶς.

ὑπερφίαλος: ὅτι τὸ ὑπερφίαλος νῦν μὲν ἐπὶ ψόγου, ὁ ὑπέρσπονδος, βέλτιον δὲ ὁ ὑπέρμετρος. ἐν ἄλλοις δὲ ἐν τάξει ἐγκωμίου· «οὐκ ἀγαπᾷς, ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν» ἀντὶ τοῦ ἀγαθοῖς.

ὑπερφίαλος: ὅτι τῶν μέσων ἐστὶν ἡ λέξις· καὶ νῦν μὲν ἐπὶ ψόγου κεῖται ἀντὶ τοῦ οὐκ ἔνσπονδος, ἐν ἄλλοις δὲ ἐπὶ ἐγκωμίου· «ὑπερφιάλοισι μεθʼ ἡμῖν δαίνυσαι», εἰ μὴ λέγει, οὓς σὺ φῂς εἶναι ὑπερφιάλους.

ἀπηνής: ὁ ἄποθεν τοῦ αἰνεῖσθαι, ἢ τοῦ νεύειν εἰς ἅ τις βούλεται, ἢ τῶν ἡνίων τῆς χρηστότητος.

ἄπωθεν τοῦ νεύειν ἢ τῶν ἡνίων.

ἄρχε θεοῖσι ... δαιτὸς ἐΐσης: παρὰ γὰρ ἀνθρώποις πολλὰ διὰ μέθην ἄτοπα γίνεται. διδάσκει δὲ ὅτι δεῖ τὸ δίκαιον ἐν τοῖς πότοις σῴζεσθαι.

μετὰ πᾶσιν ... ἀθανάτοισιν: ἀντὶ τοῦ μετὰ πάντων ἀθανάτων.

οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται: δύναται καὶ καθʼ ἑαυτὸ τὸ ἡμιστίχιον ἀναγινώσκεσθαι, ἵνʼ ᾖ θαυμαστικὸς ὁ λόγος. βέλτιον δὲ τὸ σύνηθες, ὡς καὶ ἐπάνω «οἶσθα καὶ αὐτή, οἷος ἐκείνου θυμός».

πιφαύσκεται: ἐνδείκνυται, οὐ κρυφίως ποιεῖ. ὑπερβολικῶς δέ φησιν ὡς ἤδη πεπραχότος ταῦτα τοῦ Διός, ὡς «ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον».

οὐδέ τί φημι — οὔτε θεοῖς, εἴπερ τις ἔτι νῦν δαίνυται εὔφρων: ὁ νοῦς· οὐκέτι οἶμαι τὸν Δία οὐδενὶ τῶν πάντων θεῶν ἢ ἀνθρώπων ἱλαρὸν ἔσεσθαι, εἰ ἄρα καί τις ἐν τῷ παρόντι τῇ αὐτοῦ προσηνείᾳ εὐωχεῖται ἐν ἱλαρότητι.

κεχαρησέμεν: χαροποιήσειν.

οὔτε θεοῖς: πρὸς τὸν Ἄρην ταῦτα διʼ Ἀσκάλαφον

εἴπερ τις ἔτι νῦν δαίνυται εὔφρων: ἠθικῶς εἴγε ὅλως φιλεῖτε ὑμεῖς εὐωχεῖσθαι εὐφραινόμενοι τὴν ψυχήν. δολερὸν δὲ καὶ γυναικεῖον ἐνέφηνεν ἦθος· ἀδικήσασα γὰρ Δία ἐπʼ αὐτοῦ μὲν ἀπολογεῖται, νῦν δὲ ἠδικῆσθαί φησι καὶ τὸν Δία «ὑπερφίαλον» καλεῖ καὶ ἐπανίστησιν αὐτῷ τοὺς θεούς.

ὄχθησαν: ἐμετεωρίσθησαν· ἢ ἐβαρύνθησαν ὡς ὄχθων προσκειμένων· ἢ ἠχθέσθησαν, παρὰ τὸ ἄχθος.

ἡ δὲ γέλασσε χείλεσιν, οὐδὲ— ἰάνθη: οὗτος ὁ γέλως Σαρδόνιος καλεῖται, ὅταν τις μὴ ἐκ διαθέσεως καὶ κρίσεως γελᾷ. οὗτος δέ ἐστιν ὁ Σαρδόνιος καλούμενος γέλως ὁ μετὰ δηγμοῦ πρὸς ὑπόκρισιν· οὐ γὰρ γελᾷ. καὶ τὸν Ἄρη δὲ ὑπομιμνῄσκει τοῦ υἱοῦ φοβοῦσα, ἵνʼ αὐτὸν ἀποστήσῃ τῆς τῶν Τρώων συμμαχίας καὶ τοὺς ἄλλους θεούς.

οὗτός ἐστιν ὁ Σαρδόνιος γέλως ὁ μετὰ δηγμοῦ τῆς καρδίας γινόμενος.

ἰάνθη: διεχύθη. Σοφοκλῆς «ὡς ἂν Διὸς μέτωπον ἐκταθῇ χαρᾷ». ἰαίνειν δὲ κυρίως τὸ θερμαίνειν, «αἶψα δʼ ἰαίνετο κηρός». θερμὰ δὲ τὰ ἡδέα.

διεχύθη, ἐκινήθη, ἰαίνεται δὲ δηλονότι χαῖρον. ἰαίνειν δὲ κυρίως τὸ θερμαίνειν.

πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα: πᾶσι μεμψαμένη ἐπὶ τῷ μὴ δέξασθαι τοὺς λόγους αὐτῆς· ἢ τῷ Διῒ μεμφομένη ἐν πᾶσιν ηὔδα.

μενεαίνομεν ἀφρονέοντες: τινὲς «ἐριδαίνομεν ἀφρονέοντι».

κατʼ ἔνια τῶν ὑπομνημάτων «ἀφρονέοντα».

ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες ἢ ἔπει ἠὲ βίῃ: ἔφαμεν τὸν η κατʼ ἀρχὴν ὄντα διαπορητικὸν περισπᾶσθαι, ὥσπερ καὶ ἐνθάδε. τοὺς μέντοι ἑξῆς ἐγκλιτέον ἐν τῇ συντάξει· εἰσὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοί, ὡς τὸ «ἢ ἔπει ἢ ἔργῳ».

τὸ πρῶτον η περισπαστέον· ἔστι γὰρ διαπορητικός. τοὺς δὲ ἑξῆς κλιτέον· εἰσὶ γὰρ διαζευκτικοὶ ἢ παραδιαζευκτικοί.

ἀφήμενος: ἄπωθεν χωριζόμενος.

φησίν: λογίζεται· «οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι». ὅτι δὲ οὐ πρὸς πεῖραν, ἀλλὰ πρὸς πειθαρχίαν οἱ λόγοι, δῆλον ἐξ ὧν φησιν «οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη;».

κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος:πρὸς τὸ «τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν». ὡς ταπεινόφρονας δὲ αὐτοὺς ἐλέγχει, πειράζουσα, εἰ φράξαιντο κατὰ Διός· ὅθεν ἐκείνων σιωπησάντων ἐπικερτομοῦσα τὸν ἐπίπλαστον ἐγέλασε γέλωτα τόν τε Ἄρεα ἐπανίστησι τῷ Διῒ καὶ τῆς συμμαχίας τῶν Τρώων ἀπανίστησιν.

ἔχετε: ἀνέχεσθε. διδάσκει δὲ στέργειν τὴν θείαν διοίκησιν. τὸ δὲ ὔμμι ἀντὶ τοῦ ὑμῶν. καὶ ταῦτα δὲ δεῖ νοεῖν ὡς οὐ μόνον περὶ τὸν Ἄρη δεινοῦ τινος συμβεβηκότος, ἀλλὰ καὶ περὶ τοὺς ἄλλους τῆς ὁμοίας οὔσης προσδοκίας.

Ἀσκάλαφος: τινές φασι τὸν Ἀσκάλαφον εἰς Ἑβραίαν τεθάφθαι· διὸ καὶ Σαμάρειαν καλεῖσθαι, διὰ τὸ σῆμα, ὃ ἐποίησεν Ἄρης.

ὅν: ἑαυτοῦ. ἔστι δὲ ὅμοιον τῷ «μήτηρ μέν τέ μέ φησι».

ὀλοφυρόμενος: ὁ μὲν κεκίνηται εὐθὺς ὡς ὢν προπετής. καταπαύει δὲ αὐτὸν ἡ Ἀθηνᾶ ὡς συνέσεως προεστηκυῖα δαίμων

ἔπος ηὔδα: οὕτως καὶ ἡ Ἀριστάρχου καὶ αἱ πᾶσαι, ἔπος ηὔδα, οὐ «προσηύδα».

τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν:νῦν ἐστιν ὁ ἀλλοπρόσαλλος· νῦν γὰρ οὐκ ἐπίσταται οὐδʼ ὅποι βαδιεῖται. εἰ μὲν οὖν τοῖς Ἕλλησι συμμαχήσει, ἀλλοπρόσαλλος φανεῖται, εἰ δὲ τοῖς Τρωσίν, ὡς πρόσθεν, τοῖς φονεῦσι τοῦ παιδὸς συμβαλεῖται.

νῦν ἀποδείκνυται ἀλλοπρόσαλλος, μὴ γινώσκων οὐδʼ ὅπη βαδιεῖται· εἰ μὲν γὰρ Ἕλλησι συμμαχήσει, ἀλλοπρόσαλλος εὑρίσκεται, εἰ δὲ Τρωσίν, οὐκ ἐκδικῶν τὸν υἱόν, ἀλλὰ καὶ τῷ φόνῳ αὐτοῦ συμβαλλόμενος.

οὗτός ἐστιν ὁ ἀλλοπρόσαλλος· οἱ γὰρ ἀδικήσαντες αὐτὸν ἦσαν οἱ Τρῶες, οἱ κατάρξαντες τοῦ ἀδικήματος.

ἰόντι: οὕτω τὸ τέλειον. τινὲς δὲ ἰόντα.

πληγέντι: ἀντὶ τοῦ προβλαφθέντι.

κεῖσθαι ὁμοῦ νεκύεσσιν: ἀντιφράζεται τῷ «αὐτοῦ πήματʼ ἔπασχον ἐν αἰνῇσιν νεκάδεσσιν»· νεκάδας γὰρ τὰς τάξεις τῶν νεκρῶν φασιν.

ὥς φάτο καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε: ὅτι ἀντὶ τοῦ Δείμῳ καὶ Φόβῳ, καὶ ὅτι ἐντεῦθεν ἡ πλάνη γέγονε τοῖς δεξαμένοις Δεῖμον καὶ Φόβον ἵππων ὀνόματα. εἰσὶ δὲ Ἄρεως υἱοί· ἐν ἄλλοις γὰρ ῥητῶς φησι· «τῷ δὲ Φόβος φίλος υἱός». τὸ δὲ γένος τῆς ἀμφιβολίας ἔστιν εὑρεῖν καὶ ἀλλαχῇ· «τόνδε τέ μʼ ἄνδρα ἑλεῖν καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν», καὶ ἐν Ὀδυσσείᾳ «αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι», ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν «νέῳ ἀνδρί».

μείζων τε καὶ ἀργαλεώτερος: τοῦ πρὸς Ἥραν καὶ Ἀθηνᾶν καὶ Ποσειδῶνα χόλου.

χόλος καὶ μῆνις: ὅτι ἐκ παραλλήλου ὡς ἰσοδυναμοῦντα τὸν χόλον καὶ τὴν μῆνιν.

χόλος καὶ μῆνις: παραλλήλως· οἱ δὲ χόλος γενικῶς.

πᾶσι περιδείσασα: ἀντὶ τοῦ πάντων. εἰκότως δὲ ὡς δεδοικυῖα τὸν πατέρα καὶ ἤδη πεπαιδευμένη μὴ ἐναντιοῦσθαι, «ὄφρʼ εἰδῇ γλαυκῶπις».

περιδδείσασα: διὰ τοῦ ἑτέρου δ αἱ Ἀριστάρχου.

ὦρτο διʼ ἐκ προθύρου: ἡ ἔξ πρὸς τὸ ὦρτο.

ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων, ἔγχος δʼ ἔστησε—ἑλοῦσα: καὶ ἐπὶ Ὀδυσσέως «αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός».

ἡ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα: ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει. ὅμοιον δέ ἐστι τοῦτο τῷ «αὐτὰρ Ἀθηναίη, κούρη Διός», εἶτα «ἡ δὲ χιτῶνʼ ἐνδῦσα Διός». δασυντέον δὲ τὸ ἥ ἄρθρον. δύναται μέντοι καὶ σύνδεσμος ἐξακούεσθαι, ἵνα γένηται «καὶ ἐπέεσσι καθάπτετο». καὶ ἔστιν ὅμοιον τοῖς τοιούτοις «βεβλήκει γλουτὸν κατὰ δεξιόν, ἡ δὲ διαπρό»· «ἡ δὲ χιτῶνʼ ἐνδῦσα»· καὶ γὰρ ἐπὶ τούτων διχῶς ἀνέγνωσαν, ὥσπερ καὶ ἐπὶ τοῦ ἐν τῇ Ὀδυσσείᾳ «αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο. ἡ δὲ γαλήνη». ἄμεινον δὲ ἐπὶ πάντων ἄρθρον ἐκδέχεσθαι, ὥσπερ καὶ Ἀριστάρχῳ ἐδόκει.

ἡ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρεα: ὅτι ἐξ ἀναλήψεως τὰ ἄρθρα λαμβάνει· ὁμοίως καὶ τὸ «αὐτὰρ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο», εἶτα «ἡ δὲ χιτῶνʼ ἐνδῦσα Διός». καθάπτεσθαι δέ ἐστι καὶ τὸ πραΰνειν καὶ τὸ ἐξονειδίζειν. ἔστιν οὖν «λόγῳ προσεφώνει». δῆλον δὲ ὡς ἀφοπλίζουσα τὸν Ἄρεα ταῦτα ἔλεγεν· οὐ γὰρ σιωπῶσα.

μαινόμενε, φρένας ἠλὲ διέφθορας: μετὰ τὴν πρώτην λέξιν στικτέον. μετὰ δὲ τὸ ἠλέ ἀμφίβολος ἡ στιγμή· ἤτοι γὰρ καὶ αὐτὸ προσαγορευτικόν ἐστιν «ὦ φρένας ἠλέ», εἶτα καθʼ ἑαυτὸ διέφθορας· ἢ συναπτέον ὅλον, ἵνʼ ᾖ τὸ ἑξῆς φρένας διέφθορας. τὸ δὲ ἠλέ ὡς καλέ ἐπιθετικῶς. εἴτε δὲ ἀπεκόπη εἴτε συνεκόπη ἐκ τοῦ ἠλεέ, ἔρρωται τὰ τοῦ τόνου.

μαινόμενε, φρένας ἠλὲ διέφθορας: οὕτω Πορφύριος· οὐ δεῖ στίζειν εἰς τὸ φρένας ἠλέ, εἶτα καθʼ αὑτὸ λέγειν διέφθορας, ἀλλʼ ὅλον συνάπτειν τὸ φρένας ἠλὲ διέφθορας, ἵνʼ ᾖ τὰς φρένας διέφθορας, ἢ ὠλεέ. καὶ αὐτὸς δὲ ἐπάγει πρὸς μὲν τὸ μαινόμενε «ἦ νύ τοι αὔτως οὔατʼ ἀκουέμεν ἐστί», πρὸς δὲ τὸ φρένας ἠλέ «νόος δʼ ἀπόλωλε καὶ αἰδώς», ἵνʼ ᾖ τὸ ἠλέ θερμέ, πρὸς ὃ ἀνθυπήγαγε τὸ «αἰδώς»· οἱ γὰρ θερμοὶ ἀναιδεῖς. ἠλέ ὡς καλέ, εἴτε ἀποκοπή ἐστιν εἴτε συγκοπή· τὸ γὰρ τέλειον ἠλεέ. ἢ παρὰ τὴν ἄλην, ἢ ὃν πάντες ἀλεόμεθα, ἢ παρὰ τὸ θερμόν. ἔστιν οὖν «φρένας ἠλεέ», ὦ πεπλανημένε τὰς φρένας.

δεῖ στίζειν εἰς τὸ μαινόμενε, τὸ δὲ ἑξῆς ὅλον συνάπτειν, φρένας ἠλὲ διέφθορας ἤτοι τὰς φρένας, ὦ ἠλέ, ἀπώλεσας. τοῦ δὲ ἠλεέ εἴτε ἀποκοπὴ εἴτε συγκοπή ἐστι. γίνεται δὲ παρὰ τὴν ἄλην, ἵνʼ ᾖ πεπλανημένε.

διέφθορας: Ἀττικοὶ ἐνεργητικῶς φασι τὸ διέφθορας. νῦν δὲ ἀντὶ τοῦ διέφθαρσαι.

ἦ νύ τοι αὔτως οὔατʼ ἀκουέμεν ἐστίν: εἰς τὸ μάτην ἀκούειν ἔχεις τὰ ὦτα, οὐ μέντοι τὰ ἀκουόμενα διακρῖναι.

ἀΐεις: αἰσθάνῃ.

ἀναπλήσας κακὰ πολλά: οἷον κρατῆρα κακῶν πληρώσας.

κακὸν μέγα πᾶσι: ἡ Ἀριστοφάνειος κακὸν μέγα πᾶσι, Ζηνόδοτος δὲ «θεοῖς μέγα πῆμα».

οὕτως ἡ Ἀριστοφάνους, ἡ Ζηνοδότου δὲ «θεοῖς μέγα πῆμα».

ἐν ἄλλῳ «πῆμα φυτεῦσαι».

φυτεῦσαι: γεννῆσαι.

μάρψει δʼ ἑξείης, ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί: καὶ πῶς τοιοῦτος «πατὴρ ἀνδρῶν τε θεῶν τε» ἐπιτείνει οὖν εἰς δέος Ἄρεος· ἢ τὸ περὶ τοὺς ἄρχοντας μιμεῖται πάθος. τὸ δὲ μάρψει κυρίως τὸ χερσὶ συλλήψεται· μάρη γὰρ αἱ χεῖρες, ἔνθεν καὶ εὐμαρής. δηλοῖ δὲ καὶ ἁπλῶς τὸ καταλαβεῖν· καὶ «μάρνασθαι» τὸ διὰ χειρῶν μάχεσθαι.

κυρίως χερσὶ συλλήψεται· μάρη γὰρ ἡ χεὶρ κατὰ Πίνδαρον, ὅθεν καὶ εὐμαρές. δηλοῖ δὲ ἁπλῶς καὶ τὸ καταλαμβάνειν· καὶ «μάρνασθαι» δὲ τὸ διὰ χειρῶν μάχεσθαι. τάχα οὖν οὐ τοιοῦτος ὁ Ζεύς, ἀλλʼ εἰς δέος Ἄρεος ἐπιτείνει τὸν λόγον· ἢ τὸ περὶ τοὺς ἄρχοντας πάθος ἐνδείκνυται.

μεθέμεν χόλον υἷος ἑῆος: τοῦ ὑπὲρ τοῦ παιδὸς χόλου. διδάσκει δὲ τὸ μοιρίδιον πρᾴως φέρειν, ὡς καὶ κατὰ θεῶν ἀπαράβατον ὑπάρχον.

υἷος ἑῆος: ὅτι Ζηνόδοτος γράφει «υἷος ἑοῖο», τοῦτο δὲ ἐν τῷ περί τινος λόγῳ τίθεται. νῦν δὲ πρὸς πρόσωπόν ἐστι, καὶ δεῖ γράφειν ἑῆος. ἠγνόηκε δὲ τὴν λέξιν· ἔστι γὰρ ἑῆος ἀγαθοῦ, καὶ «δωτῆρες ἑάων». προπερισπαστέον δὲ τὴν υἷος γενικήν. προείρηται δέ, πῶς γέγονεν.

τοῦ γε: Ζηνόδοτος καὶ Ἀριστοφάνης «τοῦ δέ».

πεφήσεται: πέφαμαι, πέφασαι· τοῦτο ποιεῖ μετʼ ὀλίγον μέλλοντα πεφάσομαι, ὃ ἐξέτεινε διὰ μέτρον.

ἀργαλέον δέ πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε: ἀδύνατον, «ἡ δὲ μάλʼ ἀργαλέη περάαν». ἀδύνατον, φησί, θεῷ, τὴν ἐξ αὐτοῦ γένεσιν ἀνθρωπίνην πᾶσαν σῴζειν.

ἀδύνατον, φησί, πᾶσαν γένεσιν ἀνθρωπίνην θανάτου ῥύεσθαι, ὅπου μηδὲ ἕνα τις ῥύεται· εἰ γὰρ καὶ πρὸς καιρὸν ῥυσθῇ, πάλιν φθαρήσεται.

ἀργαλέον δέ πάντων—γενεήν τε τόκον τε: παραμυθητικὰ ταῦτα.

γενεήν: τόκον. τὸ κοινὸν παράλληλον. συστέλλει δὲ ὁ Θρᾷξ τὸ ῥῦσθαι· τὸ γὰρ πλῆρές ἐστι ῥύεσθαι.

γενεήν τε τόκον τε: τοὺς γονεῖς καὶ τὸ γένος. δισσολογεῖ—κεῖται καὶ τοῦ θανάτου ῥύεσθαι.

ἵδρυσε θρόνῳ ἔνι: τὸ βίαιον τῆς ἕδρας ἡ διακοπὴ δηλοῖ· ἔστι γὰρ ἐνίδρυσεν· διό τινες οὐκ ἀνέστρεφον τὴν ἐνί. τὸ δὲ ἵδρυσε συστέλλεται, ὡς τὸ «ἐπίαχον υἷες Ἀχαιῶν».

θρόνῳ ἔνι: ἀναστρεπτέον τὴν πρόθεσιν· τὸ γὰρ ἑξῆς ἐστιν ἐν θρόνῳ, ὁμοίως τῷ «υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι».

Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτός Ἶριν τε: ὁρῶσα παροξυνόμενον Ἄρεα, ἵνα μὴ ἐπʼ αὐτοῦ πέμπουσα αὐτοὺς ἀναγκασθῇ εἰπεῖν, διὰ τί καλεῖ αὐτούς, καὶ πλέον ἐρεθίσῃ τὸν Ἄρεα, δῆλον ἡγουμένη, πότερον κρύφα βούλεται αὐτοῖς διαλεχθῆναι ἐπὶ πάντων, τὸ ἀσφαλέστατον εἵλετο.

διὰ τί ἐκτὸς αὐτοὺς καλεῖ ὁρῶσα παροξυνόμενον Ἄρην; ἵνα μὴ ἐπὶ αὐτοῦ πέμπουσα αὐτοὺς πλέον αὐτὸν ἐρεθίσῃ ὡς ἐπὶ πόλεμον πέμπουσα, εἰκότως ἔξω καλεῖ· λογισαμένη γάρ, πότερον κρύφα ἢ ἐπὶ πάντων αὐτοῖς διαλεχθῇ, τὸ ἀσφαλέστερον αἱρεῖται.

θεοῖσι μετʼ ἄγγελος: θεοῖσι μετά ἐν θεοῖς. οὐκ ἀναστρέφεται δὲ διὰ τὴν συναλιφήν.

Ζεὺς σφώ: καὶ τὸ Ζεύς καὶ τὸ σφώ ἐγκλιτέον, τουτέστι βαρυτονητέον, ἐπεὶ δευτέρου προσώπου ἐστὶ καὶ μεταλαμβάνεται εἰς τὸ ὑμᾶς.

ἐγκλιτέον τὴν σφώ· δευτέρου γὰρ προσώπου καὶ μεταλαμβάνεται εἰς τὴν ὑμᾶς.

σφώ: τῆς σφῶϊ ἀποκοπή. καὶ ὀρθὴ μὲν «σφὼ δὲ μάλʼ ἠθέλετον», ὥστε οὐ δεῖ ἐγκλίνειν. τινὲς δὲ ἐγκλίνουσιν, ἐπεὶ αἰτιατικὴν δηλοῖ ἀπολελυμένην.

ὅττι τάχιστα: ὡς τάχιστα.

αὐτὰρ ἐπὴν ἔλθητε—ἀνώγῃ: ἀθετοῦνται ἀμφότεροι, ὅτι ἀνηθοποίητοί εἰσι· καὶ γὰρ εἰ μὴ ἐνετείλατο ἡ Ἥρα, ὤφειλον ὑπακούειν τῷ Διΐ. καὶ λόγον ἂν εἶχεν ἡ ἐντολή, εἰ κεχαρισμένον τι αὐτῇ ἐπετέλουν καὶ μὴ ἐναντίον ὥστε ἔδει μᾶλλον παρακαλεῖν εἰς τὸ παριδεῖν τι τῶν ὑπὸ Διὸς προστασσομένων. καὶ Ἀριστοφάνης προηθέτει.

αὐτὰρ ἐπεὶ ἔλθητε … ἔρδειν—ἀνώγῃ: οἱ δύο ἀθετοῦνται· ἔστι γὰρ ἐμβρόντητον τὸ λέγειν «ἄπιτε καὶ ὃ ἂν εἴπῃ, τοῦτο ποιήσατε»· καὶ γὰρ εἰ μὴ ἐκέλευσεν, οὐκ ἤμελλον παρακούειν Διός. ἄλλως τε πῶς φησι πείθεσθαι Διῒ τοῖς καθʼ Ἑλλήνων πεμφθησομένοις; ἢ τάχα μεμψίμοιροί εἰσιν οἱ λόγοι, ἀπέλθετε ποιήσοντες, ἃ κελεύει Ζεύς· ἀφʼ οὗ τὸ δυσάρεστον ἐμφαίνει, ὥς φαμεν πρός τινα ὀργιζόμενοι «ποίει, ὃ θέλεις». ὅτι δὲ μεμψίμοιροι οἱ λόγοι, δῆλον ἀπὸ τοῦ σιωπῆσαι τὴν αἰτίαν τῆς κλήσεως, καίτοι ἀλλαχοῦ παλιλλογεῖν εἰωθώς· φυσικὸν γάρ ἐστι μηδὲ μεμνῆσθαι τῶν λυπηρῶν ἐπὶ πλέον· διὸ συνέτεμε τὸν λόγον. οἱ δὲ «κατεπτηχυῖα» φασὶ «τὰς ἀπειλὰς εὐλαβεῖται», μὴ καθʼ ὁντινοῦν τρόπον ἐμποδισθείσης τῆς Ἴριδος Ζεὺς πάλιν ἐπʼ αὐτὴν ἀγάγῃ τὴν αἰτίαν.

πετέσθην: ὑπερβολικῶς. ἢ ἀπὸ τῆς Ἴριδος κατὰ συνεκδοχήν.

εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ: βέλτιον τὸ «ἥμενον» τούτῳ προσδίδοσθαι.

ἀνὰ Γαργάρῳ ἄκρῳ: τινὲς ἐν τῷ ἄκρῳ τοῦ Γαργάρου. ἔστι δὲ καὶ πόλις, ἀφʼ ἧς οἱ Γαργαρεῖς.

ἥμενον, ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο: ὅτι τοῦτό ἐστι τὸ νέφος, ὑπὲρ οὗ ἔμπροσθέ φησι· «τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω». θυόεν δὲ εὐῶδες, ἀπὸ τῶν θυμιαμάτων.

θυόεν νέφος: ἐπεὶ τοῦτο ἦν τὸ νέφος, περὶ οὗ φησι «τοῖόν τοι ἐγὼ νέφος». θυόεν δὲ εὐῶδες, «τηλόσε δʼ ὀδμή κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει». φασὶ δὲ οἱ φυσικοὶ τὰ ὀκτὼ σταδίοις ὑπερέχοντα τῆς γῆς ὕψη μὴ νεφελίζεσθαι. ἔστιν οὖν αἰθέριον νέφος τὸ περικείμενον Διΐ.

τὼ δὲ πάροιθʼ ἐλθόντε: τὸ ἑξῆς τὼ δʼ ἐλθόντε.

νεφεληγερέταο: βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον.

οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ: ὅτι τὸ ἐναντίον ὑπακοῦσαι δεῖ, ἀλλʼ ἀπεδέξατο.

οὐδέ σφωϊν: ἐνθάδε ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία· τρίτου γάρ ἐστι προσώπου· διὸ τὸν δέ σύνδεσμον ὀξυτονητέον. ὁμοίως οὖν ἀναγνωστέον τῷ «καί σφωϊν δὸς ἄγειν».

οὐδέ σφωϊν: ἐγκλιτικῶς· ἔστι γὰρ «οὐδὲ ἐχολώθη αὐτοῖς ἰδὼν αὐτούς». ἀόργητος δὲ ἔμεινε διὰ τὴν ταχεῖαν αὐτῶν παρουσίαν.

Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα:πρεπόντως πάνυ, ἵνα ἀποστήσας τὸν Ποσειδῶνα τῆς μάχης τότε παρορμήσῃ τὸν Ἕκτορα διὰ τοῦ Ἀπόλλωνος. ἐὰν δὲ ἐναλλάξῃς τὴν τάξιν, οὐχ ἁρμόζον φανεῖται.

βάσκʼ ἴθι Ἶρι ταχεῖα Ποσειδάωνι ἄνακτι πάντα τάδʼ ἀγγεῖλαι: εἴρηται ἐν τῇ Ω ὅτι ἀμφίβολός ἐστιν ἡ μεταξὺ τούτων διάστασις. ἡ μὲν γὰρ συνήθεια συνάπτει, ὁ δὲ λόγος χωρίζει.

ταχεῖα: ὅτι οὐκ ἔστιν ἐπίθετον τὸ ταχεῖα, ἀλλʼ ἀντὶ τοῦ ταχέως.

πάντα τάδʼ ἀγγεῖλαι: πάντα τὰ μέλλοντα λεχθῆναι. οὐ μεταπέμπεται δὲ αὐτόν, ἵνα μὴ τραχυνθῇ, ὃς μηδὲ ἐπεστράφη τῶν ἀπειλῶν τῶν ἐν τῇ Θ τὸ δὲ ἀγγεῖλαι ἀντὶ τοῦ ἄγγειλον. τοῦτο δὲ προσέθηκεν, ἐπεὶ πρὸς ἴσον ἡ ἀποστολή. καλῶς δὲ καίτοι πάντων δεσπόζων λόγοις πρὸς βίαν χρῆται, διδάσκων πραΰτητα.

ἀπαγγεῖλαι: προπερισπαστέον τὸ ἀγγεῖλαι· ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ κείμενον, διὰ τὸ ἐπιφερόμενον μηδὲ ψευδάγγελος εἶναι· οὐκ ἀναγκαῖον γὰρ διὰ τὸ «ἄνωχθι» προστακτικῶς ἀναγινώσκειν. καὶ ἔστιν ὅμοιον τῷ «τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοισι τανύσσαι»· καὶ ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐστιν.

εἶναι: ἀντὶ τοῦ ἔσο.

ἔρχεσθαι μετά: γράφεται καὶ «ἔρχεσθʼ ἢ μετά».

εἰς ἅλα δῖαν: ὅτι ἀφʼ ἑαυτοῦ ὁ Ζεὺς τὴν θάλασσαν δῖαν εἴρηκεν.

εἰς ἅλα δῖαν: δῖαν τὴν μεγάλην. οἱ δὲ ὑγράν, παρὰ τὸ διαίνειν. οἱ δὲ φοβεράν, παρὰ τὸ δέος, ὡς «δῖα Χάρυβδις».

εἰ δέ μοι: τὸν δέ ὀξυτονητέον· ἔστι γὰρ νῦν ἡ μοί ἐγκλιτικὴ καὶ ἀπόλυτος.

εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει:Ἀμμώνιος «εἰ δέ μου». εἰκότως δὲ σκληρότερον ἐπανατείνεται τῷ τῶν πρώην ἀπειλῶν οὐ φροντίσαντι. τὸ δὲ ἀλογήσει οἱ μὲν λόγον μου οὐ ποιήσεται, οἱ δὲ ἀλογιστήσει καὶ μωρανεῖ.

ἐπιόντα ταλάσσῃ: τινὲς «ἐπιόντα θελήσῃ» ἀντὶ τοῦ δυνηθῇ· «οὐδʼ ἔθελε προρέειν» ἀντὶ τοῦ οὐκ ἠδύνατο.

ἐπεί εὑ: καὶ ἐπὶ τούτου ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία καὶ ἀπόλυτος· διὸ τὸν ἐπεί σύνδεσμον ὀξυτονητέον ὁμοφώνως τῷ «καί εὑ κράτος ἐστὶ μέγιστον».

ἐπεί εὑ ὁμοίως τῷ «καί εὑ κράτος ἐστὶ μέγιστον».

βίῃ πολὺ φέρτερος … καὶ γενεῇ πρότερος: τὸ μὲν δέος, τὸ δὲ αἰδῶ ποιεῖ. ἀρχικὸν δὲ τὸ ἀπὸ τοῦ δεινοτέρου ἄρξασθαι.

καὶ γενεῇ πρότερος—καὶ ἄλλοι: ἀθετοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται, ὅτι τοὺς ὕστερον λεγομένους ὑπὸ τῆς Ἴριδος διʼ ἐπιείκειαν ἐνθάδε τις μετενήνοχεν· ἀναρμόστως γὰρ ὁ Ζεύς, ὥσπερ δεδοικὼς καὶ συλλυθῆναι βουλόμενος, «εἰξάτω μοι», φησί, «καθόσον εἰμὶ προγενέστερος»· τὰ γὰρ τοιαῦτα τῶν δεομένων· «καί μοι ὑποστήτω, ὅσσον βασιλεύτερός εἰμι ἠδʼ ὅσσον γενεῇ προγενέστερος».

καὶ γενεῇ πρότερος—καὶ ἄλλοι: τινὲς ἀστερίσκους αὐτοῖς παρατιθεῖσιν ὡς μεταχθεῖσιν ἀπὸ τῶν Ἴριδος λόγων ἢ εἴωθεν ὁ Ζεὺς μετὰ τῶν ἀνατάσεων καὶ σύγγνωμόν τι ἐπάγειν· «Ἥρῃ δʼ οὔτι τόσον νεμεσίζομαι»· πῶς γὰρ ἡ Ἶρις καίτοι ἔμφρων οὖσα πρὸς τηλικοῦτον ἐθρασύνετο θεὸν λέγειν ἀφʼ ἑαυτῆς «σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ»

οὐκ ὄθεται ... ἶσον ἐμοὶ φάσθαι: οὐκ ἐπιστρέφεται τοῦ μὴ ἰσηγορεῖν, ἀλλʼ ἰσηγορεῖ δηλονότι.

στυγέουσι: καταπλήσσονται· «κατὰ δʼ ἔστυγον αὐτήν».

κατʼ Ἰδαίων: ὅτι Ζηνόδοτος γράφει «ἐξ Ἰδαίων». ἁρμόζει δὲ μᾶλλον τὸ κατʼ Ἰδαίων· κατάβασιν γὰρ δηλοῖ, ὡς «οἵη τʼ Ἄρτεμις εἶσι κατʼ οὔρεος».

πτῆται νιφὰς ἠὲ χάλαζα: ταχέως φέρηται. τούτοις δὲ εἴκασται, ἃ καὶ σημαίνει ἡ Ἶρις.

νιφὰς ἠὲ χάλαζα: ὅτι διέσταλκε νιφάδα καὶ χάλαζαν.

ἠὲ χάλαζα: παραπληρωματικὸν τῇ πιπτούσῃ χιόνι.

πτῆται νιφὰς ἠὲ χάλαζα ψυχρὴ ὑπαὶ ῥιπῆς αἰθρηγενέος Βορέαο: νιφὰς μὲν ἡ χιών, χάλαζα δὲ πεπηγὸς ὕδωρ μετὰ βροχῆς. θέλει δὲ σημᾶναι τὴν ὀρθὴν αὐτῆς πορείαν. τὴν δὲ Ἥραν ὡς βασιλίδα νοῒ εἴκασεν τὸ δὲ ῥιπῆς ῥίψεως· ῥίψει γὰρ παραπλήσιόν τι πάσχουσιν οἱ ἄνεμοι.

πτῆται νιφὰς ἠὲ χάλαζα ψυχρὴ ὑπαὶ ῥιπῆς αἰθρηγενέος Βορέαο: φύσει ψυχρά. πτῆται δὲ ὑπὸ Βορέου.

νιφὰς δὲ χιών, χάλαζα πεπηγὸς ὕδωρ μετὰ βροχῆς. θέλει οὖν σημᾶναι τὴν ὀρθρίαν αὐτῆς πορείαν καὶ τὸ τάχος. ψυχρὴ δὲ νιφὰς ἡ φύσει ψυχρά. ῥιπῆς δὲ ῥίψεως· ῥίψει γὰρ παραπλήσιόν τι πάσχουσιν οἱ ἄνεμοι.

ψυχρή: τὸ ψυχρή ἑκατέρῳ δύναται προσδίδοσθαι· ἤτοι γὰρ ψυχρὴ ὑπὸ βορέου ἢ πτῆται ὑπὸ βορέου.

αἰθρηγενέος Βορέαο: πῶς ἀεὶ νίφων αἰθρηγενής; ἤτοι οὖν παρέλκει τὸ ἐπίθετον, ὡς τὸ «πῇ ἔβη Ἀνδρομάχη λευκώλενος;». ἢ ἀπὸ τοῦ πλεονάζοντος· διασκίδνησι γὰρ τὰ νέφη, «σκιόεντα πνοιῇσιν λιγυρῇσι διασκιδνᾶσιν». οἱ δὲ ὅτι τὸ ψῦχος παρʼ αὐτῷ αἶθρος ὀνομάζεται, «αἴθρῳ καὶ καμάτῳ δεδμημένος». τάχος δὲ δίδωσι τῇ χιόνι ὁ ἄνεμος, βορρᾶ δὲ πνέοντος νιφετὸς ἐπιγίνεται. καὶ ἀλλαχοῦ «νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος».

ἀγγελίην τινά τοι, γαιήοχε κυανοχαῖτα,ἦλθον δεῦρο φέρουσα παραὶ Διός: ἐδόξασεν αὐτὸν τοῖς δύο ἐπιθέτοις, καὶ οὐκ ἐντολήν, ἀλλʼ ἀγγελίην αὐτῷ φέρει παρὰ Διός, οἷον «οὐχ ἑκοῦσα ἥκω», ὡς καὶ Ἑρμῆς «Ζεύς με γὰρ ἠνώγει δεῦρʼ ἐλθέμεν» καὶ «τὸν νῦν σʼ ἠνώγει ἀποπεμπέμεν».

κέλεταί σε: γράφεται «σε κέλευε».

εἰ δέ οἱ οὐκ ἐπέεσσι: ὅτι πτῶσις ἤλλακται, εἰ δὲ αὐτῷ ἀντὶ τοῦ εἰ δὲ αὐτοῦ τοῖς ἔπεσι· τὸ γὰρ οἷ αὐτῷ ἐστι.

ἠπείλει κἀκεῖνος ἐναντίβιον πολεμίξων: τὸ κἀκεῖνος ἐκ πλήρους, ὃ καὶ Ζηνόδοτος γράφει. πολεμίξων δὲ διὰ τοῦ ξ Ἀρίσταρχος, Ζηνόδοτος δὲ διὰ τοῦ ζ. θέλει δὲ εἰπεῖν ὡς, εἰ μὴ σὺ ἄπει, ἐκεῖνος ἐλεύσεται πολεμήσων· λείπει δὲ τὸ σοί. ὁ δὲ «καὶ» πρόσκειται, ἵνα δείξῃ ὡς οὐκ ἄρξει Ζεὺς τῆς μάχης, ἀλλʼ ἀμυνόμενος παρέσται. τὸ δὲ ἠπείλει ἀντὶ τοῦ ἔλεγεν.

καὶ κεῖνος: ἐκ πλήρους τὸν σύνδεσμον Ἀρίσταρχος.

πολεμίζων: Ζηνόδοτος διὰ τοῦ ζ.

ὑπεξαλέασθαι: φυλάξασθαι. παρέλκουσι δὲ αἱ προθέσεις.

σεο: ἀπολύτως.

καὶ γενεῇ πρότερος—καὶ ἄλλοι: οἱ ἀστερίσκοι, ὅτι ἐντεῦθεν μετάκεινται ἄνω, οὐχ ὑγιῶς.

σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ ἶσόν οἱ φάσθαι: τὸ δὲ σὸν ἦτορ ἐπιβάλλεται αὐτῷ ἰσηγορεῖν καὶ οὐκ ἐπιστρέφεται.

γενεῇ: τῷ χρόνῳ τῆς ἡλικίας.

τὸν δὲ στυγέουσι καὶ ἄλλοι: ὅτι τὸ στυγέουσιν ἀπὸ μιᾶς ἀρχῆς ἐν διαφορᾷ μετάγεται, νῦν μὲν δεδίασιν, ὅταν δὲ εἴπῃ «σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ», ἀντὶ τοῦ μισοῦσιν· «κατὰ δʼ ἔστυγε μῦθον ἀκούσας» κατεστύγνασεν, ἀπὸ τῆς κατὰ τὸ πρόσωπον στυγνότητος.

ὑπέροπλον: ὑπὲρ ἑαυτόν, οἷον μείζω λόγον εἶπεν, ὑπὲρ τὴν διάνοιαν αὐτοῦ. ἡ μεταφορὰ ἀπὸ τῶν μὴ ἀναλογούντων ὅπλων.

ὁμότιμον: ὁ μὲν τὸ τῆς ἡλικίας ὁ δὲ τὸ τῆς φύσεως προβάλλεται ὅτι ἀδελφός.

τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοί: διὰ τῶν δύο κκ γράφοντος Ἀριστάρχου ἐκ Κρόνου, οὐ κατεπείγει διαστέλλειν, ὥς τινες ἀξιοῦσιν, ἐπὶ τὸ εἰμέν· μὴ κειμένης γὰρ τῆς προθέσεως ὁμολογοῦμεν ὡς ἀμφίβολος ἦν ἡ προφορὰ συναπτομένη, νῦν δὲ οὐ κατεπείγει.

ἐκ Κρόνου: οὕτως Ἀρίσταρχος διὰ τῶν δύο κκ καὶ πολλοὶ τῶν ἀπὸ τῆς σχολῆς. εἰ δὲ εἴη «τε Κρόνου», λείπει ἡ ἔξ πρόθεσις, ὡς ἐν τῷ «αἱ δὲ βόες χρυσοῖο τετεύχατο».

Ῥέα: οἱ μὲν ἐκτείνουσι τὸ α, ἐπὶ δὲ τοῦ ἐπιρρήματος συστέλλουσιν· οἱ δέ φασι δεῖν συστέλλειν, ἵνα δάκτυλος γένηται, ὡς τὸ «καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα», «ἀνδρόμεα κρέα», «ἕσσατο τεύχεα».

ἐνέροισιν: τοῖς ἐν τῇ γῇ, ὅθεν καὶ «ἔραζε» καὶ «ἐριπών» καὶ «ἠρίον».

τριχθὰ δὲ πάντα δέδασται: πῶς δέ φησιν «γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος» Κράτης ἐν δευτέρῳ Ὁμηρικῶν καὶ Στησίμβροτος «πάντʼ ἂ» οὕτως «δέδασται».

τινὲς «πάντʼ ἃ δέδασται». εἴασε δὲ τὸ τ, ὡς ἐν τῷ «ἐπίστιόν ἐστιν ἑκάστῳ».

τριχθὰ δὲ πάντα δέδασται: ὅτι τὸ πάντα κατὰ παρολκήν, ὡς «οἱ δʼ ἐννέα πάντες ἀνέσταν».

τριχθὰ δὲ πάντα δέδασται: δοκεῖ ἐναντιοῦσθαι πρὸς τὸ πάντα τὸ «γαῖα δʼ ἔτι ξυνὴ πάντων»· οὐ γὰρ ἔτι πάντα δέδασται. λύοιτο δʼ ἂν τῇ λέξει· τὸ γὰρ πάντα ἢ παρέλκει, ὡς ἐπὶ τοῦ «δέκα πάντα τάλαντα»—ἐὰν δὲ λάβωμεν αὐτὸ περισσόν, τί λοιπὸν δέδασται; —ἢ ἀντὶ τοῦ πλεῖστα· συνεχῶς γὰρ τὸ πάντα ἐπὶ τοῦ πλεονάζοντος τίθεται.

τριχθὰ δὲ πάντα δέδασται; φυσικὴ φαίνεται διάταξις γεγενημένη· ὁ μὲν γὰρ—ἀνθρώπων ἀπωλείας.

τριχθὰ δὲ πάντα δέδασται: καὶ ἔμπροσθεν περὶ τούτου εἴρηται ἱκανῶς, ὅτε ἐλέγομεν περὶ τοῦ «ἢ οὐ μέμνῃ, ὅτε τʼ ἐκρέμω», ἀκριβέστερον δὲ καὶ νῦν· διὰ γὰρ τούτων—πλεοναζόντων ὑγρῶν.

τιμῆς: βασιλικῆς δηλονότι, ὡς «τιμῆς τῆς Πριάμου».

ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεί παλλομένων: ἐπὶ τὸ αἰεί βραχὺ διασταλτέον.

ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα— παλλομένων: οὐ πάντως πρῶτος, ἐπεὶ προτέτακται διδάσκει δὲ κλήρῳ ποιεῖσθαι τὰς διανομὰς καὶ μὴ φθονεῖν τοῖς περὶ κλῆρον εὐτυχήσασιν. ὁ δὲ κλῆρος τὸ εὐνοϊκὸν δείκνυσι τοῦ Διός· οὐ γὰρ ἀθετεῖ τοὺς ἀδελφούς, καὶ ταῦτα δυνάμενος αὐτῇ γῇ καὶ θαλάσσῃ πάντας ἀνέλκειν

πολιὴν ἅλα: ὅτι τὴν κεφαλὴν ἔχει ἀφρίζουσαν. οὕτω δὲ καὶ τὸ θέρος διὰ τὴν τοῦ σίτου ξηρασίαν. οἱ δὲ τὴν πολλήν· πλείων γὰρ τῆς γῆς. καὶ ἡ πολιὰ δὲ σημεῖον χρόνου πολλοῦ ἐστιν.

ζόφον ἠερόεντα: τὰ ἀφώτιστα τῆς γῆς μέρη καὶ τὸν περὶ γῆν ὑγρὸν ἀέρα.

Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν—μακρὸς Ὄλυμπος: πάντα τὸν ὑπὲρ γῆς ἀέρα τῷ Διΐ φησι δοθῆναι, διὰ μὲν τῶν νεφελῶν τὸν φωτιζόμενον ἀέρα, ὅπερ ἐστὶν ἀπὸ γῆς ἕως νεφελῶν, διὰ δὲ τοῦ αἰθέρος τὸν ὑπὲρ τὰ νέφη τόπον, ὃν καὶ «οὐρανόν» ὀνομάζει. ἔστι δὲ οὗτος ἄχρι τῆς ζώνης τῆς σελήνης καὶ τῶν πλανητῶν. ἀμέλει καὶ πύλας οὐρανοῦ τὰ νέφη ὀνομάζει «ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος». πιθανῶς δὲ εἶπε κοινὴν ἁπάντων εἶναι τὴν γῆν· αἱ γὰρ ἄνωθεν ἀπὸ Διὸς βολαὶ ἐπὶ ταὐτὸν φέρονται ὑετοῦ καὶ χιόνος καὶ χαλάζης καὶ κεραυνῶν, ἥ τε τοῦ Ἅιδου μοῖρα ὑπὸ γῆν ἐστι, καὶ τὸ περιέχον τὸ ὕδωρ οὐδὲν ἄλλο ἐστὶν ἢ γῆ. Ζεὺς οἱ μὲν αἰθήρ, οἱ δὲ ὁ διοικῶν τὰ πάντα λόγος, οἱ δὲ τὸ ἡγεμονικὸν τοῦ κόσμου. εἴρηται δὲ παρὰ τὸ ζῶ· τοῦ γὰρ ζῆν αἴτιος. Ποσειδῶν δὲ τὸ συνέχον τὴν θάλασσαν αἴτιον καὶ ἡ αὐτῆς θεία δύναμις, ἐπεὶ πόσεως αἴτιος· διηθουμένης γὰρ θαλάσσης ἐκρέουσι ποταμοί, καὶ ὑετοὶ νάματα ἀπὸ θαλάσσης ἔχουσιν. καὶ Ἀττικοὶ τὸν περὶ χειμερίους τροπὰς μῆνα ποσειδῶνα καλοῦσιν· Ἀνακρέων «μεὶς μὲν δὴ ποσειδηΐων ἕστηκεν, νεφέλη δʼ ὕδωρ βαρὺ δʼ ἄγριοι χειμῶνες κατάγουσιν». ὁ δὲ Ἀϊδωνεὺς παρὰ τὸ ἄω τὸ πνέω· οὐ γὰρ μόνον τὰς ψυχὰς συνέχει, αἵ εἰσι πνεῦμα, καὶ τοῖς καρποῖς δὲ αἴτιος ἀναπνοῆς καὶ αὐξήσεως, ἀφʼ ὧν ἡμεῖς πνέομεν· διὸ καὶ Ζεὺς καταχθόνιος, ὅτι ζῆν ποιεῖ, καὶ Πλούτων, ὅτι πλουτεῖν. οἱ δὲ παρὰ τὸ μὴ ὁρᾶσθαι ἢ ἀφανεῖς ἡμᾶς ποιεῖν.

εὐρύν: ὅτι Ζηνόδοτος «αἰπύν». τοῦτο δὲ ὄρους ἐπίθετον.

γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος: κοινὴ ὅλων τῶν στοιχείων ἡ γῆ, καθότι ἐν αὐτῇ εὑρίσκεται —γίγνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ καὶ περὶ τοὺς Ἡφαίστου κρητῆρας, ὁμοίως δὲ καὶ περὶ Κράγον Λυκίας καὶ ὅσα τοιαῦτα. ὁμοίως δὲ καὶ ὁ ἀὴρ—κέκτηται στοιχείων. ἡ διπλῆ δέ, ὅτι συναφὴς τῇ γῇ ὁ Ὄλυμπος ὡς ἂν ὄρος. τὸ δὲ ὅμοιον πεποίηκε καὶ ἐν Ὀδυσσείᾳ, «ναιετάω δʼ Ἰθάκην εὐδείελον, ἐν δʼ ὄρος αὐτῇ Νήριτον, εἰνοσίφυλλον»· κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης, οὐχ ὡς μὴ ὂν ἐπʼ αὐτῆς, καθάπερ καὶ τὸν Ὄλυμπον ἐπίγειον ὄντα τῆς γῆς· εἰ γὰρ ὁ αὐτὸς τῷ οὐρανῷ ἢ μέρος ἐπουράνιον, οὐκ ἦν κοινός, ἀλλʼ ἴδιος τοῦ Διός.

γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος: οἱ μὲν τῶν Κρονιδῶν, οἱ δὲ ὅλων τῶν θεῶν, ἵνα πάντας τιμῶμεν ὡς ἐφορῶντας τὰ ἀνθρώπεια, οἱ δὲ τὰ τέσσαρα στοιχεῖά φασιν αὐτὸν λέγειν, Δία αἰθέρα, Ποσειδῶνα ὕδωρ, Ἅιδην ἀέρα· εἶτα γῆ, καὶ κατʼ ἐξοχὴν ἐν αὐτῇ ὁ Ὄλυμπος, ὅτι συναφὴς τῇ γῇ ὁ Ὄλυμπος ὡς ὄρος. τὸ δὲ ὅμοιον πεποίηκε καὶ ἐν Ὀδυσσείᾳ, «ναιετάω δʼ Ἰθάκην εὐδείελον, ἐν δʼ ὄρος αὐτῇ Νήριτον»· κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης.

εἰκότως συνάπτει τὴν γῆν τῷ Ὀλύμπῳ ὡς ὄρει· κατʼ ἐξοχὴν γὰρ Ὄλυμπος καὶ γῆ κοινὰ τοῖς πᾶσίν εἰσιν.

τῶ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν: διὸ οὐκ ἂν κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι, ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ. Δημήτριος δὲ ἀποβήσομαι, εἴξω· οὕτως ἔχειν καὶ τὸ «οὐ γάρ μοι δηρὸν βέῃ», οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον.

βέομαι: ἐπιστρέφομαι, διὰ φροντίδος ἔχω, παρὰ τὴν βίαν. τινὲς δὲ οὐκ ἀποσοβηθήσομαι τῆς βοηθείας διὰ τὸν Δία, ὡς τὸ «ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον». φησὶν οὖν ὅτι τοῦ κοινοῦ πάντων ἀπελαύνομαι χωρίου.

χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω:τινὲς «ὡς κακὸν ταῖς χερσίν». οἱ δὲ «μὴ δειδισσέσθω με χερσὶν ἢ πάγχυ δειδισσέσθω». καταλιμπάνει δὲ νοεῖν ὅτι Ζεὺς ἰσοπάλῳ ἀπειλεῖ.

μηδαμῶς με, φησίν, ὡς πάγχυ κακὸν ἐκφοβείτω. καταλιμπάνει δὲ νοεῖν ὅτι ὁ Ζεὺς ἰσοπάλῳ ἀπειλεῖ.

χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω: ὁ νοῦς· μηδὲ ὡς χερσὶ κακὸν ὄντα εἰς δέος ἀγέτω· ἢ ὡς κακὸν ὄντα εἰς τὸν διὰ χειρῶν ἀγέτω πόλεμον· ἢ ὡς χερσὶν ὑπερέχων.

θυγατέρεσσιν: τὰς θηλείας προέταξε πρὸς καταβιβασμόν.

υἱάσι: πλεονασμὸν ἔχει τοῦ α διὰ τὴν «υἷι». τινὲς δὲ «υἱέσι», ὅπερ ἐστὶν Ἀττικὸν ἁμάρτημα.

κέρδιον εἴη: Ἀρίσταρχος «βέλτερον εἴη». οἱ δὲ εἰκαιότεροι γράφουσι κέρδιον εἴη· Ἀριστοφάνης «κάλλιον εἴη».

ἐκπάγλοις: ὑπερηφάνοις ἢ ὑπερέχουσιν.

ἐνισσέμεν: ἐπιπλήσσειν, παρὰ τὴν ἐνιπήν.

οἵ ἑθεν: ἡ ἕθεν νῦν ἀπόλυτός ἐστι καὶ ἐγκλιτική· διὸ τὸ οἱ ἄρθρον ὀξυτονοῦμεν.

ὀτρύνοντος: κελεύοντος ἢ ἐπιτάσσοντος. οἱ δὲ «καὶ μὴ ὑβρίζοντος, ἀλλὰ μόνον λέγοντος».

οὕτω γὰρ δή τοι γαιήοχε— ἀπηνέα τε κρατερόν τε: ἐπειδὴ ἐπὶ τὸ τραχύτερον προῆκται τὰ τῆς ἀποκρίσεως, ἐξεῦρεν ὅμοιον ἦθος διαφυλάξαι τῶν ὀργιζομένων, καταπαῦσαι δὲ τὴν ἁψιμαχίαν διὰ τῆς Ἴριδος. ἔχει δέ τι ἦθος ὁ λόγος· οὐ γὰρ ἀποτρέπουσα αὐτὸν συμβουλεύει ὅτι οὐ χρὴ τόδε πράττειν, ἀλλʼ ἠθικῶς πυνθάνεται, εἰ βούλεται ἀπηνῆ λόγον καὶ κρατερὸν ἀπαγγεῖλαι αὐτὴν τῷ Διΐ. καὶ ἑξῆς πάλιν τὸ ὅμοιον σχῆμα τοῦ λόγου· οὐ γὰρ λέγει «μετάστρεψον», ἀλλʼ «ἤ τι μεταστρέψεις;», πάλιν πυνθανομένη. χρηστὸν δὲ πρὸς μίμησιν ἦθος ἀγγέλου παρέλαβεν.

στρεπταὶ μέν τε φρένες ἐσθλῶν: στρεπταὶ πρὸς τὰ ἐσθλά, φαύλων δὲ πρὸς τὰ φαῦλα. ἐν βραχεῖ δὲ τὸ Ἡσιόδου περιείληφεν· «ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πείθηται»

οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται: ὅτι τοῦτο παρʼ ἑαυτῆς προσέθηκεν ἡ Ἶρις. καὶ τὰ ἐν τοῖς ἐπάνω οὖν οὐχ ὑπὸ Διὸς εἴρηται «καὶ γενεῇ πρότερος».

οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται: τοῦτο δυνατόν ἐστι καὶ ἐν ἐρωτήσει καὶ ἐν ἀποφάσει προάγειν. ἕπονται δὲ ἀντὶ τοῦ ἀκολουθοῦσι καὶ συμμαχοῦσι. πιθανῶς δὲ πρὸς τὸν λέγοντα «μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω» οὐκέτι φησὶν ὅτι ἰσχυρότερός σού ἐστιν, ἀλλὰ πρεσβύτερος· τὸ γὰρ τοῦ γήρως πλεονέκτημα ἐπίφθονον.

Ἶρι θεά, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες:Ζηνόδοτος ἐσημειώσατο.

τοῦτο ἔπος: ἢ τὸ «στρεπταὶ μέν τε φρένες ἐσθλῶν» ἢ τὸ «ὡς πρεσβυτέροισιν Ἐρινύες» ἤ, ὃ καὶ ἄμεινον, πάντα τὸν λόγον τῆς Ἴριδος.

ἐσθλὸν καὶ τὸ τέτυκται, ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ: καὶ Εὐριπίδης· «ἐν ἀγγέλῳ γὰρ κρυπτὸς ὀρθοῦται λόγος». «ἄγγελον ἐσθλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν» Πίνδαρος

εἰδῇ: Ζηνόδοτος διὰ τοῦ π «εἴπῃ».

ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ: καταχρηστικῶς ἐπὶ θεῶν ἡ πεπρωμένη· ἢ ἀπὸ πρώτης γενέσεως μέχρι τέλους ἐνεχόμενον. τὸ δὲ ὁπόταν ἀντὶ τοῦ ἡνίκα ἢ μᾶλλον ἀντὶ τοῦ ὅτι.

ὁμῇ πεπρωμένον αἴσῃ: ὁμοίᾳ μοίρᾳ μεμερισμένον.

ὁμῇ: περισπαστέον κατὰ δοτικὴν πτῶσιν, ὁμοίως ἐπιθετικῷ τῷ θερμῇ· καὶ γὰρ ὁμὸς αὐτοῦ τὸ ἀρσενικὸν ὁμοίως κατʼ ὀξεῖαν τάσιν, «οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος»· καὶ τὸ οὐδέτερον «ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος». παράκειταί τε τὸ ἐπίρρημα τὸ εἰς ως λῆγον περισπώμενον ὡς θερμῶς· «ὁμῶς δέ τοι ἤπια οἶδεν».

περισπαστέον δὲ τὸ ὁμῇ.

χολωτοῖσιν: πικροῖς, παρὰ τὴν χολήν. ἢ εἰς χόλον ἐρεθίζουσιν.

νῦν μέν κε: Ἀρίσταρχος «νῦν μέν γε», ἄλλοι δὲ νῦν μέν κε.

διὰ τοῦ γ «μέν γε».

νεμεσσηθείς: μεμψάμενος αὐτῷ καὶ καταγνούς· ἢ μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν ἐκείνῳ.

ἄλλο δέ τοι ἐρέω καὶ ἀπειλήσω τό γε θυμῷ:ἀπὸ τούτου ἕως τοῦ «ἴστω τοῦθʼ ὅτι νῶϊν» ἀθετοῦνται στίχοι ἕξ, ὅτι εὐτελῆ τὰ κατὰ τὴν σύνθεσιν καὶ τὰ κατὰ τὴν διάνοιαν· προειπὼν γὰρ «νεμεσσηθεὶς ὑποείξω» οἱονεὶ μεταμεληθεὶς ἐπιφέρει ἀπειλήσω. ὅ τε Ποσειδῶν ἐπίσταται ὅτι οὐκ εἰς τέλος φείσεται τῆς πόλεως, ἀλλʼ ὅσον μόνον ἕνεκα τοῦ τιμῆσαι τὸν Ἀχιλλέα ἐπαμύνει τοῖς Τρωσί. τά τε τῶν θεῶν ὀνόματα μετενήνοχέ τις ἀπὸ τῆς θεομαχίας συναθροίσας τῶν ἐναντιουμένων τοῖς βαρβάροις θεοῖς, οὐκέτι ἐπιστήσας ὡς οὔτε τῷ Ἑρμῇ οὔτε τῷ Ἡφαίστῳ ἔμελεν ἰδίᾳ τὰ τῆς πορθήσεως, ἀλλʼ ἕνεκα τῆς ἀντικαταστάσεως μόνον παρείληφεν αὐτούς.

ἄλλο δέ τοι ἐρέω καὶ ἀπειλήσω τό γε θυμῷ:εὐσχήμονα τὴν ἀπαλλαγὴν ὁρίζεται, ἐπανατείνων τὴν ὀργὴν εἰς ὕστερον, ὡς καὶ Ἀχιλλεὺς «τῶν δʼ ἄλλων, ἅ μοί ἐστιν». ἀθετοῦνται δὲ οἱ ἕξ· πρὸς τί γὰρ ἡ ἀπειλή; ἀλλά φαμεν ὡς εὐπρεπῶς ἐκστῆναι θέλει. εἰ δὲ ἤκουσεν ὡς ἁλώσεται Ἴλιος, πῶς νῦν ἀπιστεῖ; ἀλλὰ καὶ Ἀγαμέμνων «ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται», καίτοι εἰδὼς παρὰ Κάλχαντος. ἄλλως τε δεῖ ἀντεπαχθῆναι τῷ «ἀλλʼ ἤτοι νῦν μέν κε».

Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο: τινὲς «Ἥρης Ἡφαίστου τε καὶ Ἑρμείαο».

Ἑρμείω: Ἰωνικὴ γενικὴ παθοῦσα· εἰ γὰρ ὑγιής, ἔσται Ἑρμείεω ὡς «Ἀτρείδεω».

πεφιδήσεται: ἀπὸ τοῦ φείδω φιδῶ ὡς πείθω πιθῶ, τεύχω τυχῶ. «τύχησε γὰρ ἐρχομένη νηῦς».

χόλος: ἔχθρα.

ὣς εἰπὼν λίπε λαὸν … δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί: ἡνίκα μὲν σύμμαχον αὐτὸν ἦγε τοῖς Ἀχαιοῖς, ἐκαλλιγράφει τὴν πορείαν αὐτοῦ· νῦν δὲ συνέτεμεν, ἐπεὶ μετὰ λύπης γίνεται.

πόθεσαν δʼ ἥρωες Ἀχαιοί: ἐπὶ θάτερα γέγονεν αὐτοῖς ἡ μεταβολή. ταχέως δὲ ἔφρασεν, ὅσον ἦν ὄφελος ἐκ τοῦ Ποσειδῶνος. ἥρωες δὲ πάντες οἱ ἐπὶ τὸ Ἴλιον στρατευσάμενοι. πολλαὶ δὲ αἰτίαι τῆς ἥττης Ἑλλήνων, Ποσειδῶνος ὑποχώρησις καὶ Ἀπόλλωνος κάθοδος καὶ τῆς αἰγίδος ἐπεισόδιον

ἔρχεο νῦν, φίλε Φοῖβε, μεθʼ Ἕκτορα: ἀντὶ τοῦ πρός ἢ ἐπί. πρεπόντως δέ, ὅτε τὸν Ποσειδῶνα μετέστησεν, ἐξέπεμψε τὸν Ἀπόλλω· οὐ γὰρ ὤφειλεν αὐτὸν τῷ πρεσβυτέρῳ ἀντιτάττειν ἀξιώσας ὑπʼ ἐκείνου τιμηθῆναι διὰ τὸ πρεσβύτερον.

εἰς ἅλα δῖαν: ὅτι ἀφʼ ἑαυτοῦ ὁ Ζεὺς θάλασσαν δῖαν καλεῖ.

οἵπερ νέρτεροι: ὅτι Ζηνόδοτος γράφει «οἵπερ νέρτατοι». πρὸς οὐδὲν δὲ τὸ ὑπερθετικὸν μετάκειται· τοῦ γὰρ κατωτέρου κατώτερος οὐδείς ἐστιν. ἐνερτέρους δὲ καλεῖ καὶ Οὐρανίωνας καὶ «ὑποταρταρίους» καὶ Τιτᾶνας τοὺς περὶ Κρόνον θεούς.

ἐνέρτεροι: νέρτεροι, πρὸς σύγκρισιν τῶν ἐν τῇ ἔρᾳ διαγόντων μετὰ Ἀϊδωνέως· ἄναξ γοῦν ἐνέρων Ἀϊδωνεύς. ἔστιν οὖν ἐνερώτερος ἐνέρτερος κατὰ συγκοπὴν καὶ ἀποβολῇ νέρτερος.

ἀμφίς: ἀντὶ τοῦ περί.

ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ οἷ αὐτῷ: ἐμοὶ μὲν διὰ τὸ μὴ τιμωρήσασθαι ἀδελφόν, αὐτῷ διὰ τὸ μὴ βληθῆναι· τὸ γὰρ «ἀνιδρωτί» ἐπὶ Ποσειδῶνος κεῖται,

οἷ αὐτῷ: ὁ Ἀσκαλωνίτης ἀξιοῖ ἐγκλιτικῶς ἀναγινώσκειν, ἐπεὶ ἀπὸ προσώπου ἐπὶ πρόσωπον ἡ ἀναφορὰ καὶ εἰς ἁπλῆν ἡ μετάληψις· ἀντὶ γὰρ τῆς αὐτῷ δισυλλάβου. ἄμεινον δὲ πείθεσθαι τοῖς περισπῶσι διὰ τὸ ἤδη διαστολὴν γεγενῆσθαι διὰ τῆς ἐμοί· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν «ἐμοὶ καὶ αὐτῷ ἔπλετο» ὥστε ἀπὸ κοινοῦ λαμβάνεσθαι τὸ «ἔπλετο» ῥῆμα. ὁμοίως δὲ καὶ ἐπʼ ἐκείνου κατʼ ὀρθὸν τόνον ἀνέγνωμεν τὴν οἷ· «Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεύς μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ»· καὶ τὸ ἑξῆς ἐστι τοιοῦτον· μὴ πεισάτω σε Ὀδυσσεὺς ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἷ, ὁπότε προηγεῖται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν, ὀρθοτονεῖσθαι θέλει, εἴτε εἰς ἁπλῆν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον· διὸ μεμπτέον ἐκείνην τὴν ἀνάγνωσιν «ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσσῃ»· ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατʼ ὀρθὸν τόνον ἀναγινώσκεσθαι.

καθόλου ὀρθοτονητέον τὴν οἷ, ὅτε προηγεῖται τῆς αὐτός κατὰ δοτικήν, σεσημειωμένου τοῦ «ὧδε οἱ Ζεὺς ὀλέσειε βίην».

πάροιθε: χρονικόν ἐστιν ἐπίρρημα τὸ πάροιθε. νεμεσσηθείς δὲ ἤτοι μεμπτὸν ἡγησάμενος τὸ ἀντειπεῖν μοι, ἢ αἰδεσθείς, παρὰ τὴν νέμεσιν.

λάβʼ αἰγίδα: ὅτι τοῦ Διὸς ἡ αἰγὶς ὅπλον· Ἀπόλλωνι γοῦν δίδωσιν.

λάβʼ αἰγίδα: δύο φησὶν ὁ Σιδώνιος εἶναι τὰς αἰγίδας, τὴν μὲν Διός, τὴν δὲ Ἀθηνᾶς, ἄτρωτον σκέπην, ἐφʼ ἧς φησι «ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός»· καὶ γάρ φησιν ἐν τῇ Β· «αἰγίδʼ ἔχουσʼ ἐρίτιμον», οὐδενὸς κατεπείγοντος ἔχειν τὸ Διὸς ὅπλον. ἐν ταὐτῷ δὲ εὑρίσκονται οἱ δύο ἔχοντες αἰγίδας σφίσι· «καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα» καὶ μετʼ ὀλίγον «ἀμφὶ δʼ Ἀθήνη ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα». ἄτοπον δὲ ἔγχος μὲν αὐτὴν ἔχειν καὶ περικεφαλαίαν, ὅπλον δὲ μή. καὶ Ἄρης, ὅτε Δία ἐμέμφετο εἶπεν ἂν ὡς καὶ τοῖς σοῖς ὅπλοις ὁπλίζεις αὐτὴν καθʼ ἡμῶν.

Κρόνος χρησμὸν λαβὼν ὅτι ὁ ἴδιος αὐτὸν—αἰγίοχον προσαγορευθῆναι.

τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς: ὅτι πάντας κοινῶς ἥρωας καλεῖ καὶ οὐ μόνον τοὺς βασιλεῖς, ὡς Ἴστρος

τῇ μάλʼ ἐπισσείων φοβέειν: μάλα φοβεῖν ἢ μάλα ἐπισσείων. Ἄρη δὲ οὐ πέμπει ὡς νεότρωτον, ἢ διʼ Ἀσκάλαφον, ὅπως μὴ μετατραπῇ εἰς τοὺς Ἕλληνας.

σοὶ δʼ αὐτῷ μελέτω: ἀπὸ τούτου ἕως τοῦ «ὥς κε καὶ αὖτις Ἀχαιοί» ἀθετοῦνται στίχοι πέντε, ὅτι ἄκαιροι οἱ λόγοι, ἐπὶ τοσοῦτον ἐγεῖραι τὸν Ἕκτορα, ἕως ἐπὶ τὰς ναῦς φύγωσι· μετὰ δὲ ταῦτα ἐγὼ βουλεύσομαι ὡς δεῖ τοὺς φεύγοντας ἀναπνεῦσαι καὶ ἄκαιρος ἡ πρόρρησις καὶ οὐ κεχαρισμένη τῷ Ἀπόλλωνι.

σοὶ δʼ αὐτῷ μελέτω—ἀναπνεύσωσι πόνοιο: καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο.

σοὶ δʼ αὐτῷ μελέτω—ἀναπνεύσωσι πόνοιο: οἱ πέντε ἀθετοῦνται ὑπὸ Ἀριστοφάνους ὡς ἀχρεῖοι. ἢ ἵνα μὴ παντελῆ ποιήσηται ἀπώλειαν τῶν Ἀχαιῶν, προσδιωρίσατο.

ὄφρʼ ἄν: Ἀρίσταρχος «τόφρʼ ἄν», μετὰ τοῦ τ.

διὰ τοῦ τ «τόφρʼ ἄν» αἱ Ἀριστάρχου.

κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε:οὐκ εἶπε βοηθήσω τοῖς Ἀχαιοῖς, ἀλλὰ φράσομαι, ἵνα μὴ δύσθυμον ἐργάσηται τὸν Ἀπόλλωνα. ἔργον δὲ τὴν ἔξοδόν φησιν, ἔπος τὸ «ἀμφοτέροισι δʼ ἀρήγεθʼ, ὅπῃ νόος ἐστὶν ἑκάστου».

πόνοιο: τῆς ἀλγηδόνος· «ἀτὰρ οὔ τινʼ ἔχει πόνον» καὶ «δυσπονέος καμάτοιο».

ἴρηκι ἐοικώς ὠκέϊ φασσοφόνῳ: δυοῖν θεοῖν κάθοδον ἐκφράζων ἐπὶ μὲν τῆς Ἴριδος παρέλαβε χαλάζης ἢ χιόνος τούτοις εἰκάσας, ἃ καὶ σημαίνει ἡ ἾΡΙΣ, τὸν δὲ ἱέρακα ἐπὶ τοῦ Ἀπόλλωνος· ἱερὸς γὰρ Ἀπόλλωνος ὁ ἱέραξ· καὶ τὸ φασσοφόνῳ δὲ οἰκεῖον, ἐπεὶ καὶ ὁ θεὸς κάτεισιν ἐπὶ φόνῳ τῶν Ἀχαιῶν. δέκα δέ φασιν ἱεράκων γένη, ὧν ἓν τὸ φασσοφόνον. φάσσα δὲ ὅμοιον τρυγόνος, ὡς Ἀριστοτέλης φησίν

ὅς τʼ ὤκιστος πετεηνῶν: ἐπὶ δὲ ἀετοῦ «ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν».

ἐσαγείρετο: οὕτως Ἀρίσταρχος διὰ τοῦ ε ἐσαγείρετο παρατατικῶς, ἄλλοι δὲ «ἐσαγείρατο» διὰ τοῦ α.

ἀμφὶ ἓ γινώσκων: ὀρθοτονητέον τὴν ἕ· μεταλαμβάνεται γὰρ εἰς σύνθετον τὴν ἑαυτόν. ἡ διπλῆ δέ, ὅτι τὸ γινώσκων ἴσον ἐστι τῷ ἀναλεγόμενος καὶ ἀναμιμνησκόμενος τῆς ἑκάστου ὄψεως, οὐκ ἐκ προχείρου γινώσκων, ἀλλʼ οἷον ἀναγνωρίζων. καὶ κατʼ ὀρθὸν τόνον ἀναγνωστέον ἀμφὶ ἓ γινώσκων· ἔστι γὰρ εἰς ἑκάτερον ἑαυτοῦ μέρος σκοπῶν.

ἀμφὶ ἓ γινώσκων ἑτάρους: ὅτι τὸ γινώσκων ἀντὶ τοῦ ἀναγνωρίζων καὶ ὑπομιμνῃσκόμενος ἀρτίως τῆς ἑκάστου ὄψεως, οὐκ ἐκ προχείρου γινώσκων τοὺς παρεστῶτας. ὀρθοτονητέον δὲ τὴν ἕ· εἰς σύνθετον γὰρ μεταλαμβάνει. Χρύσιππος δὲ ψιλοῖ τὸ ε ὡς περισσεῦον καί φησιν ἀμφιγνοῶν ἀντὶ τοῦ ἀμφιβάλλων.

τίη δὲ σὺ νόσφιν ἀπʼ ἄλλων: ἠθικῶς πάνυ, ὡς πρὸς νοσοῦντά φαμεν «τί κατάκεισαι;». τὸ δὲ νόσφιν ἀντὶ τοῦ ἀπό· ταὐτὸν δέ ἐστι τὸ ἀπό τῷ νόσφιν.

νόσφιν καὶ ἀπό ταὐτόν ἐστιν. ἠθικὸς δὲ ὁ λόγος, ὡς πρὸς νοσοῦντά φαμεν «τί κατάκεισαι;».

ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει: δασυντέον τὸ ἧσαι· προείρηται δὲ περὶ τούτου τὸ δὲ ὀλιγηπελέων ἕν ἐστιν, ὅμοιον τῷ «ὀλιγοδρανέων». τὸ δὲ ἦ πού τί σε ὁ ἦ διαπορητικός ἐστι· διὸ περισπαστέον.

ὀλιγηπελέων: ὀλίγην τοῦ πέλειν ἔχων μοῖραν, ἐγγὺς ὢν τοῦ ἐκλεῖψαι.

ἦ: διαπορητικός· διὸ περισπᾶται. τινὲς ἀποφατικός.

ὀλιγοδρανέων: τὸ «ὀλιγηπελέων» μετείληφεν, ὀλίγον τοῦ δρᾶν ἔχων. καὶ πῶς οἶδεν ὅτι θεός ἐστιν; ἢ ἐκεῖνος ἑαυτὸν ἐγύμνωσεν, ἢ ἀπὸ τοῦ ἐρέσθαι· πάντες γὰρ οἱ Τρῶες ᾔδεισαν τὸ γεγονὸς καὶ οὐκ ἂν αὐτὸν ἀνηρώτων.

ἀΐεις: αἰσθάνῃ.

ὅ με: ὅτι με· «ὅ μοι γέρας ἔρχεται ἄλλῃ».

οὕς: τοὺς αὐτοῦ.

βοὴν ἀγαθὸς … Αἴας: καὶ ἀλλαχοῦ «εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην». ἐπὶ δὲ Διομήδους καὶ Μενελάου συνεχῶς

νέκυας καὶ δῶμʼ Ἀΐδαο: περιφραστικῶς τὸν Ἅιδην.

ὄψεσθαι: Ἀρίσταρχος «ἵξεσθαι», καὶ οὐκ ἄχαρις ἡ γραφή.

οἱ μὲν «ἵξεσθαι» γράφουσιν, οἱ δὲ «ἱξεῖσθαι»· οὐ γὰρ ἄχαρις ἡ γραφή.

ἐπεὶ φίλον ἄϊον ἦτορ: ὅτι ἄϊον ἀντὶ τοῦ ἐπῃσθόμην, τοῦτο δέ ἐστι, τῆς ψυχῆς μου ἥψατο. καὶ ἐν ἄλλοις «τοὶ δὲ πληγῆς ἀΐοντες», ἐπαισθόμενοι τῆς πληγῆς· τῷ εἴδει τὸ γένος.

ἐπεὶ φίλον ἄϊον ἦτορ: ὅτι τὸ ἄϊον ἤλγησα· ἥψατο γὰρ τῆς ψυχῆς ἡ ἄλγησις ὥστε αἴσθησιν αὐτῇ γενέσθαι.

τοῖόν τοι: τοῖον, οἷον οἶδας.

Κρονίων … προέηκε: ὑπὸ μεγίστου θεοῦ φήσας πεπέμφθαι εὐέλπιδα αὐτὸν ἀπεργάζεται.

ὑπὸ μεγίστου καὶ ὑπερέχοντος θεοῦ φήσας αὐτὸν πεπέμφθαι οὐ τὴν τυχοῦσαν δίδωσιν ἐλπίδα.

Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ ῥύομαι: ὅτι τοῖς ὀνόμασιν ἐπήγαγε τὸ ῥύομαι.

χρυσάορον: τὸν χρυσοῦν ἀορτῆρα περὶ τὴν κιθάραν ἔχοντα· καὶ Πίνδαρος «χρυσάορα Ὀρφέα» φησί. τινὲς δὲ χρυσοῦν ξίφος ἔχοντα.

χρυσάορον: ἤτοι—ἁγνὸς γὰρ ὁ θεός. καὶ Πίνδαρος «χρυσάορα Ὀρφέα» φησί. τινὲς δὲ χρυσοῦν ξίφος ἔχοντα. Ἑρμῆς ὁ Διὸς καὶ Μαίας—ἀπὸ τοῦ τῆς κιθάρας ἀορτῆρος.

ἀλλʼ ἄγε νῦν ἱππεῦσιν—ἐλαυνέμεν ὠκέας ἵππους: προοικονομεῖ ἐντεῦθεν ὥστε ἀπὸ ἴσου ὕψους γενέσθαι τὴν μάχην, «οἱ μὲν ἀφʼ ἵππων, οἱ δὲ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες». ἄλλως τε ἔδει ἐπὶ τῇ δευτέρᾳ εἰσελάσει περιττόν τι φαίνεσθαι· πρότερον οὖν πεζοὶ διέβαινον τὴν τάφρον, νῦν δὲ διὰ τὸν Ἀπόλλωνα μεῖζον τι πράττεται ὥστε μηδὲν ἐμπόδιον εἶναι ἐκ τῆς τάφρου περὶ τὴν εἰσέλασιν τῶν ἵππων.

ἱππεῦσιν ... πολέεσσι: πολλοῖς ἱππεῦσιν.

ἐπότρυνον: ἐπίταξον· «οἵ ἑθεν ὀτρύνοντος» ἀντὶ τοῦ ἐπιτάττοντος.

πολλοῖς ἱππεῦσιν ἐπίταξον.

νηυσὶν ἔπι: ἀντὶ τοῦ ἐπὶ νῆας.

τρέψω δʼ ἥρωας Ἀχαιῶν: τὴν τάφρον καταβαλών. ἢ τοὺς Ἀχαιοὺς τρεψάμενος, ἵνʼ ᾖ ὁ δέ ἀντὶ τοῦ γάρ.

ἔμπνευσε μένος μέγα ποιμένι λαῶν: Ζηνόδοτος ὁ Μαλλώτης ἐκ τούτου συνάγει ὅτι Παιήων ἐστὶν ὁ Ἀπόλλων, εἴγε αὐτὸς ἐπιρρώνυσι τὸν Ἕκτορα. ἀναγκαία δὲ ἡ προσθήκη τοῦ μέγα πρὸς ἀνάληψιν τοῦ οὕτω κεκακωμένου.

ὡς δʼ ὅτε τις στατὸς ἵππος—κροαίνων: ταῦτα δεῖ φέρεσθαι τὰ δύο διὰ τὸ «ὣς Ἕκτωρ». ἀπὸ δὲ τοῦ «εἰωθώς» ἀθετητέον· οἰκειότερον γὰρ ἐπὶ Ἀλεξάνδρου κεῖνται· οὐ γὰρ ἁρμόσειαν Ἕκτορι νῦν. τινὲς δὲ ὡς καλὸς καὶ Ἕκτωρ· «οἳ καὶ ἐθηήσαντο φυὴν καὶ εἶδος ἀγητόν Ἕκτορος». εἰ δὲ τέτρωται, ἀλλʼ ὑπὸ δύο θεῶν ἐπαίρεται. ἔστι δὲ ἐπηρμένος καὶ ἐπαγαλλόμενος ταῖς τύχαις.

ἀκοστήσας ἐπὶ φάτνῃ δεσμὸν ἀπορρήξας: τὸ ἐπὶ φάτνῃ δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι, ἵνʼ ᾖ τὸν ἐπὶ φάτνῃ σύνδεσμον.

ἀκοστήσας: Κύπριοι ἀκοστὰς τὰς κριθάς· οἱ δὲ παρὰ τὸν γοῖτον, λίαν ῥυπωθείς. ἢ ἄχος ἡγησάμενος τὴν στάσιν.

κροαίνων: τινὲς ἐπιθυμῶν.

εἰωθὼς λούεσθαι: ἀπὸ τούτου ἕως τοῦ «ῥίμφα ἑ γοῦνα φέρει» ἀθετοῦνται στίχοι τέσσαρες καὶ ἀστερίσκοι παράκεινται, ὅτι οἰκειότερον ἐπʼ Ἀλεξάνδρου· καὶ τὸ τῆς καλλονῆς καὶ τὸ τῆς ὅλης μορφῆς καὶ τὸ τῆς στάσεως τοῦ ἵππου πρὸς τὸν ἐν θαλάμῳ διατετριφότα ἀντιπαράκειται ἥ τε κατὰ τὴν αἰφνίδιον ἐξόρμησιν ὁμοιότης. καὶ τὸ «κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει» ἐφʼ Ἕκτορος τοῦ ἀρτίως ἑαυτὸν ἀνιστῶντος ἐκ τῆς λιποθυμίας οὐχ ἁρμόζει. τοὺς μέντοι προκειμένους τῶν ἠθετημένων δύο στίχους δεῖ μένειν, πρὸς οὓς καὶ ἡ ἀνταπόδοσις γίνεται.

εἰωθὼς λούεσθαι: Ζηνόδοτος τοῦτον μόνον γράφει, Ἀρίσταρχος δὲ καὶ τοὺς ἄλλους τρεῖς

ποταμοῖο: λείπει ὕδατι. ἢ ἀντὶ δοτικῆς, ὅ ἐστιν ὕδατι ποτίμῳ, ὡς καὶ τὸ «λοεσσάμενος ποταμοῖο».

γούνατα: τινὲς δὲ τὸ γενικόν, τὸ «γυῖα».

ὀτρύνων: τινὲς «ὀτρυνέων»· οὔπω γὰρ κατηντήκει εἰς τὸ πλῆθος τῶν Τρώων.

ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν: ὅτε ᾔσθετο ὅτι ἣν ἔκλυεν αὐδήν, θεοῦ ἐστιν.

ἔλαφον κεραόν: τινὲς τὸν ἄρσενα· οὗτος γὰρ κερασφορεῖ. τί οὖν ἐστι τὸ «χρυσόκερων ἔλαφον θήλειαν ἄξοντα» παρὰ Πινδάρῳ λεγόμενον;

ἐσσεύοντο: Ἀρίσταρχος «ἐσσεύαντο» διὰ τοῦ α, καὶ ἅπασαι.

αἱ πᾶσαι διὰ τοῦ α «ἐσσεύαντο».

ἀγροιῶται: ἀγρόται. οὕτω δὲ τοὺς θηρευτάς φασιν Ἀττικοί· «οἷσί τε τέκνα ἀγρόται ἐξείλοντο».

τὸν μέν τʼ ἠλίβατος πέτρη: τὸν αἴγαγρον· οὗτος γὰρ τῶν ὀρειβατούντων ἐστίν.

ἠλίβατος: ἧς ἁμαρτάνομεν τῆς βάσεως, «ἠλιτόμηνον». εἰ δὲ ἦν «ὑφʼ ἡλίου μόνου βαινομένη» ἢ εἰς ἣν ἥλιος μόνος ἐπιβαίνει, ἦν ἂν «τὸν μέν θʼ ἡλίβατος πέτρη.»

ἠλίβατος δὲ ἧς ἁμαρτάνομεν τῆς βάσεως. ἢ ἡ μόνῳ ἡλίῳ βαινομένη.

δάσκιος ὕλη: ἡ λίαν σκιώδης ἢ δασύσκιος. τὸν ἔλαφον δὲ ἡ ὕλη τρέφει· καὶ ἀλλαχοῦ «ἐκ νομοῦ ὕλης πιόμενος».

οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν: περισσὸν τὸ τέ, τινὲς δὲ «τᾶισφιν». αἴσιμον δὲ εἱμαρμένον· οἶδε γὰρ αὐτὴν καὶ μέχρι ζῴων ἀλόγων φθάνουσαν. οἱ δὲ αἴσιμον ἀντὶ τοῦ καθῆκον.

τῶν τέ θʼ ὑπὸ ἰαχῆς: ὑπὸ ἰαχῆς διεγερθεὶς δηλονότι.

λίς: παρὰ τὸ λιαρόν, ἢ τὸ ἑλεῖν, ἢ τὸ λεῖον· λεῖος γὰρ ὅλος πλὴν τῆς χαίτης. ἢ παρὰ τὸ λίαν φθείρειν.

εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας:ἀντὶ τοῦ ἐν ὁδῷ. ἢ καὶ μεμαῶτας εἰς ὁδὸν πάντας ἔτρεψε καὶ στῆναι αὐτοῦ παρεσκεύασεν.

ὣς Δαναοὶ εἵως μὲν—ἀμφιγύοισιν: πάλιν τὸ εἵως ἀντὶ τοῦ τέως κεῖται. οὐκ ἄρα ὑποστιγμήν, ἀλλὰ στιγμὴν θετέον ἐπὶ τὸ ἀμφιγύοισιν

εἵως μὲν ὁμιλαδόν: Ζηνόδοτος γράφει «τείως»· ἔστι δὲ ἀνταποδοτικόν. φασὶ τὸ ἕως, ὅταν ᾖ μετὰ συνδέσμου, δηλοῦν τὸ ἕως τινός. τὸ δὲ ὁμιλαδόν ἐπίρρημα μεσότητος ἀντὶ τοῦ ὁμιλαδῶς, καὶ ἔστιν ἀντὶ τοῦ πολεμικῶς ἢ ἀθροιστικῶς.

αἰέν: ἐν ἐκείνῳ τῷ καιρῷ τῆς μάχης.

τάρβησαν: οὐχ ὑπὸ δειλίας, ἀλλὰ διὰ τὸ παράδοξον τῆς ἀναστάσεως, σκοποῦντες μὴ καὶ θεὸς ᾖ ὁ μαχόμενος.

παραὶ ποσὶ κάππεσε θυμός: ἡ ψυχὴ αὐτῶν ἐνενεύκει εἰς τοὺς πόδας, ὅπως διὰ τούτων σωθῶσιν. ἢ ταῖς ψυχαῖς ἐταπεινώθησαν καὶ κατέπεσον. ἢ τὸ πὰρ ποσίν ἀντὶ τοῦ παραυτά.

παραὶ ποσὶ κάππεσε θυμός: τὰ, ψυχὰς ἐταπεινώθησαν —παρὰ τοῖς ποσὶν εἶχον.

Θόας, Ἀνδραίμονος υἱός, Αἰτωλῶν ὄχʼ ἄριστος—περὶ μύθων: οὗτος Γόργης υἱὸς τῆς Οἰνέως, ὑπὸ Διομήδους ἀποδειχθεὶς βασιλεὺς Αἰτωλίας. διδάσκει δὲ ὡς δεόντως Ποσειδῶν αὐτῷ εἴκασται ὡς δυναμένῳ πείθειν ἐν λόγῳ.

ἐπιστάμενος μὲν ἄκοντι: λείπει τὸ χρῆσθαι· ἢ τὸ ἐπιστάμενος ἄκοντι ἀντὶ τοῦ ἐπιστήμων ἄκοντος.

ἐν σταδίῃ: λείπει μάχῃ.

ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων: τὸ ἑξῆς κοῦροι Ἀχαιῶν, ὡς «υἷες Ἀχαιῶν»· ἄτοπος γὰρ ἡ τῶν παίδων ἅμιλλα.

ὢ πόποι: τοῦτο ἀναφωνεῖται ἐπί τινι πάθει ὑποφαῖνόν τι παράδοξον. ἔστι δὲ καὶ προσφωνηματικόν· δισσῶς γὰρ λέγεται.

ἦ: διαβεβαιωτικός ἐστι· διὸ περισπαστέον αὐτόν.

ἦ θήν μιν: ὅτι τὸ θήν ἀντὶ τοῦ πού.

ἦ θην: ὅτι τὸ ἦ θην ἀντὶ τοῦ ὄντως που, οἷον καὶ ἀλλαχοῦ «ἦ θήν σʼ ἐξανύω γε».

ἔλπετο: ἔδει «ἐπέπειστο».

θανέειν: τεθνηκέναι ἢ θανεῖσθαι.

ὣς καὶ νῦν ἔσσεσθαι ὀΐομαι: τὸ πολλῶν Δαναῶν γούνατα λύσειν.

πρόμος ἵσταται ὧδε μενοινῶν: ὅτι πρόμος σαφῶς ὁ πρόμαχος.

ὧδε μενοινῶν: οὕτω διαμάχεσθαι ἡμῖν προθυμούμενος.

πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι:ἵνα μὴ, ἄρδην διωκόμενοι ὑπὸ τῆς ἵππου, ἣν ἑώρα νῦν περὶ Ἕκτορα, ἐμπέσωσι τῇ τάφρῳ· ἄλλως τε καὶ ἀσθενὴς ὄχλος ἀχρεῖος πρὸς ἄμυναν καὶ μᾶλλον τροπῆς περιποιητικός.

στείομεν· εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες: πλεονάζει ὁ κέν· εἰ ἐν πρώτοις αὐτὸν ὄντα ἐπισχήσομεν ὑπαντήσαντες, οἴω δείσεσθαι καὶ τὰ ἑξῆς ἀλλαχοῦ δὲ «ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες».

ὥς κεν: γράφεται καὶ «εἴ κεν».

δούρατʼ ἀνασχόμενοι: ἤτοι συναπτέον τῷ «ἀντιάσαντες», ἢ διασταλτέον ἀπʼ αὐτοῦ, ἵνʼ ᾖ τὸ ἑξῆς «στείομεν» δούρατʼ ἀνασχόμενοι.

τὸν δʼ οἴω καὶ μεμαῶτα θυμῷ δείσεσθαι: τὸ θυμῷ ἑκατέροις δύναται προσδίδοσθαι.

δείσεσθαι: ἀντὶ τοῦ δείσειν, καὶ ἔστι βίαιον. ἢ μέσον ὄντα αὐτὸν ἐδιπλασίασεν.

τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο: ἔκλυον αὐτοῦ καὶ τοῖς λεχθεῖσιν ἐπείσθησαν.

ἀμφʼ Αἴαντα: Ζηνόδοτος καὶ Ἀριστοφάνης «ἀμφʼ Αἴαντε» δυϊκῶς.

ἀμφʼ Αἴαντε: οὕτως οἱ περὶ Ζηνόδοτον δυϊκῶς· οἱ δὲ «ἀμφʼ Αἴαντα».

Τεῦκρον Μηριόνην τε Μέγην τε: οὐκ ἐπὶ πάντων ὁ τέ συμπεπλήρωκε τὸν λόγον.

Μέγην: Ἀρίσταρχος βαρύνει ὡς «Μέσθλην τε Γλαῦκόν τε», καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης καὶ ἄλλοι περισπῶσιν ὡς «Ἑρμῆν» καὶ «Ποδῆν»· τὰ γὰρ εἰς ης λήγοντα, φασί, βαρύτονα δισύλλαβα, ἀπὸ βραχείας ἀρχόμενα, περισσοσυλλάβως κλίνεται, «λέβητα», Λάχητα· εἰ δʼ οὐχ οὕτως ἐκλίθη, δῆλον ὅτι περισπασθήσεται· ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου, «Φυλείδην τε Μέγητα», ὅτε μὴ οὕτως ἔχει, περισπασθήσεται, ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου πρὸς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν ὅτι οὐχ ἁπλῶς τὰ εἰς ης, ἀλλὰ τὰ εἰς της λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν. ἔπειτα πολλά ἐστι διχῶς κεκλιμένα· τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλάβως ἔκλινεν, «πέρσεν δὲ πόλιν θείοιο Μύνητος», ὁ δὲ Σοφοκλῆς ἰσοσυλλάβως· «Μύνου τʼ Ἐπιστρόφου γε». μύκητά τε καὶ μύκην, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός ἐστιν Ἑκαταῖος οὕτως κλίνας· φησὶ γάρ· «καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην εὗρεν ἀποπεπτωκότα»· ὁ δὲ Ἄρατος περιττοσυλλάβως ἔκλινεν· «ἢ λύχνοιο μύκητες ἀγείρονται περὶ μοῖραν». καὶ μήποτε ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ· καὶ γὰρ ταῦτα διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷς ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγης.

Ἀρίσταρχος μὲν βαρύνει τὸ Μέγην κακῶς, οἱ δὲ περὶ Πτολεμαῖον περισπῶσιν ὡς ἀπὸ περισπωμένης εὐθείας· καὶ διφορεῖσθαί φασι τὸ Μέγης ὡς Θάλης καὶ Θαλῆς. τὰ μέντοι διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, ὡς μύκης μύκητος καὶ μύκου, Μύνης Μύνητος καὶ Μύνου.

ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες: παρεσκεύαζον ὥστε μάχεσθαι. οἱ δέ, κατήρτιζον εἰς μάχην τοὺς ἀριστέας.

ἡ πληθὺς ... ἀπονέοντο: πρὸς τὸ σχῆμα, ὅτι πληθυντικῶς ἀπήντηκεν.

ἡ πληθὺς … ἀπονέοντο: πρὸς τὸ σημαινόμενον ἀπέδωκεν· ἡ πληθὺς γὰρ πολλοὺς σημαίνει.

πρὸς τὸ σημαινόμενον, οὐ πρὸς τὸ πληθύς ὑπήντησε τὸ ἀπονέοντο.

προὔτυψαν: προενέπεσον.

ἦρχε δʼ ἄρʼ Ἕκτωρ: ἦρχε τῆς ἐμβολῆς.

βιβάς: Ἀρίσταρχος «βιβῶν».

«βιβῶν» πᾶσαι εἶχον. Ζηνόδοτος «βοῶν», ἐπεὶ καὶ ἑξῆς φησιν «ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα».

οὕτω τινές, ἐπεὶ καὶ «ὕψι βιβάντα» φησίν. ἄλλοι δὲ «βιβῶν» γράφουσι καὶ περισπῶσι· Ζηνόδοτος δὲ «βοῶν» γράφει, ἐπεὶ καὶ ἑξῆς φησιν «ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα».

θοῦριν δεινὴν ἀμφιδάσειαν ἀριπρεπέα: διασταλτέον καθʼ ἕν· ἔμφασις γὰρ μᾶλλον.

ἀμφιδάσειαν: πανταχόθεν—δὲ τὸ ὄνομα.

ἀμφιδάσειαν: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ «χαλκοβάρεια». ὅτι δὲ οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων, σύνθετόν ἐστιν, ἀλλὰ παρασύνθετον, εἴρηται ἡμῖν ἐν τῷ περὶ τοῦ «ἠριγένεια».

ἀμφιδάσειαν: οἱ μὲν ἀμφίμαλλον, οἱ δὲ κύκλῳ δασεῖαν διὰ τοὺς θυσάνους. προπαροξυτονητέον δέ, εἴτε σύνθετόν ἐστι εἴτε παρασύνθετον.

Ἥφαιστος Διῒ δῶκε: ὅτι σαφῶς Διῒ ἐσκεύασται ἡ αἰγίς, καὶ οὐκ ἔστιν Ἀθηνᾶς, καθὼς οἱ νεώτεροι ποιηταὶ λέγουσιν.

ἀολλέες: λείπει γεγονότες.

ὦρτο δʼ ἀϋτή —λιλαιόμενα χροὸς ἆσαι: πανταχόθεν τὴν ἐνέργειαν ηὔξησεν, ἐκ τῆς βοῆς τῶν μαχομένων, ἐκ τῶν βαλλομένων βελῶν, ἐκ τῶν δοράτων, ὧν μὲν ἐπὶ σκοπὸν ῥιπτομένων, ὧν δὲ μάτην φερομένων.

νευρῆφι: τῶν νευρῶν.

πολλὰ δὲ καὶ μεσσηγὺ—λιλαιόμενα χροὸς ἆσαι: «μεσηγὺ ἵσταντο» μεσοπαγῆ ἐγίνοντο, μέχρι τοῦ μέσου ἐμπησσόμενα τῇ γῇ διΐσταντο. ἄλλως· ἐπιθυμοῦντα τῶν ἐφʼ οὓς ἐβάλλετο, ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυτο.

χρόα λευκὸν ἐπαυρεῖν: ὅτι ἀντὶ τοῦ χροὸς λευκοῦ. ἐπαυρεῖν ἐπιτυχεῖν.

χρόα λευκόν: ἀντὶ τοῦ λευκοῦ χροός. ὡς ἐπίπαν δὲ λευκόχροες οἱ παλαιοί.

λιλαιόμενα: λῶ λαίω λιλαίω, ὡς κερῶ κεραίω· «ζωρότερον δὲ κέραιε».

αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλωνσεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμόν: Ἀρίσταρχος ὡς «κατὰ δῶμα», ἀπʼ εὐθείας τῆς ὤψ, ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείους ὡς κατέναντα, οἷς καὶ δεῖ πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ συγκοπὴν «κατένωπα», ὡς «μηρία» «μῆρα» σιτία σῖτα. ἔνεστι μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ οὕτως· ἔστιν ἐνωπὴ ἡ πρόσοψις, «ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ», παρʼ ἥν ἐστιν αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν «ἰῶκα» εἶπεν μεταπλάσας, οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα προπερισπωμένως. ὑποστιγμὴν δὲ κατὰ τὸ τέλος τοῦ στίχου ἢ κατὰ τὸ σεῖσε καὶ μέγα, τοῦ δέ περιττεύοντος, τοῖσι δὲ θυμόν

Ἀρίσταρχος προπερισπᾷ κατενῶπα

κατʼ ἐνῶπα: Ἀρίσταρχος προπερισπᾷ τὸ ἐνῶπα· ἢ ἀπὸ τοῦ ἐνωπήν ἐνῶπα κατὰ μεταπλασμόν, ὡς ἰωκὴν «ἰῶκα». ὁ μέντοι Ἡρωδιανὸς προπαροξύνει, λέγων αὐτὸ εἶναι ἀπὸ τοῦ ἐνώπιον καὶ «ἐνώπια», ὃ σημαίνει τὰ ἐναντία, καὶ κατὰ συγκοπὴν «ἔνωπα», ὡς «μηρία» «μῆρα» καὶ σιτία σῖτα.

κατʼ ἐνῶπα: τινὲς προπαροξυτόνως. ὡς ὁ κατʼ ἐναντία ἀντὶ τοῦ ἐξ ἐναντίας. οἱ δὲ ἐκ φανεροῦ· πρώην γὰρ αὐτὴν εἶχεν «εἱμένος ὤμοιϊν νεφέλην».

ἔθελξε: παρέλυσεν· ἐσκότωσε γὰρ αὐτῶν, φησί, τὸν νοῦν διὰ τὸ τὸν λογισμὸν οὐκ ἐκ τοῦ φανεροῦ φθείρεσθαι· «λιγυρῇ θέλγουσιν ἀοιδῇ» καὶ «θελκτήρια πάντα τέτυκται».

θῆρε δύω—οὐ παρεόντος: δύο μὲν λέοντας παρείληφεν, ἐπεὶ καὶ οἱ τοὺς Ἀχαιοὺς ταράττοντες δύο εἰσίν, Ἕκτωρ καὶ Ἀπόλλων. νυκτὸς δὲ οὗτοι ἐπιτίθενται· ὁ γὰρ ἐν ἡμέρᾳ φόβος ἥττων. εἰς ἐπίτασιν δὲ τὴν ἀσέληνον καὶ τῆς νυκτὸς τὸ μεσαίτατον παρείληφε. τό τε ἐξαπίνης χαλεπὸν πρὸς τὸ μὴ παραφυλάξασθαι. καὶ ὁ ποιμὴν αὐτοῖς οὐ πάρεστι βοηθός, ὡς οὐδὲ ὁ Ποσειδῶν τοῖς Ἕλλησι συμμαχεῖ.

θῆρε: λέοντες κατὰ Κεφαλλῆνας.

κλονέουσι: ἐν τῇ ἐπαύλει· νυκτὸς γὰρ ταῦτα οὐ νέμεσθαί φησι, «μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν».

ἀμολγῷ: ἐν ᾧ οὐ μογοῦμεν ὕπνῳ βαθεῖ κατεχόμενοι· οἱ δὲ «ἀκμῇ» κατʼ Ἀχαιούς. δεινὸς δὲ ὁ ἐν σκότῳ κίνδυνος.

ἀνάλκιδες: τότε γενόμενοι, ὡς «κυκλοτερὲς μέγα τόξον ἔτεινεν». ὅ ἐστι μηδὲ κατʼ ὀλίγον ἀμύνασθαι δυνηθέντες.

Ἀπόλλων ἧκε φόβον: παραφυλακτέον ὅτι τῇ Ἑλληνικῇ φυγῇ θεὸν ἀεὶ ἀντιπαρατάττει.

κεδασθείσης ὑσμίνης: τῆς τάξεως διαλυθείσης. μέγα δὲ τὸ παρὸν δυστύχημα· αἱ γὰρ ἀναιρέσεις τῶν ἡγεμόνων ἢ τῶν περὶ τούτους ἀριστέων ἔσονται· φησὶ γοῦν «Στιχίος δῖός τε Μενεσθεύς ἀρχοὶ Ἀθηναίων».

κεδασθείσης ὑσμίνης: τῆς τάξεως διαλυθείσης· τότε γὰρ ἄλλοι ἄλλῃ φέρονται. τοῦτο πρὸς τοὺς ζητοῦντας, πῶς Λεῦκος πλησίον Αἴαντος εὑρεθεὶς τέτρωται

Ἕκτωρ μὲν Στιχίον—Ἴασος αὖτʼ ἀρχός: ὅτι καὶ πρὸς τὸ πρῶτον καὶ πρὸς τὸ δεύτερον ὑπαντᾷ ὁ ποιητής.

Στιχίον: ὠνόμασται παρὰ τὰς στίχας.

τὸν μὲν Βοιωτῶν: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν· ὁ γὰρ Ἀρκεσίλαος ἐστὶ Βοιωτός

τὸν μὲν Βοιωτῶν: ὅτι πρὸς τὸ δεύτερον ὑπήντησεν· ὁ γὰρ Ἀρκεσίλαος Βοιωτός ἐστιν. ἑξῆς δὲ πρὸς τὸ πρῶτον ὑπαντήσει.

χαλκοχιτώνων: γράφεται «καρτεροθύμων».

ἤτοι ὁ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο: ὅτι τὸ Ὀϊλεύς σὺν τῷ ο, καὶ ὅτι πρὸς τὸ πρότερον ἀπήντηκε παρὰ τὸ ἔθος, καὶ ἐξ ὀνόματος ἐπανέλαβεν

ἤτοι ὁ μὲν νόθος: τῆς κατὰ μέρος ἱστορίας χάριν ἡ ἐπανάληψις. δαιμονίως δὲ τῇ ἐξαλλαγῇ χρῆται· ἄνω γὰρ πρὸς τὸ δεύτερον ὑπαντήσας νῦν πρὸς τὸ πρῶτον.

νόθος: ἐξ Ἀλκιμάχης τῆς Φυλάκου ἦν ὁ Αἴας, ὥς φησι Πορφύριος ἐν τῷ Καταλόγῳ. ἀλλʼ οὐ συμφωνεῖ τῷ ποιητῇ· Ἐριώπιδος γάρ φησι τὸν Αἴαντα

ἐν Φυλάκῃ: αὕτη πόλις Θεσσαλίας. βαρυτόνως δὲ ἀναγνωστέον ὡς «Ἰθάκη», ὡς πρὸς ἀντιδιαστολὴν τοῦ δεσμωτηρίου.

γνωτὸν μητρυιῆς Ἐριώπιδος: ὅτι γνωτὸς ὁ ἀδελφὸς καὶ Ἐριῶπις ὄνομα κύριον.

γνωτόν: γνωτὸς ὁ ἀδελφός, ὁ πλέον τῶν ἄλλων γνωριζόμενος· ὅθεν καὶ γνωστοὺς εἰώθαμεν καλεῖν τοὺς φίλους τοὺς γινωσκομένους ἡμῖν πλέον ὑπὲρ τοὺς κοινοὺς ἀνθρώπους.

μητρυιῆς Ἐριώπιδος: ὁμοίως τῷ ποιητῇ καὶ Ἑλλάνικος Ἐριώπην τὴν μητέρα Αἴαντός φησιν. Φερεκύδης δὲ ἐν πέμπτῳ καὶ Μνασέας ἐν ὀγδόῳ Ἀλκιμάχην, ὁ δὲ τῶν Ναυπακτικῶν ποιητὴς διώνυμον αὐτήν φησι· «τὴν δὲ μεθʼ ὁπλοτάτην Ἐριώπην ἐξονόμαζεν, Ἀλκιμάχην δὲ πατήρ τε καὶ Ἄδμητος καλέεσκεν».

Ὀϊλεύς: τὸν Ὀϊλέα Ζηνόδοτος ἑπόμενος Ἡσιόδῳ καὶ Στησιχόρῳ χωρὶς τοῦ ο ὀνομάζει Ἰλέα, τὸ δὲ ο ἄρθρον φησί. γελοῖον δὲ τὸ παρʼ Ὁμήρῳ οὕτως ἀκούειν· οὐ γὰρ ἂν αὐτὸ καὶ ἐπὶ δοτικῆς προσέθηκε πτώσεως, «οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο». καὶ νῦν δὲ ἠδύνατο εἰπεῖν «ἣν ἔχεν Ἰλεύς».

Ἴασος αὖτʼ ἀρχός: τῶν τὴν δευτέραν ἡγεμονίαν ἐχόντων.

Σφήλοιο: ὡς «φίλοιο». ἔστι δὲ καὶ κανὼν ὡς τὰ εἰς λος δισύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα βαρύνεσθαι θέλει, Τῆλος Μῆλος Βῆλος· οὕτως οὖν καὶ Σφῆλος. τὰ μέντοι προσηγορικὰ ὀξυτονεῖται, πηλός χηλός, καὶ βαρύνεται, ὡς δῆλος τὸ ἐπιθετικὸν καὶ ἧλος καὶ ζῆλος, περὶ ὧν εἰρήσεται ἡμῖν ἐν τοῖς Περὶ τῆς καθολικῆς προσῳδίας

καλέσκετο: ἵνʼ ᾖ ὡς τὸ «σὴ παράκοιτις κέκλημαι» ἢ ὡς τὸ «μήτηρ μέν τέ μέ φησι».

Μηκιστῆ: ὁμοίως τῷ «ἔνθʼ αὖτʼ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί». καὶ ἤτοι ἀπεκόπη ἡ Μηκιστῆα αἰτιατικὴ ἢ Δωρικῶς κέκλιται, ὅπερ μοι δοκεῖ.

Μηκιστῆ: περισπαστέον, εἴτε κατὰ ἀποκοπὴν τοῦ α, ὡς Τυδῆα «Τυδῆ», εἴτε Δωρική ἐστιν ἡ κρᾶσις, Μηκιστέα Μηκιστῆ, ὃ καὶ ἄμεινον. τινὲς δέ φασι κἀκεῖνα μὴ κατὰ συναλιφὴν εἶναι «ὣς Ἀχιλῆ ὤτρυνεν», «ἐς Πηλῆ ἱκέτευσεν».

πρώτῃ ἐν ὑσμίνῃ: ἐν τοῖς πρωταγωνισταῖς· οὐ γὰρ νῦν ἐστιν ἡ πρώτη συμβολή.

νείατον ὦμον: τὸν πρὸς τῷ αὐχένι. οἱ δὲ πρὸς ἀντιδιαστολήν· Ἐχίος γὰρ «πρώτῃ ἐν ὑσμίνῃ», οὗτος δὲ νείατος.

ὦμον ὄπισθεν: μόνον τοῦτόν φασιν Ἑλλήνων ὄπιθε βεβλῆσθαι. καὶ Ἠϊονεὺς δὲ ἐν τῇ Η ὑφʼ Ἕκτορος οὕτως ἀναιρεῖται. τούτου δὲ οἱ ἀπόγονοι Σάμον ἐξ Ἀθηνῶν συνῴκισαν.

φεύγοντʼ ἐν προμάχοισι: τινὲς «ἐν πυμάτοισι», καὶ οἰκεῖον τοῦτο Πάριδι. ἢ «ἐν πρώτοις τῶν διωκόντων ὢν ὁ Πάρις», οὐκ «αὐτὸν ἐν τοῖς προμάχοισι φεύγοντα».

ὄφρʼ οἱ τοὺς ἐνάριζον ἀπʼ ἔντεα: ἕως οὗ αὐτοὶ τούτους ἐσκύλευον, ἀφαιρούμενοι αὐτῶν τὰ ᾑμαγμένα ὅπλα. ἐνάριζον: φονεύοντες ἐξέδυον.

τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες: τὴν μετὰ δέους γινομένην ἄτακτον ἔμπτωσιν διὰ τῆς λέξεως ἐδήλωσεν· «ἕρκει ἐνιπλήξωσιν».

ἐνιπλήξαντες: ἐμπελάσαντες.

ἀνάγκῃ: δαιμονία ἡ προσθήκη· οὐ γὰρ διʼ ἀνανδρίαν ἔπραξαν τοῦτο, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν θεῶν ἀνάγκην.

Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας: ἡ συνήθεια συνάπτει καὶ τὸ «νηυσὶν ἐπισσεύεσθαι», ἵνα ἡ μετάβασις ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν ᾖ· «ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε».

νηυσὶν ἐπισσεύεσθαι: ὡς ἐπὶ τὰς ναῦς ὁρμᾶν· λείπει δὲ τὸ λέγων. ἢ ἀπαρέμφατά εἰσιν ἀντὶ προστακτικῶν.

ἐπισσεύεσθαι: ὅτι Ζηνόδοτος γράφει «ἐπισσεύεσθον». συγχεῖται δὲ τὸ δυϊκὸν κατὰ πλειόνων τασσόμενον.

ὃν δʼ ἂν ἐγὼν—πρὸ ἄστεος ἡμετέροιο: βαρβαρικὴ ἡ ἀπειλὴ καὶ τὸ πρόσταγμα θρασύ, οὐχ ὡς ὁ Νέστωρ μουσικῶς καὶ πεπαιδευμένως φησίν· «ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι νεκροὺς ἂμ πεδίον συλήσετε».

αὐτοῦ: ὅπου ὁραθῆναι.

μητίσομαι: τὸ πρῶτον ἔσχατον ἔθηκεν· ὁ γὰρ ἀναιρεῖν ἐπιβαλλόμενος προβουλευσάμενος τοῦτο ποιεῖ.

οὐδέ νυ τόν γε γνωτοί τε—ἐρύουσι: ἐντεῦθεν νόμος τὸν προδότην μὴ θάπτεσθαι παρὰ τῶν νομοθετούντων ἐκινήθη.

λελάχωσι: ἀντὶ τοῦ λαχεῖν ποιήσουσιν.

ἐρύουσι: ἡ διπλῆ, ὅτι ἐνεστῶτι ἀντὶ μέλλοντος κέχρηται, ἐρύουσιν ἀντὶ τοῦ ἐρύσουσι. τρίτη δὲ ἀπὸ τέλους ἡ ὀξεῖα ἐπὶ τὸ ἐρύουσιν. εἴρηται δὲ περὶ τῆς προσῳδίας ἐν τῇ Λ.

ἐρύουσι: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐν τῷ ἐρύουσιν· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος.

κατωμαδόν: κατὰ τῶν ἰδίων ὤμων, ἀφʼ οὗ τὸν βάρβαρον καὶ μετὰ θυμοῦ παριππεύοντα δηλοῖ. παρὰ τοῦτο τὸ «ὅσσα δὲ δίσκου οὖρα κατωμαδίοιο πέλονται».

ἤλασεν ἵππους κεκλόμενος Τρώεσσι ἐπὶ στίχας: ἤλαυνεν ἐπὶ στίχας τοὺς ἵππους, τοῖς Τρωσὶ κεκλόμενος. πῶς δὲ ἤλαυνε καὶ ἐπολέμει;

ὁμοκλήσαντες: τοῖς ἵπποις δηλονότι.

ὄχθας καπέτοιο: τὰς ἀνασκαφὰς τῆς τάφρου. καπέτοιο δὲ σκαπέτοιο· Ἀργεῖοι δὲ οὕτω τὴν τάφρον ὠνόμαζον.

ποσσίν: ὅτι Ζηνόδοτος γράφει «χερσίν». εὐλογώτερον δὲ μὴ κατακύπτειν τὸν θεόν, ἀλλὰ τοῖς ποσὶ συγχεῖν.

γεφύρωσεν δὲ κέλευθον: κυρίως τὸ ἐκ ξύλων γεγομφωμένον γέφυρα. ἐν βραχεῖ δὲ ἔδειξε τὸ ἔργον τοῦ θεοῦ.

ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή: ὅσον ἐστὶ βολὴ δόρατος.

ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι: εὖ τὸ μὴ ἁπλῶς ἀκοντίζοντα παραλαβεῖν, ἀλλὰ καὶ τῆς ἑαυτοῦ ἥβης ἀποπειρώμενον ὥστε ἐπὶ πλέον ἐξικέσθαι.

ᾗσι: ἐπεκτέταται τὸ ᾗσιν· ἀντὶ γὰρ τοῦ ᾗ ἐστιν ὑποτακτικοῦ, ὅπερ ἡ συνήθεια λέγει μετὰ προθέσεως ἀφῇ· διὸ καὶ μετὰ τοῦ ι γράφεται καὶ δασύνεται· ἀπὸ γὰρ τοῦ ἵημι δασυνομένου κέκλιται.

δασυντέον· ἐπεκτέταται γὰρ τὸ ᾗ, ὅπερ ἡ συνήθεια μετὰ προθέσεώς φησιν ἀφῇ.

τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν: τῶν τετηρημένων ἐστὶ καὶ αὕτη ἡ στιγμὴ ἐπὶ τοῦ ὀκτωκαιδεκάτου χρόνου. ὀλίγαι δʼ εἰσὶ παρʼ Ὁμήρῳ τοιαῦται.

φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων: ὡς «ὁμιλαδόν». προηγεῖτο δὲ αὐτῶν Ἀπόλλων.

αἰγίδʼ ἔχων ἐρίτιμον: στικτέον ἐπὶ τὸ ἐρίτιμον. λείπει δὲ τὸ ἦν.

ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς— ἀθύρων: καὶ πῶς τοῖς θεοῖς πολλοῦ ἐδέησε πρὸς παντελῆ ἀφανισμόν διαναπαύουσι δὲ τὸν πόνον αἱ παραβολαί. καὶ ταπεινὴ μὲν ἡ εἰκών, ὅμως πᾶσι γνωστή. ἀπὸ κοινοῦ δὲ τὸ συνέχευεν

ἀθύρματα: πιθανῶς παίγνιά φησι τὰ δώματα τῶν νηπίων.

νηπιέῃσιν: βέλτιον μετὰ τὸ νηπιέῃσιν ὑποστικτέον.

συνέχευε: συνέχεεν· οὐ γὰρ ἐκ λίθων ἦν, ἵνα εἴπῃ κατέβαλεν.

ποσὶν καὶ χερσὶν ἀθύρων: ὅλῳ γὰρ ἐφάλλεται τῷ σώματι. χρὴ δὲ ἐπὶ τὸ χερσί διαστείλαντα πρὸς βραχὺ ἐπάγειν καθʼ αὑτὸ τὸ ἀθύρων, ἵνʼ ᾖ τοῦ ὅλου ἐπεξήγησις· εἰ γὰρ συνάψαιμεν, ἔσται ἀθύρειν τὸ πατεῖν ἀκύρως.

ἤϊε: Ἀρίσταρχος δασύνει, ἀπὸ τῆς ἕσεως τῶν βελῶν. οἱ δὲ περὶ τὸν Κράτητα ψιλῶς, ἀπὸ τῆς ἰάσεως· καὶ οὕτως ἐπείσθησαν οἱ γραμματικοὶ πρὸς διάφορον ἐτυμολογίαν διαφόρως ἀναγινώσκειν. ἀγνοοῦσι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται, «ἠώς», «ἤϊα». ταύτῃ καὶ τὸ «ἥτε ξείνων θέμις ἐστί» δασύνεται, τὸ δὲ «ἠΰτε» ψιλοῦται· καὶ τὸ ἕως δασύνεται, τὸ δὲ «ἠώς» ψιλοῦται· καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ «ἠέλιος» ἐψιλώθη. ὥστε εἴτε ἐκ τοῦ ἱήϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνως ψιλωτέον.

ἤϊε: Ἀρίσταρχος δασύνει, παρὰ τὴν ἕσιν τῶν βελῶν· ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται. οἱ δὲ παρὰ τὴν ἴασιν ἢ παρὰ τὸ ἰέναι· ἥλιος γάρ ἐστιν. ἔστι δὲ περιπαθὴς ἡ ἀναφώνησις καὶ ἐμφαντικὴ τῆς δυνάμεως τοῦ θείου.

αὐτοῖσι δὲ φύζαν ἐνῶρσας: ἐν ὅλοις σχεδὸν διαμαρτύρεται ὅτι οὐ τὸν Ἕκτορα ἔφυγον, ἀλλὰ τὸν θεόν.

ἐρητύοντο: τῆς ὁρμῆς ἐπείχοντο.

μεγάλʼ εὐχετόωντο: δυστυχίας ἐπίτασις καὶ σωτηρίας ἀπόγνωσις εὐχὴ θεῶν. πιθανῶς δὲ τὰς τοῦ πλήθους ἐν κεφαλαίοις εἶπε, τὴν δὲ τοῦ εὐσεβεστάτου διεσάφησε καὶ ἐξειργάσατο Νέστορος ἀπὸ μετοχῆς δὲ εἰς ῥῆμα· «τιτυσκόμενοι λάεσσί τʼ ἔβαλλον».

χεῖρʼ ὀρέγων: οὐ «χεῖρα», ἀλλὰ «χεῖρε», δυϊκῶς. ἀστερόεντα δὲ οὐ τὸν τότε, ἀλλὰ τὸν φύσει ἀστερόεντα.

εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ — εὔχετο νοστῆσαι: Ἄργος ὅλην τὴν Ἑλλάδα. περισσὸς δὲ ὁ πέρ ὡς «φυγόντι περ αἰπὺν ὄλεθρον». πιθανὸν δὲ τὸ μὴ ὑπὲρ ὧν αὐτὸς ἔθυσε σωτηρίαν αἰτεῖν· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ δέδοικεν, ἀλλʼ ὑπὲρ ἁπάντων· διὰ τοῦτο τὴν κοινὴν εὐσέβειαν προβάλλεται.

ὄϊος κατὰ πίονα μηρία καίων: τινὲς «οἰός», ἐπεὶ ἀεὶ δισυλλάβως πλὴν τοῦ «νῶτον ἔθηκʼ ὄϊος». ἡ δὲ κατά πρὸς τὸ καίων.

καὶ κατένευσας: ἐνέγκαι εἰς τὴν οἰκίαν.

καὶ κατένευσας: ἀμετάπτωτον ποιῶν τὴν ὑπόσχεσιν.

κατένευσας φησὶ πρὸς τὸ τὴν ὑπόσχεσιν ποιῆσαι ἀμετάπτωτον.

τῶν: ἔδει «τῷ».

Ὀλύμπιε: τὸν ἐν Ὀλυμπίᾳ, ἐπεὶ πλησίον Πύλου Πίσα.

οὕτω: ὡς νῦν.

Τρώεσσιν ἔα δάμνασθαι: ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ ὑπὸ Τρώων.

Ἀχαιούς: ἡμᾶς.

μέγα δʼ ἔκτυπε: ὅτι Ζηνόδοτος γράφει «μέγα δʼ ἔκλυε». οὐχ ὑπήκουσε δὲ αὐτοῖς ὥστε πεισθῆναι, ἀλλὰ κατʼ αὐτῶν ἐγένετο.

Ζηνόδοτος γράφει «μέγα δʼ ἔκλυε».

μέγα δʼ ἔκτυπε: παιδευτικὰ καὶ ταῦτα διὰ τὸ ἐπισημαίνεσθαι τὸν θεὸν ἑνὸς ἀνδρὸς εὐχήν. ἄκρως δὲ κεκράτηκε τῆς οἰκονομίας ὁ ποιητής· τὸ μὲν γὰρ μηδὲν ἐπιγενέσθαι τῷ πρεσβύτῃ σημεῖον ἀπίθανον, τὸ δὲ κατανεύειν ἤδη ἐναντίον· ὁ γὰρ μηδὲ τῇ Ἥρᾳ πειθόμενος, ἀλλὰ φυλάττων τὴν πρὸς Θέτιν ὑπόσχεσιν πῶς ἂν ταχέως ἐπείσθη τῷ Νέστορι;

ἀράων ἀΐων: οὐ γὰρ ἐξολώλασιν Ἕλληνες, ἀλλʼ ἐνόστησαν.

Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο:τὸ ὥς ἀντὶ τοῦ ἐπεί. πρὸς αὑτῶν δὲ οὗτοι τίθενται τὸ ἀγαθόν.

ὥς τε μέγα κῦμα—κατὰ τεῖχος ἔβαινον: ἀεὶ ἑαυτὸν παρευδοκιμεῖ ὁ ποιητὴς ταῖς ὁμοιώσεσι· τί γὰρ ἐναργέστερον ἢ ἐμφαντικώτερον ἢ καθάπαξ συμφωνότερον ταύτης τῆς εἰκόνος; χειμῶνι μὲν τὸν κίνδυνον εἰκάζει, σκάφει δὲ τὸ τεῖχος, τοὺς δὲ μετὰ βοῆς ἐπιόντας κύμασιν. οἱ δὲ Τρῶες ὑπερέβησαν τὸ τεῖχος ὡς κῦμα ναῦν. τὸ δὲ εὐρυπόροιο ἀντὶ τοῦ μεγαλοπόρου, ἀναπεπταμένης· μείζονα γὰρ τὰ ἐν τῇ τοιαύτῃ θαλάσσῃ κύματα.

νηὸς ὑπὲρ τοίχων: οὐκ ἀναγκαῖόν ἐστιν ἀναστρέφειν τὴν πρόθεσιν, ἀλλὰ συντάσσειν τῇ τοίχων γενικῇ.

νηὸς ὑπὲρ τοίχων: ἀντὶ τοῦ ὑπὲρ τοὺς τοίχους. ὑψηλότερον γενόμενον τὸ κῦμα τῶν τοίχων τῆς νεώς.

ὥσπερ ὅταν τὸ κῦμα γένηται τῶν τοίχων τῆς νεὼς ὑψηλότερον, οὕτως Τρῶες τοῦ τείχους.

κατὰ τεῖχος ἔβαινον: κατέβαινον τὸ τεῖχος.

ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο: πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι οἱ μὲν ἐπιβεβηκότες ταῖς πρύμναις τῶν νεῶν, οἱ δὲ ἀποστρέψαντες τὰ ἅρματα ἐπὶ τῶν δίφρων, ἵνʼ ᾖ ἀπʼ ἴσου βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ εἰσελάσαντες πρὸς τὸ σαφέστερον.

ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο: πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι οἱ μὲν ἐπιβεβηκότες ταῖς πρύμναις, οἱ δὲ ἀπὸ τῶν ἵππων, ἵνα ἀφʼ ὕψους μάχοιντο. ἐσήλασαν δὲ τοὺς ἵππους διὰ τῆς ὑπὸ Ἀπόλλωνος γενομένης κελεύθου.

ἐπὶ πρύμνῃσι μάχοντο—ἐπιβάντες: ἰδίωμά φησιν Ἀρίσταρχος γεγενῆσθαι περὶ τὴν μάχην· τῶν γὰρ Τρώων ἐντὸς τοῦ τείχους γεγονότων οἱ Ἕλληνες ἐπὶ τῶν πρυμνῶν μάχονται· διὸ Τρῶες, ὅπως ἀπὸ ἴσου βάλλοιεν ὕψους, ἀπὸ τῶν ἁρματείων δίφρων αὐτοὶ μάχονται ὥστε ἀποστραφῆναι τοὺς ἵππους ὡς ἐπὶ τὴν Ἴλιον. ἔσονται δὲ καὶ οἱ ἡνίοχοι ὡς ἐπὶ τὴν πόλιν τετραμμένοι, τὰ δὲ νῶτα δόντες τοῖς πολεμίοις, οἱ δὲ παραιβάται σκέποντες αὐτοὺς ἅμα καὶ μαχόμενοι· διὸ ὁ ἡνίοχος Πολυδάμαντος Κλεῖτος κατὰ τὸν αὐχένα βάλλεται

αὐτοσχεδόν: αὐτόθεν, ἐκ τοῦ σύνεγγυς τόπου· τὴν γὰρ σύνεγγυς ἀντίστασιν «σχεδίην» καλοῦσιν. ἐκπλήσσων δὲ τὸν θεατὴν ναυμαχίᾳ ἅμα ἱππομαχίαν κατέμιξεν.

ξυστοῖσι: λείπει δόρασιν.

ναύμαχα: οὕτως ὡς θαύματα. ἐξαιρέτως δὲ τὰ παρὰ ῥῆμα οὐδέτερα σύνθετα μονογενῆ, εἰς ον περατούμενα, προπαροξύνεται, χαρτότομον χειρόγραφον ἀκρατόφορον. οὕτως «ναύμαχον ἐν παλάμῃσιν», ἵνα εἶδος δόρατος νοηθῇ ἐν διαφόρῳ μεγέθει.

ναύμαχα: εἰκὸς ἀπὸ Μίνωος πεπολιτεῦσθαι ναυμαχίαν παρʼ Ἕλλησι· καὶ Ἀγαμέμνων «πολλῇσιν νήσοισιν» ἦρχεν, πεντηκόντεροί τε μόνον οὐκ ἂν ἦσαν ναυσὶ φορτηγοῖς μόναις ἐχρῶντο. πεφράχθαι δὲ αὐτὰς εἰκός, μὴ ἀνταναχθῶσιν οἱ Τρῶες. πεποίηται δὲ παρὰ τὴν μάχην, ὡς ἱππόκομος παρὰ τὴν κόμην. ναυμάχος μὲν ὁ ἀνὴρ ὡς παμφάγος, ναύμαχον δὲ τὸ δόρυ ἄξυλον.

κολλήεντα: ὑπὸ βλήτρων· φησὶ γοῦν «κολλητὸν βλήτροισιν». οἱ δέ φασι μήπω γνωρίζεσθαι ναυμαχίαν· ὅπως δὲ ἀναστέλλοιεν τοὺς ἀπὸ γῆς εἴργοντας, τοῦτο ἐπετήδευσαν.

παρὰ τὸ ναῦς γίνεται καὶ τὸ μάχη. ναυμάχος μὲν οὖν ὁ ἀνήρ, ὡς παμφάγος, ναύμαχον δὲ τὸ δόρυ. φασὶ δὲ μήπω γνωρίζεσθαι παρʼ αὐτοῖς ναυμαχίαν. ὅπως δὲ μὴ βλάπτοιεν τοὺς ἀπὸ γῆς συμπολεμοῦντας, τοῦτο ἐπετήδευσαν, καὶ ἵνα μὴ ἀνταναχθῶσιν οἱ Τρῶες. κολλήεντα δὲ ὑπὸ βλήτρων δηλονότι· φησὶ γοῦν καὶ ἀλλαχοῦ «κολλητὸν βλήτροισι».

στόμα: τὸ ἄκρον, παρὰ τὸ τμητικὸν εἶναι. δηλοῖ δὲ ὅτι οὐκ εἶχον κατʼ ἄμφω τὰ μέρη σίδηρον· ἔπειτα γὰρ καὶ σαυρωτῆρες προσῆσαν ὡς τοῖς καταπηγνυμένοις εἰς γῆν. ἀλλʼ ἐπὶ τῶν νεῶν ἔκειτο.

Πάτροκλος δʼ, εἵως μέν: ὅταν ἐπὶ τὰ ἄκρα ἄγῃ τὴν ποίησιν, τότε ταῖς μεταβάσεσι χρῆται συνεχῶς, τὴν προσοχὴν τῶν ἀκροατῶν συνάγων. μεταβαίνει οὖν ἐπὶ τὸν Πάτροκλον νῦν· ἐπὶ τούτῳ γὰρ καὶ διατρίβειν αὐτὸν παρὰ τῷ Εὐρυπύλῳ ᾠκονόμησεν, ὅπως ἐκ τῆς ὄψεως κινηθεὶς ἐντονώτερον Ἀχιλλέως δεηθείη. πῶς δὲ ἐπιλαθόμενος Ἀχιλλέως τοσοῦτον χρόνον διάγει; ἢ οὐ πολὺς μὲν χρόνος, τὰ δὲ γεγονότα ποικίλα ἐν ὀλίγῳ καιρῷ.

ἀγαπήνορος: ὑπὸ τῶν ἀνδρείων ἀγαπωμένου.

ἔτερπε λόγοις: τινὲς «ἔτερπε λόων». τοὺς γὰρ νοσοῦντας ἔλουον· φησὶ γὰρ «εἰσόκε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη θερμήνῃ». ἄμεινον δὲ λόγοις· φησὶ γοῦν ἀπιὼν «ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω». καὶ Μένανδρος· «ἰατρός ἐστιν ὁ λόγος ἀνθρώποις νόσων· ψυχῆς γὰρ οὗτος μόνος ἔχει κουφίσματα». πρὸς τὸ μὴ συγκαταπίπτειν τῷ σώματι τὴν ψυχήν, ἀλλʼ ὑπερορᾶν τὸ βάρος τοῦ σώματος. καὶ Λητὼ καὶ Ἄρτεμις τὸν Αἰνείαν κυδαίνουσιν.

λόγοις: ὅτι ἅπαξ ἐνταῦθα ἐν τῇ Ἰλιάδι τὸ λόγοις.

φάρμακʼ ἀκήματα: τὸ πλῆρες φάρμακα, εἶτα ἀκήματα· παρὰ γὰρ τὸ ἀκέσασθαι τὸ ἀκήματα ἐσχημάτισται. εἴρηται δὲ ἡμῖν ἐν ἑτέροις διότι καὶ ἡ ἄκεσις καὶ τὸ «ἀκεσταί τοι φρένες ἐσθλῶν» τὸ ε ἔχει κατὰ τὴν παραλήγουσαν.

ἀκήματα: ἔν τισιν «ἀκέσματα»· οὕτως δὲ καὶ Ἀρίσταρχος. διχῶς οὖν.

διχῶς, καὶ «ἀκέσματα».

ἀκήματα: ἀκέσματα, θεραπεύματα.

ἔπασσε: ἐπέπασσε.

τεῖχος ἐπεσσυμένους: τὸ ἑξῆς, ἐπὶ τεῖχος ἐσσυμένους.

τεῖχος: ὅτι ἐλλείπει ἡ ἐπί, ἐπὶ τεῖχος.

δʼ ἔπος ηὔδα: οὕτως Ἀρίσταρχος δʼ ἔπος ηὔδα.

δὲ προσηύδα: «δʼ ἔπος ηὔδα», οὐ δὲ προσηύδα.

ἐνθάδε: τὴν ἐν τόπῳ νῦν δηλοῖ σχέσιν.

ποτιτερπέτω: πρὸς τῷ φαρμάκῳ.

σπεύσομαι: ταχυνῶ, ἐνεργῶς πορεύσομαι.

τίς δʼ οἶδʼ, εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω —ἑταίρου: δῆλός ἐστιν κεχειρωμένος τοῖς λόγοις Νέστορος διʼ ὧν αὐτοὺς ἐπὶ μνήμης ἄγει. παρέλκει δὲ ὁ κέν. σὺν δαίμονι δέ, ἐφαψαμένου θεοῦ.

εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω: ὅτι οὕτως εἴρηκεν «αὐτῷ τὸν θυμὸν ὀρίνω» ἀντὶ τοῦ «εἰ αὐτοῦ τὸν θυμὸν ὀρίναιμι».

ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου: ἡ ἐξ ἑταίρων γινομένη παραμυθία ἀγαθή, οὐχ ἡ δυνάμει ῥητορείας· διὸ οὐδὲ Νέστωρ, ἀλλʼ οἱ φίλοι πρεσβεύουσιν ἐν ταῖς Λιταῖς.

τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον: ὅτι οἱ πόδες αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον γράφοντα «ῥίμφʼ ἑὰ γοῦνα φέρει».

τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον: ὅτι οἱ πόδες αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας, σημείωσαι. ἢ ἀμφοτέρων μὲν ἡ ἐνέργεια, τὸ δὲ πλεῖον τῶν ποδῶν.

αὐτὰρ Ἀχαιοί: ἔδει τὸ ἑξῆς παραγαγεῖν ὅτι ὁ Πάτροκλος παρίστατο τῷ Ἀχιλλεῖ ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ μέσην ἔχει τὴν μάχην.

Τρῶας ἐπερχομένους μένον—ἠδὲ νέεσσιν: εἰκότως ἰσόρροπος ἡ μάχη· οἱ μὲν γὰρ ἐλπίδι τοῦ νικᾶν ἐφράξαντο, οἱ δὲ ἀπογνώσει σωτηρίας ἑστᾶσιν.

παυροτέρους περ ἐόντας: ὅτι σαφῶς οἱ Τρῶες ἐλάττονες συνίστανται τῶν Ἑλλήνων, καὶ τῶν ἐπικούρων ἐξεληλυθότων.

παυροτέρους περ ἐόντας: ὅτι συμμάχοις ἐλάσσους Ἑλλήνων· οἱ δὲ ἀσθενεστέρους.

οὐ τοῖς συμμάχοις δὲ αὐτοὺς ἐλάσσους εἶπεν Ἑλλήνων, ἀλλὰ μόνους. οἱ δὲ ἀντὶ τοῦ ἀσθενεστέρους.

ποτέ: ἀντὶ τοῦ ἐν τῷ μέρει τῆς ἡμέρας ταύτης.

ῥηξάμενοι: διαστήσαντες.

μιγήμεναι: πλησιάσαι.

οὐδὲ νέεσσιν: ἐν ἄλλῳ «ἠδὲ νέεσσι».

ἀλλʼ ὥς τε στάθμη—Ἀθήνης: πρὸς τὸ ἀκριβὲς τῆς ἰσότητος. ἐν ἄλλοις μὲν ταλασιουργὸν παρέλαβεν, «ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς ἀνέλκει», ἀλλαχοῦ δὲ ζυγὸν καὶ μέτρα γῆς. νῦν δὲ ὑπὸ τέκτονος ἐμπείρου ἐξιθυνόμενον ξύλον πρὸς τὴν στάθμην. δυνατῶς δὲ πάντα φράζει.

ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει: τοῦ γὰρ νηΐου εἴ τις οὐκ ἀκριβώσει τὴν ἰσότητα, κινδυνεύει ἑτεροβαροῦς γινομένης τῆς νηός. στάθμη: ἐργαλεῖον—λεγομένη. ἐξιθύνει δὲ ἶσον ποιεῖ, ἐξορθοῖ. τούτῳ δὲ κανονίζεται—βεβαμμένῳ.

τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης:σημαίνει γὰρ ἄλλον τέκτονα.

σοφίης: ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε τὴν τεκτονικὴν τέχνην.

ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε, καὶ οὐ τὴν λογικήν, ἀλλὰ τὴν τεκτονικὴν τέχνην.

σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης: ἀντὶ τοῦ τέχνης· διό φασι μὴ εἶναι Ὁμήρου τὴν Ὀδύσσειαν, διὰ τὸ μὴ εἶναι ἐκεῖ σοφίαν. πᾶσαν δὲ τέχνην οὕτω καλοῦσι, σοφοὺς δὲ τοὺς τεχνίτας· καὶ τὸν κιθαρῳδὸν «σοφιστήν» Σοφοκλῆς καὶ τὸν ῥαψῳδὸν Εὔπολις, οἱ δὲ φιλόσοφοι σοφίαν εἶναι θείων καὶ ἀνθρωπίνων καὶ τῆς περὶ ἑκάτερον αἰτίας. ὑποθημοσύναις δὲ ταῖς διδασκαλίαις.

οἱ γὰρ παλαιοὶ πάντας σοφιστὰς ἐκάλουν, πλὴν οἱ νεώτεροι οὐκ ἠθέλησαν ταὐτὸν τῇ γνώσει φέρειν καὶ ταῦτα ὄνομα. οἱ δὲ φιλόσοφοι φιλοσοφίαν εἶναι ὁρίζονται ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῆς περὶ ἑκάτερον αἰτίας.

εὖ εἰδῇ σοφίης: ἔμπειρος τεκτονικῆς· τὸ γὰρ παλαιὸν —τὸ τέλειον καὶ ἄπταιστον.

ἐπὶ ἶσα μάχη τέτατο: πῶς ἴσοι εἰσὶ τοσοῦτον πρότερον τῶν Τρώων ὑπερεχόντων; ἢ τάχα τὴν στάσιν, οὐ τὴν δύναμιν· οἱ μὲν γὰρ ἀπὸ τῶν νεῶν, οἱ δὲ ἀπὸ τῶν ἁρμάτων.

ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν:ὅτι ἐκ τούτου διεσκεύασται ὁ τῆς τειχομαχίας στίχος· «ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν».

ὅτι ἐντεῦθεν ὁ ἐν τῇ τειχομαχίᾳ μεταπεποίηται στίχος· ἀρέσκει γὰρ Ἀριστάρχῳ μίαν εἶναι πύλην.

ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι: δαιμονίως παρακελεύεται τῷ ἀκροατῇ μείζω τὰ ἔργα ἡγεῖσθαι τῶν λόγων. ὡς ἔνια δὲ καὶ ὑπερβαίνων αὐτὰ ὑπονοεῖν ἡμῖν δίδωσιν.

ἐείσατο: ὥρμησεν. ἀκέσασθαι δὲ τὴν ἧτταν θέλει ὑπὸ τῶν θεῶν ἐπικουρούμενος.

μιῆς περὶ νηός: ἴσως τῆς Πρωτεσιλάου.

δύναντο: ἀνθʼ ἑνικοῦ τοῦ ἐδύνατο.

νῆας: Ἀρίσταρχος χωρὶς τοῦ ς γράφει «νῆα»· προεῖπε γὰρ «τὼ δὲ περὶ μιᾶς νηὸς ἔχον πόνον»

Ἀρίσταρχος «νῆα», ἄλλοι δὲ νῆας.

ἐπέλασσέ γε δαίμων: ὁ Ἀπόλλων ἢ ὁ Ζεύς. παρατήρει πάλιν τὴν προσθήκην ὅτι τὴν ἐπὶ τὰς ναῦς παρουσίαν Ἕκτορος θεῷ ἀναφέρει.

ἔνθʼ υἷα Κλυτίοιο: ὅτι οὗτος ὁ Κλυτίος ἐστὶν ἀδελφὸς Πριάμου· «Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπον τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος»· διὸ καὶ ἑξῆς φησιν· «Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιόν». ἀλλαχοῦ «καὶ Δόλοπα Κλυτίδην», υἱὸν Κλύτου· ἐπεὶ ἔδει Κλυτιάδην, εἰ μὴ ἐνέλειψεν. Καλήτορα: Καλήτωρ ἀνεψιὸς Ἕκτορος. ἔστι δὲ καὶ ἕτερος Κλυτίος ὁμώνυμος· «καὶ Δόλοπα Κλυτίδην».

νῆα: τὴν ἀμφήριστον· προεῖπε γὰρ «τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον». οὐ δεῖ οὖν γράφειν «νῆας». ἀλλʼ οὐδὲ τὸ μέτρον ἐπιδέχεται «νῆας» γράφειν.

δαλός: οἱ νεώτεροι Ἴωνες δαυλός.

Τρῶες καὶ Λύκιοι … μὴ δή πω χάζεσθε: ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν. περισσὸς δὲ ὁ πώ. οὐ γὰρ προστάσσει, νῦν μὲν μένειν, ὕστερον δὲ ὑποχωρῆσαι.

στείνεϊ: τῷ μεταξὺ τῶν νεῶν καὶ τῆς τάξεως τῶν ἵππων στενῷ τόπῳ.

σαώσατε: ἔδει σαώσωμεν, ἀντὶ τοῦ ἐκ τοῦ σκυλευθῆναι ῥύσασθε ἀβλαβῆ ἀπάξωμεν.

μιν: ἀντὶ τοῦ αὐτοῦ, Ἀττικῶς.

νεῶν ἐν ἀγῶνι: ὅτι ἀγῶνι τῷ ἀθροίσματι τῶν νεῶν, ὅ ἐστι τῷ ναυστάθμῳ.

ἀγῶνι: τῇ ἀθροίσει.

ὁ δʼ ἔπειτα Λυκόφρονα—, Αἴαντος θεράποντα Κυθήριον—, τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος: Κυθήριον ἀπὸ Κυθήρων. Κύθηρα δὲ—τὴν θεόν. τὸ ἑξῆς. Λυκόφρονα ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος τὰ δὲ ἄλλα ὡς διὰ μέσου διορθωτέον.

Κυθήριον: τινὲς διὰ τῶν δύο ρρ. καὶ τοὺς Κυθηρρίους δημότας Ἀττικῆς φασιν, οὓς μᾶλλον οἰκείους εἶναι Αἴαντι.

κατέκτα Κυθήροισι: ὅτι ἐλλείπει ἡ ἔν· ἔστιν γὰρ ἐν Κυθήροις. καὶ ὅτι ἀπόδειξις τοῦ συνεσταλμένως ἐκφέρειν τὸ κατέκτα. καὶ ἐν Ὀδυσσείᾳ «ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ».

Κυθήροισι ζαθέοισι: διὰ τὸ ἱερὸν εἶναι Κύπριδος.

Τεῦκρε πέπον, δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος:ἄξιον ἀποδέξασθαι τὴν συνήθειαν μετὰ τὸ πέπον στίξασαν, καὶ μὴ μετὰ τὸν δή σύνδεσμον.

νῶϊν ... νῶϊ: ὅτι παραλλήλως καὶ διδασκαλικῶς ἡ διαφορὰ τοῦ νῶϊν καὶ νῶϊ.

Κυθηρόθεν ἔνδον ἐόντα: ἐκ Κυθήρων ἐπιδημοῦντα τοῖς ἡμῶν οἴκοις.

ἶσα φίλοισι τοκεῦσιν: ὅτι Ζηνόδοτος γράφει «ἶσα φίλοισι τέκεσσιν». οὐχ ἁρμόζει δὲ τοὺς περὶ τὸν Αἴαντα νέους ὄντας λέγειν «τέκεσσιν»· πρὶν γὰρ παιδοποιῆσαι ἐστρατεύσαντο.

τοκεῦσιν: Ζηνόδοτος «τέκεσσιν». οὐ πρέπει δὲ ταῖς ἡλικίαις· … Αἴαντος γὰρ ἐκ χειροβαφίας Φίλαιόν φασιν. ὅτι δὲ ἐτίμων οἱ παλαιοὶ τοὺς γονεῖς· «μεμνῆσθαι πατέρος καὶ μητέρος». οἱ δὲ ἐκ τούτων φασὶ καὶ ὁμομήτριον Αἴαντι Τεῦκρον εἶναι.

Ἀρίσταρχος «τέκεσσι», κακῶς· οὐ γὰρ ἔχουσι παῖδας. ὅτι δὲ καὶ τοὺς γονεῖς οἱ παλαιοὶ ἐτίμων, δῆλον ἀπὸ τοῦ λέγειν «μεμνῆσθαι πατέρος καὶ μητέρος». ὁμοπάτριος δὲ ὁ Τεῦκρος Αἴαντος.

ἰοί ὠκύμοροι: οἱ ταχέως τὸν μόρον πληροῦντες. «ὠκύμορος δή μοι, τέκος, ἔσσεαι».

τόξον, ὅ τοι πόρε Φοῖβος Ἀπόλλων: ὅτι τόξον λέγει οὐ τὸ σκεῦος τὸ πολεμικόν, ἀλλὰ τὴν τοξικὴν τέχνην.

τόξον, ὅ τοι πόρε Φοῖβος Ἀπόλλων: ἡ τῆς τοξικῆς ἐμπειρία· οὐ γὰρ τόξον αὐτῷ παρέσχεν ὁ Ἀπόλλων, ἀλλὰ τὴν ἐκ τῶν τόξων ἑκηβολίαν.

τόξον δὲ ἤτοι τὴν τοξικήν.

ξυνέηκε: ἀντὶ τοῦ ἤκουσεν.

ἰοδόκον: πιθανώτερον Ἀλεξίων παροξύνει, ὡς «ξεινοδόκον», ἐπεὶ αὐτὴ ἡ φαρέτρα δέχεται καὶ ἔστιν ἐνεργητικόν.

ἰοδόκον: προπαροξυτόνως τινὲς τὸν δεχόμενον ἰούς, «ξεινοδόκον» δὲ τὸν ξενίζοντα παροξυτόνως ἢ τὸν ξένους δοκεύοντα. Ἄτταλος δὲ παροξύνει.

βέλεα: ἀντὶ τοῦ βέλος.

Κλειτόν: Κλειτός ὄνομα κύριον. ὀξυντέον δὲ τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον.

πεπόνητο καθʼ ἵππους: καθʼ ἵππους εἶχε τὸ ἔργον.

τῇ: λείπει κελεύθῳ.

Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος— ἔμπεσεν ἰός: ἀθετοῦνται στίχοι τρεῖς καὶ ἀστερίσκοι παράκεινται, ὅτι ἐπὶ Ἱπποθόου τοῦ ἐπικούρου ἁρμόζει ἐν τῇ Ρ «Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος», ἐπὶ δὲ τούτου, καθάπερ νῦν, οὐχ ἁρμόζει· οὐ γὰρ Ἕκτορι χαριζόμενος, ἀλλʼ ἑαυτῷ καὶ πατρί. καὶ τὰ τῆς πληγῆς ἀνακόλουθα· πῶς γὰρ ὁ ἀντίον ἡνιοχῶν ἐπὶ τὰ ὄπισθε κατὰ τὸν αὐχένα τύπτεται; ὕστερον δὲ ἐν τοῖς Περὶ τοῦ ναυστάθμου ἀπολογεῖται· τὸν γὰρ ἡνίοχόν φησιν ἀπεστράφθαι πρὸς τὸ πεδίον καὶ τοὺς ἵππους, τὸν δὲ παραιβάτην πρὸς τὰς ναῦς ἐπὶ τοῦ δίφρου, ἵνα ἀπὸ τοῦ ἴσου γένηται ἡ μάχη. ἔστι δὲ καὶ ἀλλαγὴν πτώσεως νοῆσαι, ἀντὶ τοῦ αὐχένος ὄπισθεν.

Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος—ἔμπεσεν ἰός: ἀθετοῦνται οἱ τρεῖς· οἱ μὲν γὰρ ἐπίκουροι δεόντως ἂν λέγοιντο χαρίζεσθαι Ἕκτορι, ὡς Πάνδαρος «ἡγεόμην Τρώεσσι φέρων χάριν Ἕκτορι δίῳ». ἀνοίκειον δέ φησιν ὁ Ἀρίσταρχος ἐπὶ πολίτου τὸ Τρώεσσι χαριζόμενος. καὶ διὰ τὴν πληγὴν ἀθετητέος ὁ στίχος· πῶς γὰρ ἡνίοχος ὢν ὄπιθεν βάλλεται, αὐχένι γάρ οἱ ὄπισθεν ἄτοπον γάρ ἐστι τὸ ἀπεστραμμένους εἶναι τοὺς δίφρους· ἐπρηνίσθησαν γὰρ ἂν οἱ παραιβάται μόνον κινηθέντων τῶν ἵππων εἰς τὴν πτέρναν ἑστῶτες τοῦ δίφρου· ποία δὲ χρεία τοῦτον πονεῖσθαι περὶ τοὺς ταρασσομένους τῶν πολεμίων; ὅθεν ὑπονοεῖ ὁ Ἀρίσταρχος μετενηνέχθαι τοὺς στίχους. —ῥητέον δὲ πρὸς ταῦτα ὅτι χαρίζεται Ἕκτορι ἴσως καὶ αὐτὸς ὡς ἐπίκουρος· Δαρδάνιος γὰρ ἦν· φησὶ γοῦν περὶ Εὐφόρβου τοῦ ἀδελφοῦ Πολυδάμαντος «Δάρδανος ἀνήρ, Πανθοΐδης» καθʼ Ὅμηρον γοῦν ἄλλη ἐστὶν ἡ Τροία καὶ ἄλλη ἡ Δαρδανία. πῶς δὲ οὐκ εἰκὸς ἐπαινεῖν αὐτὸν τῆς προθυμίας, ὅπου μόνος ἐπιβαίνων τῷ δίφρῳ δίχα παραιβάτου πολεμεῖ ὡς Αὐτομέδων ὄπιθεν δὲ βάλλεται ἴσως στραφείς· ποικίλη γὰρ ἡ κίνησις τοῦ πολέμου, ὡς καὶ αὐτός πού φησιν· «ἠμὲν ὅτῳ στρεφθέντι μετάφρενα γυμνωθείη». τὸ ἔμπεσεν ἀντὶ τοῦ διῆλθεν, ὡς τὸ «αἰχμὴ δʼ ἐξελύθη παρὰ νείατον ἀνθερεῶνα» αὐχένα γὰρ ὁ ποιητὴς τὴν πᾶσαν περιφέρειαν τοῦ τραχήλου φησίν. ἀντιπρόσωποι οὖν ἐμάχοντο. εἰ δὲ λέγοις «καὶ πῶς ὠρέγοντο ἀλλήλων, μεσολαβούντων τῶν ἵππων;» —, ὡς καὶ Διομήδης τὸν ἑπταπέλεθρον Ἄρεα τέτρωκεν

ἱεμένων: διχῶς Ἀρίσταρχος, καὶ «ἱεμένῳ» καὶ ἱεμένων.

γράφεται καὶ «ἱεμένῳ».

αὐχένι: ὅτι αὐχὴν πᾶς ὁ τράχηλος.

ὄπισθε: Ἀριστοφάνης «πρόσθε» γράφει. καὶ ἔστι μᾶλλον εὔλογος ἡ γραφή.

ἄναξ δʼ ἐνόησε τάχιστα —ἵππων: ὁ ἄναξ τῶν ἵππων ἐναντίος ὑπήντησεν αὐτοῖς δίχα ἡνιόχου ἀπιοῦσιν.

εἰσορόωντα: ἢ φυλάσσοντα τοὺς ἵππους ἢ ἑαυτόν.

μάχης: Ζηνόδοτος μάχης, ἄλλοι δὲ «μάχην». καὶ Ἀριστοφάνης δὲ «μάχην».

μιν: ἀντὶ τοῦ αὐτοῦ.

ἐξείλετο θυμόν: λείπει τὸ αὐτοῦ.

Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα: ὅτι ἐνήλλακται ἡ πτῶσις, Τεῦκρον ἀντὶ τοῦ Τεύκρου.

ἐϋστρεφέα: οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ α· ἀπήρτισε γὰρ εἰς μέρος λόγου ὁμοίως τῷ «ἀμφηρεφέα τε φαρέτρην».

ἐϋστρεφέα: εὐστρεφῆ. οὕτως ἄμεινον ἐκτείνειν τὸ α.

νευρὴν ἐν ἀμύμονι τόξῳ ῥῆξεν: ἀμύμονι κατὰ μεταφορὰν τοῦ φοροῦντος, ἢ ἀμώμῳ, «καὶ ἀμύμονος ἕρκεος αὐλῆς». ἀφοπλίζει δὲ τοὺς ἀριστεῖς φλέξαι θέλων τὴν ναῦν, νῦν μὲν Τεῦκρον, ἑξῆς δὲ Αἴαντα.

ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι: ὅτι πτώσεως γέγονεν ἐναλλαγή, δοτικὴ ἀντὶ γενικῆς, ἐρύοντι ἀντὶ τοῦ ἐρύοντος τὴν νευρὰν ἐπὶ τούτῳ.

χαλκοβαρής: ἐπὶ γὰρ τὸ χαλκωθὲν μέρος καταφέρεται τῷ βάρει.

ὢ πόποι: ἐν ἄλλῳ «ὦ πέπον».

ἐπὶ μήδεα κείρει: τὸ ἑξῆς ἐπικείρει· οὐκ ἐᾷ αὔξεσθαι, οἱονεὶ ἐπικόπτει τὰς βουλὰς ἡμῶν.

ὅ τέ μοι βιὸν ἔκβαλε χειρός: ὅ τε ἀντὶ τοῦ ὅστις. οἱ δὲ ἀντὶ τοῦ ὅτι· «ὅτε με βροτοὶ οὔτι τίουσιν» ἀντὶ τοῦ ὅτι.

νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα πρώϊον: ἀμφότερα γράφεσθαί φησιν ὁ Ἀρίσταρχος, «πρῴην» καὶ πρώϊον, οὐ ταὐτὸν δὲ ἐξ ἑκατέρου σημαίνεσθαι. εὕρομεν δὲ καὶ «ἐΰστροφον» γεγραμμένον, καὶ ἔχει τινὰ ἐπίστασιν.

νεόστροφον: τινὲς γράφουσιν «ἐΰστροφον».

πρώϊον: ὅτι Ζηνόδοτος γράφει «πρῴην». ἔμφασις δὲ γίνεται πλείονος χρόνου. τὸ δὲ πρώϊόν ἐστι πρωΐας· καὶ γὰρ γέγονεν οὕτως· τῇ πρὸ ταύτης ἡμέρᾳ «ῥῆξε δέ οἱ νευρήν, νάρκησε δέ», ὥστε εὔλογον τῇ ἑξῆς ἐκείνης πρωΐας ἐνῆφθαι.

ὅτι Ζηνόδοτος γράφει «πρῴην». ἔμφασιν δὲ ἔχει πλείονος χρόνου. τὸ δὲ πρώϊον σημαίνει πρωΐας· ἐν γὰρ τῇ κόλῳ μάχῃ ἐν τῇ πρὸ ταύτης ἡμέρᾳ διερράγη ὑφʼ Ἕκτορος, «ῥῆξε δέ οἱ νευρήν», ὥστε εὔλογον τῇ ἑξῆς ἡμέρᾳ πρωΐας ἐμβαλεῖν τὴν νευρὰν τῷ τόξῳ.

ἀνέχοιτο: δέχοιτο.

ταρφέας ἰούς: οὓς συνεχῶς βάλλεις κατὰ τῶν πολεμίων· οὐ γὰρ τῶν ἰῶν ἐπίθετον τὸ ταρφέας.

ἑλὼν … δόρυ: εὐψύχου τὸ ἀντιπαρατάσσεσθαι τῇ τύχῃ καὶ μὴ ἀπολήγειν πρὸς τοὺς κινδύνους.

ἀσπουδί: ὅτι ἀσπουδί χωρὶς κακοπαθείας.

ἀσπουδί: ἀκμητί.

μνησώμεθα χάρμης: μὴ καταπροώμεθα τὴν μάχην, ἀλλὰ μᾶλλον ἔτι μνησθῶμεν αὐτῆς.

κρατὶ δʼ ἐπʼ ἰφθίμῳ: ὅτι πρότερον τὴν ἀσπίδα εἴληφεν εἶτα τὴν περικεφαλαίαν. ὁ δὲ Ζηνόδοτος ἐνήλλαχεν ἐπὶ τῆς Ἀλεξάνδρου μονομαχίας

κυνέην: ὅτι οὐκ εἶχον κόρυθας οἱ τοξόται. καὶ ἐπὶ τῶν Λοκρῶν «οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας».

ἀκαχμένον ὀξέϊ χαλκῷ: τὴν ἀκὴν ὀξεῖαν ἔχον.

βλαφθέντα: βεβλαμμένα τῆς τῶν τόξων χρήσεως.

νῆας ἀνὰ γλαφυράς: βέλτιον τοῦτο τοῖς ἄνω συνάπτειν. προτρέπει γὰρ αὐτοὺς ἐπὶ τὰς ναῦς ὁρμᾶν.

Διόθεν: ἀναγκαίως τὸ Διόθεν, ἵνα τοὺς μὲν ἐπιρρώσῃ τοὺς δὲ περιδεεῖς καταστήσῃ. τῇ τῶν θεῶν οὖν ἐλπίδι ἀνεγείρει τὸν στρατόν.

ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή:ἡ νίκη, ὅταν κατὰ προαίρεσιν θεοῦ γίνηται, φανερά ἐστιν. εἶπε δὲ αὐτῷ Ἀπόλλων «θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων» καὶ Ἶρις «εἰσόκε νῆας ἐϋσσέλμους ἀφίκηαι».

ὁτέοισιν: πλεονασμὸς τοῦ ε. οἱ δὲ τοῦ τέοισι πευστικοῦ ἀναφορικὸν τὸ ὁτέοισιν.

ὁτέοισιν: τὸ ὅτοισι τρισύλλαβον ἐπὶ τὴν πρώτην ἔχει συλλαβὴν τὴν ὀξεῖαν, τὸ μέντοι ὁτέοισιν οὐκέτι, ἐπεὶ ἤμελλε τρίτῃ ἀπὸ τέλους πίπτειν ἡ ὀξεῖα· διὸ ἐπὶ τὴν δευτέραν ἀπὸ τῆς ἀρχούσης μετέστη.

ὁτέοισιν: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπὸ γὰρ τοῦ ὅτοισίν ἐστιν.

ὅτινας: ἀπὸ τοῦ ὅτις ἀναφορικοῦ, ὃ καθʼ ἓν μέρος λόγου ἐστίν. τινὲς τὸ ο ἀντὶ τοῦ οὕς πληθυντικοῦ.

οὐκ ἐθέλῃσιν: ἀντὶ τοῦ μὴ θέλῃ.

ὕμεων: ἡ ὕμεων ἀντωνυμία ἀπόλυτός ἐστι καὶ οὐκ ἔχουσα ἀντιδιαστολήν· διὸ τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν.

ὕμεων: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· ἀπόλυτος γάρ ἐστιν. τινὲς δὲ παροξύνουσι διὰ τὴν μακράν, κακῶς.

βλήμενος ἠὲ τυπείς: ὅτι διαστέλλει τὸ βαλεῖν καὶ τύψαι.

ἡ διπλῆ πρὸς τὴν διαστολὴν τοῦ βλήμενος καὶ τυπείς.

τεθνάτω· οὔ οἱ ἀεικὲς—κλῆρος ἀκήρατος: κάλλιον ταῦτα τοὺς νέους ἀναγινώσκειν — ἐν βραχεῖ γὰρ καὶ δυνατῶς καὶ κατὰ τάξιν — ἢ ἃ Τυρταῖος Λακεδαιμονίοις ἔγραψε ῥητορικῶς δὲ ἓν πρᾶγμα, τὴν πόρθησιν, εἰς πολλὰ κατεμέρισεν, ὡς καὶ τὸ «ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαλθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι». καὶ Δημοσθένης αὔξων τὴν Μειδίου κακίαν φησί· «καταδήσαντες τοῦτον καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν ἑταίρους καὶ τὸν πλοῦτον τἄλλα δὴ ὅσα πρὸς αὐτὸν τούτων, ἔσχον ἡσυχίαν»· τὸ γὰρ ἁπλοῦν ἦν «φοβηθέντες τοῦτον ἐσιώπησαν».

κάλλιον δέ φησι ταῦτα τοὺς νέους ἀναγινώσκειν Κράτης εἰς διέγερσιν. ὅρα δέ, πῶς ἐν βραχεῖ καὶ δυνατῶς καὶ κατὰ τάξιν πάντα ἔγραψε. ῥητορικῶς δὲ τὸ ἓν πρᾶγμα, τὴν πόρθησιν, εἰς πολλὰ κατεμέρισεν, ὡς τὸ «ἄνδρες μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δʼ ἄλλοι ἄγουσι». καὶ Δημοσθένης αὔξων τὴν Μειδίου κακίαν φησί· «καταδείσαντες γὰρ αὐτὸν καὶ τὸ τούτου θράσος καὶ τοὺς περὶ αὐτὸν ἑταίρους καὶ τὸν πλοῦτον καὶ τἄλλα δὴ ὅσα πρὸς αὐτόν, ἔφυγον ἐκποδών».

τεθνάτω—κλῆρος ἀκήρατος: οὐ κεκράτηκε τῆς φράσεως εἰπὼν «ὃς ἂν θάνῃ τεθνάτω». ἀλλʼ ἢ γὰρ εἶπεν «ὃς ἂν ἀποθάνῃ, ἀποθανεῖται μὲν κερδήσει δὲ πολλά»· ἢ ὁ ἀλλά ἀντὶ τοῦ γάρ.

οὐ κεκράτηκε τῆς συμβουλῆς παραινέσας ὑπὲρ πατρίδος κινδυνεύειν μὴ ἀναβάλλεσθαι. ἀλλὰ καὶ τὰ περὶ τῶν οἰκείων εἰς πλείονα τίθησι ζῆλον

ἀλλʼ ἄλοχος τε σόη: ἀλλʼ ἐγώ, φησί, πρὸ ἐκείνης ὤφειλον σώζεσθαι. ἀγνοεῖ δὲ ὡς περὶ πολλοῦ τὴν τῶν γυναικῶν ὕβριν ἐποιοῦντο καὶ τὰς ψυχὰς ὑπὲρ τῶν οἰκείων ἐτίθεντο.

σόη: εἴρηται καὶ σάος, ὅθεν «σαώτερος», καὶ «σόον δʼ ἀνένευσε».

καὶ παῖδες ὀπίσσω: ἠδύνατο μὲν εἰπεῖν «καὶ νήπια τέκνα», ἀλλὰ τῷ σεμνοτέρῳ ὀνόματι τῶν παίδων χρῆται, παῖδας καλῶν τὴν πᾶσαν γενεὰν καὶ διαδοχήν. καλὴ δὲ καὶ ἡ προσθήκη τοῦ ὀπίσσω, αἰωνίαν διαδοχὴν τοῦ γένους παριστάς.

καὶ οἶκος καὶ κλῆρος ἀκήρατος: εἰκότως πάντα ἐπεξεργάζεται παραμυθίαν τῷ θανάτῳ ἐπιφέρων, ἀντιτιθεὶς τῷ θανάτῳ τὰ λυσιτελῆ. κλῆρος δὲ ἡ οὐσία· καὶ ἐπικλήρους γὰρ ἔβαλλον περὶ τῶν μερίδων, «τοὶ δὲ ζωὴν ἐδάσαντο καὶ ἐπικλήρους ἐδάσαντο».

καὶ οἶκος καὶ κλῆρος: καὶ ἡ οὐσία καὶ ὁ βίος.

κλῆρος: χωρικὴ περίκτησις—αὐτὴν διενέμοντο.

μένος καὶ θυμόν: μένος τὴν προθυμίαν. παρὰ τὸ μένω· ὅθεν παρήχθη τὸ μενεαίνω. θυμὸν δὲ οἱονεὶ τὴν ὁρμήν, παρὰ τὸ θύω τὸ ὁρμῶ.

τὴν προθυμίαν, παρὰ τὸ μένω. θυμὸν δὲ τὴν ψυχὴν ἢ αὐτὸν τὸν κυρίως θυμόν.

Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν: οὐ μόνον ἔργοις, ἀλλὰ καὶ λόγοις ἀλλήλοις ἀνταγωνίζονται.

αἰδώς: λείπει ἐγγινέσθω. καλὴ δὲ παρʼ Ἕλλησιν αἰδοῦς ὑπόμνησις, οὐ φόβος ἀπειλούμενος καὶ νεκρὸς ἄταφος, ὡς παρʼ Ἕκτορι

ἄρκιον: ὠφέλιμον, ἢ ἕτοιμον, ὃ καὶ ἄμεινον.

ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν: σωθῆναι καὶ ἀπώσασθαι· σωθῆναι μετὰ νίκης, ἐπεὶ τοῦ δίχα νίκης σωθῆναι κρείσσων ὁ θάνατος.

οἱ δύο δὲ η ἀντὶ τοῦ καί, οἷον καὶ σωθῆναι καὶ ἀπολέσθαι, σωθῆναι μὲν νικῶντας, ἀπολέσθαι δὲ μή, ἐπεὶ τοῦ δίχα νίκης σωθῆναι κρείττων ὁ θάνατος.

ἢ ἔλπεσθʼ, ἢν νῆας—ἕκαστος: ἦθος καὶ εἰρωνεία καὶ βάρος, μεθʼ ὑποκρίσεως αὐτοῦ τὰ ὡμολογημένα πυνθανομένου.

ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος: ὅτι ἤτοι ἠθικῶς λέγει ἐλπίζετε ἐμβήσεσθαι ἐπὶ τὰς καησομένας ναῦς, ἢ καὶ ἐλπίζετε ἐμβάντες ἐπὶ τὴν θάλασσαν ἀφίξεσθαι ἐπὶ τὰς πατρίδας, ὅ ἐστι βάδην ἐπὶ τῆς θαλάσσης πορευόμενοι.

ἐμβαδόν: πεζῇ· ὅθεν ἡ μὴ πεζευομένη ἄβατος. οἱ δὲ τὸν ἐμβατήριον ῥυθμόν, πρὸς ὃν Λακεδαιμόνιοι νικῶντες εἰσβάλλουσιν εἰς τὴν πατρίδα.

ἢ οὐκ ὀτρύνοντος ἀκούετε: πάνυ ἐναργῶς ἀπὸ τοῦ ὑπογύως πραχθέντος τὴν προτροπὴν λαμβάνει.

ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει: διόλου παραφυλακτέον ὅτι οὐκ ἀφίσταται τοῦ τῶν νεῶν κινδύνου, ὡς ἔσχατον κίνδυνον ὀνομάζων.

οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν: χορὸν ἐνέργειαν τοῦ χορεύειν. διὰ τοῦ ἐπικαλεῖσθαι «Τρῶες καὶ Λύκιοι» οὐκ εἰς χορὸν αὐτοὺς καλῶν.

ἡμῖν δʼ οὔτις τοῦδε νόος καὶ μῆτις ἀμείνων: τὸν Αἴαντα νῦν ἄριστον σύμβουλον προήγαγε τοῦ πολέμου ἀναγκάζοντος· ἄπεστι μὲν γὰρ ὁ βασιλεὺς ἱκανὸς καὶ εἰπεῖν καὶ πρᾶξαι τυγχάνων, ἄπεστι δὲ Ὀδυσσεὺς καὶ Διομήδης τραυματίαι γενόμενοι. ὁ δὲ Νέστωρ γέρων καὶ ἐπὶ τῶν νέων φαίνεσθαι ἀδύνατος.

ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε: τὸ αὐτοσχεδίῃ τινὲς μετὰ τοῦ ν. οὐδὲν ἡμῖν ἐστι προτιμότερον ἢ χωρῆσαι εἰς χεῖρας.

βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι: ὅτι οὐκ ἐκληπτέον τρεῖς διαστολάς, ἀλλʼ ἐκ τοῦ «ἢ αὐτοσχεδίῃ» τὸ «βέλτερον ἢ ἀπολέσθαι καθʼ ἕνα χρόνον» περὶ ἓν μέρος, πρότερον δὲ τὸ ἠὲ βιῶναι· ὁ γὰρ λόγος· βέλτιον καθʼ ἕνα χρόνον συντόμως ἀπολέσθαι ἢ πολὺν χρόνον φθείρεσθαι· τὸ γὰρ «στρεύγεσθαι» ἐστὶ στραγγίζεσθαι κατʼ ὀλίγον ἐκλείποντας.

ἕνα χρόνον: ἀντὶ τοῦ ἐν ὀλίγῳ χρόνῳ, συντόμως.

βέλτερον—χειροτέροισιν: αἱρετώτερον καθʼ ἕνα χρόνον ζῆν ἢ τεθνάναι συντόμως μᾶλλον ἢ περισσῶς κάμνειν ἐν πολυχρονίῳ μάχῃ οὕτως ὑπὸ χειρόνων πολεμουμένοις.

βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι, ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι: διαστολὴ ἐπὶ τὸ βιῶναι, μέχρι δὲ αὐτοῦ συναπτέον· ὁ γὰρ λόγος, ἢ ἀποθανεῖν ἢ ζῆσαι συντόμως βέλτιόν ἐστιν ἢ μετὰ παρολκῆς καταπονεῖσθαι.

ὧδʼ αὔτως: οὕτω γραπτέον ὧδʼ αὔτως.

ὧδε: ὅτι τὸ ὧδε ἀντὶ τοῦ οὕτως.

ἀντὶ τοῦ οὕτως, οὐ τοπικόν.

ὑπʼ ἀνδράσι χειροτέροισιν: ἀντὶ τοῦ ὑπʼ ἀνδρῶν ἡσσόνων. γενναίου δὲ τὸ κἀν ταῖς ἐπιφοραῖς τῶν δεινῶν φυλάττειν τὸ φρόνημα καὶ χείρους ἡγεῖσθαι καὶ νικῶντας τοὺς Τρῶας. ἅμα δὲ καὶ πρὸς ἐντροπὴν Ἑλλήνων τὸ ὑπὸ χειρόνων ἡττᾶσθαι.

ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱόν: ὅτι οὗτός ἐστι Σχεδίος ὁμώνυμος τῷ ἐν Καταλόγῳ καὶ ἀμφότεροι ὑφʼ Ἕκτορος ἀνῄρηνται ἀλλʼ ἐκεῖνος μὲν Ἰφίτου πατρός οὗτος δὲ Περιμήδους. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ Πυλαιμένους.

Σχεδίον Περιμήδεος: ἔστι καὶ ἕτερος, Ἰφίτου παῖς· «ὁ δὲ Σχεδίον, μεγαθύμου Ἰφίτου υἱόν, Φωκήων ὄχʼ ἄριστον».

ἀρχὸν Φωκήων: τινὲς «ἀρχὸν Ἀθηναίων».

Κυλλήνιον: ὅτι οὐκ ἀπὸ Κυλλήνης τοῦ ἐν Ἀρκαδίᾳ ὄρους, ἀλλʼ ἐπίνειόν ἐστιν Ἠλείων Κυλλήνη· ἀρχὸς γὰρ Ἐπειῶν. οὗτοι δέ εἰσιν Ἠλεῖοι.

Κυλλήνιον: Ἠλεῖον· ἐπίνειον γὰρ Ἤλιδος Κυλλήνη.

Φυλείδεω: τοῦ Μέγητος· ὁ γὰρ Φυλεὺς Ἠλεῖος ἦν καὶ ἀποικίαν ἤγαγεν ἐς τὰς Ἐχινάδας νήσους.

ὕπαιθα λιάσθη: εἰς τοὔμπροσθεν ἀνεχώρησεν· ἴσως γὰρ ἐκεῖνος ἐκ πλαγίου ὥρμησεν, ὁ δὲ ἐπὶ τὸ ἔμπροσθεν ὁρμήσας ἄπρακτον τὴν βολὴν ἐποίησεν.

οὐ γὰρ Ἀπόλλων εἴα Πάνθου υἱόν: ὡς Τρῶα καὶ ἀριστέα. τινὲς δὲ τὸν Πάνθουν Δελφόν φασιν, ἱερέα τοῦ Ἀπόλλωνος.

Δόλοψ: ὅτι οὗτος Τρωϊκὸς Δόλοψ, Λάμπου υἱὸς τοῦ ἀδελφοῦ Πριάμου, ὁμώνυμος τῷ ἐν τῇ Λ Δόλοπι, «καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον».

Δόλοψ: ἔστι δὲ ἄλλος Δόλοψ ὑπὸ Ἀγαμέμνονος ἀναιρεθεὶς ἐν τῇ Λ· «καὶ Δόλοπα Κλυτίδην».

Λαμπετίδης: ὡς πάχος «πάχετος» πλεονασμῷ τοῦ ε, ἀφʼ οὗ τὸ Λαμπετίδης.

ἀνδρῶν: τῶν ἰδίων υἱῶν.

Λαομεδοντιάδης: καὶ ἐν ἄλλοις «Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπον τε Κλυτίον τε». ἦν δὲ τὸ πατρωνυμικὸν αὐτοῦ Λαομεδοντίδης, ἀλλʼ ἐπλεόνασε τὸ α ὡς ἐν τῷ «Λαερτιάδης».

γυάλοισιν: ὅτι τὰ κύτη καὶ τὰ κοιλώματα τοῦ θώρακος γύαλα, οὐχ ὡρισμένος τόπος.

γυάλοισιν: ἀντὶ τοῦ γυάλῳ· «θώρηκος γύαλον» γοῦν πανταχοῦ φησιν.

ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἀπὸ Σελλήεντος: ὅτι τῆς Θεσπρωτιακῆς Ἐφύρας λέγει, οὐκ ἐκ τῆς Κορίνθου δῆλον δὲ ἐκ τοῦ Σελλήεντος, ἀφʼ οὗ καὶ Σελλοὶ οἱ περίοικοι. καὶ ὅτι ἐπʼ Ἀσίῳ ἕτερός ἐστι Σελλήεις ποταμός

ἤγαγεν ἐξ Ἐφύρης: ἐν ἄλλῳ «ἠγάγετʼ ἐξ Ἐφύρης».

ἐξ Ἐφύρης: τῆς ἐν Ἤλιδι, ἧς καὶ ἐν ἄλλοις μνημονεύει· «ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν, ἐλθεῖν», οἱ δὲ τῆς Θεσπρωτίας.

ποταμοῦ ἀπὸ Σελλήεντος: ποταμὸς Ἤλιδος ὁ Σελλήεις, ὃς ῥεῖ ἀπὸ Λασίωνος ὄρους. ἔστι δὲ καὶ Θεσπρωτίας.

Εὐφήτης: ζήτει περὶ τούτου, τίς ἐστιν.

ἀλεωρήν: σκέπην, παρὰ τὸ ἀλέασθαι.

ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον:περιττὸς ὁ στίχος· ἤδη γὰρ εἶπεν ἀνωτέρω· «πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ».

κύμβαχον: τὸ διάκενον τὸ ὑπὲρ τῆς κορυφῆς, ὅθεν καὶ κυμβία τοιουτώδη ποτήρια. εἰς τοῦτο δὲ καθίεται ὁ λόφος. εἴρηται δὲ παρὰ τὴν κεφαλήν· τὴν γὰρ κεφαλὴν κύμβην ἔλεγον, ὅθεν καὶ κυβιστᾶν. λέγει οὖν τὸ ἄκρον τοῦ κράνους. ἐπεξηγεῖται δὲ διὰ τῆς ἑξῆς λέξεως τὸ ὄνομα, διὰ τοῦ ἀκρότατον. παρὰ δὲ Αἰολεῦσι κύμβη καλεῖται ἡ τῆς ῥάχεως ἀπὸ αὐχένος ἀρχή.

νέον φοίνικι φαεινός: ὅτι τὸ σημαινόμενόν ἐστι νεωστὶ πεφοινιγμένος, ἄνθει νεωστὶ κεχρωσμένος εἰς λαμπρότητα.

νέον φοίνικι φαεινός: φοινικῷ χρώματι νεωστὶ λελαμπρυσμένος.

ἤλπετο νίκην: ἑκάτερος αὐτῶν δηλονότι, οὐ μόνος ὁ τύψας.

τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ:τῷ Μέγητι δηλονότι. περισσὸς δέ ἐστιν ὁ δέ.

ἦλθεν ἀμύντωρ: γράφεται ἐν ἄλλῳ «ἦλθʼ ἐπαμύντωρ».

στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν: τὸ λαθών τάχα ἂν δύναιτο καὶ τοῖς ἑξῆς συντάττεσθαι.

εὐράξ: τὸ μὴ ἐκ πλαγίου, ἀλλὰ κατὰ τοῦ ἔμπροσθεν ἢ ὄπισθεν, παρὰ τὸ εὖρος.

οὐ τὸ ἐκ πλαγίου δηλοῖ, ἀλλὰ τὸ κατὰ τὸ ἔμπροσθεν ἢ ὄπισθεν, παρὰ τὸ εὖρος.

εὐράξ: κατὰ πλάτος.

βάλε δʼ ὦμον: τὸν δεξιὸν πάντως· εὔλογον γὰρ τὸν Μενέλαον μὴ τὰ γυμνὰ τοῦ σώματος ἔχοντα ἐναντία τοῖς ἐχθροῖς ἀνῃρηκέναι τὸν Δόλοπα, τὰ δὲ ὑπὸ τῆς ἀσπίδος ἐσκεπασμένα.

μαιμώωσα: κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν φορούντων.

ἐλιάσθη: ἀπεκλίθη.

τὼ μὲν ἐεισάσθην: ὁ Μέγης καὶ ὁ Μενέλαος ὥρμησαν.

ἐεισάσθην: ὅτι ἀμφίβολόν ἐστιν, πότερον ἐφώρμησαν, ἀπὸ τοῦ ἰέναι, ἢ ἐεισάσθην ἔδοξαν, φαντασίαν ἔλαβον τοῦ συλῆσαι τὸν νεκρόν.

κασιγνήτοισι: ὅτι κασίγνητοι κοινότερον οἱ συγγενεῖς· σημειοῦνται γάρ τινες ὅτι τοὺς ἀνεψιοὺς κασιγνήτους ἐκάλουν· ὁ γὰρ Μελάνιππος ἀνεψιὸς ἦν Ἕκτορος. ἀνεψιοὶ δέ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες, ὥσπερ Αἴας καὶ Ἀχιλλεύς, ὁ μὲν Τελαμῶνος, ὁ δὲ Πηλέως.

κασιγνήτοισι: ὅτι κασιγνήτους νῦν τοὺς ἀνεψιοὺς εἶπεν.

κασιγνήτοισι: συγγενέσιν. ἢ τοῖς ἀδελφοῖς, πρὸ δὲ τῶν ἀδελφῶν τὸν Μελάνιππον ὠνείδισεν. τινὲς δὲ ἔτι καὶ νῦν παρʼ Ἴωσι τοὺς συγγενεῖς κασιγνήτους φασὶ καλεῖσθαι. ὁμοίως δέ φησι καὶ τὸ «ἔνθα ἑ ταρχύσουσι κασίγνητοί τε ἔται τε».

πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν ἴφθιμον Μελάνιππον: ἀνεψιὸς ὁ Μελάνιππος Ἕκτορος, «Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπον τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος».

ἐνένιπεν: ἐπέπληξεν, ἀπὸ τῆς ἐνιπῆς, ἥ ἐστιν ἐπίπληξις.

ὄφρα: τέως.

εἰλίποδας βοῦς: ἐπιβάλλουσι γὰρ τῷ προτέρῳ ποδὶ τὸν ὀπίσθιον πόδα.

ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφι ἐόντων: ὁμοίως τῷ ἐν Οἰνώνῃ. τὴν δὲ ἀπό πρόθεσιν οὐκ ἀναστρεπτέον: πρὸς γὰρ τὴν ἐόντων μετοχὴν συντέτακται.

Περκώτῃ: Λαμψακηνῶν χώρα.

ἀπὸ νόσφιν: ἀπὸ τῶν Τρώων νόσφιν.

μετέπρεπε: διέπρεπεν.

οὕτω δή, Μελάνιππε, μεθήσομεν: οὕτω νῦν. ὃν τρόπον νῦν μεθίεμεν, οὕτω μεθήσομεν καὶ οὐκ ἀντιληψόμεθα τῶν πραγμάτων;

ἀνεψιοῦ: τὴν ψι συλλαβὴν ἐκτατέον διὰ τὸ μέτρον.

περὶ τεύχεʼ ἕπουσιν: ὁ Ἀσκαλωνίτης οὐκ ἀναστρέφει τὴν περί· εἶναι γὰρ τὸ ἑξῆς περιέπουσι. κἀγὼ δὲ αὐτῷ συγκατατίθεμαι, ἐπεὶ καὶ τὸ ῥῆμα τοῦτο τὸ ἕπω παρὰ τῷ ποιητῇ ἐν τοῖς ἐνεργητικοῖς κινήμασιν ὡς ἐπὶ τὸ πλεῖστον θέλει ἔχειν πρόθεσιν συντεταγμένην.

περὶ τεύχεʼ ἕπουσιν: ἡ περί πρὸς τὸ ἕπουσι· τὸ γὰρ ἕπω ἐν τοῖς ἐνεργητικοῖς κινήμασι παρὰ τῷ ποιητῇ προθέσει συντάσσεται ὡς ἐπὶ τὸ πλεῖστον· διὸ τὸ «οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν» ἀντὶ τοῦ περιέπει.

τεύχεα: λείπει συλῆσαι.

ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν—κτάσθαι τε πολίτας: ἀλλʼ ἕπευ· τῆς γὰρ πρὸς Ἀργείους οὐκ ἀποστατέον μάχης πρὶν ἢ κατακτείνωμεν ἢ ἐκεῖνοι ἡμᾶς ἑλόντες τὴν Ἴλιον πορθήσωσι. μέγας οὖν καὶ τελευταῖος ἀγὼν πρόκειται ὥστε ἀναγκαῖον καὶ τὸν ἀκροατὴν τῷ ἀκμαιοτάτῳ τούτῳ μέρει τῆς ποιήσεως προσσχεῖν.

κατʼ ἄκρης: ὁλοτελῶς· «ἔλασεν μέγα κῦμα κατʼ ἄκρης», οἷον ὅλον αὐτὸν ἐβάπτισε τὸ κῦμα.

Ἴλιον αἰπεινήν: ὅτι θηλυκῶς τὴν Ἴλιον.

αἰδομένων δʼ ἀνδρῶν—ἀλκή: τῶν αἰδουμένων ἀλλήλους καὶ ἀγωνιζομένων πλείους σῴζονται ἤπερ φονεύονται· ἐπὰν δὲ φύγωσι, καὶ ἀδοξία καὶ ἀσθένεια αὐτοὺς καταλαμβάνει.

αἰδομένων δʼ ἀνδρῶν: χωρὶς τοῦ συνδέσμου ἔγραφεν Ἀρίσταρχος, πάντως ἵνα ἀσύνδετος γενόμενος ὁ λόγος πλέον τε διαστῇ καὶ μᾶλλον ἐμφήνῃ.

Ἀρίσταρχος χωρὶς τοῦ δέ, ἄλλοι δὲ μετὰ τοῦ δέ, αἰδομένων δʼ ἀνδρῶν.

χαλκείῳ: στερεῷ, τῷ διὰ τῶν ἀσπίδων.

Ἀντίλοχον δʼ ὤτρυνε βοὴν ἀγαθὸς Μενέλαος: φαίνεταί τις ὑποῦσα αὐτοῖς φιλία διὰ τὴν γειτνίασιν, «Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο» τό τε ὁμότροπον ἐχυρὸν πρὸς φιλίαν. καὶ ἐν ἑτέροις δέ φησι «περὶ γὰρ δίε ποιμένι λαῶν, μή τι πάθῃ»· καὶ μετὰ τὴν παράβασιν τῶν ὅρκων πρῶτος πολέμιον ἀνεῖλεν

θάσσων: τῶν ἡλικιωτῶν. ἢ ὡς καὶ ἐπὶ Αἴαντος «οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν ἀνδρῶν τρεσσάντων». τὸ δὲ οὐδʼ ἄλκιμος πρὸς τὸ «πρῶτος δʼ Ἀντίλοχος» ἀναφέρεται.

εἴ: ὁ σύνδεσμος ἀντὶ τοῦ εἴθε· διόπερ οὐδὲ ὑποστιγμή.

εἴ τινά που … βάλοισθα: ὅτι τῷ εὐκτικῷ ἀντὶ τοῦ προστακτικοῦ ἐχρήσατο, ὥς φησι Διονύσιος

βάλοισθα: ὅτι τὸ βαλεῖν προέμενόν ἐστιν ἐπιτυχεῖν.

ἀμφί ἑ παπτήνας: τὰ περὶ ἑαυτοῦ σκοπήσας, μή τις αὐτὸν ἐξαλλόμενον τῶν ἄλλων βάλλῃ, ὡς καὶ Ὀδυσσεύς

ὑπὸ δὲ Τρῶες κεκάδοντο ἀνδρὸς ἀκοντίσσαντος: ὑπὸ δὲ αὐτοῦ ἀκοντίσαντος ἐχωρίσθησαν οἱ Τρῶες.

νισόμενον πόλεμον δέ: οὐχ ὡς νῦν αὐτοῦ πρῶτον ἐξιόντος, ἀλλʼ ὡς διὰ τὴν προτροπὴν Ἕκτορος ἐπὶ τὸ δρᾶσαί τι ὁρμῶντος.

θορόντα: ἐπεὶ πτοηθεὶς ἐξάλλεται τῆς κοίτης.

ἐτύχησε βαλών: τυχὼν ἔβαλε.

ὣς ἐπὶ σοί—Ἀντίλοχος: τοσοῦτον Ἀντίλοχος μείζων Μελανίππου, ὅσον νεβροῦ κύων τὸ ἀδεὲς δὲ καὶ ταχὺ καὶ πρόθυμον τοῦ Ἀντιλόχου ἐδήλωσεν.

ὣς ἐπὶ σοί, Μελάνιππε: πρὸς τὴν ἀποστροφήν.

ἀλλʼ ὁ γὰρ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς:δαιμονίως τῇ παραβολῇ κέχρηται· καὶ γὰρ ἡ φυγὴ τούτῳ κατὰ πρόνοιαν, οὐ κατὰ δειλίαν γίνεται.

θηρὶ κακὸν ῥέξαντι ἐοικώς: καλῶς οὐκέτι παραβέβληται κυνὶ — οὐ γὰρ ἔδει τὸν ἥρωα φεύγοντι κυνὶ εἰκάζειν —, ἀλλὰ λέοντι οὐ δεδιότι τοὺς ἐναντίους, ἀλλʼ ἔφοδον πλειόνων ἀγροίκων.

ἀμφὶ βόεσσι: ὅτι Ζηνόδοτος γράφει «ἀμφί οἱ αὐτῷ». γίνεται δὲ τὸ ὑπερβατὸν οὐ καθʼ Ὅμηρον, «ὅστε κύνα κτείνας ἢ βουκόλον φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν ἀμφί οἱ αὐτῷ»

νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς:τοῦτο γὰρ εἶπεν ὁ Ζεύς· «εἰσόκε νῆας ἐϋσσέλμους ἀφίκηαι» καὶ «τρέψω δʼ ἥρωας Ἀχαιούς».

μέγα: ὥστε γίνεσθαι μέγα. ἢ μεγάλως.

θέλγε: ἐπὶ τὸ χεῖρον. ἀναπτεροῖ δὲ τὸν ἀκροατὴν προσδοκῶντα τὸν ἐμπρησμόν.

ἐπὶ τὸ χεῖρον, ἠπάτα. βασανίζει δὲ τὴν διάνοιαν τοῦ ἀκροατοῦ τὸν ἐμπρησμὸν προσδοκῶντος.

ἐξαίσιον: ἄδικον· τοὐναντίον γὰρ «ἐναίσιμα» τὰ καθήκοντα καὶ δίκαια. ἢ ὑπεραγόντως μεγάλην.

ἀρήν: αἴτησιν· καὶ γὰρ ἡ εὐχὴ αἴτησις παρὰ τοῦ θεοῦ τυγχάνει. ἢ τὴν καθʼ Ἑλλήνων κατάραν. ὡς φιλέλλην δὲ λοιδορεῖ τὴν εὐχὴν Θέτιδος· ἐξαίσιον γὰρ τὴν ἔξω τοῦ αἰσίου γινομένην φησίν, οἷον τὴν παρὰ τὸ ὅσιον, ὅπερ σημαίνει τὸ αἴσιον.

τὸ γὰρ μένε μητίετα Ζεύς —ἰδέσθαι: μεγαλοφυῶς θεατὴν καθίστησι τὸν Δία τῶν γινομένων.

τὸ γὰρ μένε μητίετα Ζεύς: βραχὺ διασταλτέον κατὰ τὸ τέλος πρὸς τὸ σαφέστερον.

ἐκ γὰρ δὴ τοῦ ἔμελλε παλίωξιν παρὰ νηῶν θησέμεναι: ἐπιστάμενος τοὺς ἀκροωμένους ταῖς Ἑλληνικαῖς συμφοραῖς ἀχθομένους εὐέλπιδας ἀπεργάζεται τῇ τῆς μελλούσης νίκης προεκθέσει.

τοῦ ἔμελλε: ἀριστοφάνης «τοῦ μέλλε» Ἰακῶς.

ἔμελλε: ἀριστοφάνης Ἰακῶς γράφει «μέλλε».

ἔμελλε παλίωξιν παρὰ νηῶν: ὅτι ὑγιῶς παλίωξιν, πάλιν δίωξιν, ὅταν ἐξ ὑποστροφῆς διώκωσιν οἱ διωκόμενοι. καὶ πρὸς τὸ ἔμελλεν, ὅτι ἀντὶ τοῦ ἐῴκει.

μαίνετο δʼ ὡς ὅτʼ Ἄρης: ἐναργῶς ἐκινεῖτο τῷ σώματι. καὶ χαλεπὸν μὲν ὅμως εἰς εὔνοιαν ἂν ἐλθεῖν καὶ σωφρονοῦντος Ἄρεος, ὁ δὲ καὶ τὸ μαίνετο προσέθηκεν. καὶ οὐ μέχρι τούτου τὴν εἰκόνα ἵστησιν, ἀλλʼ ἀφρίζειν τε αὐτῷ φησι τὸ στόμα τρόπον θηρίου καὶ τὰ ὄμματα λάμπειν ὥσπερ ἐνθουσιῶντος

ὡς ὅτʼ Ἄρης—ὕλης: πᾶσι τοῖς δεινοῖς αὐτὸν εἴκασεν, Ἄρει μαινομένῳ καὶ πυρὶ ὕλης ἐπειλημμένῳ.

βαθέης ἐν τάρφεσιν ὕλης: τάρφεσιν ἀπὸ τοῦ τάρφος. καὶ βαθέης δίχα τοῦ ι. καλῶς δὲ καὶ τῷ πυρὶ τροφὴν δασείας ὕλης δέδωκεν.

τάρφεσιν: ὡς «βέλεσιν» οἱ πλείους· καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα· οὐ γάρ ἐστιν ἐπιθετικόν, ὡς ἀξιοῖ Τυραννίων. ὁ μέντοι Ἀριστοφάνης ἐκεῖνό φησιν ὅτι ἐὰν μὲν τοῖς δάσεσιν, ὡς «βέλεσι» τάρφεσιν, ἐὰν δὲ τὸ ἐπιθετικόν, ταρφέσιν ὡς «ὀξέσιν».

ἀφλοισμός: ὀξυτόνως ἀναγνωστέον· τὰ γὰρ εἰς μος λήγοντα ὑπὲρ δύο συλλαβάς, ἔχοντα πρὸ τοῦ μ τὸ ς, ὀξύνεσθαι θέλει, μερισμός, ὁπλισμός. ἔνιοι δὲ αὐτὸ οἱ μὲν παρὰ τὸ ἀφρισμός, μεταβολῆς γενομένης τοῦ ρ εἰς τὸ λ καὶ πλεονάσαντος τοῦ ο, οἱ δὲ παρὰ τὸ φλέω καὶ φλύω, φλοισμὸς καὶ ἀφλοισμός ἐν πλεονασμῷ τοῦ α· διὸ οὐ δεόντως ὁ Τυραννίων προπαροξύνει.

ἀφλοισμός: ἀφρὸς κατὰ Αἰτωλούς. οἱ δὲ τὸν ἀφρισμόν, οἱ δὲ οὐκ ἄπωθεν τοῦ φλοισμοῦ.

ἀφρισμὸς κατὰ Αἰτωλούς. λαμβάνεται δὲ καὶ πεποιημένως ἐπὶ ἰδιώματος ὕδατος ἤχου.

τὼ δέ οἱ ὄσσε λαμπέσθην—ὑπʼ ὀφρύσιν: καὶ ἀλλαχοῦ «νυκτὶ θοῇ ἀτάλαντος ὑπώπια».

ἀμφὶ δὲ πήληξ σμερδαλέον κροτάφοισι τινάσσετο: τετύπωκε τὸν κορυθαίολον.

Ἕκτορος· αὐτὸς γάρ οἱ—Πηλείδαο βίηφιν: ἀθετοῦνται στίχοι πέντε· ἐπιστάμεθα γὰρ ὅτι περὶ Ἕκτορός ἐστιν ὁ λόγος. καὶ τὴν ἔνθουν ὁρμὴν τοῦ Ἕκτορος ταῦτα παρενειρμένα ἐκλύει· συναπτόμενα γοῦν τὰ γνήσια τὴν δεινότητα σώζει. καὶ κυκλικῶς ταυτολογεῖται· προείρηται γὰρ «τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν Ἕκτορα Πριαμίδην». πρὸς τί οὖν παλλιλογεῖται Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ

Ἕκτορος· αὐτὸς γάρ οἱ—βίηφιν: ἀθετοῦνται στίχοι πέντε ὡς περιττοί· οὐδὲ παρὰ Ζηνοδότῳ δὲ ἦσαν οἱ πέντε· οὐ γὰρ διὰ τὸ ὀλιγοχρόνιον ἐτίμα αὐτόν. καὶ ὅτι ἀπʼ αἰθέρος· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ «μαρναμένοιο» νοεῖται Ἕκτορος. —τινὲς δὲ τὸν γάρ ἀντὶ τοῦ δέ, ὡς «αὐτίκα γάρ μοι ὀΐσατο θυμὸς ἀγήνωρ ἀνδρʼ ἐπελεύσεσθαι». καὶ ἀνάγεται ἡ φράσις εἰς τὰ τοιαῦτα· «οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια ὄφρα τί μιν προτιείποι», «ἦλθε δʼ ἐπὶ νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ, ὄφρʼ ἔτι τὴν ὀλοήν». ἀπʼ αἰθέρος δὲ ὁ αἰθέριος Ζεύς. καὶ ἡ πρόληψις δὲ σχῆμα ποιητικόν· προσεκτικὸν δὲ ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέστερον ἀπεργάζεται. καὶ τοῦ λέγοντος χρηστὸν ἦθος, καὶ ὡς ἀπὸ συναλγοῦντος ἠπίστησεν.

ἀθετοῦνται πέντε διὰ τὸ λέγειν ὅτι ὀλιγοχρόνιον ὄντα ἐτίμα καὶ ὅτι ἀπʼ αἰθέρος· ἀπὸ γὰρ Ἴδης ἦν. καὶ διὰ τοῦ «μαρναμένοιο» νοεῖται τὸ Ἕκτορος. —ἔστι δὲ τὸ γάρ ἀντὶ τοῦ δέ. τὸ δὲ ὄνομα ἐπανείληπται πρὸς πλείονα ἔμφασιν· εἴωθε γὰρ θαυμάζων τινὰ τῶν ἔργων πολλάκις ἐπαναλαμβάνειν τὸ ὄνομα. τὸ δὲ ἀπʼ αἰθέρος ὅτι ὁ αἰθέριος Ζεύς· οὐ γὰρ ἀπὸ τῆς μερικῆς αὐτόν, ἀλλʼ ἀπὸ τῆς τελείας διατριβῆς ἐχαρακτήρισε. καὶ ἡ πρόληψις δέ ἐστι σχῆμα ποιητικόν. προσεκτικὸν δὲ ταῦτα τὸν ἀκροατὴν καὶ περιπαθέστερον ἐργάζονται. καὶ τοῦ λέγοντος ἦθος χρηστόν, καὶ ὡς συναλγοῦντος ἡ πίστις.

ᾗ: καθʼ ἣν ὁδόν.

ἴσχον: ἐπεῖχον αὐτόν.

πυργηδὸν ἀρηρότες ἠΰτε πέτρη: ἡ μὲν ἐμβολὴ τῶν βαρβάρων κύμασιν εἴκασται ταχὺ διαλυομένοις, ἡ δὲ τῶν Ἑλλήνων καρτερία τῷ τῆς πέτρας ἀκινήτῳ καὶ δυσπαθεῖ.

ἠλίβατος: φιλῶς· ἀπὸ γὰρ τοῦ ἀλιτεῖν ἐσχημάτισται· καὶ ὤφειλεν ὅμοιον εἶναι τῷ «ἠλιτόμηνος» συγκοπὴν δὲ ἔπαθεν. διδάσκει δὲ καὶ τὸ τῆς συναλιφῆς ὅτι ψιλοῦται· «τὸν μέν τʼ ἠλίβατος πέτρη». οἱ μέντοι δασύνοντες ἐτυμολογοῦσι παρὰ τὸν ἥλιον, τὴν ἡλίῳ βατὴν οὖσαν μόνῳ. οὐκ ἐπείσθη δὲ ἡ παραδόσις, ὡς πρόδηλον ἐγένετο ἐκ τῆς συναλιφῆς.

ψιλοῖ ἡ παράδοσις· παρὰ γὰρ τὸ ἀλιτεῖν ἐστι τοὺς ἐπιβαίνοντας αὐτῆς.

λιγέων: ἦχον ἀποτελούντων τῇ βίᾳ.

κέλευθα: ἰδίως τὰς ἐφόδους.

τροφόεντα: τρόφιμα.

αὐτήν: οὕτως αὐτήν μετὰ τοῦ ν Ἀρίσταρχος, τὴν πέτραν.

ἀκτῇ: Ἀρίσταρχος «αὐτήν», δηλονότι τὴν πέτραν, ἵνʼ ᾖ τὰ ὑπὸ θαλάσσης πρὸς αὐτὴν ἐξωθούμενα.

οἱ μὲν ἀκτῇ, οἱ δὲ «αὐτήν», ὃ καὶ ἄμεινον, ἵνʼ ᾖ τὰ ὑπὸ θαλάσσης πρὸς αὐτὴν ἐξωθούμενα κύματα τὴν πέτραν.

ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον: ὅτι ἔν τισι γράφεται «ἐξ ἁλός. ὣς Δαναοὶ Τρῶας μένον». αἴρεται δὲ τὸ κινοῦν τὴν ἔμφασιν τῆς ἐμμόνου στάσεως· μένον γὰρ ἔμπεδον, φησίν, ὡς πέτρα ἐναρηρυῖα τῷ πεδίῳ.

λαμπόμενος πυρί: περιλαμπόμενος ὑπὸ τῶν ὅπλων ὡς ὑπὸ πυρός.

ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι —ἀνεμοτρεφές: πεπύκνωται ταῖς παραβολαῖς ὁ τόπος πρὸς ἔμφασιν τῶν πραγμάτων. ἡ δὲ ἔν ἐμφαίνει τὴν βίαν τοῦ κύματος. εἰς ἐπίτασιν δὲ πρόσκειται ἀνεμοτρεφές εὖ δὲ τὸ μὴ φάναι ἐπῆλθεν ἢ ἐπέδραμεν, ἀλλʼ ἐνέπεσε, σφοδρὰν τὴν βίαν δηλῶν.

ἀνεμοτρεφές: ὑπὸ ἀνέμου ηὐξημένον, ὑψηλόν. ὅταν δὲ τὸ Ἀγαμέμνονος—τὴν στερρότητα, ὥς φησι Πλούταρχος ἐν Μελέταις Ὁμηρικαῖς

ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἡ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη: ηὐξημένον ὑπὸ ἀνέμου, ὡς εἶναι ὑποκάτω τῶν νεφῶν καὶ πλησιάζειν αὐτοῖς. οἱ δὲ ἀνεμοτρεφὲς τὸ εὔτονον. καὶ Σιμωνίδης «ἀνεμοτρεφέων πυλάων» εἴρηκεν. ὁ δὲ κόμπος τῶν λεγομένων καὶ ὁ ψόφος τῶν ὀνομάτων οὐκ ἐᾷ ἰδεῖν τὴν ναῦν ἀφρῷ κεκαλυμμένην.

ἡ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη: πᾶσα δὲ ἡ ναῦς ἀφρῷ τῷ τοῦ κύματος κρύπτεται.

πᾶσάν φησι δηλονότι τὴν ναῦν τῷ ἀφρῷ τοῦ κύματος περικαλυφθεῖσαν ὑποκρυβῆναι.

ἡ δέ τε πᾶσα ἄχνῃ ὑπεκρύφθη: ἡ ναῦς δηλονότι ὑπὸ τῆς ἄχνης ἐσκεπάσθη. ἄχνη δὲ τὸ ἀφρῶδες.

ἄχνῃ: Ζηνοδότος χωρὶς τοῦ ι «ἄχνη».

δεινὸς ἀήτη: ὅτι ἀρσενικῶς δεινὸς ἀήτη, ἀλλʼ οὐ δεινή, ὡς «κλυτὸς Ἱπποδάμεια». ἔνιοι δὲ ἀγνοοῦντες ποιοῦσι «δεινὸς ἀήτης». ἀλλʼ οὐ δεῖ γράφειν οὕτως.

δεινὸς ἀήτης: ὅτι ἀρρενικῶς δεινὸς ἀήτης — ἔνιοι δὲ ἀγνοήσαντες πεποιήκασι «δεινὸς ἀήτη» — ὡς «κλυτὸς Ἀμφιτρίτη»· ἡ γὰρ ἀρσενικὴ ἐκφορὰ ἐμφαντικώτερον τὸν λόγον ἀπεργάζεται καὶ τὸν ἄνεμον σφοδρότερον δείκνυσι.

ἱστίῳ ἐμβρέμεται: προσλακτίζων αὐτῷ, τῇ βίᾳ δηλονότι.

ναῦται: οἱ ἐν τῇ νηΐ· «ἢ ναύτῃσι τέρας». ὁ δὲ Αὐτόχθων πρὸς ἐπίτασιν τοῦ κινδύνου φησίν· ἐπιβάτας γὰρ καὶ βραχὺς κίνδυνος κλονεῖ, ἐπὶ τοὺς ναύτας δὲ ὁ φόβος φθάνων μέγεθος κινδύνου μεγίστου παρίστησιν.

τυτθὸν γὰρ ὑπὲκ θανάτοιο φέρονται: βραχὺ γάρ ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα, ὅ ἐστι παρʼ ὀλίγον θνήσκουσι· τὸ τυχὸν γὰρ ἀπέχουσι τοῦ θανάτου. πρῶτος δὲ εἶπε τὸ Ἀναχάρσιδος τοῦ Σκύθου, ὃς ἐρόμενός τινα τῶν ναυτῶν, πόσον ἀπέχομεν τοῦ ὕδατος, καὶ μαθὼν ὡς τέσσαρας δακτύλους τοσοῦτόν φησι καὶ τοῦ θανάτου. καὶ Ἄρατος· «ὀλίγον δὲ διὰ ξύλον Ἄϊδʼ ἐρύκει» καὶ Καλλίμαχος· «μέσον ἐπὶ ναύταις».

ἐδαΐζετο θυμός: διεκόπτετο ἡ ψυχὴ ἀγωνιῶσα. πρὸς τὸ τελευταῖον δὲ τῆς παραβολῆς, τὸ «τρομέουσι δέ τε φρένα ναῦται», τὴν ἀνταπόδοσιν ἐπήγαγε τῆς παραβολῆς.

ὥς τε λέων—ὑπέτρεσαν: πολλὰς ἤδη ἐφόδους λεόντων παρέλαβεν εἰς ὁμοίωσιν, νῦν δὲ ἐξεῦρέ τι καινόν· πρόκειται γὰρ πρωτόπειρος νομεὺς ἀνεπιστήμων τῆς πρὸς λέοντας μάχης. καὶ νεμομένας τὰς βοῦς παρέλαβεν, εἰκότως· οὐδὲ γὰρ Ἕλληνες ἐπὶ παρατάξεώς εἰσιν, ἀλλʼ ἐσκεδασμένοι ὥστε καὶ εὔκολον εἶναι τὴν ἐπιχείρησιν διὰ τὸ ἄτακτον.

ὀλοόφρων: ἄδηλον, εἰ ὁ φύσει ὀλοόφρων.

εἱαμενῇ: δασυντέον ἀπὸ τῆς ἕσεως τῶν ὑδάτων.

εἱαμενῇ: καθύδρῳ τόπῳ. καὶ οἱ μὲν παρὰ τὴν ἄνεσιν καὶ ἀνάδοσιν τῶν λιβάδων· οἱ δὲ τοὺς τόπους, ἐξ ὧν τοῦ ὕδατος ὑπεκρυέντος πόαι γίνονται· οἱ δὲ παρὰ τὸ ἑῶ, ἔνθα ἵσταται ὕδωρ καὶ συνῆκται.

οὔ πω σάφα εἰδώς θηρὶ μαχέσσασθαι— φονῇσιν: οὐ κατʼ εὐτονίαν σώματος — οἷος δήποτε γὰρ ἔοι, οὐ δύναται εἷς ὢν πολεμεῖν λέοντι —, ἀλλὰ κατʼ ἐμπειρίαν· ὁ γὰρ ἔμπειρος τῆς πρὸς τὸ θηρίον μάχης ἢ κύνας προσαφῆκεν ἢ λαμπάδας προσάγει.

ἕλικος: τὸ ἁπλοῦν ἀντὶ συνθέτου, ὡς καὶ Διονύσιος φησίν, ἀντὶ τοῦ εἰλίποδος. φονῇσι δὲ τῷ φόνῳ, ἢ τῷ τόπῳ, ἔνθα πεφόνευται ὑπὸ τοῦ λέοντος.

ἕλικος βοὸς ἀμφὶ φονῇσι: περὶ ἀνῃρημένης βοὸς— ἢ τῆς ἐν ἕλει τεθραμμένης.

πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν: ὁ καί ἀντὶ τοῦ ἤ, ὡς τὸ «μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ». ἢ οὕτως· ποτὲ μὲν πρώταις, ποτὲ δὲ ὑστέραις.

πρώτῃσι καὶ ὑστατίῃσι: ἐν πρώταις καὶ ὑστάταις. ὁ δὲ καί σύνδεσμος ἀντὶ τοῦ ἤ κεῖται διαζευκτικοῦ, ὅπερ ἄμεινον, ἵνʼ ᾖ ταῖς πρώταις καὶ ὑστάταις.

ἐν μέσσῃσιν: σόλοικον, εἰ μὴ ἀντὶ τοῦ εἰς μέσας.

συμπορεύεται. βάρβαρον δέ φησιν εἶναι αὐτὸ Διονύσιος

ὑφʼ Ἕκτορι καὶ Διῒ πατρί: αὔξει Ἕκτορα συγκαταλέγων αὐτὸν τῷ Διΐ.

Κοπρῆος: Κοπρεὺς Πέλοπος παῖς τοῦ Ἠλείου. ἔστι δὲ καὶ ἄλλος Βοιώτιος, Ἁλιάρτου παῖς.

Κοπρῆος: οὗτος ὁ Κοπρεὺς ἦν κῆρυξ— οὐκ εἴα ἔνδον εἰσελθεῖν.

Εὐρυσθῆος ἄνακτος: γράφεται «Εὐρυσθῆος ἀέθλων».

Εὐρυσθῆος: φασὶν Ἥρας αὐτῷ παραστάσης ἐπιτάσσειν. τὸν δέ, Ἑρμοῦ καὶ Ἀθηνᾶς εἰπόντων ὡς διὰ τοῦτο ἔσοιτο ἀθάνατος, καταδέχεσθαι. οἱ δὲ παιδικὰ Ἡρακλέους θέλουσιν Εὐρυσθέα· διὸ χαριζόμενον αὐτῷ ἐπιτάσσεσθαι τοὺς ἄθλους.

ἀγγελίης οἴχνεσκε: ὅτι Ζηνόδοτος γράφει «ἀγγελίην». γίνεται δὲ τὸ οἴχνεσκε κρεμάμενον. καὶ νῦν δὲ ἀγγελίης ἀντὶ τοῦ ἄγγελος.

οἴχνεσκε: ἐπορεύετο, παρὰ τὸ ἴχνος.

τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων: οὐ κεκράτηκε τῆς φράσεως, ὥς φησιν Ἄτταλος· τὸν μὲν γὰρ λίαν ἐπαινεῖ, τὸν δὲ ἀποδοκιμάζει· ὥστε οὐκ ἔστιν ἐκ συγκρίσεως ὁ λόγος.

τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων: οὐκ εὖ ἡ σύγκρισις.

παντοίας ἀρετάς: λείπει ἡ κατά.

ἠμὲν πόδας ἠδὲ μάχεσθαι: ὅτι καὶ τὸ τάχος ἐν ταῖς ἀρεταῖς.

ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξεν:ὅτι οὐχ ἑκών.

στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο: κατʼ ἔνια τῶν ἀντιγράφων χωρὶς τοῦ π «ἆλτο». διχῶς δὲ τὸ στρεφθείς, διὰ τοῦ α καὶ διὰ τοῦ ε.

στρεφθεὶς γὰρ μετόπισθεν—πάλτο: ὥστε οὐδὲ τοῦτο ἀφʼ ἑαυτοῦ κατορθώσας φαίνεται ὁ Ἕκτωρ, τῇ δὲ τοῦ Περιφήτου δυστυχίᾳ συγκέχρηται· τὸ γὰρ πτῶμα συνέπραξε πρὸς τὸ εὐχερῆ γενέσθαι τὴν ἀναίρεσιν.

στρεφθεὶς γὰρ μετόπισθεν: ὅπως φυλάξηται συστείλας ἑαυτὸν ὑπὸ τὴν ἀσπίδα.

μετόπισθεν: τὸ μετόπισθεν βέλτιον τοῖς ἑξῆς συνάπτειν.

ἐν ἀσπίδος ἄντυγι πάλτο: παραποδισθεὶς τῷ μήκει τῆς ἀσπίδος κατὰ τὴν ἄντυγα ὕπτιος κατηνέχθη. πάλτο δὲ ἐνεπελάσθη, οἱ δὲ ἐβλάβη· ἱακῶς γοῦν φησι τὸ πρόσθʼ «ἐνὶ βλαφθείς».

τὴν αὐτὸς φορέεσκε ποδηνεκέα: ὅτι ἀνδρομήκεις αἱ ἀσπίδες.

ἀχνύμενοί περ ἑταίρου: ὅτι ἐλλείπει ἡ περί, περὶ ἑταίρου. Ἑλλάνικος δὲ Αἰολικῶς νομίζει τὴν περί πέρ εἰρῆσθαι.

ἀχνύμενοί περ ἑταίρου: λείπει ἡ περί. τινὲς δὲ Αἰολικῶς «περὶ ἑταίρου» φασίν· ἀήθης δὲ ἡ τοιαύτη συναλιφὴ τῷ Ὁμήρῳ. Ἄτταλος δὲ συγκοπήν φησιν, ὡς ἐν τῷ «πὰρ Ζηνί».

αὐτοὶ γὰρ μάλʼ ἐδείδισαν: ὅμοιόν τι πάσχουσι Μενελάῳ, ὅς φησιν «οὔ τι τόσον νέκυος περιδείδια ὅσσον ἐμῇ κεφαλῇ περιδείδια».

εἰσωποὶ δʼ ἐγένοντο νεῶν: ὑπέστειλαν ἑαυτοὺς ὑπὸ τὰς ναῦς· εἰς γὰρ τὰ μεταξὺ διαστήματα φεύγουσι, βραχὺ μέρος ὑπολειπόμενοι τῶν νεῶν ὡς τὰς πρύμνας αὐτοὺς ὑποβεβηκέναι. οἱ δὲ ὅτι ὑποχωρησάντων τῶν Ἑλλήνων ἐν ἀπόψει γέγονε τὸ πλῆθος τῶν νεῶν τοῖς Τρωσίν.

εἰσωποὶ δʼ ἐγένοντο νεῶν: ἐν ὄψει τὰς ναῦς—αὐτῶν ἐγένοντο.

περὶ δʼ ἔσχεθον ἄκραι νῆες: ἐντὸς ἑαυτῶν αἱ νῆες ἀνέλαβον τοὺς Ἕλληνας.

καὶ ἐντὸς αὐτῶν αἱ ἄκραι νῆες ἔλαβον αὐτούς.

ὅσαι πρῶται εἰρύατο: εἰ ἦν διστιχία, πρότεραι ἂν εἶπεν.

πρωτέων: γράφεται «πρώτων» καὶ «προτέρων» καὶ πρωτέων.

πρωτέων: ἀπὸ τοῦ πρώτων πρωτέων. μέμφεται δὲ Διονύσιος· οὐ γὰρ περιεσπᾶτο τὸ πρώτων. κατὰ συνίζησιν δὲ φαίνεται.

αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν: ὡς μετὰ τὰς πρύμνας τῶν πρώτων νεῶν παρεσκηνωμένων οἷον ταῖς πρῴραις αὐτῶν.

στρατόν: νῦν τὸ στρατόπεδον.

αἰδώς καὶ δέος: αἰδὼς μέν, εἰ φανοῦνται κακοί, φόβος δὲ περὶ τῶν νεῶν.

αἰδὼς δὲ καὶ δέος τὸ μὲν ἵνα μὴ φανῶσι κακοί, τὸ δὲ περὶ τῶν νεῶν.

ἀζηχές: οἱ μὲν λίαν σκληρῶς, οἱ δὲ ἀδιαλείπτως.

λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον:πρώην μὴν ηὔχετο, νῦν δὲ παρακαλεῖ.

λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον:τὸ ὑπὲρ τοκέων ἑκατέροις δύναται προσδίδοσθαι. ἄλλως δὲ ἀμφίβολον τὸ λεγόμενον· ἤτοι γὰρ ὡς λέγομεν «πρὸς Διός», ἢ ὅπερ ἂν παρόντες ἐποίουν οἱ γονεῖς· ὅπερ μᾶλλον εἰκός· ἐπιφέρει γὰρ «τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι».

αἰδῶ θέσθʼ ἐνὶ θυμῷ ἄλλων ἀνθρώπων: πολὺς ὁ τῆς αἰδοῦς λόγος καὶ ἀλλήλους αἰδομένων καὶ ἄλλους ἀνθρώπους. ταῦτα δὲ πρὸς διέγερσιν.

αἰδῶ … ἄλλων ἀνθρώπων: τὴν ἐξ ἄλλων παρακολουθήσουσαν ὑμῖν αἰσχύνην.

παίδων ἠδʼ ἀλόχων—ᾧ κατατεθνήκασι: ἵνα μηδὲ ἐκείνοις ὄνειδος ἐπακολουθήσῃ διʼ ὑμᾶς. καλῶς δὲ ἔχει ἡ προτροπὴ τέκνων καὶ γάμων ἀσφάλειαν, πλούτου φυλακὴν ἀναφαίρετον, γονέων ζώντων μὲν αἰδῶ, τεθνηκότων δὲ μνήμην. πρεπόντως δὲ τὰ περὶ τέκνων καὶ γυναικῶν οὐ τοῖς Αἴαντος ἐμφέρεται λόγοις, ἀλλὰ τοῖς Νέστορος· πατρὸς γὰρ ἔχει τάξιν. διήκει δὲ ἡ παράκλησις οἷς μὲν ὁλοτελῶς, οἷς δὲ μερικῶς.

τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων:δοκεῖτε ἐκείνους ὁρᾶν δεομένους.

ἀντὶ τοῦ διʼ αὐτῶν· ἵνα, φησίν, οὕτω σπεύδητε ὡς ἐκείνους ὁρῶντες δεομένους.

τῶν ὕπερ: ἀναστρεπτέον τὴν πρόθεσιν.

ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ: πρὸς τὸ ἀκατάλληλον τῆς φράσεως· ἔδει γὰρ μὴ τρωπᾶσθαι δέ. καὶ ὅτι φόβον δέ εἰς φυγήν. τοῦτο καὶ καθʼ ἑαυτὸ δύναται εἶναι ἀντὶ προστακτικοῦ· καὶ γὰρ τὸ ἑξῆς τοιοῦτο.

τρωπᾶσθε: ἀντὶ τοῦ τρωπᾶσθαι.

τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν—ὦσεν Ἀθήνη: ἀπὸ τούτου ἕως τοῦ «ἠδʼ ὅσσοι παρὰ νηυσίν» ἀθετοῦνται στίχοι ἕξ, ὅτι οὐ προσυνίσταται ἀχλύς, ἀλλὰ συνεχῶς μάχονται. νῦν δέ φησιν «Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους». πρότερον δὲ οὐ καθεώρων, ὅτε ἔλεγε «τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον» καὶ ὅτε παρεκάλει αὐτοὺς «ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες» πῶς δὲ καὶ ἔφυγον σκότους ὄντος; ἥ τε Ἀθηνᾶ οὐ πάρεστι διὰ τὴν τοῦ Διὸς ἀπειλήν.

τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν—ὦσεν Ἀθήνη: ἀθετοῦνται στίχοι ἕξ· οὐ γὰρ προδιεσάφησεν ὡς εἶχον ἀχλύν τινα. πόθεν δὲ καὶ ἡ Ἀθηνᾶ ἄφνω νῦν παρεφάνη συγκαθεζομένη τοῖς ἄλλοις θεοῖς; εἰ μὴ λέγοις ὡς λείπει ἄλλα ποιήματα, διʼ ὧν ἐδεδήλωτο ταῦτα. ἢ καὶ ἀποῦσα ἀφῄρηται, ὡς τὸ «εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη αὐτῷ ποιπνύσαντι». Τήλεφος δὲ ὡς ἐπὶ Διομήδους ἀκούει· ἐν σχήματι δὲ ἐδήλωσεν ὅτι σκότος εἶχον.

θεσπέσιον: τοῦτο, ἐὰν μὲν τοῖς ἄνω νέμῃ τις, ἔσται θεσπέσιον νέφος, ἐὰν δὲ τοῖς ἑξῆς, θεσπέσιον φῶς.

ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο: ἔδει ἐπαγαγεῖν τὸν ἠδέ, εἰ μὴ ὁ καί ἀντʼ αὐτοῦ ἐστιν, ἵνʼ ᾖ «καὶ περὶ τὰς ναῦς καὶ περὶ τοὺς πολεμοῦντας».

μάχην ἐμάχοντο: ὅτι ὅμοιον τῷ «δαίτην δαινυμένους».

οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι: οὐ μόνον τοὺς ἄλλους, ἀλλὰ καὶ Αἴαντα ἔρρωσεν ὁ λόγος τοῦ Νέστορος. ὅρα δέ, οἷόν ἐστιν κατὰ καιρὸν προτροπή.

ἴκρια: ὡς «δέμνια»· ἔστι γὰρ ῥηματικόν, ὡς ἐν ἑτέροις εἴρηται. ἴκρια οἱ μὲν τὰ καταστρώματα, οἱ δὲ τὰ κατὰ πρῷραν καὶ πρύμναν ὡς σανιδώματα. ἢ τὰ ἐξέχοντα ἄκρα ἢ τὰς καταγωγάς.

βιβάσθων: βαρυτονητέον· γέγονε δὲ ἤτοι, ὥς φησι Φιλόξενος, κατὰ πλεονασμὸν τοῦ ς ἢ — ὅπερ καὶ βέλτιον — παρὰ τὸ βιβαστός βιβάσθω, ὡς καὶ ἀϊστός, κατʼ ὀξεῖαν τάσιν, ἀΐσθων· «ὁ δʼ ἔβραχε θυμὸν ἀΐσθων».

ἀπὸ τοῦ βιβαστός βιβάσθω, ὡς ἀϊστὸς ἀΐσθω.

κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ: τὸ μὲν βλῆτρον βαρυτονητέον, ἐπεὶ πάντα τὰ εἰς τρον λήγοντα μονογενῆ οὐδέτερα βαρύνεται, σεσημειωμένου τοῦ λουτρόν. τὸ δὲ δυωκαιεικοσίπηχυ ὑφʼ ἓν ἀναγνωστέον· τοὺς γὰρ ἀριθμοὺς οὕτω προφέρει. διὰ δὲ τοῦ ι, ὡς «εἰκοσινήριτα» τινὲς δὲ καὶ κατὰ παράθεσιν, ὡς τὸ «τρὶς καὶ δέκατος» καὶ τὸ θηλυκὸν «τρὶς καὶ δεκάτη»

βλῆτρον ὡς φίλτρον.

βλήτροισι: τοῖς συμβλήμασι καὶ συνεμπλοκαῖς.

κελητίζειν: ὅτι κέλητα αὐτὸς μὲν οἶδε, χρωμένους δὲ τοὺς ἥρωας οὐ συνίστησι. τὸ δὲ κελητίζειν κέλητι ἱππεύειν· καὶ ἐν Ὀδυσσείᾳ «ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων». παράγωγον δέ ἐστι τὸ ῥῆμα παρὰ τὴν κέλητος γενικήν· ἀντὶ γὰρ τοῦ ἱππεύειν. κακῶς οὖν, ὅσοι διαστέλλουσι· καὶ γὰρ ἐλέγχονται ἐκ τῆς τοῦ τ ψιλότητος.

κελητίζειν: ὑφʼ ἓν τὸ κελητίζειν· παράγωγον γάρ ἐστι παρὰ τὴν κέλητος γενικήν· ἐπεὶ ἔδει «κέληθʼ ἵζειν»· ἀδιανόητον δὲ τὸ ἵπποις κέλητα ἵζειν. ἔστι δὲ ἀναχρονισμός· οὐ χρῶνται γὰρ οἱ Ἕλληνες κέλησιν. ἡ δὲ παραβολὴ τὸ γενναῖον αὐτοῦ καὶ εὐσταθὲς δείκνυσιν, ἄλλοτε ἐπʼ ἄλλην ναῦν μεταπηδῶντος ῥᾳδίως. ὁ μὲν εἷς οὖν ἐζευγμένος ἵππος κέλης ὠνόμασται, οἱ δὲ δύο ἐζευγμένοι ἵπποι ἅμιπποι καλοῦνται, ὃ καὶ ξυνωρίς, οἱ δὲ τέσσαρες τέτρωρον καὶ τέθριππον.

συναείρεται: συζεύξει· «σὺν δʼ ἤειρεν ἱμᾶσιν». οἱ δὲ «συναγείρεται» ἀντὶ τοῦ ἐκ πολλῶν δέ, οὓς ἐπιτηδείους οἶδε, συνάγῃ, ἀρίστους καὶ ἰσοταχεῖς ἐκλεξάμενος· κίνδυνος γὰρ ἐκπεσεῖν μεθαλλομένῳ ἀπὸ ἄλλου εἰς ἄλλον.

μέγα προτὶ ἄστυ: οὐ γὰρ ἐν μικρᾷ πόλει ταῦτα γίνεται.

δίηται: γράφεται «διώκῃ».

λαοφόρον: πολυπληθῆ.

ὁ δʼ ἔμπεδον ἀσφαλὲς αἰεί θρῴσκων— πέτονται: μέγα τὸ ἐγκώμιον καὶ ἀσφαλῶς καὶ ἀεὶ ἐφαλλομένου. Δημήτριος δὲ ὁ Γονύπεσός φησι τεθεωρηκέναι του μεταβαίνοντος, ἀνεμπόδιστον τηροῦντος τὸν δρόμον τῶν ἵππων, κατέχοντος τοὺς χαλινούς. καὶ νῦν δὲ ἐν Ῥώμῃ ποιοῦσί τινες. τὸ δὲ αἰεί ἀντὶ τοῦ συνεχῶς κατʼ ἐκείνην τὴν ἡμέραν, ὡς τὸ «αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον».

ὣς Αἴας ... φοίτα μακρὰ βιβάς: οὕτω καὶ ὁ Αἴας ἐνεργῶς μετήρχετο.

βιβάς: γράφεται «βιβῶν».

μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων: τινὲς ἐπισυνάπτουσι τούτῳ τόδε· «ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων».

πύκα θωρηκτάων: ἐκ τοῦ παρεπομένου «τῶν πολεμιστῶν».

ἀλλʼ ὥς τʼ ὀρνίθων—ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ: ἀπὸ καταφρονουμένων μὲν ζῴων τὴν παραβολὴν φέρει Ἕλλησι· καὶ «τῶν δʼ ὥς τε ψαρῶν νέφος». ἀλλὰ καὶ παραμυθεῖται ἀντιτάσσων τὸν Δία. τὸ δὲ «αἰετὸς αἴθων» ἢ θερμὸς ἢ ξανθὸς ἢ μέλας.

βοσκομενάων: εἰ ἀρσενικῶς ἐλέγοντο οἱ κύκνοι, πάντως ἂν ἐπεκράτησε· καὶ τὰς γεράνους γάρ φησι καὶ τὰς χῆνας.

ἀντίος ἀΐσσων, τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε: Ἀρίσταρχος ὦσεν χωρὶς τοῦ ρ καὶ ἀντίος διὰ τοῦ ς.

ἀΐσσων: γράφεται «ἀΐξας».

χειρί: λείπει τὸ ὥς. οἱ δὲ τῇ δυνάμει. ἢ ἐκπληκτικὸν τὸ τῆς φαντασίας, εἰ ἡ χεὶρ τοῦ Διὸς μέχρι τῆς γῆς φθάνει θνητὸν ὠθοῦσα.

δριμεῖα: ὀξεῖα, ἀπὸ τῶν ὀσφραντῶν, ὡς νῦν ἀρχὴν τοῦ πολέμου λαβόντος.

φαίης κε: ὅτι ὡς πρός τινα διαλέγεται. οὐκ ἔστι δέ, ἀλλʼ ἔστι φαίη τις ἄν.

ἄντεσθʼ ἐν πολέμῳ· ὣς ἐσσυμένως ἐμάχοντο: Τυραννίων παροξύνει, ὡς λαβέσθαι, «πυθέσθαι», ἐκδεχόμενος μέσον δεύτερον ἀόριστον, οὐχ ὑγιῶς· σημαίνει γὰρ παρατατικόν, καὶ ἔστι τὸ ῥῆμα παρʼ αὐτῷ καὶ περισπώμενον καὶ βαρυνόμενον· τὸ γὰρ «ἤντησʼ οὐδὲ ἴδον» καὶ «ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος» ἀπὸ περισπωμένου κέκλιται. τὸ δὲ «ὡς ἄν τίς σε συναντόμενος» ὡς «ἁπτόμενος», καὶ «ἤντετο γάρ τοι Φοῖβος» ὡς «ἥπτετο» ὁμολογεῖ τὴν βαρεῖαν τάσιν· οἷς ἀκόλουθον καὶ τὸ ἄντεσθαι. στικτέον δὲ ἐπὶ τὸ πολέμῳ, καὶ τὸ ἑξῆς καθʼ αὑτό· μᾶλλον γὰρ ἐμφαίνει τὸ ἀσύνδετον.

οὐκ ἔφασαν φεύξεσθαι—κτενέειν θʼ ἥρωας Ἀχαιούς: οὐ λέγει ὅτι ἀπεγνωκότες τῆς σωτηρίας ἐμάχοντο, ἀλλʼ ὅτι ταύτην εἶχον τὴν διάνοιαν ὡς μέχρι θανάτου μαχησόμενοι ἢ φευξόμενοι. οἱ δὲ Τρῶες ἤλπιζον τὰς ναῦς ἐμπρήσειν καὶ τοὺς Ἀχαιοὺς κτεῖναι.

νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς:ὅμοιον τῷ «ἦ ἔλπεσθʼ, εἰ νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ, ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;».

ἥψατο: ἐπελάβετο.

ὠκυάλου: ἐψίλωσαν τὸ α, παραγωγὴν ἐκδεξάμενοι καὶ οὐ σύνθεσιν· καὶ οὕτως ἡ παράδοσις ἐπείσθη· καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ὠκὺ ἐκ τῆς λέξεως σημαίνεται. ἡ δὲ ἁλός γενικὴ ἐν τῇ συνθέσει ἐπὶ μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνεῦμα, «Εὐρύαλος», Ἀμφίαλος, «Ἀστύαλος» ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνεῦμα, «πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ», «ἀγχίαλον τʼ Ἀντρῶνα», ὕφαλος. ὥστε καὶ κατὰ τοῦτο ἐλέγχεται τὸ ὠκύαλος ψιλούμενον.

σχόλιον· ἐπιθετικὸν γὰρ ὂν δασύνεσθαι ὤφειλεν, ἀλλὰ τοῦτο, εἰ σύνθετον ἦν, ἐγένετο ἄν. νῦν δέ, ὡς ἐν τοῖς ἄνω εἶπεν, παραγωγὴν ἔλαβε τῆς αλος κατὰ παρολκὴν κειμένης. Διονύσιος δὲ ὁ Ἁλικαρνασσεὺς ἐν τετάρτῳ Ἀττικῶν ὀνομάτων οὕτως ἔφη· «ΦΙΛΙΠΠΟΣ μὲν τῆς μέσης δασυνομένης τὸ προσηγορικόν· οὕτως γὰρ καὶ ἐν Τηρεῖ Σοφοκλέους ἀναγινώσκομεν· “Ἥλιε φιλίπποις Θρῃξὶ πρέσβιστον σέλας”. Φίλιππος δὲ ψιλῶς ὁ Μακεδών. καὶ ὠκύαλος μὲν δασέως ἡ ναῦς, ψιλῶς δὲ ὁ ἀνήρ· “ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος”.» ἐναντίως δὲ ὁ Ἡρωδιανός

ὠκυάλου: ψιλωτέον· οὐ γὰρ ἡ ἁλός ἔγκειται, ἀλλὰ παραγωγή ἐστι διὰ τοῦ αλος, ὡς ἐπὶ τοῦ ἀταλός, βάταλος.

ἣ Πρωτεσίλαον ἔνεικεν: εὐπρεπῶς ἐπὶ τοιαύτην ναῦν ἐπήγαγε τὸν Ἕκτορα, ἧς οὔτε τὸν ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύσαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην — θανὼν γὰρ ἦν —, τούς τε πολίτας συγγνώμης ἄν τις ἠξίωσεν, εἰ ἀστρατήγητοι ὄντες ἀδυνάτως ἔσχον ἐπιβοηθῆσαι. ἵνα οὖν μὴ κατὰ ζῶντός τινος ἐπάξῃ τοῦτο τὸ ὄνειδος, τὴν Πρωτεσιλάου φησί, τὴν κατὰ τὰς πύλας οὖσαν, «ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου». ἴσως δὲ καῦσαι πάσας οὐκ ἠθέλησαν.

ἔνεικεν: τὰ μὲν ἔμψυχά φησιν ἄγεσθαι, τὰ δὲ ἄψυχα φέρεσθαι. κακῶς οὖν φησι τὸ ἔνεικε, καὶ ταῦτα ἐπαγαγὼν τὸ «ἀπήγαγε». ὅμοιον δέ ἐστι τῷ «νῆες δʼ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι» ἀντὶ τοῦ φέρουσαι.

οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν: τινὲς γράφουσιν «οὐδʼ αὖτις ἀφίκετο». περιπαθήσας ὡς προαναφώνησις.

τόξων ἀϊκὰς ἀμφὶς μένον: τόξων τῶν τοξευμάτων. ἀμφὶς δὲ χωρὶς ἀλλήλων· ἢ ἀντὶ τοῦ περιέμενον, ὡς «Κρόνον ἀμφὶς ἐόντες».

ἀϊκάς: ὡς παλλακάς· καὶ ἐγένετο παρὰ τὸ ἀΐσσω ἀϊκή, ὡς φυλάσσω «φυλακή», ὑλάσσω ὑλακή. ἔστι μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ ἄϊξ, ἥτις ἐν συνθέσει ἐστὶ καὶ παρʼ αὐτῷ· «πολυάϊξ γυῖα δέδυκεν» καὶ «πολυάϊκος πολέμοιο» καὶ «κορυθάϊκι πολεμιστῇ». καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἄϊξ εὐθεῖαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν, ὀφείλομεν κατὰ συστολὴν ἀναγινώσκειν, ὅπερ οὐχ οὕτως ἔχει· δῆλον γὰρ ἐκ τοῦ μέτρου. χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι ὡς τὰ εἰς κη λήγοντα ὑπὲρ δύο συλλαβάς, τῷ ι παραληγόμενα, φιλεῖ βαρύνεσθαι, ὡς ἔχει τὸ ἑλίκη, ἐρίκη, μυρίκη, Φοινίκη. τὸ μέντοι ἀϊκή ὠξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε, τῶν ἄλλων οὐχ οὕτως ἐχόντων.

ἀϊκάς: ὁρμάς, παρὰ τὸ ἄϊξ. οἱ δὲ ἀπὸ τοῦ ἀϊκή, καὶ ἐκτέταται τὸ ι· παρὰ τὸ ἀΐσσω γὰρ γίνεται.

τὰς ὁρμάς, ἀπὸ τοῦ ἀΐσσω.

πελέκεσσι καὶ ἀξίνῃσι: οὐ μόνον εἰς τὸ φονεύειν, ἀλλὰ καὶ εἰς τὸ διασχίζειν τὰς ναῦς τὰ τοιαῦτα.

καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι:ἀθετεῖται, ὅτι εὐτελὴς ὁ στίχος καὶ ἡ ἰδιότης τῆς μάχης οὐ σώζεται· ξίφεσι μὲν γὰρ καὶ ἔγχεσι πάντοτε μάχονται, νῦν δὲ πελέκεσι καὶ ἀξίναις ὁ δὲ Διονύσιος· «πῶς οὖν ἐπιφέρει “πολλὰ δὲ φάσγανα ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον”, εἰ μὴ εἶχον ξίφη;».

καὶ ξίφεσιν—ἀμφιγύοισι: ἀθετεῖ Ἀρίσταρχος· ἐπιφέρει γὰρ περὶ ξιφῶν οἱ δὲ πληθύνειν αὐτὸν τὰς φωνὰς τῶν ὅπλων διὰ τὸ φαντάζειν τὸν ἀκροατήν.

πολλὰ δὲ φάσγανα καλά: ὅτι οὐ χρωμένων τοῖς ξίφεσι πρὸς μάχην χαμάδις ἔπιπτον ἀλλὰ τῶν ὤμων κοπτομένων τοῖς πελέκεσι καὶ τῶν καρπῶν σὺν τοῖς ξίφεσιν.

μελάνδετα: σιδηρόδετα, ἐπεί φησι «μέλας δʼ οὐκ ἔσκε σίδηρος». οἱ δὲ μελαίνας λαβὰς ἔχοντα· τὴν δὲ λαβὴν δεσμὸν καλεῖ ὁ Σιμωνίδης οἱ δὲ ἐπιμελῶς ἐνδεδεμένα πρὸς τὴν λαβήν.

ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων: σὺν ταῖς χερσὶν ἀποκοπτομέναις, ἄλλα σὺν ὤμοις· γελοῖον γὰρ τὸ οἴεσθαι ἀπὸ τῶν ὤμων ἐκπίπτειν τὰς μαχαίρας.

πέσον: οὕτως διὰ τοῦ ο πέσον.

διὰ δὲ τοῦ ο γραπτέον τὸ πέσον.

οὐχὶ μεθίει: ὅτι Ζηνόδοτος γράφει «οὐκ ἐμεθίει» ὥστε βαρβαρίζειν τὸν Ὅμηρον οὐκ ἔστι γὰρ τὸ μεθίει σύνθετον ἐκ τῆς μετά καὶ τοῦ ἵω, ὡσεί τις λέγοι ἐμετεκάλει.

ἄφλαστον: οὐ τὸ ἀκροστόλιον, ἀλλὰ τὸ ἐπὶ τῆς πρύμνης εἰς ὕψος τεταμένον ἐκ κανονίων πλατέων, διήκοντος διʼ αὐτοῦ πλατέος κανονίου ὀνομαζομένου μὲν θρανίτου, ὑπηρεισμένου δὲ τῷ στυλίσκῳ τῷ ὄπισθεν τοῦ κυβερνήτου. κρέμανται δὲ ἐκ τῶν κανονίων καὶ τοῦ θρανίτου τὰ ταινία. ἀκροστόλιον δὲ τὸ ἀπὸ τῆς πτυχῆς ἀνατεῖνον ἐπὶ πρῷραν ξύλον. πτυχὴ δέ ἐστιν, ὅπου ζωγραφοῦνται οἱ ὀφθαλμοὶ καὶ τὸ τῆς νεὼς ἐπιγέγραπται ὄνομα.

ἄφλαστον: τὸ λεγόμενον ἀκροστόλιον—εὔθλαστον γὰρ ὑπάρχει.

ἄφλαστον: τινὲς ἄφλαστον γράφουσιν ἐπιρρηματικῶς, τὸ ἄμφω ταῖς χερσὶν ἐπεστραμμένως ἐπειλῆφθαι τῆς νεώς.

οἴσετε: ὅτι οἴσετε ἀντὶ τοῦ φέρετε· οὐ γὰρ τὸν μέλλοντα δηλοῖ τὸ οἴσετε, ἀλλʼ ἀπὸ τοῦ «οἶσε», ὅ ἐστιν ἀνάλογον τῷ φέρε.

ἀντὶ τοῦ φέρετε· καὶ οὐ τὸν μέλλοντα δηλοῖ, ἀλλʼ ἔστιν ἀπὸ τοῦ «οἶσε θέειον».

ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν: ἅμα γὰρ τῇ κραυγῇ καὶ δέος γίνεται τοῖς πολεμίοις.

νῦν ἡμῖν—ἦμαρ ἔδωκε νῆας ἑλεῖν: ἀντὶ πάντων τῶν πόνων ἰσόρροπον ἡμέραν ὁ Ζεὺς ἐχαρίσατο.

νῦν ἥμιν πάντων: νῦν ἀντὶ τοῦ πάντων τῶν τολμηθέντων εἰς ἡμᾶς ἀξίαν ἀμοιβὴν παρέσχεν ἡμῖν ὁ Ζεὺς πρὸς τὸ ἑλεῖν τὰς ναῦς.

αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι ἡμῖν πήματα πολλὰ θέσαν: ἄδηλον, πότερον παρὰ γνώμην θεῶν μολοῦσαι, ἢ ἡμῖν πήματα θέσαν θεῶν ἀέκητι

κακότητι γερόντων: ἀβουλίᾳ. τὸ δὲ ἴδιον ἀσθενὲς τοῖς γέρουσι περιάπτει· οὐ γὰρ ἤθελεν ἐξιέναι διὰ τὸν Ἀχιλλέα.

οἵ μʼ ἐθέλοντα: ὅτι δεῖ κατὰ τὸ τέλειον προφέρεσθαι ἐθέλοντα.

ὅτι κατὰ συναλιφὴν τὸ μʼ ἐθέλοντα.

ἀνώγει: βαρυτόνως ἀναγνωστέον. εἰ δὲ καὶ ὡς ἀπὸ περισπωμένου δείκνυταί τινα ἔχον κινήματα, ὥσπερ ἐπὶ τοῦ «καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος», οὐκ ἀναγκαῖον ξενίζειν τὴν ἀνάγνωσιν καὶ περισπᾶν· κλίνεται γὰρ καὶ ὡς βαρύτονον, ὥσπερ ἐπὶ τοῦ «ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν». πρόδηλον κἀκ τῶν προστακτικῶν «ἀνώγετον», «ἀνωγέτω»· «ἄνωχθι δέ μιν γαμέεσθαι»· διὸ καὶ βαρυτόνως ἀναγνωστέον.

ἀνώγει: τινὲς περισπῶσι διὰ τὸ «ἠνώγει Πετεῶο». ἀλλʼ ἔστιν «ἀγορῇ Μενέλαον ἄνωγεν».

ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι, θρῆνυν ἐφʼ ἑπταπόδην: τὸ ἑξῆς ἀνεχάζετο τυτθόν θρῆνυν ἐφʼ ἑπταπόδην. οὕτως οὖν διορθωτέον.

ἀνεχάζετο: ὅπως χρήσηται τῷ μεγίστῳ δόρατι.

ὀϊόμενος θανέεσθαι: οἰόμενος τὸ ἀποθανεῖσθαι μᾶλλον ἢ παραχωρήσειν Ἕκτορι.

θρῆνυν: τὴν τῶν κωπηλατῶν καθέδραν ἢ τὴν τοῦ κυβερνήτου. Ἀττικοὶ δὲ θρᾶνον τὸ τοῦ κωπηλάτου φασὶ καὶ θρανίτας αὐτούς.

θρῆνυν: ὑποπόδιον. θρῆνυν δὲ βέλτιον καλεῖσθαι—οἱ δὲ διαβάθραν ἀπὸ νεὼς εἰς νῆα.

δεδοκημένος: ὅτι παθητικῶς δεδοκημένος ἀντὶ τοῦ δοκεύων, ἐπιτηρῶν, ὡς «ῥάβδῳ πεπληγυῖα».

ἄμυνε νεῶν ὅστις φέροι ... πῦρ: λείπει ἡ κατά.

ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω:ἆρα οἰόμεθα ἥξειν ἐπικούρους μετὰ ταῦτα; ὅμοιος δὲ τῷ πρώην ἐστὶν ὁ λόγος, τὸ μὲν ἐρωτήσεως, τὸ δὲ ἀποφάσεως ἔχων.

ὅμοιος τῷ πρώην ὁ λόγος, τὸ μὲν ἐρωτήσεως ἔχων, τὸ δὲ ἀποφάσεως. λέγει δὲ ὅτι ἆρα ἐλπίζομεν ἥξειν ἐπικούρους μετὰ ταῦτα; οὐδαμῶς.

φαμέν: τὸ φαμέν ἐντελές ἐστι καὶ ἐνεστῶτα χρόνον σημαίνει· διὸ τὰς δύο συλλαβὰς βαρυτονητέον. εἰ μέντοι παρατατικὸς γίνοιτο, δῆλον ὅτι ἀποβολὴν χρόνου τοῦ κατʼ ἀρχὴν πάσχει καὶ ἐπὶ τὴν φα συλλαβὴν ἡ ὀξεῖα τάσις ἔσται, ὅμοιον ὡς τὸ ἔφαμεν ἐντελές, ὥσπερ ἐπʼ ἐκείνου «φάμεν δέ οἱ οὐ τελέεσθαι», ὅπερ οὐκ ἐπιζητεῖ νῦν ἡ διάνοια.

ἄρειον: βέλτιον οὗ κατεσκευάσαμεν.

οὐ μέν τις: «οὐ μέν τι» χωρὶς τοῦ ς Ἀρίσταρχος.

οὐ μέν τι: οὕτως Ἀρίσταρχος χωρὶς τοῦ ς. τινὲς δὲ «οὐ μέν τις».

ᾗ κʼ ἀπαμυναίμεσθα: ἐν ᾗ ἐπιφυγόντες ἀμυνούμεθα.

ἑτεραλκέα δῆμον ἔχοντες: τὸν ἴδιον δῆμον νικώμενον ἔχοντες. οἱ δὲ τὸν ἀπὸ τῆς πόλεως δῆμον ἔχοντες ἑτέραν ἡμῖν ἀλκὴν περιποιοῦντα. πάντα δὲ εἰρωνικῶς.

Τρώων πεδίῳ: ἐν ἄλλῳ «Τρώων ὁμάδῳ».

πύκα θωρηκτάων: ὡς ἀπὸ τοῦ ποιητικοῦ τοῦτο προσώπου.

κεκλιμένοι: περικλειόμενοι· συνέσταλται δέ, ὡς τὸ «τρὶς δὲ περίστιξας». ἐμφαντικῶς δὲ πάντα πέφρασται.

προσερηρεισμένοι καὶ προσανακείμενοι· συνέσταλται δέ. ἐμφαντικῶς δὲ πάντα πέφρασται.

ἥμεθα: διατρίβομεν.

τῶ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο:Ἀρίσταρχος κατὰ δοτικὴν ἔγραφεν, συνάπτων δηλονότι ὅλον τὸν στίχον· ἔσται δὲ οὕτως τὸ ἑξῆς, τῷ ἐν χερσίν, οὐ μειλιχίῃ, τέλος πολέμοιο, οἷον ἐν τῷ δόρατι, οὐκ ἐν προσηνείᾳ οὐδʼ ἐν ἀργίᾳ κεῖται ἡ τοῦ πολέμου σωτηρία. Διονύσιος δὲ ὁ Θρᾷξ κατʼ εὐθεῖαν πτῶσιν, ᾧ ἀκόλουθόν ἐστι στίζειν ἐπὶ τὸ φόως τελείᾳ στιγμῇ· καὶ ἔσται καθʼ ἑαυτὸ ἑκάτερον ἡμιστίχιον. ὁ δὲ λόγος· διόπερ ἐν χερσὶν ἡ σωτηρία, προσήνεια δὲ οὐκ ἔστι πολέμου.

τῷ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο:σὺν τῷ ι τὸ μειλιχίῃ· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν· διὸ τὸ τοῦ πολέμου φῶς ἡμῖν ἐν ταῖς χερσίν, οὐκ ἐν τῇ μειλιχίᾳ ἀπαντήσει, ἢ οὕτως· τὸ τοῦ πολέμου φῶς ἐν χερσίν, οὐκ ἐν προσηνείᾳ πολέμου. εἰ δὲ χωρὶς τοῦ ι τὸ μειλιχίῃ, οὕτως ἐξηγητέον· οὐκ ἔστι προσήνεια οἰκεία πολέμου, ἵνʼ ᾖ τὸ ἡμιστίχιον γνωριμώτερον.

μειλιχίῃ: οὕτως Ἀρίσταρχος σὺν τῷ ι, μειλιχίῃ.

μαιμώων ἔφεπʼ ἔγχεϊ: καίτοι πολέμιον ἔχων Δία.

ἐπὶ νηυσί: ἀντὶ τοῦ ἐπὶ ναῦς.

κηλείῳ: τὸ ἐντελὲς κτητικὸν κήλειόν ἐστι· τὸ γὰρ κήλεον Ἰακόν.

κηλείῳ: τὸ κηλεῖν θέλγειν ἐστὶ καὶ τέρπειν.

χάριν Ἕκτορος ὀτρύναντος: εἰς τὴν τοῦ Ἕκτορος χάριν διὰ τὸ παροξύνθαι ὑπʼ αὐτοῦ.

τὸν δέ: περισσὸς ὁ δέ.

προπάροιθε νεῶν: ὑπὲρ νεῶν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.