ὣς ὁ μὲν ἐν κλισίῃσι—οἱ δὲ μάχοντο: πάλιν μεταβέβηκεν ἐπὶ τὰς μάχας ὁ ποιητής· ἔδει γὰρ τὰ τῆς μάχης ἐπιέναι, ὅπως θεασάμενος Πάτροκλος κινηθείη μᾶλλον εἰς ἔλεον. εἰ δὲ ἐπιμηκεστέρα γέγονεν ἡ ἐπιμέλεια, μὴ θαυμάσῃς· διαφόρους γὰρ πράξεις ἐν ἑνὶ λέγειν καιρῷ ἀδύνατον.
ὣς ὁ μὲν ἐν κλισίῃσι— ἰᾶτʼ Εὐρύπυλον βεβλημένον: τῆς ἠπιότητος Πατρόκλου τὸ μετὰ τὴν χειρουργίαν μὴ ἀποστῆναι Εὐρυπύλου. τάχα δὲ ἡ ἐπὶ τῷ Εὐρυπύλῳ ταραχὴ λαθέσθαι αὐτὸν ἐποίησεν ὧν ἔλεγεν· «δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο».
Μενοιτίου ἄλκιμος υἱός: ἀντονομασία.
Μενοιτίου ἄλκιμος υἱός: Πάτροκλος ὁ Μενοιτίου—ἐστράτευσεν. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ
ἰᾶτʼ Εὐρύπυλον βεβλημένον· οἱ δὲ μάχοντο:ὅτι τὰ ἅμα γινόμενα οὐ δύναται ἅμα ἐξαγγέλλειν. ἐν ὅσῳ δὲ οὗτος ἰᾶτο, ἐκεῖνοι ἐμάχοντο.
ὁμιλαδόν: καθʼ ὁμίλους, ὡς «φυλαδόν» κατὰ φυλάς, οἷον οὐ καθʼ ἕνα ἄνδρα συμβάλλοντες, ἀλλʼ ὅλων τῶν τάξεων ἐγίνετο συμβολή· ἐπειδὴ γὰρ εἰπεῖν τι περὶ τοῦ τείχους βούλεται, συντέμνει τὴν μάχην.
οὐδʼ ἄρʼ ἔμελλεν— θησέμεναι: τετρωμένων τῶν ἀριστέων μένειν ἐν τῇ πεδιάδι Ἕλληνες οὐκ ἐδύναντο. ἀναγκαίως οὖν τὴν πεδιάδα μάχην ἐπὶ τειχομαχίαν μεταφέρειν βούλεται· τούτου γὰρ χάριν καὶ ἀνέπλασε τὴν τειχοποιΐαν ὁ ποιητής, ὑπὲρ τοῦ ἀγῶνας κινῆσαι ἐπὶ τῇ τειχομαχίᾳ. τοῦτο μὲν οὖν ἐπὶ τοῦ Τρωϊκοῦ τείχους ἀμήχανον· θεοποίητον γάρ. ὑπὲρ δὲ τοῦ μηδὲ ταύτην καταλιπεῖν τὴν ἰδέαν ἐπὶ τῷ τῶν Ἑλλήνων τείχει τὴν τειχομαχίαν ποιεῖ. ἐπεὶ δὲ αὐτὸς ἀνήγειρε τὸ τεῖχος, διὰ τοῦτο καὶ ἠφάνισεν αὐτό, τὸν ἔλεγχον συναφανίζων. λάβοι δʼ ἄν τις τοῦτο πρὸς τοὺς χρόνους τοῦ ποιητοῦ διότι οὐ μετὰ πολὺ τῶν Τρωϊκῶν γέγονεν· εἰ γὰρ ἐνῆν ὑπονοεῖν ὅτι ἐκ τοῦ χρόνου κατέπεσε καὶ ἠφανίσθη ὡς αὐτοσχεδῶς ᾠκοδομημένον, οὐκ ἂν τῷ αἰτήματι τούτῳ ἐχρήσατο ὅτι αὐτὸς Ποσειδῶν ἠφάνισεν—πάντας δὲ τοὺς ἐκ τῆς Ἴδης ποταμοὺς ἐπʼ αὐτὸ ἄγει ἐφʼ ἡμέρας ἐννέα, καὶ τοῦ Διὸς συνεχῶς ὕοντος καὶ τοῦ Ποσειδῶνος ἀναμοχλεύοντος τὰ θεμέλια —, οὐ δυνάμενος δὲ ἴχνος τι ἀπαιτηθῆναι τοῦ μὴ γενομένου. διὰ τοῦτο καὶ οὐκ ἠρκέσθη τῇ τῆς δομήσεως ἀναιρέσει, ἀλλὰ καὶ ἀμάθῳ τὸν τόπον ἐκάλυψε, καὶ αἰγιαλὸς γέγονε τὸ πᾶν. τούτου δὲ αἴτιον ἀποδέδωκε τὸ μηνῖσαι θεούς, θυσιῶν ἐπʼ αὐτῷ μὴ τυχόντας, οἷα καὶ τῇ οἰκοδομίᾳ αὐτοῦ εἰσήγαγε Ποσειδῶνα λέγοντα «οὐχ ὁράᾳς, ὅτε δʼ αὖτε καρηκομόωντες Ἀχαιοί τεῖχος ἐτειχίσσαντο … οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;».
οὐδʼ ἄρʼ ἔμελλε τάφρος ἔτι σχήσειν Δαναῶν καὶ τεῖχος ὕπερθεν: οὐκ ἐδύνατο περὶ τὸ θεόκτιστον τεῖχος τοιαύτας περιπετείας ἀγαγεῖν.
τάφρος ἔτι σχήσειν Δαναῶν: πλάσας τεῖχος ὁ ποιητὴς—τὴν ἀπώλειαν αὐτοῦ εἶπεν.
καὶ τεῖχος ὕπερθεν εὐρύ, τὸ ποιήσαντο: βέλτιον τὸ εὐρύ τοῖς ἐπάνω συνάπτειν. ἀμφίβολον δέ, πότερον ὕπερθεν εὐρύ — ἀρετὴ γὰρ τείχους ἕως ἄνω πεπλατύνθαι —, ἢ — ὃ καὶ βέλτιον — ὕπερθε τῆς τάφρου· ταύτης γὰρ ὑπέρκειται.
τὸ ποιήσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον ἤλασαν οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας, ὄφρα σφιν νῆάς τε θοάς: τὸ ἑξῆς ἀμφίβολον· ἤτοι γὰρ οὕτως ἔχει, τὸ ποιήσαντο νεῶν ὕπερ, ὄφρα σφιν νῆάς τε. ἢ οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας, ὄφρα σφιν νῆάς τε θοάς· ὃ καὶ βέλτιον. εἰ δὲ διὰ μέσου εἴη οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας, οὕτω καὶ διορθωθήσεται.
νεῶν ὕπερ: ἡ ὑπέρ ἢ τόπον ἢ ἐπικουρίαν δηλοῖ.
ἀμφὶ δὲ τάφρον: ἀμφὶ ἀντὶ τοῦ περί, ὥς φαμεν «περὶ τοῦτον τὸν τόπον οἰκῶ», τὴν πλησίον σχέσιν σημαίνοντες. οἱ δὲ ἐπὶ παρατάσεως τὸ ἀμφί, ὡς τὸ «ἵνα μιν περὶ πᾶσαν ἐέργοι»
ἡ ἀμφί τὴν συνάφειαν καὶ ἐγγύτητα δηλοῖ, ὥσπερ φαμὲν «περὶ τοῦτον οἰκῶ τὸν τόπον», τὴν πλησίον δηλοῦντες σχέσιν.
ἤλασαν: ἐξέτειναν, ἀπὸ τῶν σιδήρων· ἢ ἔσκαψαν.
οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας: πάντων ἀρχηγοὺς ἡγεῖσθαι δεῖ θεούς· καὶ «οἴῃ δʼ οὐκ ἔρρεξεν».
ὄφρα σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλήν ἐντὸς ἔχον ῥύοιτο: ἢ διὰ τοῦτο αὐτὸ ἐποίησαν, ἵνʼ ᾖ τὸ ἑξῆς «ἤλασαν», ὄφρα σφιν· ἢ οὐκ ἔδοσαν ἵνα σῴζοι τὸν ναύσταθμον καὶ αὐτούς· διὸ νῦν ἀτυχοῦσιν ἐν αὐτῷ, ὕστερον δὲ φθείρεται.
διὰ τοῦτο αὐτὸ ἐποίησαν, ἵνα σώζοι αὐτῶν τὸν ναύσταθμον· διὰ γὰρ τοῦτο αὐτοὶ μὲν ἀτυχοῦσι νῦν, τοῦτο δὲ φθείρεται.
τό κεν οὔτι πολὺν χρόνον ἔμπεδον ἦεν — Ἀχαιῶν ἔμπεδον ἦεν: ἐν βραχεῖ τὸ κεφάλαιον τῆς συγγραφῆς ἐξέθετο. ἅμα δὲ δείκνυσιν ὅτι δύο πρόσωπά ἐστι τὰ συνέχοντα τὴν Ἰλιάδα, καὶ παρεδήλωσέ τι τῶν ὕστερον ὅτι μετὰ τὴν Ἀχιλλέως μῆνιν οὔτε Ἕκτωρ ἐβίω, εὐθέως δὲ καὶ ἡ Ἴλιος ἐλήφθη. πλεονάζει ὁ κέν τὸ δὲ ἔμπεδον οὐκ ἔστιν ἀντὶ τοῦ ἀσφαλές· ἐπεπόρθητο γὰρ ὑπὸ Σαρπηδόνος Ἕκτορος Ἀπόλλωνος ἀλλʼ ἔμπεδον ἀντὶ τοῦ ἐν τῷ πεδίῳ κείμενον· ὕστερον γὰρ ἁλίπλοον ἐγένετο σὺν τοῖς θεμελίοις
ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην— τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἦεν: ὑποστικτέον ἐπὶ τὸ ἔην καὶ Ἀχιλλεύς καὶ ἔπλεν· ἡ γὰρ ἀνταπόδοσις τόφρα δὲ καὶ μέγα τεῖχος, τοῦ δέ περισσεύοντος κατὰ τὸ σύνηθες.
ἔπλε: οὕτως Ἀρίσταρχος «ἔπλεν».
ἔπλεν: Ἀρίσταρχος ἔπλεν σὺν τῷ ν, ἐκ τοῦ ἔπελεν συγκοπὴν δεχόμενος, Ζηνόδοτος «ἔπλε» ἀποκοπῇ τοῦ ἔπλετο.
αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον, ὅσσοι ἄριστοι, πολλοὶ δʼ Ἀργείων οἱ μὲν δάμεν, οἱ δὲ λίποντο, πέρθετο δὲ Πριάμοιο πόλις: συνέπλεξε τὸν λόγον προσθεὶς τὸν μέν· καὶ ἔστι μὲν δύσρητον, ὅμως ἥδιστον. ὁ δὲ ἁπλοῦς λόγος οὕτως ἦν· «πολλοὶ Ἀργείων δάμεν, οἱ δὲ λίποντο. Τρώων θάνον ὅσοι ἄριστοι». φανερὸν οὖν ὡς ὑπελείφθησάν τινες, περὶ ὧν φησιν «Αἰνείαο βίη Τρώεσσιν ἀνάξει». πέρθετο ἀντὶ ἀορίστου τοῦ ἐπορθήθη. ἐπεὶ δὲ εἰς τὸν θάνατον Ἕκτορος μέλλει τελευτᾶν ἡ ποίησις, ὅπως μὴ οἰηθῇ τις ἐπικρατέστερα γεγονέναι τὰ τῶν Τρώων, εἶπεν ὅτι ἐπορθήθη, ἵνα μὴ λυπώμεθα νῦν τὰς τῶν Ἑλλήνων ἀκούοντες συμφοράς.
αὐτὰρ ἐπεί: καὶ ἐνταῦθα ἡ ἀνταπόδοσίς ἐστι «δὴ τότε μητιόωντο»· τὸ γὰρ χρονικὸν ἐπίρρημα ἀνταποδέδοται τῷ ἐπεί.
κατὰ μὲν Τρώων θάνον: Ἰακὴ διαίρεσις.
Ἀργεῖοι δʼ—ἔβησαν: καὶ τούτων δὲ ὅτε ἀπενόστησαν οἱ περιλειφθέντες. ἅμα δὲ καὶ προανακρούεται τὴν Ὀδύσσειαν.
δὴ τότε μητιόωντο Ποσειδάων καὶ Ἀπόλλων: σημειοῦνταί τινες πρὸς τὰ ἐν τῇ Η ἀθετούμενα, ὅτι καὶ ἐκ τούτων διαβάλλεται πρὸς τὸ πρόσωπον γινόμενα.
δὴ τότε μητιόωντο: Μιλησίων ἡ ἀναστροφὴ τὸ δὴ τότε. τὸ δὲ μητιόωντο δευτέρας συζυγίας τῶν περισπωμένων.
ἀμαλδῦναι: καθʼ ἅλμης δῦναι.
Ἰδαίων ὀρέων: ἢ τῶν ἄκρων Λεκτοῦ Φαλακρῶν Γαργάρου, ἢ ἀντὶ ἑνικοῦ τῆς Ἴδης τοῦ ὄρους.
ἢ τῶν ἀκρωρειῶν τῆς Ἴδης Λεκτοῦ καὶ Γαργάρου καὶ Φαλάκρας, ἢ ἀντὶ ἑνικοῦ τῆς Ἴδης πληθυντικῶς φησι.
Ῥῆσος: Ῥοείτης μετωνόμασται. ῥεῖ δὲ πρὸς ἄρκτον ἀπὸ Καλῆς Πεύκης, ἥτις ἀπέχει ἀπὸ Ἀδραμυττίου στάδια ἑκατὸν ὀγδοήκοντα.
Κάρησος: Τυραννίων ὀξύνει τὸ Κάρησος ὡς Παρνασσός· οὕτως γὰρ ὑπὸ Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν. ὁ δὲ Ἀρίσταρχος βαρύνει ὡς Κάνωβος. εἴπομεν δὲ ἐν ἑτέροις ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπὸ τῶν ἐθνῶν χρῆσις καὶ ἐπὶ τὴν Ὁμηρικὴν ἀνάγνωσιν, ὁπότε περὶ τοῦ «Γλισᾶντα» διελάβομεν, εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ι καὶ μὴ περισπᾶν. τό τε Λύκαστος ὁ αὐτὸς ἱστορεῖ ὀξύνεσθαι, ἡμῶν ἀναγινωσκόντων βαρυτόνως. οὕτως οὖν εἰκὸς καὶ ἐπὶ τοῦ Κάρησος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν. τάχα δέ, ἐπεὶ ἑώρα τὰ εἰς σος λήγοντα ὑπὲρ δύο συλλαβὰς ὀξυνόμενα, τῷ η παραληγόμενα, ἕτερον ἔχοντα ς, τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως, εἴγε τὸ Ἁλικαρνησσός δισσὸν ἔχει τὸ ς, Λυκαβησσός, Ταρτησσός, τὸ μέντοι Κάρησος ἓν ἔχει τὸ ς. ἴσως οὖν διὰ τοῦτο ἐξηλλάγη.
Κάρησος: Πίδυς καλεῖται. ῥεῖ δὲ ἀπὸ Μαλοῦντος. Κυζικηνοὶ ὀξυτόνως αὐτὸν καλοῦσιν. ἐμβάλλει δὲ εἰς Αἴσηπον. Κάρησος δὲ ὡς κάμηλος.
Ῥοδίος: παροξυτονητέον ὡς κύριον. εἰκὸς μέντοι τὸ ὄνομα τοῦ ποταμοῦ ἔχειν πλεονασμὸν τοῦ δ· εἰκὸς γὰρ τῷ ποταμῷ παρὰ τὸν ῥοῦν ὠνομάσθαι ὥστε αὐτὸν εἶναι ῥοΐον καὶ Ῥοδίον.
Ῥοδίος: Δάρδανος καλεῖται. ῥεῖ δὲ ἀπὸ Κλεανδρίας διεχούσης Πεύκης σταδίους ἑξήκοντα. Ῥοδίος δὲ ὡς «Ὁδίος».
Γρήνικος: ἐπεὶ Ἀλέξανδρος ἐκεῖ τοὺς Δαρείου σατράπας ἐνίκησεν· Γραικοὶ δὲ οἱ Ἕλληνες. ῥεῖ δὲ πρὸς ἀνατολὰς Ἑλλησπόντου.
δῖός τε Σκάμανδρος: δῖος, ἐπεὶ μόνος υἱός ἐστι Διός. πῶς οὖν περὶ τὴν πόλιν αὐτοῦ εἰσιν αἱ πηγαί ἢ ἐκεῖναι πιδύματα αὐτοῦ εἰσιν.
καὶ Σιμόεις, ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι: ὅτι ἀμφίβολον μὲν ἐπὶ ποτέρου τῶν ποταμῶν λέγει, τοῦ Σκαμάνδρου ἢ τοῦ Σιμοῦντος. δεκτέον δὲ ἐπὶ τοῦ Σιμοῦντος· διὰ μέσου γὰρ τοῦ πεδίου φέρεται. καὶ ὅτι ἀνέγνω Ἡσίοδος τὰ Ὁμήρου ὡς ἂν νεώτερος τούτου· οὐ γὰρ ἐξενήνοχε τοὺς ποταμούς, μὴ ὄντας ἀξιολόγους, εἰ μὴ διʼ Ὅμηρον. καὶ τῷ Σιμοῦντι προσέθηκεν ἐπίθετον τὸ «θεῖόν τε Σιμοῦντα»
Σιμόεις: καὶ ἄλλος ἐν Κρήτῃ. ἔστι δὲ μικρὸς ὁ Σιμοῦς.
βοάγρια: τὰ εἰς τὴν βοὴν ἀγειρόμενα. ἢ βόεια γέρρα, ὅ ἐστι δέρρα. ἢ τὰ ἐξ ἀγρίων βοῶν γενόμενα.
βοάγρια: αἱ ἀπὸ βοείων βυρσῶν κατασκευασθεῖσαι ἀσπίδες.
καὶ ἡμιθέων γένος ἀνδρῶν: οὐδέποτε τοὺς σὺν Ἀγαμέμνονι ἡμιθέους ὠνόμασεν. ἆρα οὖν τοὺς σὺν Ἡρακλεῖ φησιν; ἢ πρὸς αὔξησιν τοῦ πάθους.
ὁμόσε στόματʼ ἔτραπεν: ὁμόσε τοὺς ἐκ διαφόρων τόπων μισγομένους.
ἐννῆμαρ: οἱ μὲν «ἓν ἦμαρ»· οἱ δὲ ὅτι εὐεπίφορός ἐστιν εἰς τὰ ἐννέα· οἱ δὲ πρὸς παντελῆ ἀπώλειαν.
ἐννῆμαρ: ἐπὶ ἐννέα ἡμέρας—ἴχνος φανῆναι.
συννεχές: Ἀρίσταρχος καὶ Ἀριστοφάνης διὰ τοῦ ἑτέρου ν.
ἁλίπλοα: τὴν λι, φασί, συλλαβὴν ὀξυτονητέον· κατὰ γὰρ αὐτῶν τῶν ἐρειπίων ἡ λέξις κεῖται, οὐχὶ τὰ ἐν τῇ ἁλὶ πλέοντα σημαίνεται. οὕτως Ἀλεξίων καὶ οἱ ἄλλοι. κἀγὼ δὲ συγκατατίθεμαι τῇ προσῳδίᾳ· ἐκεῖνο γὰρ ἔχω ἀποφήνασθαι ὡς ὅτι ὁπότερον ἂν σημαίνῃ, προπαροξυτονηθήσεται· οὕτως γὰρ ἐμελέτησε τὰ παρὰ τὸ πλέω, εἴγε καὶ τὸ πρωτόπλοος προπαροξύνομεν. καὶ δῆλον ὅτι εἰς ἀποφυγὴν τῶν οὕτως παραγομένων, «διπλόος», τριπλόος.
ἁλίπλοα: ὑπὸ θαλάσσῃ πλέοντα. τινὲς δὲ τὰ ξύλινα τοῦ τείχους.
αὐτός: τοῦτο ἐπὶ δεσπότου ἢ βασιλέως τίθησι. ἔστιν οὖν πάντων ποταμῶν δεσπότης· διὸ Ἀχελῷος μὲν «κρείων», αὐτὸς δὲ «εὐρυκρείων».
τὸ αὐτός τὸ τοιοῦτον ἐπὶ δεσπότου καὶ βασιλέως τίθεται. ἔστι δὲ καὶ Ποσειδῶν πάντων ἄρχων ὑδάτων.
ἔχων χείρεσσι τρίαιναν: ἁλμυρὰ γὰρ καὶ γλυκέα καὶ μικτὰ ὕδατα. ἢ ὅτι σεισμῶν εἴδη τρία, χασματίαι βρασματίαι κλιματίαι.
ἁλμυρὰ καὶ γλυκέα καὶ μικτὰ ὕδατά εἰσιν, ἅπερ ὑφʼ ἑαυτὸν ἔχων πάντοτε ἐκεῖσε ἤγαγεν.
κύμασι πέμπε: εἰς κύματα, ὡς τὸ «ἦλθε δʼ ἐπὶ Κρήτεσσι».
φιτρῶν καὶ λάων: καὶ τοῖς ἄνω προσδίδοσθαι λέγεται τοῦτο, ἵνα ᾖ θεμείλια φιτρῶν καὶ τοῖς ἑξῆς, ἵνα ᾖ θέσαν φιτρῶν καὶ λάων: καὶ τὸ σχῆμα ἀρχαϊκόν, τὸ τῆς ἐλλείψεως.
φιτρῶν καὶ λάων τὰ θέσαν: ἐὰν στίξωμεν εἰς τὸ «πέμπε», συνάγομεν τὸ ἑξῆς ἕως τοῦ θέσαν· ἐὰν δὲ εἰς τὸ λάων, τὸ θέσαν τῶν ἑξῆς ἐστιν.
λάων: οὕτως Ἀμαθούσιοι.
λάων: λᾶς λαάων λάων, ὡς Αἰακιδάων.
τὰ θέσαν μογέοντες Ἀχαιοί: τοῦτο ἀνεφώνησεν ὥσπερ συναχθόμενος τῷ καμάτῳ τῶν Ἑλλήνων ἀναιρουμένῳ. ἃ μετὰ καμάτου, φησίν, εἰργάσαντο, οὕτως ἄρδην ἠφανίσθη. τινὲς δὲ διὰ τὴν Ἀχιλλέως μῆνιν, ὃς ἦν αὐτοῖς τεῖχος ἔμψυχον· μογέοντες οὖν ἀτυχοῦντες.
τοῦτο ἀνεφώνησεν ὡς συναλγῶν τῷ κόπῳ αὐτῶν. μογέοντες δὲ ἀντὶ τοῦ ἀτυχοῦντες.
λεῖα δʼ ἐποίησεν: λεῖα τὰ χωρία τοῦ τείχους.
ἐποίησεν: οὕτως Ἀρίσταρχος ἐποίησεν.
τὸ δὲ ἐποίησεν διὰ τοῦ ε.
ᾗ περ πρόσθεν ἴεν—ὕδωρ: ὅπου πρώην ἐπορεύετο τὸ ὕδωρ.
ΙΕΝ: οὕτως φέρουσι τὴν γραφήν, ιεν ὡς τίθεν. καὶ γίνεται ἀμφίβολον, πότερον αὐτοὶ οἱ ποταμοὶ ἵεν, ἵνα τοῦ ἵεσαν συγκοπὴ ὑπάρχῃ, ὡς ἀπὸ τοῦ ἐτίθεσαν τὸ ἔτιθεν· καὶ δέον δασύνειν. εἰ δὲ ἑνικὸν εἴη τὸ ιεν ἀντὶ τοῦ ἐπορεύετο, ψιλωτέον ὁμοίως τῷ «ἆσσον ἴεν πολυκάρπου ἀλῳῆς»· ὅπερ οὐ πιθανόν. ἡ μέντοι κοινὴ «ἵει» ἐστὶν ὁμοίως τῷ «ἐννῆμαρ δʼ ἐς τεῖχος ἵει ῥόον». καὶ μήποτε ᾖ πιθανώτερον· πάντα γὰρ ὁρᾶται τὰ παρακείμενα ἑνικῶς τεθειμένα, «τεῖχος ἀμαλδύνας, ποταμοὺς δʼ ἔστρεψε νέεσθαι».
ψιλωτέον τὸ ιεν καὶ ἑνικῶς ἐκδεκτέον ἐπὶ τοῦ ὕδατος, ὡς τὸ «ἆσσον ἴεν πολυκάρπου ἀλωῆς». ἐὰν δὲ δασέως «ἵεν», ἀντὶ τοῦ ἵεσαν.
ἵῃ: γράφεται καὶ «ἵεν».
ὣς ἄρʼ ἔμελλον ὄπισθεν: ὅτι Ζηνόδοτος γράφει «ὣς ἤμελλον ὄπισθε». ἔστι δὲ βάρβαρον· τὰ γὰρ ἀπὸ συμφώνου ἀρχόμενα ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀπὸ τοῦ ε ἄρχεται. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῴκεσαν.
τότε δʼ ἀμφὶ μάχη: προληπτικῶς· οὔπω γὰρ ἦσαν φθάσαντες εἰς αὐτό. ἢ ὅτι ἐν κεφαλαίοις λέγων οὐ λεπτολογεῖ.
ἐΰδμητον: εὖ δεδομημένον.
κανάχιζε δὲ δούρατα πύργων: ἂν στίξωμεν εἰς τὸ δούρατα, λείπει ἡ κατά, κατὰ τῶν πύργων. δούρατα ἢ αἱ πύλαι ἢ οἱ φιτροί.
στικτέον εἰς τὸ δούρατα καὶ τὴν κατά ἐκδεκτέον.
κανάχιζε δὲ δούρατα πύργων: τὰ δόρατα ἤχει τὰ ἐπὶ τοὺς πύργους ἀκοντιζόμενα. ἢ τὰ ἐνῳκοδομημένα τοῖς πύργοις ξύλα ἤχει τοῖς δόρασι βαλλόμενα.
κανάχιζε δὲ δούρατα πύργων: ὅτι πύργων ἀντὶ τοῦ πύργους, καὶ ἐλλείπει ἡ ἐπί, ἵνʼ ᾖ «κανάχιζε δὲ δούρατα ὡς ἐπὶ πύργους βαλλόμενα» οὐ «τὰ ἐπῳκοδομημένα τῷ τείχει ἐκανάχιζε ξύλα». Διονύσιος δὲ ὁ Σιδώνιος τὴν μὲν πτῶσιν οὐκ ἐνήλλαξε, τὴν δὲ πρόθεσιν προσλαβὼν εἴρηκεν ἐπὶ πύργους βαλλόμενα.
Διὸς μάστιγι δαμέντες: τῷ κεραυνῷ· καὶ ἀλλαχοῦ «Διὸς μάστιγι κακῇ». πολιορκοῦνται Ἑλένην θέλοντες, καὶ περὶ ἑαυτῶν κινδυνεύουσι Νέστωρ ἀντὶ τοῦ συμβουλεῦσαι παραινεῖ προαναφωνεῖ δὲ ὅτι ἐκ Διὸς ἦν ἡ ἧσσα· εἰ μὴ γὰρ ἦν τοῦτο, οὐκ ἂν πάντες ἐδεδίεσαν ἕνα τὸν Ἕκτορα.
μάστιγα Διὸς τὸν κεραυνόν φησι. προαναφωνεῖ δὲ ὅτι ἐκ Διὸς ἡ ἧσσα ἦν Ἑλλήνων.
Διὸς μάστιγι δαμέντες: τῇ Διὸς γνώμῃ τὰς ψυχὰς κεκακωμένοι. Διὸς δὲ μάστιξ ὁ κεραυνός.
αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν ἐμάρνατο ἶσος ἀέλλῃ:εἴτε ὑποστίζοιμεν ἐπὶ τὸ πρόσθεν εἴτε διαστέλλοιμεν ἐπὶ τὸ ἐμάρνατο, τὸ ῥῆμα κοινὸν γίνεται ἀμφοτέρων τῶν μερῶν, ἐμάχετο ὡς πρόσθεν ἐμάχετο.
αὐτὰρ ὅ γʼ ὡς τὸ πρόσθεν, ἐμάρνατο ἶσος ἀέλλῃ: ὑποστικτέον εἰς τὸ πρόσθεν· τὸ δὲ ἐμάρνατο κοινόν.
μάρνατο ἶσος ἀέλλῃ: μέμνηται τῶν ἐπῶν ἐκείνων «ἐν δʼ ἔπεσʼ ὑσμίνῃ, ὑπεραέϊ ἶσος ἀέλλῃ».
ἐμάρνατο: Ἀριστοφάνης «ἐμαίνετο».
ὡς δʼ ὅτʼ ἂν ἔν τε κύνεσσι—τῇ εἴκουσι στίχες ἀνδρῶν: πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς τὸν Ἕκτορα τὸν ἐν τοῖς Τρωσὶν εἱλούμενον. τὰ δὲ ἄλλα οὐδὲν αὐτῷ συντείνει πρὸς τὸν εἰκαζόμενον, οὐχ ἡ τοῦ χοίρου τελευτή, οὐχ οἱ ἀκοντίζοντες ἐπὶ τοῦτον κυνηγέται, ἀλλὰ ποιητικὸς κόσμος λαβὼν ἔχει.
πρὸς ἓν μόνον ἤνεγκε τὴν εἰκόνα, πρὸς τὸν Ἕκτορα τὸν ἐν τοῖς Τρωσὶν εἱλούμενον καὶ φοβοῦντα τοὺς ἀκοντιστὰς καὶ πολεμικοὺς Ἕλληνας.
θηρευτῇσι: γράφεται καὶ «θηρητῆρσι» τὴν γὰρ εὐθεῖαν θηρητὴρ λέγει, «θηρητὴρ ἐτύχησε».
ἔν τισι «θηρητῆρσι».
στρέφεται: ὅτι ἀντὶ τοῦ στρέφηται.
βλεμεαίνων: ἐντεῦθεν ὁ ἀβλεμής, ἀόργητος καὶ ἀργός.
πυργηδόν: πύργος ἡ κατὰ πλινθίων διάταξις.
ἀντίοι: γράφεται «ἀντίον»· οὕτως γὰρ Ἀρίσταρχος.
«ἀντίον ἀΐσσονται», οὕτως Ἀρίσταρχος.
κυδάλιμον: τὸ γαῦρον.
ταρβεῖ οὐδὲ φοβεῖται: ὅτι οὐ τὸ αὐτὸ σημαίνει διʼ ἀμφοτέρων, ἀλλὰ διὰ μὲν τοῦ ταρβεῖ δέδιεν, ὃ ἡμεῖς φοβεῖται, διὰ δὲ τοῦ φοβεῖται φεύγει. λέγει οὖν, οὔτε δέδιεν οὔτε φεύγει.
οὐδὲ φοβεῖται: οὐ φεύγει.
ἀγηνορίη δέ μιν ἔκτα: καταχρηστικῶς ἐπὶ λέοντος· καὶ ἀλλαχοῦ «ἑή τέ μιν ὤλεσεν ἀλκή». διδάσκει οὖν μέτρῳ χρῆσθαι ἐν τοῖς πλεονεκτήμασι, καθὸ ταῦτα ἐνίοτε φονεύει. καὶ πρὸς τὸ ἄλογον θράσος Ἕκτορος.
διδάσκει μέτρῳ χρῆσθαι τοῖς πλεονεκτήμασι· ταῦτα γὰρ εἰ μὴ ῥυθμίζοιτο, ἀναιρεῖ τοὺς ἔχοντας.
ἀγηνορίη: οὕτως χωρὶς τοῦ ι Ἀρίσταρχος· ἔστι γὰρ ἡ ἀγηνορία.
ὣς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ΕΛΙΣΣΕΘʼ ἑταίρους: τὸ ελίσσετο ἑκατέροις δύναται προσδίδοσθαι καὶ σημαίνει ἢ τὸ παρεκάλει παρὰ τὸ λίσσεσθαι ἢ ἐστρέφετο παρὰ τὸ ἑλίσσω ῥῆμα, ἐπεὶ καὶ λέοντι αὐτὸν εἰκάζει. πιθανώτερον δὲ τοῖς ἑξῆς αὐτὸ συντάττειν· οὔτε γὰρ εὔκαιρος ἡ διαστολὴ ἐπὶ τοῦ ἐννεακαιδεκάτου χρόνου, οὔτε τὸ πλῆθος εἰκὸς αὐτὸν παρακαλεῖν, ἀλλὰ τοὺς ἑταίρους μόνους.
ἀνʼ ὅμιλον ἰὼν ΕΛΙΣΣΕΘʼ ἑταίρους: στικτέον εἰς τὸ ἑλίσσετο, καὶ ἔστιν ἀντὶ τοῦ εἱλεῖτο· οὐδέποτε γὰρ παρεκάλεσεν Ἕκτωρ. καὶ ἔστι σύμφωνον τῷ «ταρφέα τε στρέφεται στίχας ἀνδρῶν πειρητίζων». οἱ δὲ παρεκάλει, ὡσὰν κινδυνώδους καὶ δυσχεροῦς οὔσης τῆς πράξεως, ἐφʼ ἣν προτρέπεται· διὸ καὶ ἑταίρους πρόσκειται, οὐ Τρῶας· ἀπὸ γὰρ τῶν ἑταίρων ἄρχεται, ἵνα ἐκείνους καὶ οἱ λοιποὶ μιμήσωνται· μέμνηται γὰρ καὶ τῶν Σαρπηδόνος λόγων «ἀρχοὺς λισσομένῳ τηλεκλητῶν ἐπικούρων».
τάφρον ἐποτρύνων διαβαινέμεν: τὴν γέφυραν. αὐτὸς δὲ ἀδυνατῶν τοὺς ἄλλους προτρέπεται.
οὐδέ οἱ ἵπποι τόλμων: οἱ δʼ Ἀχιλλέως «ἀντικρὺ δʼ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵπποι».
ἀπὸ γὰρ δειδίσσετο τάφρος —εἰ τελέουσι: ἄκρως τὰ περὶ τὴν τάφρον δεινοποιεῖ, ἀγῶνας κινῶν τῷ ἀκροατῇ καὶ ἀνελπιστίαν τῆς διαβάσεως καὶ προσοχὴν τοῦ ἐσομένου τολμήματος.
ἀπὸ γὰρ δειδίσσετο τάφρος: τὸ ἀνέλπιστον τῆς διαβάσεως θόρυβον κινεῖ καὶ ἀγωνίαν.
οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι ῥηϊδίη: θατέρῳ γὰρ τρόπῳ διελθεῖν ἦν ἀναγκαῖον, ἢ ὑπερθορόντας, εἴπερ ἦν σχεδόν, ἢ διαπεράσαντας βάδην, εἴπερ ἦν εὐδιάβατος. ἀμφότερα οὖν παρέλαβε πρὸς τὸ ἀμήχανον· καὶ ἔστι τὸ μὲν οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδόν ἐξήγησις τοῦ εὐρεῖα, τοῦ δὲ οὔτε περῆσαι ῥηϊδίη τὸ ἐπιφερόμενον. περιττὴ δὲ ἡ κατασκευὴ τῆς ἀπαγγελίας· τὸ μὲν γὰρ κοινὸν ἦν «ἀπὸ γὰρ δειδίσσετο τάφρος εὐρεῖά τε οὖσα εἰς τὸ πηδῆσαι καὶ δυσδιόδευτος διὰ τοὺς κρημνοὺς καὶ τοὺς σκόλοπας» ὁ δὲ προὔταξε μὲν τὸ εὐρεῖα, ἐπαγαγὼν δὲ τὰ δύο, τὸ ὑπερθορέειν καὶ περῆσαι, ἀνταπέδωκε τὴν αἰτίαν τοῦ μηδὲ περᾶσαι δύνασθαι.
οὐ γὰρ ὑπερθορέειν σχεδὸν οὐδὲ περῆσαι ῥηϊδίη: πηδᾶν μὲν γὰρ τὸ πλάτος, διελθεῖν δὲ εἶργε τὸ βάθος. λείπει δὲ ἡ οὖσα.
κρημνοὶ γὰρ ἐπηρεφέες: τὰ ἀνενεχθέντα χώματα, ἀναχώματα.
κρημνοὶ γὰρ ἐπηρεφέες περὶ πᾶσαν: Ἀρίσταρχος «διὰ πᾶσαν». τὸ δὲ ἐπηρεφέες κρεμάμενοι ἢ πυκνοί.
περὶ πᾶσαν: Ἀριστοφάνης «διὰ πᾶσαν».
ἕστασαν ἀμφοτέρωθεν ... τοὺς ἔστασαν υἷες Ἀχαιῶν: τὸ μὲν πρότερον ἕστασαν δασύνει ὁ Ἀρίσταρχος, ἐπειδήπερ τὸ αὐτό ἐστι τῷ ἑστήκεισαν. ἔφαμεν δὲ καὶ ἡμεῖς δασύνεσθαι τὸ ε τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐπὶ τούτου τοῦ ῥήματος. τὸ μέντοι δεύτερον ψιλοῖ· ἰσοδυναμεῖ γὰρ τῷ ἔστησαν· οὓς ἔστησαν γὰρ οἱ Ἀχαιοί. τὸ δὲ ε τοῦ ἀορίστου ἐπὶ τούτου τοῦ ῥήματος ἐψιλοῦτο. συγκατατίθεται δὲ καὶ ὁ Ἀσκαλωνίτης τῇ τοιαύτῃ ἀναγνώσει· καὶ ἡμεῖς.
ἕστασαν ἀμφοτέρωθεν: τοῦτο μὲν τὸ ἕστασαν δασυντέον. τὸ δὲ ἑξῆς ψιλωτέον, λέγω δὴ τὸ «τοὺς ἔστασαν υἷες Ἀχαιῶν».
ἕστασαν ἀμφοτέρωθεν: ὥστε μήτε τὴν κατάβασιν ῥᾳδίαν εἶναι μήτε τὴν ἔκβασιν.
ἔστασαν: ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ ἔστησαν· διὸ καὶ ψιλῶς ἀναγνωστέον· μετείληπται γὰρ τὸ στοιχεῖον. ἐν δὲ τοῖς ἐπάνω «ἕστασαν ἀμφοτέρωθεν» δασύνεται.
συστολὴ ἐκ τοῦ ἔστησαν.
πυκνοὺς καὶ μεγάλους: πυκνοὺς εἰς τὸ μὴ μεσάζεσθαι, μεγάλους δὲ εἰς τὸ μὴ ὑπερβαίνειν.
ἔνθʼ οὔ κεν ῥέα: ἠθικῶς δεινοποιήσας τὴν ῥέα φησὶ «παρελθεῖν οὐκ ἐνῆν».
ἐσβαίη: ἡ Ζηνοδότειος καὶ Ἀριστοφάνειος «καββαίη». καὶ γὰρ ἐπιφέρει «ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαι».
μενοίνεον: ὅρα οὖν τὴν ἀποπληξίαν τοῦ Ἕκτορος.
θρασὺν Ἕκτορα: εὔκαιρον τὸ ἐπίθετον.
Ἕκτορα εἶπε παραστάς: ὅτι ἐλλείπει ἡ πρός, πρὸς Ἕκτορα, ὡς καὶ «τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον». δύναται δὲ τὸ ἑξῆς εἶναι παρʼ Ἕκτορα στάς, ὡς μὴ λείπειν τὴν πρόθεσιν.
Ἕκτορα εἶπε παραστάς: δύναται «παρʼ Ἕκτορα στὰς εἶπεν».
Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων: Τρώων Δαρδανίων καὶ Ζελειτῶν. ἀγοὶ δὲ κυρίως οἱ συμμαχίαν ἄγοντες.
ἀφραδέως διὰ τάφρον ἐλαύνομεν: οὐκ εἶπε θρασέως διʼ Ἕκτορα. καὶ τὸ ἐλαύνομεν δὲ τεχνικόν· καὶ ἑαυτὸν γὰρ ἐμπεριλαμβάνει ὡς πρόθυμος μὲν ὢν ὑπακούειν Ἕκτορι, διὰ δὲ τὸ ἀσύμφορον ἀποτρέπων τῆς ἐπιχειρήσεως.
διὰ τάφρον ἐλαύνομεν: ἢ διὰ τάφρου ἐλαύνομεν, ἢ ἐπὶ τάφρον, ἵνʼ ᾖ ἡ διά ἀντὶ τῆς ἐπί.
διά: γράφεται «περί».
ἐλαύνομεν: θέλομεν ἐλάσαι.
ὀξέες ἑστᾶσιν, ποτὶ δʼ αὐτοὺς τεῖχος Ἀχαιῶν:ἀπὸ κοινοῦ τὸ ἑστᾶσιν. ἀλλʼ ἐπὶ τοῦ τείχους μεταβάλλεται ὁ ἀριθμός, ἀντὶ τοῦ ἕστηκεν. ἐκ δὲ τοῦ ἐναντίου «ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι, μήστωρες ἀϋτῆς»· ἀπὸ κοινοῦ τὸ ἵσταντο· καὶ μεταβάλλεται πάλιν ὁ ἀριθμός.
περὶ δʼ αὐτούς: «προτὶ δʼ αὐτούς», ἐγγὺς αὐτῶν· πλέον γὰρ ἀπέχει τοῦ τείχους.
ἔνθʼ οὔ πως ἔστιν καταβήμεναι οὐδὲ μάχεσθαιἱππεῦσι: ἀλλʼ οὐδὲ πεζοῖς· ἀλλʼ ἵνα μὴ περὶ πάντων λέγων παροξύνῃ Ἕκτορα, περὶ μὲν τῶν πεζῶν οὐδὲν λέγει, περὶ δὲ μόνων τῶν ἱππέων προβάλλεται. ἑξῆς δέ φησιν, αὐτοὶ δὲ πρυλέες Ἕκτορι πάντες ἑπώμεθʼ, οἱονεὶ ἂν οὗτος ἀγάγῃ ἡμᾶς, ὡς οὐκ αὐτὸς ἀρεσκόμενος τῇ διόδῳ.
ἱππεῦσι· στεῖνος γάρ: ὅτι τὸ στένωμα τὸ κατὰ τὴν γέφυραν τῆς τάφρου λέγει. Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης «ἱππῆας». προπερισπαστέον δὲ τὸ στεῖνος· οὐδετέρως γὰρ ἐξενήνεκται, πᾶν δὲ οὐδέτερον εἰς ος λῆγον ἐν ὀνόμασι βαρύνεσθαι θέλει. οὕτως οὖν καὶ «μακρός» ὀξύνομεν ἀρσενικὸν ὑπάρχον· εἰ δὲ οὐδέτερον γένοιτο, βαρύνεται. οὕτως καὶ τὸ κλειτός· οὐδέτερον γὰρ γενόμενον βαρύνεται παρʼ Ἀλκμᾶνι· «τῶι ἐν Θεσσαλίῳ κλείτει».
ἱππεῦσι: Ζηνόδοτος «ἱππῆας».
στεῖνος: τὸ δυσχερὲς τῶν τόπων οὕτως ὀνομάζει. οὐδέτερον δέ ἐστι τὸ στεῖνος, καὶ προπερισπαστέον.
στεῖνος δὲ ὀνομάζει ἀεὶ τὸν δυσχερῆ τόπον. προπερισπᾶται δέ.
ὅθι τρώσεσθαι ὀΐω: ἐλαττωθήσεσθαι καὶ τραπήσεσθαι· τρώματα γὰρ τὰς τροπὰς Ἴωνες καλοῦσιν· καὶ «οἶνός σε τρώει» ἀντὶ τοῦ παρατρέπει.
εἰ μὲν γὰρ δή: Ἀριστοφάνης «εἰ μὲν γὰρ τούς».
εἰ μὲν γὰρ δὴ πάγχυ—ὑπʼ Ἀχαιῶν: ὡς ἔμφρων — οἶδε γὰρ ὅτι πρόσκαιρός ἐστιν ἡ εὐτυχία — καὶ τοῦ μέλλοντος προνοεῖ· εὔχομαι μὲν γάρ, φησι, τοῦτο εἶναι, ἐννοεῖν δὲ χρὴ καὶ τὸ ἕτερον, ὅτι ἐν τῇ ὑποστροφῇ τὰ δεινότερα πεισόμεθα. ἴσως οὖν καὶ καθόλου τῆς διαβάσεως ἀποτρέπει, ἀλλʼ οὐ τολμᾷ τοῦτο πρὸς τὸν Ἕκτορα λέγειν. ἄλλως τε καὶ ἐκ παντὸς τὴν διάβασιν πραγματεύεται ὁ ποιητής, κινῆσαι τὸν ἐπὶ ταῖς ναυσὶν ἀγῶνα σπουδάζων.
βούλετʼ ἀρήγειν: «ἵετʼ ἀρήγειν» οὕτως πᾶσαι.
νωνύμους: κατὰ πρόληψιν τῶν ἐσομένων. ἢ ἄνευ ὕμνων, ὅ ἐστιν εὐφημίας τῆς διὰ θρήνων.
ἄνευ ὕμνων, ὅ ἐστιν εὐφημίας τῆς διὰ θρήνων, ἀποβολῇ τοῦ ν. ἢ ἀνωνύμους.
εἰ δέ χʼ ὑποστρέψωσι, παλίωξις δὲ γένηται:πρὸς τὴν παλίωξιν, ὅτι ἐστὶ πάλιν δίωξις, ὅταν μεταβαλλόμενοι διώκωσιν οἱ διωκόμενοι. ἡ δὲ ἀναφορὰ πρὸς τὸ «ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν αἰὲν ἐγὼ τεύχοιμι». κακῶς· διὸ ἀθετεῖται.
ἐνιπλήξωμεν: ἀκουσίως ἐμπέσωμεν· «ἕρκει ἐνιπλήξωσιν».
οὐδʼ ἄγγελον ἀπονέεσθαι: ἐπίσταται τὸ μέγεθος τοῦ κινδύνου. ἐμφαντικῶς δὲ αὐτὸν παρέστησε διὰ τοῦ περὶ τὸν ἄγγελον διανοήματος.
ἑλιχθέντων ὑπʼ Ἀχαιῶν: ἡμῶν κυκλωθέντων ὑπὸ τῶν Ἀχαιῶν, ὥστε ὅλος ὁ σκοπὸς αὐτῷ μὴ διαβαίνειν τὴν τάφρον.
ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω: Ζηνόδοτος διὰ τοῦ τ, «τὼς ἂν ἐγὼ εἴπω».
ὡς ἂν ἐγώ: Ζηνόδοτος «πῶς ἂν ἐγώ».
ἐρυκόντων: ἀντὶ τοῦ ἐρυκέτωσαν.
αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες: ἔχει μέν τινα διλογίαν ὁ στίχος, ἐπεὶ καὶ σὺν τεύχεσι καὶ θωρηχθέντες. ὅμως γοῦν τὸ σὺν τεύχεσιν ἢ τοῖς ἄνω προσδοτέον, ἵνʼ ἐλάττων ἡ διλογία γένηται, ἢ τοῖς ἑξῆς, ἵνʼ ἡ σύν πρόθεσις κέηται ἀντὶ τῆς ἔν, ὡς ἐκεῖ «τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν». βέλτιον δὲ τὸ πρότερον.
πρυλέες σὺν τεύχεσι θωρηχθέντες: ἡ σύν ἀντὶ τῆς ἔν, ὡς τὸ «τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ». ἢ στικτέον εἰς τὸ σὺν τεύχεσι.
πρυλέες: ὅτι σαφῶς τοὺς πεζοὺς ὁπλίτας πρυλέας.
πρυλέες: οὕτω Γορτύνιοι.
θωρηχθέντες: ὥς ἐσμεν θωρηχθέντες.
Ἕκτορι πάντες ἑπώμεθʼ ἀολλέες: προσαγωγῶς πάνυ ἐπαίρει τὸν στρατηγόν. ἠρέμα δὲ καὶ ὑποδείκνυσι τὸν κίνδυνον, ὡς οὐκ αὐτὸς ἀρεσκόμενος τῇ εἰσόδῳ. καὶ τὸ ἀολλέες δὲ εἰς ἐπίτασιν, ὅτι στῖφος δεῖ τῶν ἀρίστων γενέσθαι, εἰ πρὸς τὸ ἔρυμα τῶν πολεμίων χωρήσειν μέλλομεν.
δυσαρεστεῖ τῇ εἰσόδῳ Πολυδάμας.
πείρατʼ: Ζηνόδοτος καὶ Ἀριστοφάνης «πεῖραρ» ἑνικῶς.
ἅδε δʼ Ἕκτορι μῦθος: ἐπεὶ μηδὲν ἔστι ἄλλο ποιῆσαι, πείθεται νῦν αὐτῷ ὁ Ἕκτωρ. ἀλλαχοῦ δὲ «οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις».
αὐτίκα δʼ ἐξ ὀχέων—ἆλτο χαμᾶζε: εἰκότως οὐδὲ ἀποκρίνεται διὰ τὴν ἔπειξιν. τὸ δὲ αὐτίκα τῆς ἐπείξεως σημαντικόν.
ἐπεὶ ἴδον Ἕκτορα δῖον: ἑωρακότες Ἕκτορα σύμψηφον τῇ βουλῇ Πολυδάμαντος.
αὖθʼ ἐπὶ τάφρῳ: τὸ ὅλον «αὖθι ἐπὶ τάφρῳ».
αὖτε: τινὲς «αὖθι».
οἱ δὲ διαστάντες σφέας αὐτοὺς ἀρτύναντες,πένταχα κοσμηθέντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο: βραχὺ διασταλτέον κατὰ τὴν μετοχὴν καὶ στικτέον κατὰ τὸ ἕποντο. εἰ δὲ γράφοιμεν τὸ «ἕκαστοι», ὥς τινες, πάντως συναπτέον τοῖς ἑξῆς «οἱ μὲν ἅμʼ Ἕκτορʼ ἴσαν».
οἱ δὲ διαστάντες, σφέας αὐτοὺς ἀρτύναντες:διαστάντες τῶν ἵππων ἢ ἑαυτῶν. τὸ δὲ ἀρτύναντες καταρτίσαντες Ἀρίσταρχος.
ἀρτύναντες: ἀρτύναντες, οὕτως ἡ γραφή.
πένταχα: τοσαῦται γὰρ ἡγεμονίαι Τρώων. οἱ δέ, ἐπεὶ πέντε ἦσαν πύλαι. ἢ ἵνα ἀνὰ δύο μέσον δορυφοροῖεν Ἕκτορα, ὃ καὶ ἄμεινόν μοι εἶναι δοκεῖ.
ἅμʼ ἡγεμόνεσσιν ἕποντο: τὸ οὖν «Ἕκτορι πάντες ἑπώμεθα» περὶ τῶν ὑφʼ Ἕκτορι τεταγμένων φησίν.
ἕποντο: γράφεται «ἕκαστος».
οἱ μὲν ἅμʼ Ἕκτορι—διὰ πάντων: ὡς ἐπὶ νεαρῷ ἐπιχειρήματι κατάλογον ποιεῖται· εἴωθε γὰρ προανακρούσεις ποιούμενος καὶ τὴν Μοῦσαν καλεῖν ἔσθʼ ὅτε. τὸ δὲ ὅμοιον εὑρήσομεν ἐπὶ τῇ τοῦ Πατρόκλου ἐξόδῳ
οἳ πλεῖστοι καὶ ἄριστοι: οἱ Ἰλιεῖς· οὗτοι γὰρ καὶ τὸ τεῖχος ἔρρηξαν.
τεῖχός τε ῥήξειν καὶ ἐνιπρήσειν πυρὶ νῆας: ἐν ἄλλῳ «τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι».
καί σφιν Κεβριόνης—κάλλιπεν Ἕκτωρ: ἄκρως ἐπεξειργάσατο τὴν προθυμίαν Ἕκτορος τὸ μηδὲ τοῦ ἡνιόχου ἀποσχέσθαι, ἀλλὰ καὶ τοῦτον παραλαβεῖν ὡς ἐπὶ ἀναγκαίαν πρᾶξιν.
ἄλλον Κεβριόναο χερείονα: οὐχ ὡς συγκρίσεως οὔσης χείρονα, ἀλλʼ ἁπλῶς λέγει ἥττονα ἐκείνου. αἱ δὲ τοιαῦται διατάξεις καὶ ἐπὶ Πατρόκλου καὶ Αὐτομέδοντος
τῶν δʼ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ: τῶν ὑπὸ τοὺς Μεροπίδας ἄρχουσιν.
τῶν δʼ ἑτέρων Πάρις ἦρχε: ὅτι ὡς ἐπὶ τοῦ δευτέρου τάγματος ἑτέρων εἴρηκεν, καὶ ὅτι τηρεῖ τὴν ἐν τούτοις διαφοράν.
τῶν δʼ ἑτέρων: Τρώων δηλονότι. λέγει δὲ ἴσως τῶν Ζελειτῶν.
Πάρις: κατὰ γαστρὸς ἔχουσα—ὅ ἐστιν ἐβοήθησε, πολεμίων ἐπελθόντων.
καὶ Δηΐφοβος θεοειδής: διὸ Ἑλένη μετὰ τὸν Ἀλέξανδρον αὐτὸν ἐπελέξατο.
τρίτος δʼ ἦν Ἄσιος ἥρως: οὗτος καὶ τῶν ἰδίων καὶ τῶν ὑπὸ Ἄδραστον καὶ Ἄμφιον ἄρχει.
Ἄσιος Ὑρτακίδης, ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι: μέλλων αὐτοῦ θρασεῖαν διηγεῖσθαι πρᾶξιν, εἰκότως ἐπεσημειώσατο αὐτὸν διὰ τῶν ἵππων καὶ πατρός. Ἀρίσβη δὲ πόλις Ἑλλησπόντου. φησὶν δὲ ὅτι θαρρῶν αὐτοῖς πεζὸς ἧκεν εἰς Ἴλιον. αἴθωνες δὲ μέλανες ἢ εὐκίνητοι ἢ πυρροί.
Ἄσιος Ὑρτακίδης: ὅτι πλεονάζει ἐν Ἰλιάδι τὰς ἐπαναλήψεις, ἐν Ὀδυσσείᾳ δὲ ἅπαξ πρὸς τοὺς Χωρίζοντας
ποταμοῦ ἄπο Σελλήεντος: ὅτι Σελλήεις ποταμὸς ἐπʼ Ἀσίας οὗτος, ἕτερος δὲ ἐπὶ Θεσπρωτίας
Αἰνείας, ἅμα τῷ γε δύω Ἀντήνορος υἷε: ὡς φύλακες διὰ τὸ ὑπονοεῖσθαι αὐτὸν ἐπανιστάμενον τοῖς Πριάμου πράγμασιν· «αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε».
Σαρπηδὼν δʼ ἡγήσατʼ ἀγακλειτῶν ἐπικούρων:διὰ τί μὴ Γλαῦκος ἦρχεν, ἀλλὰ Σαρπηδών; καίτοι Γλαῦκος ἐξ ἀρσένων ἦν. ἢ ἐπεὶ ἀμφισβητούντων περὶ βασιλείας πρόκλησις ἦν διατοξεῦσαι δακτύλιον ἐπικείμενον στήθει παιδὸς ὑπτίου. καὶ ἡ μὲν ἀδελφὴ τὸν ἑαυτῆς δέδωκεν, ἡ γυνὴ δὲ οὔ. ἢ ἐπεὶ ἀδελφῆς καὶ μοιχευομένης οὐ νοθεύεται τὸ γένος, ἀλλὰ γυναικός.
Ἀστεροπαῖον: νεήλυδα ὄντα, ἀπὸ τῆς ὄψεως τὸ εὐγενὲς στοχασάμενος.
τῶν ἄλλων: ἐπικούρων δηλονότι.
ὁ δʼ ἔπρεπε καὶ διὰ πάντων: ὑπὲρ πάντων. περισσὸς δὲ ὁ καί.
ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι: ἔφραξαν, ἐπύκνωσαν, ὥπλισαν. τὸ δὲ βόεσσιν ἀπὸ τοῦ πλεονάζοντος· τινὲς γὰρ χρυσᾶς καὶ χαλκᾶς εἶχον ἀσπίδας. ἀλλήλους ἀντὶ τοῦ ἑαυτούς.
τυκτῇσι βόεσσι: σημειοῦνταί τινες ὅτι τυκτὰς βόας τὰς ἀσπίδας εἴρηκεν. τυκτῇσι βόεσσι: ταῖς εἰργασμέναις—ἀζαλέην.
ἰθὺς Δαναῶν: ἐξ ἐναντίας.
λελιημένοι: λιλῶ ἐστι ῥῆμα τὸ σημαντικὸν τοῦ προθυμοῦμαι, ἐκ τοῦ λῶ διπλασιασθέν, οὗ παράγωγον τὸ λιλαίω· «λιλαιόμενα χροὸς ἆσαι». τοῦ λιλῶ ἀκόλουθος παρακείμενος λελίληκα, παθητικὸς λελίλημαι, μετοχὴ λελιλημένος, πληθυντικὴ λελιλημένοι, ἐλλείψει τοῦ λ λελιημένοι. Ἡρωδιανὸς ἐν Ἐπιμερισμοῖς
ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι: ὅτι ἐπὶ τῶν Τρώων ἀκουστέον, ἐμπεσεῖν ταῖς ναυσίν.
ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι: ἐμπεσεῖσθαι ἔλεγον τοὺς Ἕλληνας ταῖς αὑτῶν ναυσί· πᾶν γὰρ τὸ βουλῇ καὶ δυνάμει προφέρον ἦν τῶν Τρώων.
ἔνθʼ ἄλλοι Τρῶες—ἡνίοχον θεράποντα: πάντων ἅμα καὶ πολιτῶν καὶ ξένων πεισθέντων Πολυδάμαντι Ἄσιος ἀποβῆναι τοῦ ἅρματος οὐκ ἠθέλησεν. διαφέρουσι δὲ ἐπίκουροι καὶ σύμμαχοι· ἐπίκουροι οἱ πολεμουμένοις ἥκοντες βοηθοί, σύμμαχοι δὲ οἱ σὺν αὐτοῖς ἐξελθόντες. διὸ ἐπὶ Ἑλλήνων οὔ φησιν ὁ ποιητὴς «ἐπίκουροι».
ἀλλʼ οὐχ Ὑρτακίδης ἔθελʼ Ἄσιος, ὄρχαμος ἀνδρῶν: βαρβαρικὴ ἡ ἀπείθεια. ἕτερος μὲν ἂν ποιητὴς τῷ Πολυδάμαντι ἐποίησε πάντας πειθομένους, ὁ δὲ Ὅμηρος μιμούμενος τὴν ἀλήθειαν ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει. διὰ τί δὲ ἕνα τοῦτον; ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο· «μεγάλοι» γὰρ ἦσαν· οἷς καὶ θαρρῶν ἀπόλλυται
βαρβαρικὴ ἡ ἀπείθεια. μιμούμενος δὲ τὴν ἀλήθειαν ὁ ποιητὴς ἕνα γοῦν τὸν ἀπειθοῦντα εἰσάγει. διὰ τί δὲ ἕνα τοῦτον; ὅτι μάλιστα τοῖς ἵπποις ἠγάλλετο. καταστέλλει οὖν τὴν τῶν πολλῶν ἀλαζονείαν.
νήπιος, οὐδʼ ἄρʼ ἔμελλε: σημαντικωτάτῳ ὀνόματι χρῆται τῷ νήπιος ἐν ταῖς ἀναφωνήσεσιν· «νήπιοι οἳ κατὰ βοῦς Ὑπερίονος», «νήπιος, οὐδὲ τὰ ᾔδη» καὶ ἐπὶ τοῦ κεκοσμημένου τῷ χρυσῷ «νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον». τὸ δὲ ἔμελλε ἀντὶ τοῦ ἐῴκει.
ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος: ἐπὶ τὸ ἀγαλλόμενος βραχὺ διασταλτέον διὰ τὸ σαφές.
στικτέον δὲ εἰς τὸ ἀγαλλόμενος.
ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος: τὸ παιδαριῶδες αὐτοῦ ἐσήμανεν ἐν τοιούτῳ καιρῷ καὶ τόπῳ καλλωπιζομένου ἵπποις. παρὰ τὸν καιρὸν οὖν καὶ αἱ χρήσεις τινῶν ἢ βλαβεραὶ ἢ ὠφέλιμοι καθεστᾶσιν.
παρὰ νηῶν: ἔδει ἀπὸ νηῶν· ἡ γὰρ παρά ἐμψύχων ἐστίν. παρὰ νηῶν οὖν ἀντὶ τοῦ ἀπὸ νηῶν.
Ἴλιον ἠνεμόεσσαν: ὅτι θηλυκῶς τὴν Ἴλιον. ἡ δὲ ἀναφορὰ πρὸς τὸ «Ἴλιον αἰπὺ ἕλοιεν», ὅτι οὐδετέρως· διὸ ἀθετεῖται.
μοῖρα δυσώνυμος ἀμφεκάλυψεν ἔγχεϊ Ἰδομενῆος: τεχνικὸν τὸ καὶ τὴν ἀναίρεσιν προειπεῖν καὶ ὑφʼ ὅτου γενήσεται, ὅπως ὁ ἀκροατὴς πολυπραγμονοίη καὶ τοῖς ἔμπροσθεν ἐντυχεῖν. δυσώνυμος δὲ ἡ κακὸν ὄνομα ἔχουσα τὸν θάνατον.
εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά: ὅτι πολλὰ σημαίνει τὸ εἴσατο, νῦν μὲν τὸ ὥρμησεν καὶ ἐπορεύθη ἀπὸ τοῦ εἶμι, ἐν ἑτέροις δὲ ἐφάνη, «εἴσατο δʼ ὡς ὅτε ῥινόν», καὶ τὸ γνῶναι, «εἴσομαι, αἴ κέ μʼ ὁ Τυδείδης». καὶ ὅτι κατὰ ἀριστερὰ τοῦ ναυστάθμου ἡ πύλη. καὶ ὅτι μία. καὶ ὅτι εἴσατο νηῶν ἀντὶ τοῦ ἐπὶ τὰς ναῦς. ψιλοῦται δὲ ἐνταῦθα τὸ εἴσατο, ὅτι σημαντικόν ἐστι τοῦ ἐπορεύθη. καὶ τὸ «νῦν δʼ εἶμι» ψιλοῦται.
εἴσατο γὰρ νηῶν: ὥρμησεν. ἢ ἐφάνη, «εἴσατο δʼ ὡς ὅτε ῥινόν». «εἴσατο» ἔγνω, «εἴσομαι, αἴ κʼ ἔμʼ ὁ Τυδείδης». «εἴσατο» ὥρμησεν ἀπὸ τοῦ εἶμι· διὸ καὶ ψιλοῦμεν τὴν λέξιν.
τὸ δὲ εἴσατο ἀπὸ τοῦ εἶμι· διὸ καὶ ψιλοῦται. δηλοῖ δὲ ἡ λέξις τρία· τὸ ὥρμησεν, ὡς ἐνταῦθα. τὸ ἐφάνη, ὡς τὸ «εἴσατο δʼ ὡς ὅτε ῥινόν». τὸ ἔγνω, ἐξ οὗ καὶ τὸ «εἴσομαι αἴ κέ μʼ ὁ Τυδείδης».
εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά: αἰτίαν ἐπάγει τῆς ὑπὸ τοῦ Ἰδομενέως ἀναιρέσεως Ἀσίου, ὅτι κατὰ τὸ ἀριστερὸν τῶν νεῶν ὥρμησεν· ὁ γὰρ Ἰδομενεὺς ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ναυστάθμου ἐστίν, ὅπου καὶ Αἴας ἐνεώλκει παρὰ τὸ Ῥοίτειον, ὡς δῆλον ἐξ ἐκείνων τῶν στίχων· «ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν, ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω». εἰ τοίνυν εὑρίσκομεν ὑπὸ Ἰδομενέως ἀναιρούμενον ὡς ἂν τῶν Κρητικῶν νεῶν προμαχομένου, δῆλον ὡς ἀκόλουθόν ἐστιν ἐνθάδε τὸ νηῶν ἐπʼ ἀριστερά.
τῇ περ Ἀχαιοί ἐκ πεδίου νίσσοντο: ἐκεῖ γὰρ ἦν ἡ ἱππήλατος πύλη, διʼ ἧς ἐλαύνειν ἐπεχείρει ὁ Ἄσιος. ἔδει δὲ εἰπεῖν «εἰς πεδίον νίσσοντο». ἐκ πεδίου οὖν ἀντὶ τοῦ εἰς πεδίον.
πύλῃσιν: ὅτι πληθυντικῶς τὴν πύλην.
ἐπικεκλιμένας: ἀντὶ τοῦ κεκλεισμένας.
μακρὸν ὀχῆα: ὅτι ἑνικῶς εἴρηκεν ὀχῆα, δύο δέ εἰσιν· «δοιοὶ δʼ ἔντοσθεν ὀχῆες εἶχον ἐπημοιβοί».
μακρὸν ὀχῆα: τὸν ἐξ ἑκατέρου μέρους ἐπιβαλλόμενον μοχλόν φησι, «δοιοὶ δʼ ἔντοσθεν ὀχῆες εἶχον ἐπημοιβοί», ὡς τὸ «τὸν δʼ ἐλατῆρʼ ἀφίει».
ἀναπεπταμένας ἔχον—σαώσειαν μετὰ νῆας: πρὸς τὸ φιλάλληλον τῶν Ἀχαιῶν. τῷ δὲ Πριάμῳ ἐδέησε τοῦ καὶ παραγγεῖλαι· «πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ, εἰσόκε λαοί».
ἄλλως· τοῦτο ἀλλαχοῦ δεδήλωκεν εἰπὼν «πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ, εἰσόκε λαοί ἔλθωσι προτὶ ἄστυ». κατεῖχόν φησι αὐτὰς ἀναπεπταμένας ὥστε εἰσελθόντων κλεῖσαι.
τῇ ῥʼ ἰθὺς φρονέων ἵππους ἔχε: τὸ ἰθὺς φρονέων πρὸς τὴν δόκησιν τοῦ Ἀσίου φησί. δύναται δὲ τὸ φρονέων καὶ καθʼ ἑαυτὸ παραλαμβάνεσθαι, ἀντὶ τοῦ βουλευόμενος.
τῇ ῥʼ ἰθύς: κατʼ εὐθὺ τῶν πυλῶν. φρονέων δὲ ἐπιφρονηματισμένος.
οἱ δʼ ἅμʼ ἕποντο: ὅμοιοι τούτῳ καὶ οἱ ἑπόμενοι· διὸ ἐπʼ αὐτῶν τῷ ἐπιφθέγματι ἐχρήσατο «νήπιοι», τὴν εὐήθη αὐτῶν ἐπιβολὴν ἐξελέγχων.
κεκλήγοντες: ὡς ἀρήγοντες· οὐ γὰρ τὸ κεκληγότες ἐπλεόνασε τὸ ν, οὐδὲ παρὰ τὸ «ὀξέα κεκληγώς» ἐκλίθη, ἀλλὰ παρὰ τὸ κέκληγα γέγονεν ὁ ἐνεστὼς κεκλήγω, ὡς παρὰ τὸ «ἄνωγα» ἀνώγω, πέπληγα πεπλήγω, ἔνθεν τὸ «ἐπέπληγον πόδες ἵππων». ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων, ἔνθεν τὸ κεκλήγοντες.
ἀπὸ τοῦ κεκλήγω Συρακουσίου ἐνεστῶτος ἀκόλουθος μετοχὴ κεκλήγων βαρυνομένη.
πεσέεσθαι: ὅτι ἐπὶ τῶν Τρώων λέγει, ἀντὶ τοῦ ἐμπεσεῖν, ἐνσεῖσαι.
δύʼ ἀνέρας εὗρον ἀρίστους: ὑπερβάλλων ὁ ἔπαινος, ὅτι τὴν τοσούτων ἐπιφορὰν δύο ἀπεκρούσαντο· ἐνίους μὲν γὰρ διʼ ὅλου ἐξέχοντας προσάγει, ἐνίους δὲ ἐν τοῖς κατὰ μέρος συνίστησιν. ἄριστοι οὖν οἱ ἐν τῷ ἐπισφαλεστάτῳ κινδύνῳ ἀνδρισάμενοι, ἐν ᾧ καὶ τοὺς λοιποὺς Ἕλληνας φεύγειν συνέβαινεν. ἔστι δὲ καὶ ἀξιόπιστον στενὴν δίοδον ὑπὸ δυεῖν γενναίων φυλαχθῆναι συλλαμβανόντων ἄνωθεν ἀπὸ τοῦ τείχους.
ἀνέρας ... ἀρίστους υἷας ὑπερθύμους ... ἔκιον: Ζηνόδοτος καὶ Ἀριστοφάνης δυϊκῶς ἅπαντα, «ἀνέρε», «ἀρίστω», «υἷε ὑπερθύμω», «κιέτην»
Ζηνόδοτος δὲ «ἀνέρε … ἀρίστω» γράφει καὶ «υἷε ὑπερθύμω».
Λαπιθάων: Ἀρίσταρχος ἐκ τούτων φησὶν ὅτι Λαπίθαι μετὰ Ἰδομενέα νενεωλκήκασιν.
Λαπιθάων: Λαπίθαι ἥρωες—τὸ γένος ἔχοντες.
τὸν μὲν Πειριθόου υἷα, κρατερὸν Πολυποίτην,τὸν δὲ Λεοντῆα, βροτολοιγῷ ἶσον Ἄρηϊ υἱὸν ὑπερθύμοιο Κορώνου Καινεΐδαο: παρατήρει τὸ ποικίλον τῆς ἀπαγγελίας· ἑκατέρου γὰρ τὸ ὄνομα λέγει καὶ τὸν πατέρα μετὰ ἐπιθέτου. ἀλλʼ ὅρα τὴν ἐξαλλαγήν· τὸν μὲν τοῦδε υἷα, τὸν Πολυποίτην, τὸν δὲ οὐκέτι ἔφη Κορώνου υἷα, ἀλλὰ τὸ κύριον προέθηκεν· εἶτα ἐπαινέσας βροτολοιγῷ ἶσον Ἄρηϊ καὶ περὶ τοῦ πατρὸς ἀπέδωκεν, υἱὸν ὑπερθύμοιο Κορώνου Καινεΐδαο, εἰπών τε «υἷας» πάλιν ἐπήγαγεν υἷα, τὸν μὲν Πειριθόου υἷα καὶ υἱὸν ὑπερθύμοιο Κορώνου
ἶσον Ἄρηϊ: τινὲς ἐπάγουσι τῷ ἶσον Ἄρηϊ «υἱὸν ὑπερθύμοιο Κορώνου Καινείδαο»
θυράων: γράφεται καὶ «πυλάων».
ὡς ὅτε τε δρύες—ἀραρυῖαι: μάλιστα γὰρ βαθύρριζοι καὶ οὐχ ὑπείκουσαι ἀνέμοις οὐδὲ τοῖς τῶν ὄμβρων κατακλυσμοῖς. ἢ ἐξ ἑνὸς τὸ πᾶν.
ὡς ὅτε τε δρύες—ἀραρυῖαι: ἡ προκειμένη ἀπὸ τῶν δρυῶν εἰκὼν πρὸς τὴν στάσιν, ἡ δὲ τῶν συῶν πρὸς τὴν καρτερίαν τῶν βελῶν· καὶ τὸ δύο ὄντας ἀνθίστασθαι πολλοῖς ἀτάκτως βάλλουσιν εἴκασε συσὶ πρὸς πολλῶν κυνηγετῶν ἔφοδον ἀνθισταμένοις.
διηνεκέεσσιν: εἰς πλάτος καὶ μῆκος διηκούσαις. τῷ δὲ ψόφῳ τῶν ὀνομάτων τὸ μέγεθος ἐμφαίνει.
μίμνον ἐπερχόμενον μέγαν Ἄσιον: μέγαν· τὸ ἐγκώμιον Ἀσίου φθάνει καὶ ἐπὶ τοὺς ὑπομένοντας αὐτόν.
οἱ δʼ ἰθὺς πρὸς τεῖχος ἐύδμητον βόας αὔας: ὅτι οὕτως τὰς ἀσπίδας βόας αὔας. ἰθὺς δὲ τὸ κατʼ εὐθεῖαν. «εἶθαρ» δὲ τὸ εὐθέως.
αὔας: βαρυτονοῦσιν οἱ πλείους. Νικίας δὲ ὀξύνει διὰ τὸ μεταφραζόμενον, ἐπεὶ καὶ τὸ ξηράς ὀξύνεται. εἴρηται δὲ περὶ τῶν τοιούτων ὅτι οὐ δεῖ πρὸς μεταφραζόμενα τὰς λέξεις τονοῦν. ὁ δὲ Ἀσκαλωνίτης βαρύνει. χρὴ μέντοι γινώσκειν ὅτι μονήρης ἐστὶν ἡ λέξις· οὐδὲν γὰρ εἰς ος λῆγον καθαρὸν δισύλλαβον, τῇ αυ διφθόγγῳ κατὰ τὴν ἡμετέραν διάλεκτον παραληγόμενον, τριγενές ἐστιν· διὸ οὐδὲ ἀντιπαράθεσιν ἔσχεν. ἴσως δὲ βεβαρυτόνηται, ἐπεὶ καὶ τὸ ναῦος ἐβαρύνετο καὶ τὸ Τραῦος κύριον καὶ τὸ «ψαῦος» παρʼ Ἀλκμᾶνι
βόας αὔας: μονῆρες τὸ αὖος· οὐδὲν γάρ ἐστι δισύλλαβον εἰς ος καθαρὸν λῆγον, τῇ αυ παραληγόμενον, κοινὸν ἢ μόνον τὸ αὖος. βόας αὔας· τινὲς δὲ βόας ἀντὶ τοῦ βοέας.
καὶ Ἰαμενὸν καὶ Ὀρέστην Ἀσιάδην τʼ Ἀκάμαντα Θόωνά τε Οἰνόμαόν τε: οὗτοι τῶν περὶ τὸν Ἄσιόν εἰσιν ἄριστοι. ἐν δὲ τῇ προκειμένῃ διατάξει οὐκ ἀναγκαῖον ἦν καὶ τούτους καταλέγειν· εἰσὶ γὰρ κατὰ τὸ ἴδιον τάγμα τοῦ Ἀσίου, ἐκεῖ δὲ τοὺς ἀρίστους ἐξ ἁπάντων κατέλεγεν.
Ὀρέστην: ὅτι τῷ Ἀγαμέμνονος υἱῷ ὁμώνυμος εἷς τῶν βαρβάρων.
Οἰνόμαόν τε: πρὸς τὴν ὁμωνυμίαν τοῦ Οἰνομάου.
εἵως: ἀντὶ τοῦ τέως νῦν κεῖται, οἷον μέχρι τινός· διόπερ οὐχ ὑποστικτέον, ἐπεὶ μὴ κυρίως κεῖται.
ἐόντες: οὕτως Ἀρίσταρχος ἐόντες κατὰ τὴν εὐθεῖαν.
ἐόντας: «ἐόντες» αἱ πλείους.
Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε: ὑποστικτέον Τρῶας καὶ φόβος τε, περισσεύοντος τοῦ συνδέσμου τοῦ ἑξῆς, «ἐκ δὲ τὼ ἀΐξαντε». ἡ διπλῆ δέ, ὅτι τὸ φόβος ἀντὶ τοῦ φυγή.
ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε: ἐν τῷ περὶ Λαπιθῶν λόγῳ κατέθηκε καὶ τὰ ὑπὸ τῶν ἄλλων πραττόμενα ὅτι πρότερον μὲν ἔβαλλον ἄνωθεν, ὕστερον δὲ ἐφόδου γενομένης σφοδροτέρας τῶν πολεμίων ἐξέλιπον τὸ τεῖχος.
ἐκ δὲ τὼ ἀΐξαντε: περισσὸς ὁ δέ. εἰς δὲ τὸ ἀΐξαντε ὑποστιγμὴ θετέον.
ἐκ δὲ τὼ ἀΐξαντε: βέλτιον κατὰ τὸ σύνηθες ἐπὶ τὸ ἀΐξαντε διαστέλλειν.
δέχαται: οὕτως ἐν ἁπάσαις δέχαται.
δέχαται κολοσυρτόν: οὕτω δέχαται, δεδέχαται. δέχαται ὡς μένεται, «δεδαίαται», δέαται κολοσυρτὸς παρὰ τὸ τὰ κῶλα ἐπισύρειν, ἢ τὸν κολῳὸν καὶ συριγμόν.
δοχμώ: ὀξυτονητέον· ἔστι γὰρ δυϊκόν. τὸ δὲ δοχμός ὀξύνεται, ἐπεὶ τὰ εἰς μος μετʼ ἐπιπλοκῆς τοῦ χ ὀξύνεσθαι θέλει, αὐχμός, ἰωχμός. ταύτῃ καὶ πλοχμός, εἴτε συγκέκοπται εἴτε καὶ ἐντελές ἐστιν, ὀξυτονηθήσεται. οὕτως οὖν καὶ τὸ δοχμός.
ὀξυτονητέον τὸ δοχμώ· δυϊκὸν γάρ ἐστιν.
δοχμώ: δόχμιοι· παρʼ ἑκάτερα γὰρ αὐτοῖς πεφύκασιν οἱ ὀδόντες.
περὶ σφίσιν: ὀρθοτονητέον· εἰς γὰρ σύνθετον μεταλαμβάνεται.
ὀρθοτονητέον δὲ τὴν ἀντωνυμίαν εἰς σύνθετον μεταλαμβανομένην.
ἄγνυτον ὕλην πρυμνὴν ἐκτάμνοντες: διὰ τὸ παραθήγειν τοὺς ὀδόντας.
ἐκτάμνοντε δὲ τὴν ὕλην ἐν τῷ παραθήγειν δηλονότι τοὺς ὀδόντας.
πρυμνήν: ὡς «πυκνήν». εἴπομεν δὲ περὶ τούτου
πρυμνήν: ἄκραν, πρόρριζον.
ὑπαὶ δέ τε κόμπος ὀδόντων: τὸ ἑξῆς ὑπαὶ ὀδόντων.
τὸ ὑπαὶ δέ τε δὲ τῷ ὀδόντων συντακτέον.
ὣς τῶν κόμπει χαλκός: ὥσπερ ἀπὸ τῶν συῶν κόμπος γίνεται ἴσως οὖν πρὸς τοῦτο ἡ εἰκών.
ἄντην βαλλομένων: ἀμεταστρέπτως μαχομένων· οἱ γὰρ γενναῖοι ἐξ ἐναντίας μαχόμενοι τρώσεις δέχονται.
λαοῖσιν: οἱ περὶ Ζηνόδοτον «λάεσσι», τοῖς λίθοις. προπερισπαστέον δέ· ἐπὶ γὰρ τοῦ πλήθους ὁ λόγος, οὐ κ ἐπὶ τῶν λίθων· «λάεσσι» γὰρ ἐπʼ ἐκείνου τοῦ σημαινομένου λέγει.
λαοῖσιν: οὕτω τινὲς οὐ δεόντως. Ζηνόδοτος «λάεσσιν».
λαοῖσιν καθύπερθε πεποιθότες: τοῖς ἀπὸ τοῦ τείχους ὄχλοις θαρροῦντες.
λαοῖσιν καθύπερθε πεποιθότες: δῆλον ὡς ἐπὶ στρεψάντων εἶπε τὸ λαοῖσιν· προέφη γὰρ «Δαναῶν» δὲ «γένετο ἰαχή τε φόβος τε».
λαοῖσιν καθύπερθε πεποιθότες: δῆλον ὡς οὐ πάντες τοῦ τείχους κατῆλθον, ἀλλὰ μέρη τινὰ ἐκεῖ ἐλέλειπτο.
βίηφι: τὸ βίηφι χωρὶς τοῦ ι ἐστίν.
χερμαδίοισιν ἐϋδμήτων ἀπὸ πύργων βάλλον: περιπαθῶς πάνυ· οἷοι γὰρ ἦσαν οἱ ἄνωθεν μόνον τολμῶντες βάλλειν, προελθεῖν δὲ ἀδυνατοῦντες. ἐν δὲ τῇ ἐπεξεργασίᾳ καὶ αὔξεται τὸ πάθος, «ἀμυνόμενοι ὑπέρ τε ἑαυτῶν καὶ τῶν σκηνῶν»
ἀμυνόμενοι σφῶν τʼ αὐτῶν καὶ κλισιάων: ὅτι λείπει ἡ ὑπὲρ πρόθεσις.
ἅς τʼ ἄνεμος ζαὴς— ταρφειὰς κατέχευεν: πρὸς τὸ σύντονον καὶ πληκτικὸν τῶν λίθων. εἰς ἐπίτασιν οὖν τὸν ἄνεμον παρέλαβεν ὥστε σφοδροτέρως τὴν καταφορὰν γενέσθαι. «νιφάδες» δὲ χιόνες. ζαὴς ὡς ἀσεβής. τὸ δὲ ταρφειάς Ἀρίσταρχος ὀξύνει· καὶ οὕτως ἔχει ἡ παράδοσις.
ζαής: ὡς «ὑγιής»· οὕτως καὶ ὁ Ἀσκαλωνίτης. παραιτητέον δὲ τοὺς βουλομένους βαρύνειν, ἴσως πλανηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν περατωθείσης ῥηθήσεται δὲ ἐν τῇ μ τῆς Ὀδυσσείας περὶ τῆς προσῳδίας
ταρφειάς: Ἀρίσταρχος ὀξύνει ὡς πυκνάς. ὁ δὲ Θρᾷξ Διονύσιος ὁμοίως προεφέρετο τῷ ταχείας, παρὰ τὸ ταρφύς ἀρσενικόν, οὗ πολλαὶ ἦσαν χρήσεις παρὰ τοῖς παλαιοῖς καὶ παρʼ Ὁμήρῳ καὶ δῆλον ὅτι ἀναλόγως μὲν ἀναγινώσκει ὁ Θρᾷξ, ἐπεκράτησε δὲ ἡ Ἀριστάρχου.
ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον: πρὸς τὴν συνήθειαν τοῦ ποιητοῦ, ὅτι καταλλήλως τῷ βέλεα πληθυντικῷ ῥέον ἐπενήνοχε.
βέλεα ῥέον: ἐπέμεινε τῇ τροπῇ, τὸ συνεχὲς καὶ ἀδιαλείπτως δηλῶν.
ῥέον: οὕτως διὰ τοῦ ο, ῥέον. Ὁμηρικὸν τὸ σχῆμα.
ἀμφʼ αὖον: δύο μέρη λόγου ἐστίν, ἀμφὶ καὶ αὖον. οὕτως καὶ τὸ πληθυντικὸν οἶδεν «αὖα πάλαι, περίκηλα».
ἀμφʼ αὖον ἀΰτευν: δύο μέρη λόγου, ἀμφὶ καὶ αὖον, ἵνʼ ᾖ ἀμφʼ αὐτοὺς αὖον ἀΰτευν. κατεχρήσατο δὲ ἐπὶ ἀψύχων θεὶς τὸ ἀΰτευν. τινὲς δὲ περίξηρον, ἓν μέρος λόγου. τὸ δὲ ἀΰτευν ἐπὶ ἀψύχων.
βαλλόμεναι: Ἀρίσταρχος «βαλλομένων», ἄλλοι δὲ βαλλόμεναι.
βαλλόμεναι ... ὀμφαλόεσσαι: οὕτω Ζηνόδοτος, αἱ δὲ πᾶσαι «βαλλομένων». ὀμφαλόεσσαι δὲ ἀσπίδες αἱ περιφερεῖς ἢ πολλοὺς ὀμφαλοὺς ἔχουσαι.
καὶ ὣ πεπλήγετο μηρώ: ἀδύνατον τοῦτο ἐπὶ ὡπλισμένου. ἔστιν οὖν τὸ ἡμιστίχιον τοῦ ποιητοῦ.
ἀδύνατον τοῦτο ἐπὶ ὡπλισμένου. ἔστι δὲ μόνον τῆς λύπης δηλωτικόν, ὡς ἐν ὀχλήματι γενόμενον.
φιλοψευδής: ὀξυτονητέον ὁμοίως τῷ ἁπλῷ· τὰ γὰρ εἰς ης λήγοντα ὑπὲρ μίαν συλλαβήν, ὀξυνόμενα, συντιθέμενα πάντα θέλει φυλάσσειν τὸν αὐτὸν τόνον, ὑπεσταλμένου τοῦ «ἀληθής», σαφὴς, ἀσαφής, ἀντεραστής, φιλαθλητής. οὕτως καὶ φιλοψευδής. οὐ λέλησμαι ὅτι τὸ κριτής ἔσθʼ ὅτε καὶ μεταβολὴν ποιεῖται τόνου, οἷον ἐν τῷ ξενοκρίτης.
ὀξύνεται δέ· τὰ γὰρ εἰς ης ὑπὲρ μίαν συλλαβήν, ὀξυνόμενα, ἐν τῇ συνθέσει φυλάσσει τὸν τόνον, σεσημειωμένου τοῦ «ἀληθής». καὶ τὸ κριτής δὲ ἔσθʼ ὅτε μεταβολὴν τόνου ποιεῖται.
φιλοψευδής: φιλῶν ἀπατᾶν· ψεύδειν γὰρ τὸ ἀπατᾶν. ἴσως δὲ διὰ τὰς βροντὰς τοῦτό φησιν, ὡς δῆθεν ταύτας σημεῖα τῆς νίκης εἰληφώς.
ἥρωας Ἀχαιούς: ὅτι πάντας κοινῶς καὶ οὐ τοὺς ἡγεμόνας μόνους ἥρωας καλεῖ.
ὥς τε σφῆκες μέσον αἰόλοι: παμφάγοι γάρ εἰσιν. αἱ δὲ μέλισσαι ἁπλῆν ἔχουσι τὴν χρόαν, ἐπεὶ ἓν ἐσθίουσιν. ἀξιόπιστος δὲ ὁ παρὰ τῶν πολεμίων ἔπαινος. εὐτελεῖ δὲ ζῴῳ καὶ θυμικῷ παρέβαλλε, τὴν μὲν ἀλκὴν ὁμολογεῖν ἀναγκαζόμενος, ἀφαιρούμενος δέ τι τοῦ τῶν ἀνδρῶν ἀξιώματος διὰ τῆς τοῦ ζῴου σμικρότητος.
σφῆκες … ἠὲ μέλισσαι: διʼ ἀμφοῖν ἓν δηλοῦται.
μέσον αἰόλοι: τὸ μέσον εὐκίνητοι διὰ τὴν ἐντομήν.
διʼ ἀμφοτέρων ἓν δηλοῦται τῶν κατὰ τὸ μέσον εὐκινήτων διὰ τὴν ἐντομήν. μέσον αἰόλοι: ποικίλοι τὰ μέσα—εὐκινήτους.
ἀλλὰ μένοντες ἄνδρας θηρητῆρας ἀμύνονται περὶ τέκνων: τὸ ἄνδρας θηρητῆρας ἑκατέρωσε δύναται προσνέμεσθαι.
τὸ δὲ ἄνδρας θηρητῆρας ἀμφοῖν δύναται εἶναι.
ἀμύνονται περὶ τέκνων: συλληπτικῶς· τοῦτο γὰρ σφηκῶν, μελισσῶν δὲ τὸ ὑπὲρ τοῦ μέλιτος.
ὣς οἵ γε: Ἀρίσταρχος «ὣς οἵδε».
καὶ δύʼ ἐόντες χάσσασθαι: ἐν ὑπερβολῇ· οἱ μὲν γὰρ προϊστάμενοι σφῆκες ὑπὲρ τῶν τέκνων πλείους εἰσίν.
ἐν ὑπερβολῇ τὸ δύο· οἱ μὲν γὰρ τῶν τέκνων προϊστάμενοι σφῆκες καὶ τῶν μελισσώνων αἱ μέλισσαι πλείους εἰσίν. οὗτοι δὲ καὶ δύο ὄντες κρείττονα διαπράττονται.
ἠὲ ἁλῶναι: καὶ οἱ ῥήτορες ἁλῶναι διχῇ φασι, τὸ κριθῆναι θανάτου.
οὐδὲ Διὸς πεῖθε φρένα: ἠθικῶς πάνυ τῇ ἀναφωνήσει. ἅμα δὲ καὶ προλαμβάνει τι τῶν ἑξῆς, θεραπεύων τὸν ἀκροατὴν ὅτι οὐ τῆς Ἕκτορος ἀρετῆς ἥττους ἐφάνησαν Ἕλληνες, τὸ κατόρθωμα Διὸς εἶναι λέγων.
ἠθικῶς τῇ ἀναφωνήσει χρῆται, θεραπεύων τὸν ἀκροατὴν ὅτι οὐκ ἐκ τῆς Ἕκτορος ἀρετῆς τοιαῦτα Ἕλληνες ἐπεπόνθεισαν, ἀλλʼ ἐκ τῆς Διὸς ἐπικουρίας, οὗ τὸ κατόρθωμα.
ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσιν:ἀπὸ τούτου ἕως τοῦ «πάντες, ὅσοι Δαναοῖσιν» ἀθετοῦνται στίχοι ἕξ, ὅτι παρῴδηνται ἐκ τοῦ «ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσι». πρὸς ποίας δὲ πύλας ἐμάχοντο; οὐδέπω γὰρ διαβεβήκασι τὴν τάφρον. γελοῖον δὲ καὶ τὸ «ἀργαλέον δέ με ταῦτα θεὸν ὣς πάντʼ ἀγορεῦσαι»· τί γὰρ εἴρηται ἤδη τῆς τειχομαχίας; πόθεν δὲ «θεσπιδαὲς πῦρ» οὐδέπω γὰρ πυρὶ κέχρηνται, ἀλλʼ ὕστερον λέγει ὁ Ἕκτωρ· «οἴσετε πῦρ». εὔηθες δὲ καὶ τὸ λέγειν ὅτι ἠνιῶντο οἱ βοηθοῦντες τοῖς Ἕλλησι θεοὶ ἐπὶ τῷ ἐλαττοῦσθαι αὐτούς τῷ δὲ «λάϊνον· Ἀργεῖοι δέ» διπλῆν παρατιθέασιν ἔνιοι διὰ τὸ ὑπερβατόν, «περὶ τεῖχος λάϊνον» ἠθετοῦντο δὲ καὶ παρὰ Ἀριστοφάνει· παρὰ Ζηνοδότῳ δὲ οὐδὲ ἐγράφοντο.
Ζηνόδοτος οὐδὲ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ.
ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι—πόλεμον καὶ δηιοτῆτα: ἀθετεῖ Ἀρίσταρχος, πρῶτον μὲν διὰ τὸ πύλας ἄλλας ὀνομάζεσθαι· ἀρέσκει γὰρ αὐτῷ μίαν εἶναι τὴν ἐν τῷ τείχει πύλην· εἶτα διὰ τὸ ἀργαλέον δέ με ταῦτα· φησὶ γὰρ ὅτι καὶ μὴν ἔφρασε τὴν τειχομαχίαν, εἰπὼν δὲ «πληθὺν δʼ οὐκ ἂν ἐγώ» ἐσιώπα τὸ πλῆθος· εἶτα καὶ διὰ τὸ Λαπίθαι· εἰ μὴ γὰρ τοὺς πατέρας αὐτῶν οὐ καλεῖ Λαπίθας ὁ ποιητής.
ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι—πόλεμον καὶ δηϊοτῆτα: Πῖος ἀπολογούμενος πρὸς τὰς ἀθετήσεις Ἀριστάρχου ταῦτά φησιν ὅτι Ἄσιος μὲν περὶ τὴν μίαν πύλην τὴν ἱππήλατον ἐμάχετο, οἱ δὲ περὶ τὸν Ἄσιον περὶ τὰς μικρὰς πύλας· τῷ γὰρ ἄλλας μικρὰς εἶναι πύλας οὐδʼ αὐτὸς Ἀρίσταρχος ἀντιλέγει· πῶς γὰρ τοσοῦτον πλῆθος ἐν τῷ φεύγειν διὰ μιᾶς εἰσῄει; τὸ δὲ ἀργαλέον δέ με ταῦτα πάνυ μετρίως φησὶν εἰρῆσθαι· ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον διεξιὼν καὶ τρόπους τῶν ἀναιρέσεων καὶ λόγους τῶν τε ἀναιρούντων καὶ πιπτόντων καὶ συμπτώματα τῆς τύχης καὶ πολυμερῆ μάχην, εἰκότως ἐνδείκνυται δυσχερῆ τὴν τῶν τοιούτων διήγησιν. τὸ δὲ Λαπίθαι γελοιότατον· πῶς γὰρ ἄλλως ἦν ὀνομάσαι τοὺς τῶν Λαπιθῶν υἱοὺς ἢ τῷ τῶν πατέρων ὀνόματι; ἄλλως τε καὶ Ὁμηρικὴν ἐνάργειαν ἔχουσιν οἱ στίχοι.
πάντῃ γὰρ περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον: λιθίνου τοῦ τείχους ὄντος καὶ τῶν Τρώων βαλλόντων, ἐκ τῆς συγκρούσεως τῶν βαλλομένων πῦρ ἅπτεσθαί φησι πανταχόθεν τοῦ τείχους. ἔχει δὲ ἔμφασιν ὁ λόγος.
περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον: τὸ θερμὸν τῆς μάχης πῦρ φησιν. δύναται δὲ καὶ κυρίως πῦρ λέγειν, ἵνα καὶ τὸ τεῖχος αὐτὸ ἐμπρῆσαι ἐπιχειροῦντας εἰσάγῃ τοὺς βαρβάρους. καὶ τὸ λάϊνον ἐπήγαγεν ὥσπερ ἐπιμωκώμενος αὐτοὺς ἐπιχειροῦντας ἐμπρῆσαι λίθους. λέγουσι δὲ πάντας ἐπελθεῖν πλὴν Ἕκτορος διὰ τὸ σημεῖον θεσπιδαὲς δὲ τὸ ὑπὸ θεῶν ἀναπτόμενον, ἢ τὸ ὑπὸ θείου δαιόμενον.
περὶ τεῖχος ὀρώρει θεσπιδαὲς πῦρ λάϊνον: βραχὺ διασταλτέον ἐπὶ τὸ πῦρ· ἔστι γὰρ τεῖχος λάϊνον τὸ ἑξῆς· ἄκαιρον γὰρ τὸ λάϊνον πῦρ, εἴ τις συνάπτοι.
ὑποστικτέον δὲ εἰς τὸ πῦρ· ἔστι γὰρ τεῖχος λάϊνον, οἱ δὲ τὸ πῦρ
Ἀργεῖοι δὲ καὶ ἀχνύμενοί περ ἀνάγκῃ νηῶν ἠμύνοντο: ἡ τελευταία λέξις ἡ ἀνάγκῃ κεχωρίσθαι ὀφείλει τῶν ἄνω, ἵνα σαφέστερον παραστῇ ἥ τε ἐπίτασις καὶ ἡ ἐναντίωσις. δυνατὸν δὲ καὶ συνάπτοντα μέχρι τοῦ νηῶν ἀπʼ ἄλλης ἀρχῆς λέγειν ἠμύνοντο, ἵνα ᾖ ἀχνύμενοι περὶ νηῶν.
εἰς τὸ πέρ ὑποστικτέον καὶ τὰ ἑξῆς συνδετέον.
θεοὶ δʼ ἀκαχείατο θυμόν πάντες, ὅσοι— ἦσαν: ἐλπίδα ὑποβάλλει τοῖς ἀκροαταῖς ὅτι οὐκ ἦν ταῦτα ἀρεστὰ θεοῖς, ἀλλὰ διενοοῦντο μὲν καὶ αὐτοὶ βοηθεῖν, ᾐδοῦντο δὲ Δία.
θυμόν: ἐν ἄλλῳ «θυμῷ».
ἐπιτάρροθοι: ἡ ταρ πλεονάζει ὡς ἐν τῷ ἀταρτηρός ἡ δὲ μεταφορὰ ἀπὸ τῶν τοῖς κυσὶ βοῇ κελευόντων.
σὺν δʼ ἔβαλον Λαπίθαι πόλεμον καὶ δηϊοτῆτα:ἐπεὶ προεῖπεν «Ἕκτορι γάρ οἱ θυμός», τὸ μὲν εἰς ὕστερον ταμιεύεται, ἐπὶ δὲ τοῦ παρόντος πλεονεκτοῦντας ποιεῖ τοὺς Ἕλληνας, ἕως ἂν ἡ ἀπὸ τοῦ Διὸς βοήθεια μεταγάγῃ τὴν εὐημερίαν ἐπὶ τὸν Ἕκτορα.
χαλκοπαρῄου: παραγώγως· οὐχ ὑπόκειται γὰρ τὸ παρήϊον.
κατὰ ζωστῆρα τυχήσας: ἐκεῖ τὸ τυφλόν ἐστιν ἔντερον. τὸ δὲ «αὐτοσχεδίην» ἐπίρρημα.
Ἰαμενόν: Ἀρίσταρχος ψιλοῖ. ὁ δὲ Ἀσκαλωνίτης φησίν· «ἐὰν μὲν ἀπὸ τῆς ἰάσεως, ψιλωτέον, ἐὰν δὲ ἀπὸ τῆς ὁρμῆς, δασυντέον». ἄμεινον δὲ προκρίνειν τὴν Ἀριστάρχου· οὐδὲν γάρ ἐστι κωλῦον τὴν ἀνάγνωσιν αὐτοῦ.
Ὀρέστην: πρὸς τὴν ὁμωνυμίαν.
ὄφρʼ οἱ τοὺς ἐνάριζον ἀπʼ ἔντεα μαρμαίροντα—οἵ ῥʼ ἔτι μερμήριζον: ὑποστιγμαὶ ἐν ὑποκρίσει μαρμαίροντα, νῆας, διαστολαὶ δὲ ἕποντο, ἔσαν. ἡ δὲ ἀνταπόδοσις οἵ ῥʼ ἔτι μερμήριζον· διόπερ οὐ χωριστέον στιγμαῖς· εἷς γὰρ ὁ λόγος.
οἳ πλεῖστοι καὶ ἄριστοι ἔσαν: καὶ τοῦτο ὑπὲρ παραμυθίας ὅτι τὸ πλεῖστον καὶ ἀκμαιότατον τῶν βαρβάρων ἦν τὸ πλεονεκτῆσαν ἐν τῇ μάχῃ.
οἵ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ:καὶ μὴν ἔδει διώκειν μᾶλλον· ἀπογνόντες γὰρ τῆς ἀνακομιδῆς δεινότεροι ἂν εἶεν. ἀλλʼ ἐναγώνιός τε γίνεται ἡ ποίησις καὶ αἱ ἀπειλαὶ αὐτοῦ «ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτούς».
οἱ ῥʼ ἔτι μερμήριζον ἐφεσταότες παρὰ τάφρῳ:ἅμα τῇ ἐφόδῳ Ἀσίου ταῦτα γράφει. ἀλλʼ ἅμα πάντα λέγειν ἀδύνατον.
αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων:μέσος διῆλθεν, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ τὸν Τρωϊκὸν λαὸν ἐέργων, ἐν δεξιᾷ δὲ δηλονότι τὸ Ἑλληνικὸν στρατόπεδον ἔχων.
αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων:ὅτι ἀφορίζων, ἔφη, ἐπὶ τὰ ἑαυτοῦ ἀριστερὰ ὁ ἀετός.
αἰετὸς ὑψιπέτης ἐπʼ ἀριστερὰ λαὸν ἐέργων:οἱ μὲν εἰς τὸ ἀριστερά στίζουσι, καὶ τὸ ἐέργων ἀντὶ τοῦ κωλύων· οἱ δὲ ὑφʼ ἓν ἐπʼ ἀριστερὰ ἐέργων, ἀφορίζων ἐπὶ τὰ ἀριστερὰ μέρη τὸν λαόν.
βέλτιον μέσον μὲν τὸν ἀετὸν ἔρχεσθαι τοῦ πλήθους, ἀνείργειν δὲ αὐτοὺς ἐπὶ τὰ ἀριστερὰ φερομένους· διὸ συναπτέον ἐπʼ ἀριστερὰ λαὸν ἐέργων.
ὑψιπέτης: Ἀρίσταρχος ἐβάρυνεν εὑρὼν τὸ «ὠκυπέτα, χρυσέῃσιν ἐθείρῃσιν» οὕτως κεκλιμένον, ὡσεὶ καὶ ἀπὸ τοῦ παντοπώλης παντοπῶλα. πρόδηλον δὲ κἀκ τῶν διαλέκτων· «ὑψιπέτας» γὰρ εὑρέθη κατὰ τροπὴν τοῦ η εἰς τὸ α, ὅπερ ζητεῖ καὶ ἡ κλίσις καὶ ἡ βαρεῖα τάσις. τινὲς μέντοι ἐτόλμησαν τὸ ὑψιπέτης περισπάσαι, ἐπεὶ ἐν ἑτέροις ἔφη «ὥστʼ αἰετὸς ὑψιπετήεις». ὡς οὖν τὸ «τιμήεις ἔσομαι» ἐγένετο τιμῆς, «οὐκέθʼ ὁμῶς τιμῆς ἔσεαι», οὕτως ὑψιπετήεις ὑψιπετῆς. ἀλλʼ ἐπὶ μὲν τοῦ τιμῆς εὕρομεν αἰτιατικήν, «καὶ χρυσὸν τιμῆντα», ἥτις ἐδίδασκε τὸ τῆς εὐθείας πάθος· ἐπὶ δὲ τοῦ προκειμένου οὐδὲν εὕρομεν τοιοῦτο. ἔνθεν ἐπείσθημεν τῷ Ἀριστάρχῳ.
ἐπʼ ἀριστερά: τὰ δυτικά.
ἐπʼ ἀριστερὰ λαὸν ἐέργων: ὑποχωρῆσαι συμφέρον —χαριζόμενος Θέτιδι.
φοινήεντα: ᾑματωμένον· αὐτὸν γὰρ ἐσθίει.
φοινήεντα δράκοντα φέρων— ζῳὸν ἔτʼ ἀσπαίροντα, καὶ οὔπω λήθετο χάρμης: ὁ δράκων. πιθανῶς δὲ τὸ οὔπω, οἷον καίτοι ἤδη λελωβημένος. καὶ τὸ ἔτι ἀσπαίροντα τὸν ἤδη κεκακωμένον παρίστησι καὶ τὸ φοινήεντα πεφοινιγμένον ὑπὸ τοῦ ἰδίου αἵματος.
κόψε: τὸ ταχὺ τῆς πληγῆς διὰ τῆς λέξεως ἐσήμανεν.
γάρ αὐτον: οὕτως ἐγκλιτέον τὴν ἀντωνυμίαν κατʼ αἰτιατικὴν πτῶσιν. μέμνηται καὶ Ἡρωδιανὸς καὶ Ἀπολλώνιος
ἰδνωθείς: ψιλωτέον τὸ ι. οὕτως καὶ Ἀλεξίων καὶ οἱ ἄλλοι. προείρηται δὲ ἡμῖν ἐν τῇ Β
ψιλωτέον τὸ ἰδνωθείς.
ἰδνωθείς: τὸ ὑγρὸν τοῦ δράκοντος ἐσήμανε· τοσοῦτον, φησίν, ἐπικαμφθεὶς ὡς τὸ ἰνίον αὐτοῦ δονηθῆναι.
μέσῳ δʼ ἐγκάββαλʼ ὁμίλῳ: τῷ μεταιχμίῳ πρὸς τὸ μὴ διαβῆναι· ὡς γὰρ ὁ ἀετὸς ἐπὶ τὰ ξένα ἑαυτοῦ τοῦ τέλους ἠστόχησεν, οὕτω καὶ οἱ Τρῶες.
πνοιῇς ἀνέμοιο: ὅτι λείπει τὸ ἅμα, ἅμα πνοιῇσιν ἀνέμοιο.
πνοιῇς ἀνέμοιο: τῷ πνέοντι ἀνέμῳ δοὺς ἑαυτὸν διὰ τὸ ὀδυνηθῆναι. καὶ ἡμεῖς οὖν «οὐ κόσμῳ παρὰ ναῦφιν ἐλευσόμεθα» τῇ πνοῇ τῆς εὐχῆς ἑπόμενοι.
Τρῶες δʼ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν:πῶς, φασί, βοηθῶν τοῖς βαρβάροις ἐπιπέμπει νῦν οἰωνὸν ἀποτρέποντα τῆς διαβάσεως; ἄριστα δὲ ἔχει καὶ τοῦτο τῷ Ὁμήρῳ· τὴν μὲν γὰρ διάβασιν ἤθελε γενέσθαι ὁ θεὸς πρὸς τὸ ἀναστῆσαι Ἀχιλλέα. ᾔδει δὲ μὴ πεισόμενον Ἕκτορα τῷ σημείῳ, πρὸς δὲ τὸ μὴ δόξαι ἀπατᾶν τοὺς Τρῶας τοῦτο ποιεῖ. οὐ κρίνει δὲ Ἕλενος πρὸς τὸ μὴ πεισθῆναι Ἕκτορα· ἀπίθανον γὰρ ἦν ἀπειθῆσαι τῷ μάντει.
Τρῶες δʼ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν:εἰκότως ἐπιστῆναί φησι τοὺς Τρῶας· ἐν γὰρ τοιούτῳ καιρῷ φανὲν πρὸ τῆς μελλούσης ἐγχειρήσεως ἐναργῶς ἐδόκει σημεῖον εἶναι κρίσεως δεόμενον.
ὅπως ἴδον αἰόλον ὄφιν: μείουρος ὁ στίχος. ἀκέφαλος «ἐπειδὴ νῆάς τε», λαγαρὸς «τῶν αὖθʼ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε». οἱ δὲ «ὄπφιν» φασίν· ἐμφαντικώτερον δὲ ἐχρήσατο τῇ τοῦ στίχου συνθέσει, καίτοι γε ἐγχωροῦν εἰπεῖν «ὅπως ὄφιν αἰόλον εἶδον»· τὴν γὰρ κατάπληξιν τῶν Τρώων καὶ τὸν φόβον παρίστησι τῷ τάχει τοῦ στίχου εἰς βραχείας τελευτῶντος συλλαβάς.
αἰόλον ὄφιν: τὸν πολυποίκιλον—καὶ καλεῖται μείουρος.
Ἕκτορα εἶπεν: ὅτι λείπει ἡ πρός, πρὸς Ἕκτορα.
Ἕκτορ, ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν: σημειοῦνταί τινες ὅτι τοῦτο ὡς γενόμενον λέγει, γινόμενον δὲ οὐ παρίστησι. καὶ παρεῖται ἡ πρόθεσις· ἐν ἀγοραῖς γάρ. τινὲς δὲ οὕτως ὅτι ἀγορῇσιν ἀντὶ τοῦ ἀγορεύσεσιν εἴρηκεν.
ἐπιπλήσσεις: οὕτως διὰ τοῦ π, ἐπιπλήσσεις.
ἀεὶ μέν πώς μοι ἐπιπλήσσεις ἀγορῇσιν ἐσθλὰ φραζομένῳ: προδιορθώσει χρῆται εἰδὼς ἀπειθήσοντα· πρώην δὲ οὐχ οὕτω διὰ τὸ κεχαρισμένα λέγειν. ἐπιπλήσσεις δέ, ἡ γραφὴ διὰ τοῦ π, οὐχὶ διὰ τοῦ ν. φασὶ δὲ τὸν πατέρα τοῦ Πολυδάμαντος Πάνθουν Δελφὸν εἶναι τὸ γένος· Τρῶας δέ ποτε θεοπρόπους ἐλθόντας αὐτόσε ἀγαγεῖν αὐτὸν πρὸς τὸν Πρίαμον ἐπὶ τῷ διηγήσασθαι τὸν χρησμὸν καὶ οὕτως αὐτὸν ἐκεῖ μεῖναι.
οὐδὲ μὲν οὐδὲ ἔοικε: μὲν ἀντὶ τοῦ μήν. περισσὴ δὲ μία ἀπόφασις.
οὐδὲ ἔοικε δῆμον ἐόντα παρὲξ ἀγορευέμεν: προλαμβάνει τὴν ἐπίπληξιν τοῦ βασιλέως, ὑπομαλάσσων αὐτόν· φησὶ γοῦν ὅτι οὐκ ἔστιν ἰσηγορία τοῖς δημόταις πρὸς τοὺς βασιλέας. αὔξεται δὲ ἀρχὴ ὑπὸ χρηστῆς παραινέσεως.
δῆμον: βαρυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ «δημόν» ὀξυνομένου ἐν τῇ Θ ῥαψῳδίᾳ. οὕτως Ἡρωδιανός
δῆμον: ὅτι ἀντὶ τοῦ δημότην, ἰδιώτην. οὕτως Ἡρωδιανός, δῆμον.
παρὲξ ἀγορευέμεν: παρὰ τὸ δέον, παρὰ τὸ κελευόμενον πράσσειν.
σὸν δὲ κράτος: ἐν ἄλλῳ «σὸν δὲ κλέος».
νῦν δʼ αὖτʼ ἐξερέω: σοί. νῦν ἀντὶ τοῦ «οὐκ ἐν ἅπασιν»· Ἕκτωρ γὰρ οὐ τὴν παραίνεσιν ἀποστρέφεται, ἀλλὰ τὴν ἐν ἅπασιν ἰσηγορίαν. τὰ δὲ Ἑλληνικὰ πλησίον δημοκρατίας, καὶ παρρησία πολλὴ τοῖς ἡγεμόσι· πρὸς γοῦν τὸν Ἀγαμέμνονα Διομήδης φησὶν «Ἀτρείδη, σοὶ πρῶτα μαχήσομαι ἀφραδέοντι», ὁ δὲ Ὀδυσσεὺς «οὐλόμενʼ, αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν».
ἄριστα: τῶν συμφερόντων δηλονότι.
μὴ ἴομεν: ὅτι ἀντὶ τοῦ μὴ ἴωμεν συνέσταλκεν.
ὧδε γὰρ ἐκτελέεσθαι ὀΐομαι: ἄμεινον τελειοῦν εἰς τὸ ὀΐομαι, καὶ τὸ ἑξῆς τοῖς μετʼ αὐτὸ συνάπτειν.
Τρωσίν: καὶ μὴ Ἕλλησιν.
ὄρνις ἐπῆλθε: χωρὶς τῆς προθέσεως αἱ Ἀριστάρχου.
ὄρνις ἐπῆλθε: «ὄρνις ἦλθε» χωρὶς τῆς ἐπί αἱ Ἀριστάρχου. καὶ Ἀττικῶς ἐξέτεινε τὸ ὄρνις.
ὣς ἡμεῖς—ἐλευσόμεθʼ αὐτὰ κέλευθα: ὥσπερ γὰρ κατʼ ἀρχὰς κρατήσας ὁ ἀετὸς διὰ τῆς ἁρπαγῆς ὕστερον κακόν τι προσλαβὼν ἀφῆκε τὴν ἄγραν, οὕτω καὶ αὐτοὶ πεισόμεθα.
ὣς ἡμεῖς: τοὺς συνεχομένους Ἕλληνας εἴκασε τῷ δράκοντι.
παρὰ ναῦφιν: ἀπὸ τῶν νηῶν.
αὐτὰ κέλευθα: τὴν αὐτὴν ὁδόν, διʼ ἧς ἤλθομεν. λείπει δὲ τὸ τά.
ὧδέ χʼ ὑποκρίναιτο θεοπρόπος, ὃς σάφα θυμῷ εἰδείη τεράων καί οἱ πειθοίατο λαοί: ἀμφίβολον· εἰ μὲν ὑφʼ ἕν τις λέγοι ὃς σάφα θυμῷ εἰδείη τεράων καί οἱ πειθοίατο λαοί, καὶ τοῦτο παρειληφὼς εἰς ἀξιοπιστίαν ἔσται τοῦ μάντεως. εἰ δὲ χωρίζοιτο τῇ ἀνυποκρίτῳ ὑποστιγμῇ ἐκεῖνο μὲν ἔσται διὰ μέσου ὃς σάφα θυμῷ εἰδείη τεράων, τὸ δὲ ἑξῆς ὧδε χʼ ὑποκρίναιτο θεοπρόπος καί οἱ πειθοίατο λαοί· οὕτως ἂν ἀποκρίναιτο μάντις, καὶ αὐτῷ πεισθείη τὸ πλῆθος.
ὧδε χʼ ὑποκρίναιτο—λαοί: οὕτως ἂν ἀποκρίναιτο θεοπρόπος, καὶ πειθοίατο αὐτῷ οἱ λαοί, ἢ ὃς καὶ οἶδε καὶ ἀξιόπιστός ἐστιν. ἑαυτὸν δὲ ἔοικεν ἀποδέχεσθαι τῆς ἐπιλύσεως ὁ ποιητής. τὸ δὲ σημεῖον ὅτι καὶ Ἕκτωρ τὸ στῆθος ἐβλήθη καὶ ὅπως θαρσαλεώτεροι γένοιντο Ἕλληνες.
ὃς σάφα θυμῷ εἰδείη τεράων: οἷον ὡς ἂν μαντικὸς ἀνὴρ συμβάλοι, οἷον οὐκ ἐκ στοχασμοῦ, ἀλλʼ ἐξ ἐφόδου τεχνικῆς τὴν ἐξήγησιν ποιούμενος.
ὑποκρίναιτο: ὅτι ἀντὶ τοῦ ἀποκρίναιτο.
ὑποκρίναιτο: ἀποκρίναιτο.
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ: ὅτι Ζηνόδοτος γράφει «τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ». βέλτιον δὲ τὸν δʼ ἄρʼ ὑπόδρα ἰδών· εὐθέως γὰρ τὸ δυσάρεστον ἐμφαίνει διὰ τῆς ὄψεως.
Πουλυδάμα: αἱ Ἀριστάρχου χωρὶς τοῦ ν, παρὰ τὴν ἀναλογίαν. Ζηνόδοτος δὲ καὶ Χαμαιλέων σὺν τῷ ν, «Πουλυδάμαν».
Ἡρακλέους πορθήσαντος—καὶ τὸν Ἕκτορα γεννηθῆναι.
οὐκέτʼ ἐμοὶ φίλα: φίλως. τυραννικῶς δέ· τί γάρ, εἰ τὰ συμφέροντα λέγει τῷ πλήθει; περισσὸν δὲ τὸ ἔτι.
οἶσθα: οὐκ ἄλλος, ἀλλὰ σύ· τὸ μὲν γὰρ ἀνοίας, τὸ δὲ μοχθηρίας ἐστίν.
Ζηνὸς μὲν … λαθέσθαι: ἀμελῆσαι. ἡ εἰς ἄτοπον δὲ ἀπαγωγή. μέμνηται δὲ τῶν Ἴριδος λόγων οὐ μαντικὴν δὲ ἀναιρεῖ, ἀλλὰ Διὸς γνώμην προτιμᾷ.
ἀμελῆσαι. διὰ τῆς εἰς ἄτοπον ἀπαγωγῆς. οὐ μαντικὴν δὲ ἀναιρεῖ, ἀλλὰ τὴν Διὸς προτιμᾶται γνώμην.
βουλέων: ἡ πρώτη λέξις ὑπὸ τῆς συνηθείας τοῖς ἄνω προσδίδοται. δύναται δὲ καὶ τοῖς ἑξῆς.
τύνη δʼ οἰωνοῖσι—κελεύεις πείθεσθαι: ὁ φρόνιμος καὶ θεοὺς τιμήσει καὶ οἰωνοῖς πείσεται, ὡς ὁ Ὀδυσσεύς τὸ δὲ πείθεσθαι ἀντὶ τοῦ πιστεύειν.
ὁ φρόνιμος καὶ θεὸν τιμᾶν οἶδε καὶ οἰωνοῖς πείθεσθαι, ὅπερ Ἕκτωρ οὐ συνίησιν.
τῶν: οὐ πάντων, ἀλλὰ τῶν φανέντων νῦν.
εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε: ὅτι δύο διαστάσεις οἶδεν Ὅμηρος κοσμικάς, ἀνατολὴν καὶ δύσιν. καὶ δεξιὰ μὲν τὰ πρὸς ἀνατολάς, ἀριστερὰ δὲ τὰ πρὸς δυσμὰς λέγει.
εἴτʼ ἐπὶ δεξιά εἴτʼ ἐπʼ ἀριστερά: τινὲς δεξιὰ τὰ νότια, ἀριστερὰ τὰ βόρεια.
εἶς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης:εἴ τις βούλοιτο ἐπὶ τὸ ἄριστος βραχὺ διαστέλλειν, τάχʼ ἂν εἴη σαφέστερον τὸ λεγόμενον.
εἶς οἰωνὸς ἄριστος: ἐκεῖνος μόνος ἄριστος οἰωνὸς ὁ ὑπὲρ πάτρης κελεύων ἀγωνίζεσθαι. κελεύει δὲ ἡμᾶς φιλοπάτριδας εἶναι.
ἀμύνεσθαι περὶ πάτρης: ἀμύνεσθαι τοὺς ἐχθροὺς ὑπὲρ πάτρης μαχομένους.
εἴ περ γάρ τʼ ἄλλοι γε περὶ κτεινώμεθα πάντες νηυσὶν ἐπʼ Ἀργείων, σοὶ δʼ οὐ δέος ἔστʼ ἀπολέσθαι· οὐ γὰρ—ὀλέσσεις: ἀποτρέπει τοὺς ἄλλους πείθεσθαι αὐτῷ, τὸ τῆς συμβουλῆς εἰς δειλίαν τρέπων.
νηυσὶν ἐπʼ Ἀργείων: παρὰ Ζηνοδότῳ «νηυσὶν ὑπʼ Ἀργείων».
τὸ δὲ νηυσὶν ἐπʼ Ἀργείων Ζηνόδοτος «νηυσὶν ὑπʼ Ἀργείων» γράφει.
οὐ γάρ τοι κραδίη μενεδήϊος οὐδὲ μαχήμων:ἐντεῦθεν ἐκινήθησαν οἱ περὶ καρδίαν τὸ ἡγεμονικὸν λέγοντες εἶναι.
παρφάμενος ἐπέεσσιν—ὀλέσσεις: ἀναγκαίως καὶ τοῦτο· ὁ γὰρ τοῦ συμβουλεύσαντος οὐκ ἀποσχόμενος δῆλον ὡς οὐδὲ τοῦ πεισθέντος.
ὑπὸ δουρὶ τυπείς: εἰ οὕτως ὁ συμβουλεύων, πῶς ὁ πεισθείς; τὸν λόγον οὖν ἐπὶ τοῦ Πολυδάμαντος ἐνστησάμενος καὶ τοῖς ἄλλοις τεχνικῶς ἀπειλεῖ.
ὦρσεν ἀπʼ Ἰδαίων ὀρέων ἀνέμοιο θύελλαν: ὅτι διὰ τῶν ἀποτελουμένων φανερὸν ὅτι τὴν αἰγίδα ἔσεισεν ὁ Ζεύς.
ὦρσεν … ἀνέμοιο θύελλαν: ποιητικῶς τοῦτο· συνδραμόντος γὰρ τοῦ πλήθους εἰκὸς τοῦτο γεγενῆσθαι.
ἥ ῥʼ ἰθὺς νηῶν κονίην φέρεν: ὅτι τὸ ἰθύς τοπικῶς τίθησιν, ἀντὶ τοῦ ἐπʼ εὐθείας καταντικρὺ τῶν νεῶν.
κρόσσας μὲν πύργων ἔρυον: ὅτι κρόσσας ἐν μὲν τοῖς ὑπομνήμασι κεφαλίδας, ἐν δὲ τοῖς Περὶ τοῦ ναυστάθμου κλίμακας. καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ὡς ἐπὶ τοὺς πύργους εἷλκον.
κρόσσας μὲν πύργων ἔρυον: ἐπὶ τὸν μέν σύνδεσμον εἰ διαστέλλοιμεν, γένοιτο ἂν πύργων ἀντὶ τοῦ ἐπὶ τοὺς πύργους τὰς κλίμακας εἷλκον· εἰ δὲ συνάπτοιμεν κρόσσας πύργων τὰς ἐξοχάς. περὶ ὧν ἐν τοῖς Περὶ ναυστάθμου λέγεται. κατὰ δὲ τὸν πρότερον λόγον κρόσσαι αἱ πολεμικαὶ κλίμακες καὶ τὰ μηχανήματα τὰ ἀνθιστάμενα τοῖς τείχεσιν.
κρόσσας μὲν πύργων ἔρυον: κρόσσας τὰς πολεμικὰς κλίμακας· φησὶ γοῦν «κροσσάων ἐπέβαινον». λείπει δὲ ἡ κατά, ἵνʼ ᾖ κατὰ τῶν πύργων ἔρυον, ὡς «ὡρμήθη δʼ Ἀκάμαντος». Ἀρίσταρχος δὲ τὰς κλίμακας, Πορφύριος τοὺς προβεβλημένους τοῦ τείχους λίθους· πρὸς ὃ τὰ τῆς στιγμῆς.
καὶ ἔρειπον ἐπάλξεις: καὶ κατέβαλον τὰς ἐπάλξεις ἐπὶ τὸ γυμνῶσαι τὸ τεῖχος τῶν κρυπτομένων ὑπʼ αὐτὰς Ἑλλήνων.
κατέβαλον τὰς ἐπάλξεις πρὸς τὸ γυμνῶσαι τούτων τοὺς ὑπʼ αὐτὰς κρυπτομένους Ἕλληνας.
στήλας: τοὺς θεμελίους, παρὰ τὸ ἐπʼ αὐτοῖς ἵστασθαι τὸ τεῖχος. οἱ δὲ τὰς ἀντηρίδας.
στήλας τε προβλῆτας: στήλας ὀρθοὺς λίθους— παρὰ τὸ προκαταβεβλῆσθαι ὑπὸ τῶν πολεμίων.
ἔχματα: ψιλωτέον· πᾶν φωνῆεν πρὸ τοῦ χ ψιλοῦται. περὶ δὲ τοῦ «ᾗχι» δασυνομένου εἴπομεν
αὐέρυον: ὅτι εἰς τοὐπίσω εἷλκον, πρὸς τὸ «αὐέρυσαν μὲν πρῶτα».
οὐδέ νύ πω Δαναοὶ χάζοντο κελεύθου: οὐχ ὑπεχώρουν αὐτοῖς εἰσελθεῖν. πιθανῶς δὲ νῦν πάνυ· ἔδει γὰρ πρὸ τῆς ἁλώσεως τοῦ τείχους ἀγῶνάς τινας διαθέσθαι.
χάζοντο κελεύθου: τῆς ἐπὶ τὰς ναῦς φερούσης.
διὰ τῆς ἐπὶ τὰς ναῦς φερούσης ὁδοῦ.
φράξαντες ἐπάλξεις: τὰ διάκενα τῶν ἐπάλξεων φράξαντες τοῖς ὅπλοις· αἱ μὲν γὰρ ἐπάλξεις πρόβολοι γίνονται τοῖς λοιποῖς στρατιώταις, τὸ διάκενον δὲ αὐτῶν ταῖς ἀσπίσι προσαναπληροῦται.
κελευτιόωντε: τί; «ὦ φίλοι».
ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι:οὐ συναπτέον ταῦτα τοῖς ἐπάνω, ἀλλʼ ἀφʼ ἑτέρας ἀρχῆς. κοινὸν δʼ ἐστὶ τὸ «νείκεον». εἰ δὲ μὴ ἁρμόζει τοῖς μειλιχίοις λόγοις τὸ νεικεῖν, οὐ θαυμαστόν· καὶ γὰρ ἐν τῇ Α φησίν· «ἀλλὰ σὺ τόν γʼ ἐπέεσσι καθάπτεσθαι μαλακοῖσι». δύναται δὲ καὶ στίζεσθαι ἐπὶ τὸ μειλιχίοις, ἵνα τοῖς ἄνω προσδιδῶμεν τὸ ἡμιστίχιον· ἁρμόζει γὰρ ὀτρύνειν μειλιχίοις. ἐξαλλαγὴ δὲ ἔσται, ἀπʼ ἄλλης ἀρχῆς ἀναγινωσκόντων ἡμῶν ἄλλον στερεοῖς ἐπέεσσι «νείκεον».
ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι:κατʼ ἀξίαν πρὸς ἕκαστον, ὅπερ καὶ ἐν ἄλλοις· «ὅντινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη», «ὃν δʼ αὖ δήμου ἄνδρα».
ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσινείκεον: ἔοικε τῷ μειλιχίοις προσυπακούειν τὸ ἐκολάκευον, ὡς ἐν τῷ «ἔδουσί τε πίονα μῆλα οἶνόν τʼ ἔξαιτον» λείπει τὸ πίνουσιν· «δουρὶ δʼ ἀκοντίζω, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ»· «ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι;»· «Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν αὐτῶν τε φθογγήν».
ὦ φίλοι: πρὸς πάντας τοῦτό φησιν· «πάντας κυδαίνων».
ὅς τʼ ἔξοχος ὅς τε μεσήεις ὅς τε χερειότερος—ἔργον ἅπασιν: ὁ λόγος· «καὶ ὃς ἔξοχός ἐστι καὶ ὃς ἐλάχιστος καὶ ὃς μέσος, νῦν τούτων ἁπάντων ἐστὶν ἔργον», ὡσεὶ οὕτως ἔλεγε· «νῦν ἔπλετο ἔργον ἅπασιν, ὃς ἔξοχος ὅς τε μεσήεις ὅς τε χερειότερος».
νῦν ἔπλετο ἔργον ἅπασιν: πάντες γὰρ νῦν χρήσιμοι ἀπὸ τοῦ τείχους ἀμυνόμενοι, ὅπερ καὶ γυναῖκες ποιοῦσιν.
νῦν ἔπλετο ἔργον ἅπασιν: ἔργον ὁ κίνδυνος.
καὶ δʼ αὐτοὶ τόδε που γινώσκετε: διὰ τοῦ ἰδίου συνειδότος ἕκαστον δυσωπεῖ, ἰδίᾳ δὲ ἕκαστον εἰς ἔννοιαν τῶν κινδύνων ἄγει.
ἀκούσας: γράφεται καὶ «ἀκούων».
πρόσω ἵεσθε: τῇ ψυχῇ, οὐ τοῖς σώμασιν.
νεῖκος: Ἀρίσταρχος «νῖκος» διὰ τοῦ ι· βούλεται γὰρ λέγεσθαι τὴν νικησάντων ἧτταν.
νῖκος: Ἀρίσταρχος διὰ μόνου τοῦ ι, οἷον τὸ νίκημα, τὴν ἧτταν.
τὸ νίκημα.
ἡρωδιανὸς διὰ μόνου τοῦ ι, ἵνα δηλοῖ τὸ νίκημα.
νεῖκος ἀπωσαμένους: βραχὺ διασταλτέον ἐπὶ τὴν μετοχὴν διὰ τὸ σαφέστερον.
δίεσθαι: τὸ δίεσθαι ἡ παράδοσις προπαροξύνει, καὶ ἔχομεν ἐκεῖνο λέγειν ὅτι, εἰ οἶδεν ὁ ποιητὴς τὸ «δίενται» ὡς «τίθενται» καὶ «ἐνδίεσαν» ὡς ἐτίθεσαν, δῆλον ὅτι εἴσεται καὶ τὸ δίεσθαι προπαροξυνόμενον· ὡς γὰρ ἀπὸ τοῦ τίθενται καὶ ἐτίθεσαν τὸ ἀπαρέμφατον τίθεσθαι, οὕτως καὶ ἀπὸ τοῦ «ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται» καὶ «αὕτως ἐνδίεσαν» γένοιτο ἂν τὸ ἀπαρέμφατον δίεσθαι, ὥστε καὶ ἀπὸ τῶν εἰς μι ἐσχημάτισται· καὶ δέον ἐστὶ τὸ δίω βαρυνόμενον πολὺ πρότερον περισπᾶσθαι, ἵνα ἀποτελέσῃ τὸ δίημι, ἐξ οὗ τὸ «ἐνδίεσαν» καὶ δίεσθαι.
δίεσθαι: προπαροξυτονητέον· παρατατικοῦ γάρ ἐστιν, ἀπὸ τοῦ δίω καὶ δίημι. περιουσία δὲ δυνάμεως τὸ καὶ διῶξαι προσδοκᾶν τοὺς πολεμίους.
προβοῶντε: κατʼ ἔνια τῶν ὑπομνημάτων «προβάοντε», οἷον προβαίνοντες καὶ ἀμείβοντες τόπον ἐκ τόπου. διχῶς οὖν.
προβοῶντε: τινὲς «προβάοντε», προβαίνοντε.
τῶν δʼ, ὥς τε νιφάδες—Διὸς ὄμβρος: μικρῷ πρόσθεν ἐχρήσατο τῇ εἰκόνι, «νιφάδες δʼ ὡς πῖπτον ἔραζε, ἅς τʼ ἄνεμος ζαής». ἐκεῖ μὲν οὖν πρὸς τὴν πλῆξιν τὸν ἄνεμον ἔλαβε, πρὸς δὲ τὴν συνεχῆ φορὰν νῦν, πρὸς τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα.
τῶν δʼ, ὥστε νιφάδες—Διὸς ὄμβρος: ἔοικεν ἐρίσαι αὑτῷ ὁ ποιητὴς ἐπὶ τῇ παραβολῇ· εἶπε γὰρ «νιφάδες δʼ ὡς πῖπτον ἔραζε», νῦν δὲ ἐπεξεργάζεται τὴν εἰκόνα μεγαλοπρεπέστερον. εὐθὺς χειμέριον παρέλαβε τὴν ἡμέραν· γίνονται μὲν γὰρ καὶ ἐν ἔαρι νιφάδες, ἀλλʼ οὐ πυκναί. εἶτα ὅτε τʼ ὤρετο μητίετα Ζεύς νιφέμεν ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα· εἰ μὲν γὰρ ἐνδείξασθαι τὴν αὑτοῦ δύναμιν ἐπιτηδεύων ὁ θεὸς τοῦτο πράττει, τίς ὑπερβολὴ καταλείπεται τοῦ νιφετοῦ; εἶτα καὶ νηνεμίαν παρέλαβε πρὸς τὸ μὴ ἀποκρυσταλλοῦσθαι τὴν χιόνα. εἶτα καὶ τῇ τάξει καλῶς ἐχρήσατο· πρῶτον γὰρ τὰ ὄρη νίφεται, ἔπειτα σφοδροῦ τοῦ χειμῶνος γενομένου κάτεισι καὶ ἐπὶ τὰ χθαμαλώτερα ἐναργῶς δὲ καὶ ἀνακοπτομένην τῇ χιόνι τὴν τοῦ κύματος ἐπιφορὰν δείκνυσι. τῇ δὲ συνεχεῖ ἐπαγωγῇ καὶ αὔξει τὰ λεγόμενα.
νιφέμεν, ἀνθρώποισι πιφαυσκόμενος τὰ ἃ κῆλα: ὅτι κῆλα τὰ βέλη Διός, χιὼν καὶ ὑετός. νίφειν δὲ τὸ χιονίζειν λέγει. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ νιφέμεν πρὸς τὸ σαφέστερον.
τὰ αὑτοῦ σημεῖα καὶ βέλη ἐπιπέμπει κατὰ χόλον, βέλος δὲ νῦν τὸν χειμῶνα.
χέει ἔμπεδον: οὕτως αἱ Ἀριστάρχου χέει ἔμπεδον· ἡ Μασσαλιωτικὴ «χέει ἄσπετον».
λωτεῦντα: Ἀρίσταρχος διὰ τοῦ ο «λωτοῦντα».
λωτεῦντα: οὕτως αἱ Ἀριστάρχου … καὶ ἡ Μασσαλιωτική.
λωτεῦντα: ποτέ, οὐκ ἐν τῇ χιόνι.
κῦμα δέ μιν προσπλάζον ἐρύκεται: ὅτι ἀντὶ τοῦ ἐρύκει. ὁ δὲ λόγος περὶ τῆς χιόνος· μόνον τὸ κῦμα προσπελάζον ἀπερύκει αὐτήν, τἆλλα δὲ πάντα κεκάλυπται.
κῦμα δέ μιν προσπλάζον ἐρύκεται: ἐρύκει τῆς ὁρμῆς τὴν χιόνα. ἢ διὰ τὸ γεφυρωθῆναι τῇ χιόνι τὸν αἰγιαλὸν τὸ κῦμα ἐρύκεται.
προσπλάζον: προσκροτοῦν.
εἰλῦται: γράφεται «εἰλύαται».
εἰλῦται καθύπερθʼ ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος:προπερισπῶσιν, ἵνα ἐκ τοῦ εἰλύαται συναλιφὴ ὑπάρχῃ, ἢ τοῦ εἰλύεται· δύναται γὰρ καὶ ἑνικῶς συντάσσεσθαι τὸ ῥῆμα καὶ πληθυντικῶς. οὐκ ἀήθης δὲ ἡ τοιαύτη συναλιφή, εἴγε καὶ τὸ ἐρύεσθαι ῥῦσθαι ἔφη· «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε», καὶ τὸ «ἄρχετε νῦν νέκυας φορέειν» ἐν τοῖς ἑξῆς ἔφη «ἐκ δὲ νέκυς οἶκον φόρεον». τινὲς δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμι. τὸ δὲ καθύπερθε πρὸς ἄμφω δύναται συντάσσεσθαι· διὸ διασταλτέον.
εἰλύαται καθύπερθʼ ὅτʼ ἐπιβρίσῃ Διὸς ὄμβρος: οἱ μὲν προπερισπῶσιν τοῦ εἰλύαται συναλιφὴν ἐκδεχόμενοι, οἱ δὲ προπαροξύνουσιν ὡς ἀπὸ τοῦ εἴλυμι. τινὲς δὲ διῃρημένως εἰλύαται. τὸ δὲ καθύπερθε πρὸς ἄμφω δύναται συντάσσεσθαι. Διὸς ὄμβρον δὲ τὸν χιονισμόν φησιν· ἄμφω γὰρ ἀπὸ Διὸς γίνεται.
ὣς τῶν ἀμφοτέρωσε λίθοι πωτῶντο θαμειαί,αἱ μὲν ἄρʼ ἐς Τρῶας, αἱ δʼ ἐκ Τρώων ἐς Ἀχαιούς,βαλλομένων: βραχὺ διασταλτέον ἐπὶ τὸ Ἀχαιούς· τὸ γὰρ ἑξῆς ἐστιν ὣς τῶν βαλλομένων. ἐπὶ δὲ τῶν λίθων ἡ λέξις οὐκ ἂν ἀκούοιτο, ἐπεὶ σολοικισμός ἐστιν.
τὸ δὲ βαλλομένων ἀντὶ τοῦ βαλλόντων. τὸ δὲ ἑξῆς ὣς τῶν βαλλομένων.
λίθοι πωτῶντο: ἐμφαντικῶς. καὶ «βέλεα ῥέον» ἀλλαχοῦ φησιν. ἢ βελῶν μὲν ῥύσιν ἔφη — ἐπιμήκης γὰρ ἡ φορὰ τῶν βελῶν —, πωτᾶσθαι δὲ τοὺς λίθους· περιγεγραμμένον γὰρ πωτᾶται καὶ οὐκ ἐπίμηκες ὁ λίθος.
θαμειαί: σημειωτέον ὅτι τὰς λίθους θηλυκῶς.
τὸ δὲ τεῖχος ὑπὲρ πᾶν: ἀπὸ γῆς ἕως ἄνω. τὸ δὲ ἑξῆς ὑπὲρ δὲ πᾶν τὸ τεῖχος. οὐκ ἀναγκαῖον οὖν ἀναστρέφειν τὴν πρόθεσιν.
τείχεος ἐρρήξαντο πύλας καὶ μακρὸν ὀχῆα: ὅτι πάλιν τὴν πύλην πύλας, καὶ τὸν μοχλὸν ἕνα, διὰ τῶν ἑξῆς δύο παραδιδούς.
εἰ μὴ ἄρʼ υἱὸν ἑὸν Σαρπηδόνα μητίετα Ζεύς ὦρσεν: οὐ γνήσιος οὖν ἡ ἀρετή. δοκεῖ δέ μοι τὸ τοῦ Σαρπηδόνος οὐ μάτην παρειλῆφθαι, ἀλλʼ ἵνα καὶ μέγα χαρίσηται Πατρόκλῳ. Ἡσίοδος δὲ Εὐρώπης καὶ Διὸς αὐτόν φησιν
λέονθʼ ὣς βουσί: ἔνθα μὲν ψιλὰ τὰ ὀνόματα, «ὡς ἐπὶ βουσὶ λέοντα», ἑξῆς δὲ ἐπεξεργάζεται τὰ πραττόμενα ὑπὸ τοῦ λέοντος, «βῆ ῥʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος».
ἕλιξιν: μέλασιν, ἢ εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ.
ἑξήλατον— χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον: δασυντέον τὸ ἑξήλατον, ἓξ ἀριθμόν. τὸ δὲ ἑξῆς ἑξήλατον χρυσείῃς ῥάβδοισι, εἶτα ἔντοσθεν δέ· ἄτοπον γὰρ τὸν χρυσὸν ἔσωθεν εἶναι.
ἐξήλατον: Ἀρίσταρχός φησιν ὡς δεῖ δασύνοντας προφέρεσθαι· σημαίνει γὰρ κατὰ ἀριθμὸν ἐκ τοσούτων ἐλασμάτων συγκειμένην αὐτήν. ὁ δὲ Ζηνόδοτος, φησίν, ἔοικε ψιλῶς προφέρεσθαι, ἐκδεχόμενος τὴν ἐξηλασμένην, οὐκ εὖ. οὐκ ἀπιθάνως δὲ ὁ Ἀρίσταρχος, εἴγε καὶ «ἑπταβόειον» σάκος που λέγει καὶ ἐπὶ τῆς Ἀχιλλέως ἀσπίδος «πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες» καὶ «ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων».
ἐξήλατον: ἐξελασθεῖσαν ἀντὶ τοῦ χαλκῆν· οὐ γὰρ ἓξ ἔχει, ἐπεὶ ἡ Ἀχιλλέως πέντε ψιλοῖ οὖν ὁ Νικάνωρ καὶ τὴν ἔξωθεν ἔχουσαν ἔλασμα χαλκοῦ ἐξηγεῖται.
ἤλασεν, ἔντοσθεν δέ: ὅτι Ζηνόδοτος γράφει «ἐξέλασʼ, ἔντοσθεν δέ»· ἐξ οὗ φανερός ἐστι τὸ προκείμενον ψιλῶς ἀνεγνωκὼς «ἐξήλατον». δεῖ δὲ δασέως, ἵνα ἀριθμὸς δηλωθῇ.
βοείας ῥάψε— χρυσείῃς ῥάβδοισι διηνεκέσιν ΠΕΡΙΚΥΚΛΟΝ: ἀντὶ τοῦ ἔρραψε τὰς βοείας ῥαφαῖς ῥαβδοειδέσιν ὡσανεὶ φλεψίν. τὸ δὲ ΠΕΡΙΚΥΚΛΟΝ ἄμεινον δύο ποιεῖν, «περὶ» καὶ «κύκλον», ἵνα ᾖ περὶ τὸν τῆς ἀσπίδος κύκλον. οὕτως καὶ ὁ Ἀσκαλωνίτης
χρυσείῃς ῥάβδοισι: ῥαβδοειδέσι ῥαφαῖς.
χρυσείῃς ῥάβδοισι διηνεκέσιν περὶ κύκλον:ἀπὸ ἴτυος εἰς ἴτυν. προπαρασκευάζει δὲ ἀεὶ τοὺς ἀριστεύοντας, ἐξαίρων ἡμᾶς εἰς προσοχήν.
τὴν ἄρʼ ὅγε πρόσθε σχόμενος, δύο δοῦρε τινάσσων:διασταλτέον ἐπὶ τὸ σχόμενος πρὸς τὸ σαφέστερον.
δύο δοῦρε τινάσσων: ἕτερον ἐν τῇ ἀσπίδι, τὸ δὲ ἐν τῇ δεξιᾷ. κινουμένου δὲ αὐτοῦ ἄμφω τινάσσεται.
ὅς τʼ ἐπιδευής δηρὸν ἔῃ κρειῶν— ἄκοντι: ἐπεξειργάσατο τὴν προκειμένην εἰκόνα «ὦρσεν ἐπʼ Ἀργείοισι λέονθʼ ὥς» ἐνταῦθα γὰρ καὶ λιμώττει ὁ λέων καὶ οὐ νεμομένῳ ζώῳ ἐπιτυγχάνει, εἰς ἔπαυλιν δὲ αὐτὸν ὁ λιμὸς ἄγει.
μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν:ὅτι πειρήσοντα διάπειραν ληψόμενον, ἐνεδρεύσοντα· καὶ ὅτι ὁ καί περισσός ἐστιν. ὁ δὲ Διονύσιος ὅτι δύναται σημαίνειν τι πλέον, οὕτως ἐνδεὴς τροφῆς ὥστε καὶ ἐπὶ πεπυκνωμένον καὶ ἠσφαλισμένον δόμον ἐλθεῖν. δόμον δὲ τὴν ἔπαυλιν.
πειρήσοντα: ἐνεδρεύσοντα· ὅθεν καὶ πειρατής.
καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν: οὐ μόνον τοῖς ἐν νομαῖς, ἀλλὰ καὶ τοῖς κατακεκλεισμένοις.
εἰς πυκινόν: γράφεται καὶ «ἐς πυκινόν».
βώτορας: βοσκήτορας, βουκόλους. βῶ βόσω βότωρ βότορος, ὑπερβιβασμὸς χρόνου βώτορος καὶ βώτορας.
σὺν κυσὶ καὶ δούρεσσι φυλάσσοντας: οἷον προπαρεσκευασμένους πρὸς τὴν ἔφοδον αὐτοῦ.
φυλάσσοντας περὶ μῆλα: σημειοῦνταί τινες ἐνταῦθα ὅτι περισσὴ ἡ πρόθεσις ἡ περί.
ἀπείρητος: μὴ πεῖραν ἑαυτοῦ δοὺς ἢ λαβών.
ἢ ἥρπαξε μετάλμενος, ἠὲ καὶ αὐτός ἔβλητο: πρὸς τὸν θανατῶντα λέοντα τὸ πρόθυμον Σαρπηδόνος παρέβαλε. τὴν ἐκ μεθόδου δὲ προσβολὴν δηλοῖ τὸ ἥρπαξε.
τὸ ἥρπαξε τὴν ἐκ μεθόδου δηλοῖ προσβολήν. πρὸς τὸν θανατοῦντα δὲ λέοντα τὸ πρόθυμον Σαρπηδόνος παρέβαλεν.
ἀντίθεον Σαρπηδόνα: Εὐρώπην τὴν Φοίνικος— παρὰ Ἡσιόδῳ καὶ Βακχυλίδῃ
διά τε ῥήξασθαι: ἔμφασιν ἔχει τὸ ὑπερβατόν.
ἐπάλξεις: τοὺς μέσους τῶν ἐπάλξεων· προεῖπε γὰρ «ῥινοῖσι βοῶν φράξαντες ἐπάλξεις».
τίη δὴ νῶϊ τετιμήμεσθα μάλιστα: αἰδήμονος οἱ λόγοι καὶ μεγαλοψύχου καὶ εὐγνώμονος· αἰδεῖται γὰρ ταῖς τιμαῖς πλεονεκτεῖν καὶ μὴ ταῖς ἀνδραγαθίαις. μεγαλόψυχος δὲ ὢν καταφρονεῖ θανάτου. εὐγνωμοσύνης δὲ τὸ ὁμολογεῖν τὴν τιμήν Ἀττικῶς δὲ «τί δή;». διὰ δὲ τὸ ἐργῶδες τῆς ἐγχειρήσεως ἑταιροποιεῖται.
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσιν: καὶ «σὸν δὲ πλεῖον δέπας αἰεί» καὶ «νώτοισιν δʼ Αἴαντα».
ἐν Λυκίῃ πάντες δὲ θεοὺς ὣς εἰσορόωσι, καὶ τέμενος νεμόμεσθα: ἐν δὲ Λυκίᾳ ἡμᾶς ὡς θεοὺς ὁρῶσιν. διδάσκει δὲ ὡς οὐ δεῖ μὴ προκινδυνεύοντα βασιλέα τιμᾶσθαι.
θεοὺς ὣς εἰσορόωσιν: αἰσχρὸν δὲ τοὺς ἐν θεῶν μοίρᾳ τεταγμένους μηδὲ ἄνδρας ἀξιολόγους φαίνεσθαι.
καὶ τέμενος νεμόμεσθα μέγα Ξάνθοιο παρʼ ὄχθας καλόν: νεμόμεσθα ἐκ τῶν ἀλόγων ζῴων. τέμενος δὲ καλὸν τὸ μὲν πεφυτευμένον, τὸ δὲ ἀρούμενον. ὁ δὲ Ξάνθος Σίρβις νῦν καλεῖται.
καυστείρης: τῆς πυρούσης τὰ σώματα.
ὄφρα τις ὧδʼ εἴπῃ: ἀξιοῖ καὶ σκοπεῖν, τί περὶ ἡμῶν οἱ πλησίον λέγουσιν.
ἀκληεῖς: οὕτως «ἀκλεὲς» αἱ Ἀριστάρχου καὶ αἱ χαριέστεραι.
οὕτως «ἀκλεὲς» δὲ Ἀρίσταρχος κατὰ συγκοπήν, ὡς τὸ «δυσκλέα».
ἔδουσί τε πίονα μῆλα: ὅτι οὐ χρυσῷ ἐτιμῶντο οἱ βασιλεῖς.
οἶνόν τʼ ἔξαιτον μελιηδέα: λείπει πίνουσιν.
εἰ μὲν γὰρ πόλεμον περὶ τόνδε φυγόντε— ἡμῖν: εὐγενὴς ἡ γνώμη· τὸ μὲν γὰρ ἀποθανεῖν κοινὸν ἀποφαίνει πάντων, τὸ δὲ μετʼ εὐκλείας τῶν ἀγαθῶν μόνων. καὶ τὴν παραυτίκα σωτηρίαν οὐκ ἀπαλλαγὴν θανάτου, ἀλλʼ ἀναβολὴν χρόνου μικρὰν μετʼ ἀδοξίας γινομένην φησὶν εἶναι. διδάσκει οὖν μὴ προσίεσθαι δύο κατὰ ἀναβολὴν—«τί γὰρ παρʼ ἦμαρ ἡμέρα»; —· οὐ γὰρ ὁ τόπος τὴν εἱμαρμένην παρεγχειρεῖ. τὸ δὲ ἑξῆς εἰ μὲν γὰρ μέλλοιμεν ἀγήρω τʼ ἀθανάτω τε ἔσσεσθαι
οὔτε κεν αὐτὸς ἐνὶ πρώτοισι μαχοίμην: τίς ἂν πιθανὸς εἴη λέγων ἢ ὁ τοιαῦτα αἱρούμενος;
στέλλοιμι: ὁπλίζοιμι.
νῦν δʼ, ἔμπης γὰρ κῆρες—ὑπαλύξαι, ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν: τὸ ἑξῆς ἐστι νῦν δʼ ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν. οὕτως οὖν διορθωτέον.
νῦν δʼ, ἔμπης γὰρ—ὑπαλύξαι, ἴομεν: τὸ ἑξῆς νῦν δὲ ἴομεν. τὸ σχῆμα δὲ τοῦ λόγου μετρία συγχώρησις καλεῖται· διδοὺς γὰρ τὸ δεῖν τῶν κινδύνων ἀφίστασθαι, εἰ ἐνῆν ἀθάνατον εἶναι, τῷ ἀδύνατον ὑπάρχειν τὸ προτεινόμενον τὴν παρρησίαν τοῦ δεῖν κινδυνεύειν εἰσηγήσατο.
ἔμπης γὰρ κῆρες ἐφεστᾶσιν θανάτοιο μυρίαι, ἃς—ὑπαλύξαι: ἔμπης ὁμοίως πᾶσιν. ἔμφασιν καὶ τὸ ἐφεστᾶσι δηλοῖ· μυρίας, φησί, προφάσεις ἔχει ἡ μοῖρα ὥστε καὶ ἀργοῦντας δύνασθαι φονεύειν.
ἴομεν ἠέ τῳ εὖχος ὀρέξομεν ἠέ τις ἡμῖν: ὅτι ἀντὶ τοῦ ἴωμεν καὶ ὀρέξωμεν, καὶ ὅτι συνεκδέξασθαι δεῖ τὸ «ὀρέξῃ», ὅπερ οὐ συνέντες τινὲς ὑποτιθέασι στίχον· «δώσει ἀποκτάμενος κλυτὰ τεύχεα καὶ δόρυ μακρόν».
κῦδος: καὶ ἄφθαρτον καὶ ἀνεμέσητον.
οὐδὲ Γλαῦκος ἀπετράπετʼ οὐδʼ ἀπίθησε: ὀρθῶς οὐδὲν ἀποκρινόμενος ἕπεται· ὁ γὰρ καιρὸς αὐτὸν ἤπειγεν.
τὼ δʼ ἰθὺς βήτην Λυκίων μέγα ἔθνος ἄγοντε:πάλιν ἄλλῃ παρασκευῇ χρῆται ὥστε νεώτερον τὸν ἀγῶνα φαίνεσθαι, προσεκτικοὺς ἡμᾶς ποιῶν.
ἄγοντε: οὕτως Ἀρίσταρχος ἄγοντε, δυϊκῶς.
τὸ δὲ ἄγοντε δυϊκῶς.
τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν: ὅπου ἐτέτακτο. δῆλον οὖν ὡς ἐπὶ ἐννέα πλέθρα διαβάντες ἦσαν πρῶτος Αἴας, Ἰδομενεύς, Βοιωτός, Φιλοκτήτης, Πρωτεσίλαος, ὁ Ὀϊλιάδης, Διώρης, Μέγης, Μενεσθεύς.
πάπτηνεν: ὡς συνετὸς προασφαλίζεται.
πάπτηνεν δʼ ἀνὰ πύργον Ἀχαιῶν, εἴ τινʼ ἴδοιτο ἡγεμόνων: τὸ Ἀχαιῶν ἑκατέροις δύναται προσδίδοσθαι, βέλτιον δὲ τοῖς προτέροις, ἐπεὶ τὸ ἡγεμόνων ἐπιφέρεται. καὶ ἄλλως φησὶν ἑξῆς «βῆ δὲ θέειν κατὰ τεῖχος Ἀχαιῶν».
εἴ τινʼ ἴδοιτο ἡγεμόνων, ὅς τις—ἀμύναι: τὸ ἡγεμόνων ἄκρως προσέθηκεν, οἷς διʼ αἰδῶ ἀπαραίτητος ἡ συμμαχία. διδάσκει οὖν Ὅμηρος, οἵους δεῖ εἶναι τοὺς ἄρχοντας, ὡς ἀμείνους τῶν ὑποτεταγμένων. ἄλλως τε τοῖς ἡγεμόσιν εἰκὸς καὶ πλῆθος ἕπεσθαι.
ἑτάροισιν ἀμύναι: πρὸς τὸ φιλόστοργον τοῦ βασιλέως· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ, ἀλλʼ ὑπὲρ τῶν μαχομένων δέδοικεν.
τὸ φιλόστοργον αὐτοῦ ἐνδείκνυται· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ, ἀλλʼ ὑπὲρ τῶν ἑταίρων δέδοικε. παιδευτικὸς δὲ ὁ λόγος.
ἐς δʼ ἐνόησʼ Αἴαντε δύω: ὅτι ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ναυστάθμου γέγονεν ἡ μάχη, ὅπου καὶ οἱ Αἴαντες ἐσκήνουν.
Τεῦκρόν τε νέον κλισίηθεν ἰόντα: οὐκ εἰκῆ τὸ νέον· χθὲς γὰρ ἐτρώθη ὑπὸ Ἕκτορος· νεωστὶ οὖν προῆλθε τῆς σκηνῆς, ὁρῶν τὸν κίνδυνον.
νέον: ὅτι ἀντὶ τοῦ νεωστί.
ἀλλʼ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν: ἀλλʼ οὐκ ἦν αὐτῷ ἐγγύθεν βοήσαντι ἀκουσθῆναι. ἐντεῦθεν οὖν ἐδέησεν ἀγγέλου.
γεγωνεῖν: ὁ Ἀσκαλωνίτης βαρύνει ὡς ἀνύειν, Ἀρίσταρχος δὲ περισπᾷ ὡς «φιλεῖν». καὶ ἔοικε μᾶλλον περισπώμενον εἶναι παρὰ τῷ ποιητῇ· ὡς γὰρ ἐνόεον καὶ ἐφίλεον, οὕτως καὶ ἐγεγώνεον ἔφη· «ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνεον». ἀπαρέμφατόν τε προηνέγκατο τὸ γεγωνέμεν· «ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν». προσέθηκα δὲ παρὰ τῷ ποιητῇ, ἐπεὶ οἱ μετʼ αὐτὸν καὶ ὡς βαρύτονον αὐτὸ ἔκλιναν καὶ ὡς περισπώμενον.
γεγωνεῖν: πιθανὸν μὲν τὸ περισπᾶν τὸ γεγωνεῖν παρὰ τῷ ποιητῇ. διχῶς δὲ εὕρηται, καὶ βαρυτόνως καὶ περισπωμένως.
βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν καὶ πυλέων: ἔμφασιν ἔχει ἡ ὁμοιοκαταληξία τῶν λέξεων καὶ ἡ ἐπέκτασις τοῦ στοιχείου τοῦ πυλέων
πᾶσαι γὰρ ἐπῴχατο: ὅτι πᾶσαι ἀντὶ τοῦ ὅλαι· οὐ γὰρ ἦσαν πολλαὶ πύλαι, ἀλλὰ μία. τὸ δὲ ἐπῴχατο διὰ τοῦ α καὶ σὺν τῷ ι, οἷον ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο. Ζηνόδοτος «ἐπῴχετο». ἐὰν γράφηται «ἐπῴχετο», τὸ πρὸ αὐτοῦ «πάσας» γραφέσθω. ἐπῴχετο δὲ ἡ ἀϋτὴ δηλονότι.
ἐπῴχατο: ἐπικεκλιμέναι ἦσαν, ἐπέκειντο.
πᾶσαι γὰρ ἐπῴχατο: οὕτως Ἀρίσταρχος πᾶσαι γὰρ ἐπῴχατο.
πάσας γὰρ ἐπῴχετο: πᾶσαι κεκλιμέναι ἦσαν παρὰ τὸν ὀχῆα ἀντὶ τοῦ πᾶσα ἡ πύλη. οἱ δὲ, ἐπὶ πάσας ἤρχοντο οἱ πολέμιοι.
ἐπὶ πάσας γὰρ ὁ ὀχεὺς κεκλιμένος ἦν. ἢ ἐπὶ πάσας ἤρχοντο οἱ πολέμιοι.
αἶψα δʼ ἐπʼ Αἴαντα προΐει—Αἴαντα κάλεσσον: φίλος γὰρ ὡς Σαλαμίνιος. εἶτα ἐπάγει «ἀμφοτέρω μὲν μᾶλλον». ἔστι δὲ ἠθικὰ ταῦτα καὶ ἐγγὺς ἀληθείας, ἅπερ ἄκρως ἀπομιμεῖται ὁ ποιητής.
αἶψα δʼ ἐπʼ Αἴαντα προΐει κήρυκα Θοώτην:ὅτι οἰκεῖον ὄνομα κήρυκος, ἀπὸ τοῦ ταχύνειν, καὶ ὅτι ὀνοματοθετικὸς ὁ ποιητής. Ζηνόδοτος δὲ ἐν ἀμφοτέροις τοῖς στίχοις «Αἴαντε» γράφει.
Αἴαντα: Ζηνόδοτος «Αἴαντε».
ἔρχεο, δῖε Θοῶτα, θέων Αἴαντα κάλεσσον:ὅτι παρετυμολογεῖ τὸν Θοώτην ἀπὸ τοῦ θέειν. τὸ δὲ ἔρχεο ἐν ἴσῳ τῷ πορεύου. στικτέον δὲ ἐπὶ τὸ Θοῶτα ἢ συναπτέον, ὡς πολλάκις εἴρηται.
Θοῶτα: οἰκεῖον ὄνομα κήρυκος, παρὰ τὸ θεῖν.
ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος: ἵνʼ ὡς περὶ κοινοῦ ἀγωνίσωνται.
ὧδε γὰρ ἔβρισαν: πρὸς Ζηνόδοτον, ὅτι ἔοικεν ἐξειληφέναι τὸ ὧδε τοπικῶς· ἑξῆς γὰρ γράφει «κεῖσε γὰρ ἔβρισαν». ἔστι δὲ ἀντὶ τοῦ οὕτως.
ὧδε: ἀντὶ τοῦ οὕτως, ὅ ἐστι λίαν.
ζαχρηεῖς: παρὰ τὸ χρεώ καὶ τὸ ζα, ζαχρεεῖς.
εἰ δέ σφιν καὶ κεῖθι— ἀλλά περ οἶος ἴτω Τελαμώνιος ἄλκιμος Αἴας: σαφὲς ἐνθάδε γέγονε, πότερον τῶν Αἰάντων ἔλεγε «θέων Αἴαντα κάλεσσον».
εἰ δέ σφιν καὶ κεῖθι: ὅτι Ζηνόδοτος γράφει «εἰ δέ σφιν κἀκεῖσε». οὐκ ἔστι δὲ εἰ εἰς ἐκεῖνον τὸν τόπον πόλεμός ἐστιν, ἀλλʼ εἰ ἐν ἐκείνῳ.
καὶ κεῖθι: ἐκ πλήρους τὸν σύνδεσμον, καὶ κεῖθι.
γράφεται καὶ «κἀκεῖθι».
καί οἱ Τεῦκρος ἅμʼ ἑσπέσθω τόξων ἐῢ εἰδώς: ἀθετεῖται· οὐ γὰρ πιθανὸν ὥσπερ ἐξ ἐπιτάγματος παρεῖναι τὸν Τεῦκρον· διὰ παντὸς γὰρ ὑπασπιστὴς Αἴαντος φαίνεται.
καί οἱ—εἰδώς: καὶ Ἀριστοφάνης ἠθέτει.
καί οἱ Τεῦκρος—εἰδώς: ἀθετεῖται· εἵπετο γὰρ πάντως διὰ τὴν σκέπην Αἴαντος· εἰ μὴ χωρὶς ὢν οὐκ ἤκουσε τῶν λεγομένων ὁ Τεῦκρος.
βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων:ταῦτα καὶ ταχέως προφέρεσθαι δεῖ· ἔφη γὰρ «εἶθαρ δὲ προσηύδα».
παρὰ τεῖχος: γράφεται «κατὰ τεῖχος».
μίνυνθά περ ἀντιάσητον: μίνυνθα δεξιότητος ἀγγέλου σημεῖον· προσάγεται γὰρ φάσκων ἐπʼ ὀλίγον ἔσεσθαι τὴν βοήθειαν.
ὧδε γὰρ ἔβρισαν: ὅτι Ζηνόδοτος γράφει «κεῖσε γὰρ ἔβρισαν», οὐχ ὑγιῶς εἰς ἐκεῖνον τὸν τόπον· δεῖ γὰρ ἐν ἐκείνῳ τῷ τόπῳ. δεῖ δὲ γράφειν ὧδε· τὸ γὰρ λεγόμενόν ἐστιν «οὕτως ἐπεβάρησαν ὥστε χρείαν ἔχειν ἡμᾶς συμμαχίας».
Ζηνόδοτος «κεῖσε γὰρ ἔβρισαν» γράφει.
ζαχρηεῖς: περισπαστέον ὡς εὐγενεῖς.
καί οἱ Τεῦκρος—εἰδώς: ἀθετεῖται ὁ στίχος καὶ ὑπὸ τοῦ κήρυκος λεγόμενος διὰ τὰ αὐτά.
αὐτίκʼ Ὀϊλιάδην: ὅτι Ζηνόδοτος γράφει «αὐτίκʼ ἄρʼ Ἰλιάδην». Ὀϊλιάδην δὲ διὰ παντὸς Ὅμηρος λέγει. καὶ ὅτι λείπει ἡ πρός.
σφῶϊ: ὅτι Ζηνόδοτος γράφει «σφῶε». τοῦτο δέ ἐστιν αὐτούς, ὅπερ οὐχ ἁρμόζει. τὸ δὲ σφῶϊ ὑμεῖς.
σὺ καὶ ὁ κρατερὸς Λυκομήδης: θαυμαστῶς ἐφʼ ἑτέραν μάχην ἀπιὼν καὶ τῶν ἐνθάδε προνοεῖ ὡς γενναῖος καὶ πολεμόπειρος. τὸ δὲ κρατερός πρὸς κολακείαν τοῦ Λυκομήδους εἶπεν.
Δαναοὺς ὀτρύνετον: οὐ γὰρ εὔσχημον τοῖς ἡγεμόσι καὶ ὁμοτίμοις ἐντέλλεσθαι.
αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι: ὅτι Ζηνόδοτος γράφει «κεῖθι». τοῦτο δὲ σημαίνει ἐν ἐκείνῳ τῷ τόπῳ. τὸ δὲ κεῖσε εἰς ἐκεῖνον τὸν τόπον πορεύσομαι, ὅπερ νῦν ἁρμόζει.
αἶψα δʼ ἐλεύσομαι αὖτις: μέμνηται τοῦ «μίνυνθά περ».
καί οἱ Τεῦκρος ἅμʼ ᾖε κασίγνητος καὶ ὄπατρος:εἴρηται ὅτι διεσκεύασται.
κασίγνητος καὶ ὄπατρος: οὐ νόθος οὖν καθʼ Ὅμηρον ὁ Τεῦκρος· καὶ γὰρ «ὁ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον». φησὶ δὲ «ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν». οὐκ ἄρχει δὲ ὡς μικρότερος. ἀθετεῖται οὖν τὸ «καί σε νόθον περ ἐόντα».
τοῖς δʼ ἅμα Πανδίων Τεύκρου φέρε καμπύλα τόξα: ἀθετεῖται· διὰ τί γὰρ μὴ ἑαυτῷ βαστάζει; τινὲς δὲ τόξα τὰ βέλη.
τείχεος ἐντὸς ἰόντες, ἐπειγομένοισι δʼ ἵκοντο, οἱ δʼ ἐπʼ ἐπάλξεις βαῖνον: ὑποστικτέον ἐπὶ τὸ ἰόντες καὶ ἵκοντο. περισσεύει δὲ ὁ ἑξῆς σύνδεσμος ὁ οἱ δʼ ἐπʼ ἐπάλξεις βαῖνον
οἱ δʼ ἐπʼ ἐπάλξεις βαῖνον: ὅτι, εἰ μὴ νοήσωμεν «κρόσσας» τὰς κλίμακας, πῶς ἂν ἄλλως δύναιντο ἀναβαίνειν ἐπὶ τὸ τεῖχος·
πρῶτος: πρῶτος τοῦ Τεύκρου.
Σαρπήδοντος: τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὡς Χαλκώδοντος· οὐ γὰρ δύναται ἔτι φυλάσσεσθαι ὁ τόνος τῆς «Σαρπηδόνος» γενικῆς διὰ τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα ὀξύτονα ἐπιδέχεσθαι τὴν διὰ τοῦ τ κλίσιν· ἔνθεν γὰρ καὶ τὸ «ἑκών» μετοχή.
ὡς Χαλκώδοντος.
κεῖτο μέγας παρʼ ἔπαλξιν ὑπέρτατος· οὐδέ κέ μιν ῥέα: ὑπέρτατος ὑπερμεγέθης. ἔστι δὲ ὁ στίχος ὅλος δακτυλικός.
ὅλος δακτυλικός.
χειρί γε τῇ ἑτέρῃ: οὕτως αἱ Ἀριστάρχου καὶ αἱ πλείους «χείρεσσʼ ἀμφοτέρῃς». ἐν δὲ ταῖς κοινοτέραις χειρί γε τῇ ἑτέρῃ, ὅπερ ἐκλύει τὴν ἰσχὺν τοῦ Αἴαντος.
«χείρεσσʼ ἀμφοτέρῃς».
χείρεσσʼ ἀμφοτέρῃς: οὕτως αἱ Ἀριστάρχου. ἐν δὲ ταῖς κοιναῖς «χειρί γε τῇ ἑτέρῃ».
χείρεσσʼ ἀμφοτέρῃς ἔχοι: «χειρί γε τῇ ἑτέρῃ ἔχοι». ἢ ὑπέλυσεν; ἀλλʼ οὐκ εἶπε «βάλοι», ἀλλʼ ἔχοι.
χείρεσσʼ ἀμφοτέρῃς ἔχοι ἀνὴρ οὐδὲ μάλʼ ἡβῶν:ἄκρως τὸ ἔχοι· οὐ γὰρ ἔφη «βάλοι» καίτοι ἐγχωροῦντος τοῦ μέτρου. ἔστιν οὖν ἐπίτασις· ὃν οὐδὲ κατέχειν ἀμφοτέραις ἐδύνατό τις, τοῦτον ῥηϊδίως τῇ ἑτέρᾳ ἠφίει ὁ Αἴας. καὶ τὸ οὐδὲ μάλʼ ἡβῶν πρὸς ἐπίτασιν πλείονα ἔγκειται.
ὁ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας: ἐν ἄλλῳ «ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος».
ὁ δʼ ἄρʼ ὑψόθεν ἔμβαλʼ ἀείρας: οὐ δοκεῖ μοι νῦν λέγειν ὅτι ἀπὸ ὕψους βάλλει ἐν τῷ τείχει ὤν, ἀλλὰ μετεωρίσας τὴν χεῖρα πρὸς τὸ βιαιοτέραν γενέσθαι τὴν πληγήν.
σὺν δʼ ὀστέʼ ἄραξε πάντʼ ἄμυδις κεφαλῆς: ἐμφαντικῶς ἅμα τῇ κυνῇ συνέθλασε πάντα τὰ ὀστᾶ.
ἀρνευτῆρι: κυβιστῆρι, παρὰ τοὺς ἄρνας· οὗτοι γὰρ κυβιστῶσιν ὥσπερ τὸν ἀέρα κυρίττοντες. τινὲς δὲ τῷ δελφῖνι· οἱ γὰρ ἄρσενες ἐπὶ κεφαλὴν ἵενται, ὅταν γαλήνη γένηται.
κάππεσʼ ἀφʼ ὑψηλοῦ πύργου: ὡς ἤδη ἐπιβεβηκώς. οἱ δὲ τοῦ ἀναχώματος.
ἤδη γὰρ ἐπιβεβηκότες ἦσαν τῷ τείχει.
ἀφʼ ὑψηλοῦ: γράφεται «ἀπʼ εὐεργέος».
λίπε δʼ ὀστέα θυμός: ὀστέα ἀπὸ μέρους τὸ ὅλον σῶμα· οὐ γὰρ ἐν τοῖς ἀναισθήτοις ἡ ψυχή.
λίπε δʼ ὀστέα θυμός: ἀντὶ τοῦ τὸ σῶμα.
λίπε δʼ ὀστέα θυμός: δοκεῖ αὐτῷ καὶ τοῖς ὀστοῖς τὸ ψυχικὸν παρεσπάρθαι, ὡς καὶ Ποσειδωνίῳ ἐν τρίτῳ Περὶ ψυχῆς· ὁ μὲν γὰρ Πλάτων καὶ τοὺς δεσμοὺς αὐτῆς ἐν ταῖς τοῦ ὀστοῦ ῥίζαις φησὶν εἶναι.
Τεῦκρος δὲ Γλαῦκον—παῦσε δὲ χάρμης: πολὺ ὤνησαν ἐλθόντες βοηθοὶ Αἴας καὶ Τεῦκρος· τὰ γὰρ ἄκρα τῆς Σαρπηδόνος στρατιᾶς παρείλοντο.
ἰῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο: οὐ πάντως διασταλτέον ἐπὶ τὸ ἰῷ· κἂν συνάπτηται γὰρ ὁ στίχος, δύναται ὑπερβατὸν νοεῖσθαι, ἰῷ βάλεν ἐπεσσύμενον τείχεος ἀντὶ τοῦ ἐπὶ τὸ τεῖχος.
ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα, παῦσε δὲ χάρμης:ἀρίστου τοξότου τὸ τὰ μὴ σκεπασθέντα βαλεῖν, ὡς Ἀλέξανδρος τὸ δὲ ἑξῆς «ἰῷ ἐπεσσύμενον βάλε» βραχίονα. τὸ δὲ χάρμης ἐξ ἀντιφράσεως.
ἀρίστου γὰρ τοξότου τὸ ἐσκεμμένως βάλλειν καὶ τὰ καίρια τηρεῖν.
ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα: καθʼ ὃ μέρος ἐθεάσατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον.
ἂψ δʼ ἀπὸ τείχεος ἆλτο: προσηρεικὼς τῷ τείχει ὁ Γλαῦκος πάλιν ἀναχωρεῖ.
ἵνα μή τις Ἀχαιῶν—ἐπέεσσι: ὅπως μὴ θράσους αἴτιος εἴη τοῖς πολεμίοις.
ἵνα μὴ τοῖς ἑτέροις Τρωσὶν αἴτιος γένηται δειλίας, καυχήσεως δὲ τοῖς Ἀχαιοῖς.
ἀθρήσειε: ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, ἴθρις Ὄθρυς, «ἄχρις», «ἀφρός», «ὄφρα», ὑπεσταλμένου τοῦ ἅθρους πρὸς διάφορον σημαινόμενον. πρόδηλον δὲ κἀκ τῆς συναλιφῆς ὅτι ψιλοῦται, «ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατο».
τὸ δὲ ἀθρήσειε ψιλωτέον· πᾶν γὰρ φωνῆεν πρὸ δασέος καὶ τοῦ ρ ψιλοῦται, σεσημειωμένου τοῦ ἅθρους πρὸς διάφορον σημαινόμενον.
Σαρπήδοντι δʼ ἄχος γένετο: ἐδηλώθη ἡ διάθεσις τοῦ φίλου· διὰ γὰρ τὴν περίστασιν οὐκ ἐξάγειν, οὐ παραμυθεῖσθαι ἐδύνατο.
αὐτίκʼ ἐπεί τʼ ἐνόησεν, ὅμως δʼ οὐ λήθετο χάρμης:τὸ ἑξῆς ἐστιν ἐπεὶ ἐνόησε, παρέλκοντος τοῦ τέ· διὸ τὴν πει συλλαβὴν ὀξυτονητέον. τοῦ δὲ ὅμως τὴν προτέραν ὀξυτονητέον· ἔστι γὰρ σύνδεσμος. προείρηται δὲ τὸ αἴτιον.
ὉΜΩΣ: ὁμοίως τῷ πρώτῳ ἦν. ἢ «ὅμως», ὡς ἔχει τὸ «ἔνθα χʼ ὅμως προσέφη».
ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα: ὅτι οὐ Κάλχαντος ἀδελφὸς Ἀλκμάων, ἀλλʼ ὁμώνυμος, ἐπεὶ προσέθηκεν ἄν τι εἰς διάγνωσιν.
ἀλλʼ ὅ γε Θεστορίδην Ἀλκμάονα: ἄδηλον, εἰ Κάλχαντός ἐστιν ἀδελφός. εἰ δὲ ἦν, κἂν διεσάφησεν ὁ ποιητής.
δουρὶ τυχήσας νύξε: ἄδηλον ποῦ. ὁ δὲ Ἀριστοφάνης, ὡς ὑπερκύπτοντα κατὰ τὸ γένειον αὐτὸν ἔβαλεν.
ἐκ δʼ ἔσπασεν ἔγχος: δῆλον ὅτι πλησίον ὢν καὶ τρῶσαι ἐκ χειρὸς δυνάμενος ὡς ἂν ἤδη ἐπιβεβηκὼς τῷ τείχει. εἰ δὲ μὴ κατὰ τὸ ῥητὸν λέγει, πῶς προσῄεσαν, οὐ θαῦμα· εἶπε γὰρ ἤδη «κρόσσας μὲν πύργων ἔρυον»· ἄλλως γὰρ ἀναβαίνειν ἀδύνατον.
ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν ἕλχʼ, ἡ δʼ ἕσπετο πᾶσα διαμπερές: καθέλκει τὴν ἔπαλξιν πρὸς τὸ εἰσπηδῆσαι, σαθρὰ δὲ οὖσα κατηνέχθη. τινὲς δέ φασι κάτωθεν λαβεῖν τὴν ἔπαλξιν. ἔστι γὰρ ταπεινὸν τὸ τεῖχος.
ἡ δʼ ἕσπετο πᾶσα διαμπερές: ὡς ἐπὶ ἐμψύχου, ἵνα δηλώσῃ ὅτι ὥσπερ ἐπιταχθεῖσα ἠκολούθησεν. τὸ δὲ διαμπερές διηνεκῶς, διʼ ὅλου.
αὐτὰρ ὕπερθε τεῖχος ἐγυμνώθη: ἔμφασις μεγέθους λίθου. τὸ δὲ ἐγυμνώθη ἀπεκοσμήθη.
τὸν δʼ Αἴας καὶ Τεῦκρος: πιθανῶς ὡς ἀρίστου ἄμφω στοχάζονται.
καὶ Τεῦκρος: ὑπὸ τὴν ἔπαλξιν σκέπεται Τεῦκρος.
ὁ μὲν ἰῷ: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν.
βεβλήκει τελαμῶνα περὶ στήθεσσι φαεινόν: ὅτι διὰ τελαμώνων ἀνήπτοντο αἱ ἀσπίδες.
ἀμφιβρότης: τινὲς βροτὸν περιεχούσης.
ἀλλὰ Ζεὺς κῆρας ἄμυνεν —δαμείη: ἄκρως κἀνταῦθα τῇ προσθήκῃ τὴν ἀποτυχίαν τοῦ Τεύκρου ἰάσατο. καὶ τοῖς βάλλουσι χαρίζεται, καὶ Πατρόκλῳ σῴζει αὐτόν
ἡ δὲ διαπρό: οὕτως «οὐδὲ διαπρό» αἱ Ἀριστάρχου. ἡ δὲ κοινὴ ἡ δὲ διαπρό.
οὕτως ἡ γραφή.
μεμαῶτα: μετὰ προθυμίας ἐφαλλόμενον.
χώρησεν δʼ ἄρα τυτθὸν ἐπάλξιος: ἐν τῇ ἀναβάσει δηλονότι.
κατὰ τὴν ἀνάβασιν δηλονότι τὴν εἰς τὸ τεῖχος ἐκωλύθη.
ἐέλπετο: οὕτως διὰ τοῦ π ἐέλπετο αἱ Ἀριστάρχου, οὐχὶ δὲ διὰ τοῦ δ «ἐέλδετο».
γράφεται καὶ «ἐέλδετο», καὶ μᾶλλον.
ἀργαλέον δέ μοι … ῥηξαμένῳ θέσθαι παρὰ νηυσὶ κέλευθον: ἀργαλέον καὶ ῥῆξαι καὶ ὁδοποιῆσαι.
ἐφομαρτεῖτον: Ἀρίσταρχος «ἐφαμαρτεῖτε», ἄλλοι δὲ ἐφομαρτεῖτον, ἄλλοι δὲ «ἐφομαρτεῖτε».
καὶ «ἐφομαρτεῖτε» καὶ «ἐφαμαρτεῖτε». οὕτως Ἀρίσταρχος.
ὑποδδείσαντες ὁμοκλήν: ἐπὶ δὲ τῶν Ἑλλήνων ἅμα τῷ δέει καὶ αἰδῶ παραλαμβάνει· οὐ γὰρ ὡς τυράννοις ἐξ ἐπιτάγματος ὑπακούουσιν οἱ Ἕλληνες.
ἐπέβρισαν: μετὰ βάρους ὥρμησαν.
μέγα δέ σφισι φαίνετο ἔργον: ὅτι τὸ σημαινόμενόν ἐστι, μέγα ἤδη αὐτοῖς ἐνεδείκνυτο τῆς μάχης ἔργον, οὐ κατὰ διάνοιαν.
μέγα δέ σφισι φαίνετο ἔργον: ἀνεφαίνετο αὐτοῖς μέγα ἔργον, οἷον ἡ μάχη μείζων καὶ δεινοτέρα καθίστατο.
οὔτε γὰρ ἴφθιμοι Λύκιοι—πέλασθεν: ἀντίθεσις τὸ σχῆμα· ἀκριβῶς γὰρ ἴσα πρὸς ἴσα ἀντιτίθησιν.
πέλασθεν: οὕτως πέλασθεν Ἰακῶς.
ἀλλʼ ὥστʼ ἀμφʼ οὔροισι δύʼ ἀνέρε δηριάασθον:περὶ ὁρίων ἁμιλλῶνται· οὐδὲν γὰρ τούτου σχετλιώτερον δοκεῖ τοῖς κτήτορσι εἶναι.
μέτρʼ ἐν χερσὶν ἔχοντες ἐπιξύνῳ ἐν ἀρούρῃ:μέτρα τὰς ἀκαίνας, ὡς καὶ οὗτοι τὰ δόρατα. ἐπιξύνῳ δὲ κοινοὺς ὅρους ἐχούσῃ.
ὀλίγῳ ἐνὶ χώρῳ: Ζηνόδοτος «ὀλίγῃ ἐνὶ χώρῃ».
ὀλίγῳ ἐνὶ χώρῳ: εἰς ἐπίτασιν· οἱ γὰρ πλείονα κεκτημένοι ἴσως καταφρονοῦσιν.
ὡς ἄρα τοὺς διέεργον ἐπάλξιες: τὰ γὰρ ὅρια ἔθεσαν διὰ λίθων· «ἔμμεναι οὖρον ἀρούρης».
ἀσπίδας εὐκύκλους λαισήϊά τε πτερόεντα:πρὸς τὸ λαισήϊα, ὅτι οἱ μὲν κατὰ ἀντιπαράθεσιν τῶν εὐκύκλων παραμήκεις τὰ λαισήϊα, οἱ δὲ ἐλαφρά, ἔνιοι δὲ δασέα ἐξ ἀδεψήτων βυρσῶν.
λαισήϊα: ἐξ ἀκατεργάστων βυρσῶν. ἢ τῇ λαιᾷ παλλόμενα Ἀμαζονικά.
τὰ καὶ τῇ λαιᾷ πάλλεσθαι δυνάμενα ἀσπίδια.
ὅτῳ: Ζηνόδοτος «ὅτεῳ», καὶ ἐμφαίνει Ὁμηρικὸν χαρακτῆρα· καὶ γὰρ ἀλλαχοῦ φησι «τῷ ὅτεῳ τε πατὴρ κέλεται».
Ζηνόδοτος δὲ «ὅτεῳ»· καὶ ἔστιν Ὁμηρικόν.
στρεφθέντι: οὐκ ἐπὶ φυγήν, ἀλλὰ διʼ ἄλλο τι.
πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶνἐρράδατʼ ἀμφοτέρωθεν: συνελὼν τὸν περὶ πάντων λόγον ηὔξησε τὴν ἔμφασιν καὶ ἐναργῶς τὸ τεῖχος ᾑμαγμένον δείκνυσιν. τὸ δὲ ἐρράδατο ἀπὸ τοῦ ῥάζω.
πάντῃ δή: ὁ μὲν Ἀρίσταρχος τὸν δή σύνδεσμον παρέλαβεν. Τυραννίων δὲ ἐκδέχεται τὸ ᾗ ἐπίρρημα τοπικόν, ἵνα δύο μέρη λόγου ὑπάρχῃ, δέ καὶ ᾗ, καὶ προστίθησι τὸ ι καὶ δασύνει ὁμοίως τῷ «ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης». οὐκ ἀναγκαῖον δέ· ἤδη γὰρ πρόκειται τὸ πάντῃ τοπικόν.
ἀλλʼ ἔχον ὥς τε τάλαντα—μισθὸν ἄρηται: πάλιν τὸ ἰσοπαλὲς τῶν μαχομένων παρέβαλε ζυγῷ· οὐδὲν γὰρ οὕτως ἀκριβὲς πρὸς ἰσότητα. καὶ ἡ ταλαντεύουσα οὐκ ἔστι δέσποινα οἰκίας — ταύτην γὰρ οὐ λυπεῖ πολλάκις τὸ παρὰ βραχὺ ἴσον —, ἀλλʼ οὐδὲ θεραπαινίς — οὐ γὰρ αὗται ζητοῦσι τὸ ἀκριβὲς εἰς τοσοῦτον, ἅτε δὴ ὑπὸ τοῦ δεσπότου τρεφόμεναι καὶ οὐκ ἐν τῷ διαμαρτεῖν περὶ τὸν σταθμὸν κινδυνεύουσαι περὶ τροφήν —, χερνῆτις δέ, ἡ χειρὶ τὰ πρὸς τὸ ζῆν πορίζουσα, ἵνα παισὶν ἀεικέα φησίν. τὸ δὲ ἀληθής ταῖς ἀληθείαις χερνῆτις. τάλαντον δὲ παρὰ τὸ ταλαὸν καὶ ὑπομενητικὸν τοῦ βάρους.
χερνῆτις: ἡ ἀπὸ τῶν ἔργων—ἄλλοις ἐργαζομένη.
εἴριον ἀμφὶς ἀνέλκει: ἀμφίς, οὐ δύναται ὧδε στιγμή· οὐδέποτε γὰρ ὁ ἐννεακαιδέκατος χρόνος τοῦ ἔπους διαστολὴν δέχεται. τὸ δὲ ἀμφὶς ἀνέλκει ἑκατέρωθεν, μήποτε παραδοῦσα ἀποστερηθῇ τῆς τιμῆς τοῦ μισθοῦ ὀλίγον.
ἀμφὶς ἀνέλκει: ἑκατέρωθεν, μή ποτε παριδοῦσα ἀποστερηθῇ ὀλίγου μισθοῦ τιμῆς. οὐ δύναται δὲ εἰς τὸ ἀμφίς εἶναι στιγμή· οὐδέποτε γὰρ ὁ ἐννεακαιδέκατος χρόνος τοῦ ἔπους διαστολὴν δέχεται.
ἀμφὶς ἀνέλκει ἰσάζουσα: τάχα τὸ ἑξῆς ἐστιν ἀμφὶς ἰσάζουσα, ἀμφοτέρωθεν ἰσοῦσα· οἱ γὰρ ἱστάντες ἑκατέρωθεν ἀφορῶσιν.
ἀεικέα: οὕτως μετὰ τοῦ ν «ἀνεικέα», ἔξω νείκους, τὸ ἴσον αὐτοῖς ἀπονέμουσα. ἄμεινον δέ, φησίν, ἀεικέα, τὸν εὐτελῆ. ἐν δὲ τῷ Πρὸς τὸ Ξένωνος παράδοξον προφέρεται «ἀμεμφέα».
ἔν τισι μετὰ τοῦ ν «ἀνεικέα», ἔξω νείκους.
πρίν γʼ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε: ὑπέρτερον τῶν Ἑλλήνων, ἢ ὃ οὐκ εἶχε πρώην. ἀεὶ δὲ Διὶ ἀναφέρει πᾶν εὐτύχημα Ἕκτορος.
Πριαμίδῃ, ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν:καὶ πῶς φησι «κεῖται ἀνήρ, ὃς πρῶτος» ἢ ἴσως ἑκάτερος τῆς ἰδίας τάξεως πρῶτος, ἢ ἀντὶ τοῦ ἐσάλευσε τὸ «ἐσήλατο».
ἤϋσεν δὲ διαπρύσιον, Τρώεσσι γεγωνώς: ὅτι ἐπὶ τοῦ Διὸς τοῦτό φησιν, οὐκ ἐπὶ τοῦ Ἕκτορος· διὸ καὶ ἐπήνεγκεν «ὣς φάτʼ ἐποτρύνων, οἱ δʼ οὔασι πάντες ἄκουον».
Ἀρίσταρχος ἐπὶ Διός φησι.
καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ: πρὶν παρελθῃ τὸ τεῖχος, βαρβαρικῶς ἀλαζονεύεται περὶ τῶν νεῶν ὥστε φοβῆσαι τοὺς Ἕλληνας.
οἱ δʼ οὔασι πάντες ἄκουον: ὅτι διὰ τούτου εὐκρινὲς γίνεται τὸ τῆς προκειμένης ἀμφιβολίας· οὐ γὰρ δὴ ἄλλως ἐδύναντο πάντες ἀκούειν, εἰ μὴ ὁ Ζεὺς ἐπεφώνησεν.
οἱ δʼ οὔασι πάντες ἄκουον: οὐ παρʼ ἑτέρων. ἢ ἀναπεπταμένοις τοῖς ὠσὶ καὶ προθύμοις.
κροσσάων ἐπέβαινον ἀκαχμένα δούρατʼ ἔχοντες: ὅτι Ζηνόδοτος γράφει «κροσσάων ἐπέβαινον, ἐπεὶ θεοῦ ἔκλυον αὐδήν».
Ἕκτωρ δʼ ἁρπάξας λᾶαν φέρεν, ὅς ῥα πυλάωνεἱστήκει πρόσθεν … αὐτὰρ ὕπερθεν ὀξὺς ἔην: ὕπερθεν τὸ εἰς ἀέρα νεῦον πρὸς τὸ εὐσύλληπτος εἶναι καὶ ὡς πέλεκυς δημιουργηθεὶς πρὸς τὸ ταχὺ σχίσαι τὰς πύλας. τῷ δὲ ἁρπάξας τὸ σύντομον καὶ ἰσχυρὸν ἐδήλωσεν.
τῷ εἰς ἀέρα νεύοντι μέρει. τοῦτο δὲ διὰ τὸ εἶναι εὐσύλληπτον, καὶ ἵνα ῥᾳδίως τῇ ὀξύτητι τὰς πύλας διασχίσῃ ὡς πέλεκυς.
εἱστήκει: Ἀρίσταρχος «ἑστήκει» χωρὶς τοῦ ι.
εἱστήκει πρόσθε, πρυμνὸς παχύς, αὐτὰρ ὕπερθεν ὀξὺς ἔην: βραχὺ διασταλτέον ἐπὶ τὸ πρόσθε, συναφὴν δὲ θετέον ὑπʼ ἀμφοτέρας τὰς λέξεις· ἓν γὰρ τὸ σημαινόμενον, κατὰ τὸ ἔσχατον παχύς, κατὰ δὲ τὸ ἕτερον ὀξύς.
πρυμνὸς παχύς: ἓν ἐκ τῶν δύο· διὸ συναφὴ τίθεται.
ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος: διὰ τὸν Δία. ἐπὶ δὲ Αἴαντος «χειρί γε τῇ ἑτέρῃ».
ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος: διττὴ ἡ ἐπίτασις, καὶ τῶν δύο μὴ κινούντων τὸν λίθον καὶ τοῦ ἑνὸς πάλλοντος ἐλαφρῶς.
τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου πάϊς ἀγκυλομήτεω:ὅτι ἐκλύει τὴν τοῦ βαστάζοντος δύναμιν. καὶ Ἀριστοφάνης ἠθέτει, Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.
φέρει: οὕτως διὰ τοῦ ε φέρει.
«φέρην», οὐ φέρει.
ἄρσενος οἰός: ὅτι τραχυτέρα ἢ ὅτι ῥυπωδεστέρα ἐμφερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λίθου ἐστίν. μέγας δὲ ὁ τοῦ ἄρσενος πόκος. θέλει οὖν μέγαν παραστῆσαι τὸν λίθον.
ὅτι τραχύτερος ἢ ὅτι ῥυπωδέστερος ἢ ὅτι μέγας ὁ τοῦ ἄρσενος πόκος· ἢ ὅτι ἐμφερὴς τῷ χρώματι καὶ τῇ τραχύτητι τοῦ λίθου ἐστίν. θέλει δὲ παραστῆσαι τὸ τοῦ λίθου μέγεθος.
στιβαρῶς: πυκνῶς καὶ ἰσχυρῶς.
δικλίδας ὑψηλάς· δοιοὶ δʼ ἔντοσθεν ὀχῆες: ὀχῆας δέ τινες τὰ κάτω κλεῖθρα, δικλίδας δὲ δὶς κλειομένας δυσὶ κλεισίν.
δοιοὶ δʼ ἔντοσθεν ὀχῆες εἶχον ἐπημοιβοί, μία δὲ κληὶς ἐπαρήρει: ὅτι δύο φησὶ μοχλοὺς εἶναι ἐπὶ τῆς πύλης, ἐξ ἑκατέρας φλιᾶς ἕνα, ἐπαλλασσομένους κατὰ μέσον καὶ ἐπὶ τοῖς ἄκροις ἐπικλειομένους διὰ τὴν συμβολὴν μιᾷ κλειδί.
ἐπημοιβοί: εἰς μέσον συνάπτοντες· οἱ δέ, εἷς ἐφʼ ἕνα, μία δὲ ἐπʼ αὐτῶν κλεὶς ἥρμοστο.
στῆ δὲ μάλʼ ἐγγὺς ἰών: ἐν ἄλλῳ «στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών».
εὖ διαβάς: συνεργεῖ γὰρ ἡ διάβασις πρὸς βιαιοτέραν τοῦ βαλλομένου φοράν.
ἵνα μή οἱ ἀφαυρότερον βέλος εἴη: ὅτι πᾶν τὸ βαλλόμενον βέλος λέγει καὶ νῦν τὸν λίθον. καὶ ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον ἡρμήνευκεν.
θαιρούς: τὸν ἄνω καὶ κάτω στρόφιγγα θαιρούς φησι διὰ τὸ διʼ αὐτῶν θεῖν τὰς πύλας.
σανίδες δὲ διέτμαγεν— ποιητὰς ἐσέχυντο πύλας: πανταχόθεν ἐκίνησε τὴν ἐνέργειαν, ἐκ τοῦ βαλόντος, ἐκ τῶν διαρριπτουμένων σανίδων, ἐκ τοῦ εἰσπηδῶντος καὶ φοβερὸν βλέποντος, ἐκ τῆς τῶν ὅπλων λαμπηδόνος, ἐκ τῶν κατεχομένων δοράτων, ἐκ τῶν ὑπερβαινόντων τὸ τεῖχος, καθʼ ὃ μέρος ἔρρηξε Σαρπηδών, ἐκ τῶν εἰστρεχόντων εἰς τὰς πύλας, καθʼ ὃ μέρος ἔρρηξεν αὐτὰς ὁ Ἕκτωρ.
λᾶος ὑπὸ ῥιπῆς: προπερισπαστέον ὡς «κλῆρος»· ἀπὸ γὰρ εὐθείας πέπτωκε δισυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ χρῆσιν. καὶ ὤφειλε τρισυλλαβεῖν ἡ γενική, συναλιφὴν δὲ λαβοῦσα βαρύνεται. τὴν δὲ πρόθεσιν Τυραννίων ἀναστρέφει, ἵνα τὸ ἑξῆς ὑπάρχῃ ὑπὸ λίθου ῥιπῆς. οὐκ ἀναγκαῖον δέ· τί γὰρ κωλύει φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως καὶ εἶναι ὑπὸ ῥιπῆς λίθου;
ὁ δʼ ἄρʼ ἔσθορε: οὐδέν τι τῶν ἔνδον δεινῶν ὑπολογισάμενος. πάντα οὖν τοῦ θράσους σημαντικὰ καὶ τὰ ἑξῆς ὀνόματα.
νυκτὶ θοῇ ἀτάλαντος: ὅτι τὰ φοβερὰ νυκτὶ ὁμοιοῖ. πρὸς τὸ «ὁ δʼ ἤϊε νυκτὶ ἐοικώς», ὅτι Ζηνόδοτος γράφει «νυκτὶ ἐλυσθείς».
νυκτὶ θοῇ ἀτάλαντος: νυκτὶ τὰ φοβερὰ ὁμοιοῦσιν. ἐκ δὲ τῶν ἐναντίων τὸν εὐεκτὸν «ἥμερον»· παρὰ γὰρ τὸ ἡμέρα ἥμερος.
νυκτὶ θοῇ: ἤτοι ταχέως—κοιμωμένων ἡμῶν.
ὑπώπια: ἀπὸ μέρους ὅλον δηλοῖ.
λάμπε δὲ χαλκῷ … δοιὰ δὲ χερσί δοῦρʼ ἔχεν: ὥσπερ ἐπὶ γραφῆς δείκνυσιν, ὁποῖος ἦν ὁ Ἕκτωρ εἰσδραμὼν εἰς τὸ τεῖχος.
οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας: Ἀρίσταρχος «οὐ κέν τίς μιν ἐρύκακεν ἀντιβολήσας».
οὐκ ἄν τίς μιν ἐρυκάκοι ἀντιβολήσας νόσφι θεῶν: ἅμα μὲν ἐπαίρει τὰ τοῦ Ἕκτορος, ἅμα δὲ καὶ τεχνικῶς ὑπὲρ Ἑλλήνων ἀπολογεῖται, μὴ δυνηθέντων ἀντισχεῖν πρὸς τὴν ἐκδρομὴν τοῦ Ἕκτορος.
τεῖχος ὑπερβαίνειν: ὅτι καθʼ ὃ μέρος ὡδοποίησαν οἱ Λύκιοι, οὐ καθʼ ὅλον.
τοί: ἀντὶ τοῦ οὗτοι.
ὀτρύνοντι: οὕτως διὰ τοῦ ο ὀτρύνοντι.
ὑπέρβασαν: οὕτως συνέσταλκεν ἀντὶ τοῦ ὑπερέβησαν.
ποιητάς: εὖ πεποιημένας.
ἐσέχυντο: ἐμφαντικῶς τῷ ὀνόματι· διὰ στενῆς γὰρ γινομένης τῆς εἰσόδου καὶ ὠστιζομένων τῶν εἰσιόντων ἢ τῶν ἤδη εἰσεληλυθότων ἔπειτα καὶ ἔπειτα φορὰ ὁμοία φαίνεται τοῖς ἀπὸ βραχέος εἰς μείζονα χεομένοις ὑγροῖς.
πύλας· Δαναοὶ δʼ ἐφόβηθεν: ὅτι μία πύλη, πληθυντικῶς δὲ εἴρηται. καὶ ὅτι ἔφευγον ὡς ἐπὶ τὰς ναῦς. διὰ ταύτης δὲ εἰσέρχονται τῆς πύλης, διʼ ἧς ὁ Ἕκτωρ.
ὅμαδος δʼ ἀλίαστος: τὸ μὲν ὅμαδος δασυντέον· ἔχει γὰρ τὸ ὁμοῦ ἐγκείμενον. τὸ δὲ ἀλίαστος ψιλωτέον· ἔστι γὰρ στέρησις ἀπὸ τοῦ λιαστός, ὅπερ πέπτωκεν ἀπὸ τοῦ λιάζω· «ἡγεῖτʼ· ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα».
ἀλίαστος: ἀδιάλειπτος.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.