eul_wid: vta-ahg
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

D-Scholia on the Iliad: Book VII by Scholia on the Iliad and Odyssey

Hector and Paris come back to the fight, and the notes tell Pherecydes' story of Areithous the mace-man. When lots are shaken in a helmet for the duel with Hector, the scholiast infers that the heroes could not write, since each man marked a lot of his own. For Euneus, who sends wine to the Achaean camp, the glosses to the seventh book tell, after Asclepiades, how the Lemnian women killed their husbands and how Jason, landing from the Argo, fathered him on Hypsipyle.

Part of D-Scholia on the Iliad

Ἐξέσσυτο. Ἐξώρμησε. Φαίδιμος. Ὁ λαμπρὸς, ὁ φαιδρὸς κατὰ τὴν τάξιν, ἢ τῇ τῶν ὅπλων φαντασίᾳ.

Μέμασαν. Προεθυμοῦντο.

Ἐελδομένοισιν. Ἐπιθυμοῦσιν.

Ἐϋξέστῃσʼ. Εὖ ἐξεσμέναις, εὖ κατεσκευασμέναις. Ἐλάτῃσι. Ταῖς κώπαις. ὅτι ἐξ ἐλατίνων ξύλων κατεσκευάζοντο.

Καμάτῳ. Κόπῳ.

Φανήτην. Ἐφάνησαν. δυϊκῶς.

Ἑλέτην. Εἷλον, ἀπέκτειναν.

Ἄρνη. Πόλις Βοιωτίας. Ἔστι δὲ καὶ Θετταλίας. Κορυνήτης. Ἐπιθετικῶς. Ὁ Ἀρηΐθοος, ὁ τῇ κορύνῃ μαχόμενος, τοῦτʼ ἔστι, ῥοπάλῳ. Ἔστι δὲ ἐπίθετον Ἀρηϊθόου. Ὃν κορυνήτης Γείνατʼ Ἀρηΐθοος καὶ Φιλομέδουσα βοῶπις. Ἀρηΐθοος ὁ Βοιωτὸς, ἄριστος τῶν κατʼ αὐτὸν ἀνθρώπων, διαβὰς εἰς Ἀρκαδίαν, ἦν γὰρ ἁψιμαχία τὶς ἐκεῖ Ἀρκάσι καὶ Βοιωτοῖς τοῖς αὐτοῦ πολίταις περὶ ὅρων γῆς, πλείστην ἐντεῦθεν κατεσύρατο λείαν. Καταφρόνησιν δὲ αὐτοῦ μεγάλην ἐμβαλόντος τοῖς Ἀρκάσιν, Λυκοῦργος, ὁ τῶν ἐνταῦθα κράτιστος ἀνὴρ, λόχον καθίσας, αὐτόν τε ἀνεῖλε, καὶ τὴν παντευχίαν αὐτοῦ μετὰ τῆς κορύνης ἔλαβε, καὶ τὴν λείαν ἐπανεσώσατο. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.

Στεφάνης. Στεφάνη, εἶδος περικεφαλαίας. Ἔστι δὲ καὶ κόσμος γυναικεῖος. Τίθεται δὲ καὶ ἐπὶ ὄρους ἐξοχῆς· Ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάῤῥοος ὤσει.

Δεξιάδην. Δεξιοῦ υἱόν. Ἢ, ἐκ δεξιῶν. Ἐπιάλμενον. Ἐφαλλόμενον.

Φηγῷ. Δρυΐ.

Μεμαυῖα. Προθυμουμένη.

Ἀνῆκεν. Ἀνέπεισεν.

Ἑτεραλκέα. Ἑτεραλκῆ. Οὕτως ἡ νίκη λέγεται, ὅτʼ ἂν οἱ νικῶντες νικῶνται. ἢ ἀνάπαλιν τὴν τοῖς ἑτέροις τὴν ἀλκὴν καὶ δύναμιν παρέχουσαν.

Τέκμωρ. Τέλος.

Διαπραθέειν. Διαπορθῆσαι.

Ὧδʼ ἔστω. Οὕτως γενέσθω.

Μέμονας. Προθυμῇ.

Ὄρσωμεν. Παρορμήσωμεν.

Οἰόθεν οἶος. Μόνος πρὸς μόνον.

Ἐπόρσειαν. Ἐφορμήσειαν.

Τῶνδʼ Ἕλενος Πριάμοιο φίλος παῖς. Μυθεύεται, τῶν ἐξ Ἑκάβης γεγονότων Πριάμῳ παίδων Ἕλενον καὶ Κασάνδραν διδύμους γεγεννῆσθαι. Τῶν δὲ γενεθλίων αὐτοῖς τελουμένων ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ, λέγεται, τὸν Ἕλενον καὶ τὴν Κασάνδραν ἐν τῷ ναῷ παίζοντας κατακοιμηθῆναι. Ὑπὸ δὲ μέθης τῶν περὶ τοὺς παίδας ἐκλαθομένων ἐκείνων, οἴκαδε χωρισθῆναι. Τῇ δʼ ὑστεραίᾳ ἐλθόντας εἰς τὸ ἱερὸν θεάσασθαι τοὺς παῖδας ταῖς τῶν ὄφεων γλώτταις τοὺς πόρους τῶν αἰσθητηρίων καθαιρομένους. Ὡς οὖν διὰ τὸ παράδοξον αἱ γυναῖκες ἀνέκραγον, συνέβη ἀπαλλαγῆναι τοὺς ὄφεις, καὶ καταδῦναι ἐν ταῖς παρακειμέναις δάφναις, τοὺς δὲ παῖδας ἀμφοτέρους τῆς μαντικῆς οὕτως μεταλαβεῖν. Ἱστορεῖ Ἀντικλείδης. Σύνθετο. Συνῆκεν, ἐνόησεν.

Μητιόωσι. Βουλευομένοις.

Πότμον ἐπισπεῖν. Τὸ μοιρίδιον ἐπισπάσασθαι.

Μέσσου δουρὸς ἑλών. Ἐκ μέσου κρατῶν τὸ δόρυ. Σημεῖον ἡσυχίας πολέμου. Ἱδρύνθησαν. Ἐκάθισαν, ἐκαθέσθησαν.

Ἐοικότες. Ὁμοιούμενοι. Αἰγυπιοῖσιν. Οἱ μὲν εἶδος ἀετοῦ, οἱ δὲ τοὺς γύπας ἐδέξαντο.

Εἵατο. Ἐκάθηντο.

Πεφρικυῖαι. Συνεσταλμέναι. Φρὶξ γὰρ, ἡ ἐπανάστασις τῶν κυμάτων. Φρίσσει τὶς φόβῳ, ἢ ψύχει, ἢ ὀργῇ. Ἐμψύχως οὖν τὰς φάλαγγας φρίσσειν φησί.

Φρίξ. Ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ ὕδατος, ὅ ἐστι, τοῦ κύματος ἀρχομένου. ἢ, τὸ ἐπιπολάζον τῷ κύματι ἀφρῶδες, ὅτʼ ἂν ἄνεμος ἄρχηται πνεῖν. ἢ, ἡ πρώτη ἔγερσις τῶν κυμάτων.

Ὀρνυμένοιο. Ὁρμωμένου. Νέον. Νεωστί. Μελάνει. Μελανίζει, ἢ, μελαίνεται.

Τεκμαίρεται. Βουλεύεται ἢ τελειοῖ, ἢ ἐπὶ τέλος ἄγει.

Ἔασιν. Ἔνεισιν, ὑπάρχουσι.

Πρόμος. Πρόμαχος.

Ταναηκέϊ. Ἐπιμήκει, καὶ τεταμένην ἔχοντι τὴν ἀκμὴν, τουτέστιν, ἠκονημένην τὴν ἀρχήν.

Λελάχωσι. Λαχεῖν ποιήσωσιν, οἱονεὶ μεταλαβεῖν.

Κρεμόω. Κρεμάσω.

Ταρχύσωσι. Θάψωσι. Τάρχαι δὲ, τὰ ἀπονενομισμένα τοῖς νεκροῖς πρὸς κηδείαν. ἀπὸ τῆς ταραχῆς.

Σῆμά τέ οἱ χεύσωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ. Ἀθάμας, Αἰόλου παῖς, βασιλεὺς δὲ Θηβῶν, γήμας τὴν Κάδμου παῖδα Ἰνὼ, παῖδας ἔσχε δύο, Κλέαρχον καὶ Μελικέρτην. Κατὰ Ἥρας δὲ πρόσταγμα, ἀποπεμψάμενος τὴν Ἰνὼ, καὶ ἐπιγήμας Νεφέλην, ἔσχεν ἐξ αὐτῆς δύο παῖδας, Ἕλλην τε καὶ Φρύξον. Μιγνύμενον δὲ αὐτὸν λάθρα τῇ Ἰνοῖ κατοπτεύσασα ἡ Νεφέλη, ᾤχετο. Πάλιν δὲ τῆς οἰκίας ἐπικρατήσασα ἡ Ἰνὼ, ἐπεβούλευσε τοῖς τῆς Νεφέλης παισίν. Εὑροῦσα δέ τινα μηχανὴν, ἔφρυγε τὰ σπέρματα. Καὶ δὲ πολλῆς οὔσης ἀκαρπίας ἐν τῇ χώρᾳ, ἔπεμπεν ὁ Ἀθάμας εἰς Πυθῶ θεοπρόπους. Ἡ δὲ Ἰνὼ συνέπεισε τούτους, τεχνάσασά τινα χρησμὸν κατὰ τοῦ Φρύξου, ὡς θῦμα τῆς αὐτοῦ γονῆς προσενεγκὼν, ἀπαλλαγήσεται τοῦ δεινοῦ. Πυθόμενος οὖν παρὰ τῶν θεοπρόπων ὁ Ἀθάμας τὸ λόγιον, μεταπέμπεται ἐκ τῶν ἀγρῶν τὸν Φρύξον. Πρόφασιν δὲ αὐτὸν ἐκέλευσεν ἄγειν ὅ, τι κάλλιστον πρόβατον ἐν τοῖς θρέμμασιν εἰς ἱερουργίαν ὑπάρχει. Μυθολογεῖται δὲ, παραγιγνομένῳ τῷ Φρύξῳ μετὰ τῆς ἀδελφῆς, κατά τινος δαίμονος ἐπιφάνειαν, ἀνθρωπίνῃ φωνῇ λαλῆσαι τὸν κριὸν, καὶ πᾶσαν αὐτῷ τὴν ἐπιβουλὴν ἀναγγεῖλαι· κελεῦσαί τε αὐτῷ, μετὰ τῆς ἀδελφῆς ἐπικαθίσαι τῷ νότῳ, ὅπως τὸν ἐπικείμενον κίνδυνον ἐκφυγεῖν δυνηθῶσιν. Οὗ καὶ γενομένου, λέγεται, τὸν κριὸν μετὰ πολλῆς βίας διὰ μέσου τοῦ ἀέρος ποιήσασθαι τὴν πορείαν· τὴν δὲ Ἕλλην, μὴ δυναμένην ἀντέχειν, καταπεσεῖν εἰς τὸ ὑποκείμενον πέλαγος· προσαγορευθῆναι δὲ τοῦτο, διὰ τὴν προειρημένην, Ἑλλήσποντον. τὸν δὲ κριὸν, κομίσαντα εἰς Κόλχους ἐκ τοῦ Πόντου τὸν Φρύξον, τελευτῆσαι. Ἐπὶ τοῦτο λέγεται τὸ δέρας τοὺς Ἀργοναύτας ἀποσταλῆναι μετὰ τοῦ Ἰάσονος. Τὸν δὲ Ἀθάμαντά, φασι, μαθόντα ἕκαστα τῶν συντεθέντων ὑπὸ τῆς Ἰνοῦς, μὴ φείσασθαι, μὴ δὲ τῶν ἐξ αὐτοῦ γενομένων αὐτῇ παίδων, ἀλλʼ αὐτοχειρίᾳ μὲν ἀποκτεῖναι Κλέαρχον, ἐπιδιῶξαι δὲ μετὰ ξίφους καὶ τὴν Ἰνώ. Τὴν δὲ καταλαμβανομένην, σωτηρίαν ἐπισπάσασθαι ἑαυτῇ τε καὶ τῷ υἱεῖ, ῥίψασαν ἑαυτὴν εἰς τὴν θάλασσαν, καὶ τυχεῖν ἐκ τῶν θεῶν τῶν ἐναλίων τιμῶν· ὕστερον δὲ καὶ προσαγορευθῆναι αὐτὴν, διὰ τὸν ἐκ τῆς θαλάσσης ἀφρὸν, Λευκοθέαν· τὸν δὲ Μελικέρτην, Παλαίμονα· εἶναι δὲ αὐτὸν σωτῆρα τῶν τὸ πέλαγος πλεόντων ἀνθρώπων. Ἡ ἱστορία παρὰ Φιλοστεφάνῳ. Χεύσωσι. Χώσωσι. Χέειν, τὸ τὴν γῆν ἐπιχέαι τοῖς τεθνεῶσι. Σῆμά τέ οἱ χεῦσαι. Ἀπὸ τούτου τὸ, χυτὴ, οὐ κοινῶς ἡ γῆ, ἀλλʼ ἡ ἐπιχεομένη τοῖς νεκροῖς. Πλατεῖ Ἑλλησπόντῳ. Ἤτοι κατὰ ἀντίφρασιν. στενὸς γὰρ ὁ Ἑλλήσποντος. Ἢ τῷ κατʼ ἐκεῖνο τὸ μέρος αὐτοῦ πεπλατυσμένῳ.

Ὀψιγόνων. Τῶν ὕστερον γενησομένων.

Οἴνοπα. Ὡς οἶνος τῇ χροίᾳ. μέλανα.

Αἴδεσθεν μὲν ἀνῄνασθαι, δεῖσαν δʼ ὑποδέχθαι. Αἴδεσθεν ἀνῄνασθαι, δειλῶν γάρ. Δεῖσαν δὲ διὰ τὰς σπονδάς· ἢ περιμένοντες κέλευσιν, ὡς δῆλον ἀπὸ τῶν ἑξῆς· ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι αὐτὸν ὑπονοοῦντες· ἢ διὰ τὸ, Νὺξ δʼ ἤδη τελέθει. Καὶ παροιμία, ὅτι θρασὺς πρὸς ἔργον, ἐκ πολλοῦ κακός. Ἐπίχαρμος δὲ, ὅτι κακὸς θαῤῥεῖ μάλʼ αὐτόθεν, ἔπειτα φεύγει. Ἔστι δὲ τὸ ἔπος ἰσόκωλον. ὅ περ ἐστὶ φράσις δύο ἢ πλειόνων κώλων, ἀποκρινομένων ἀλλήλοις πρὸς ἀντίστροφον ἐμφέρειαν. Δεύτερον· Χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. Τρίτον ὁμοιόπτωτον καὶ ὁμότονον· Ὕλλῳ ἐπʼ ἰχθυόεντι, καὶ Ἕρμῳ δινήεντι.Τινὲς δέ· δείσαντες τὸν Ἀγαμέμνονα, ὡς καὶ σιγῇ δειδιότες. Ἀνῄνασθαι. Ἀρνήσασθαι. Ὑποδέχθαι. Ἀναδέξασθαι τὸν λόγον.

Στεναχίζετο. Ἔστενεν, ἐκακοπάθει.

Ἀπειλητῆρες. Καυχηταί. ἀπειλεῖν εἰδότες, ἐπαγγέλλεσθαι. Τοὺς δὲ τοιούτους καὶ καυχηματίας λέγουσιν.

Αἰνόθεν αἰνῶς. Ἐκ δεινοῦ δεινὰ, ἢ καὶ, τῶν δεινῶν δεινότερα.

Ὕδωρ καὶ γαῖα γένοισθε. Ἀναλυθείητε, εἰς ὕδωρ καὶ γῆν διαλυθείητε καὶ ἀποθάνοιτε. Βέλτιον δὲ ἀκούειν, ἐξ ὧν ἐγένεσθε, εἰς ταῦτα πάλιν ἀναστοιχειωθείητε. Τῶν στοιχείων ἀὴρ καὶ γῆ κατὰ φύσι ἀκίνητα, τὰ δὲ ἄλλα κινητά. Ταῦτα οὖν φησι, τὴν ἀκινησίαν ὀνειδίζων. Καὶ Ξενοφάνης· Πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα. Ἐκ γῆς γὰρ πάντα καὶ εἰς γῆν τελευτᾷ. Ἢ, ὅτι τὸ ὕδωρ τὰς ψυχὰς διαφθείρει.

Αὖθι. Αὐτόθι. Ἀκήριοι. Ἄψυχοι. Ἀκλεές. Ἀκλεεῖς, ἄδοξοι καὶ ἀνωνόμαστοι.

Ὕπερθεν. Ὑπεράνω.

Πείρατα. Πέρατα, τέλη.

Ἀφραίνεις. Παραφρονεῖς, μωραίνεις, ἀσυνετεῖς.

Ἀνὰ δʼ ἴσχεο. Ἀνάσχου δέ.

Στυγέουσι. Φοβοῦνται, μισοῦσιν.

Ἔῤῥιγʼ. Φοβεῖται. Ἀντιβολῆσαι. Ὑπαντῆσαι, συναντῆσαι.

Ἀδειής. Ἄφοβος, ἀδεής. Μόθου. Μάχης. Οἱονεὶ μότου. παρὰ τὸ τάχιστα πληροῦσθαι τὴν ἐπιθυμίαν. Ἀκόρητος. Ἀπλήρωτος.

Ἀσπασίως. Χαριέντως, ἀσμένως, ἡδέως. Γόνυ κάμψειν. Ἀναπαύσεσθαι. ἢ συγκάμψειν τὰ γόνατα, διὰ τὸ κεκοπῶσθαι ἐν τῷ διώκεσθαι.

Δηΐου. Καυστικοῦ, διακοπτικοῦ.

Γηθόσυνοι. Χαίροντες.

Εἰρόμενος. Ἐρωτῶν.

Ἐρέων. Ἐρευνῶν, ζητῶν. Γενεήν τε τόκον τε. Πατέρα καὶ παῖδα.

Ἡβῷμι. Ἀκμάζοιμι. Κελάδοντι. Διὰ τὸν ἦχον τοῦ ῥεύματος οὕτως εἶπε τὸν Ἰάρδανον, ὅς ἐστι ποταμὸς Ἀρκαδίας. Ἐν ἄλλῳ· Κελάδων, ποταμὸς Ἀρκαδίας. Σημαίνει δὲ ἡ λέξις καὶ τὸν μετὰ ἤχου ῥέοντα.

Φειᾶς. Φειὰ δὲ πόλις τῆς Ἤλιδος. Οἱ δὲ, τῆς Ἀρκαδίας. Παρʼ ἣν ὁ Ἰάρδανος ῥεῖ. Ἰάρδανος δὲ ποταμὸς ἐν Ἤλιδι. Ἐν ἄλλῳ· ποταμὸς ἐν Ἀρκαδίᾳ.

Κορύνῃ. Ῥοπάλῳ. Ῥόπαλον δέ ἐστιν ἀμυντήριον ἑτεροῤῥεπὲς, ἐξ ἑνὸς μέρους ῥοπὴν ἔχον καὶ βάρος.

Κράτεϊ. Κράτει, ἰσχύϊ.

Στεινωπῷ. Στενῷ τόπῳ, στενῇ ὁδῷ.

Ὑποφθάς. Προφθάσας, προλαβών.

Περόνησε. Διεπέρασε, διῆλθε, διέτρησεν. Οὔδει. Τῷ ἐδάφει, τῇ γῇ.

Πολυτλήμων. Πολλὰ ὑπομένων.

Ἔσκον. Ἦν, ὑπῆρχον.

Πολλός. Ἀντὶ τοῦ, μέγας. Παρῄορος. Παρῃωρημένος τῷ σώματι. τοῦτʼ ἔστιν, ἐκλελυμένος. Ἐν ἄλλῳ. Νῦν ἀντὶ τοῦ, μέγας, παραιωρούμενος καὶ εἰς μῆκος ἐκτεταμένος. Λέγει δὲ οὕτως ποτὲ καὶ τὸν παρεζευγμένον ἐκτὸς τοῦ ζυγοῦ ἵππον· καὶ τὸν ἄφρονα. Ἔνθα καὶ ἔνθα. Κατὰ πλάτος, καὶ κατὰ μῆκος.

Ἡβώοιμι. Ἀκμάζοιμι.

Προφρονέως. Προθύμως.

Ὀπάων. Ἀκόλουθος ἢ θεράπων.

Ἀνδρειφόντῃ. Ἀνδροφόνῳ.

Πεπάλαχθε. Κληρώθητε. Ὁ γὰρ κλῆρος, πάλος. Κλήρῳ νῦν πεπάλαχθε διαμπερὲς, ὅς κε λάχῃσιν. Ἐπὶ τὸ τέλος τοῦ στίχου στικτέον τὸ, διαμπερὲς, ὅς κε λάχῃσι. ἵνʼ ᾖ, τοῦ κλήρου διὰ παντὸς ἐλθόντος, ὃς ἂν λάχῃ. Οἱ δὲ οὕτω διέστειλαν· ὅς κε λάχῃσιν, οὗτος γὰρ ὀνήσει διαμπερές. οὐ παρʼ αὐτὸν, διὰ τὸν ὑπερβιβασμὸν τοῦ αἰτιώδους συνδέσμου, Ὁμηρικὸν γάρ. Διαμπερές. Ἄντικρυς, καὶ φανερῶς. Λάχῃσι. Λάχῃ, ἐπιτύχῃ.

Ἐσημῄναντο. Ἐσημειώσαντο. Ἐξ οὗ δηλοῖ, ὅτι οὐ γράμματα ᾔδεισαν οἱ ἥρωες.

Κυνέῃ. Περικεφαλαίᾳ.

Πάλλεν. Ἔσειεν.

Ἐκ δʼ ἔθορεν. Ἐξώρμησεν, ἐξεπήδησεν.

Ἐνδέξια. Ἐπιδεξίως.

Ἀπηνῄναντο. Ἀπηρνήσαντο.

Ὅμιλον. Τὸ ἄθροισμα.

Ἐπιγράψας. Γραμμαῖς τισιν σημειωσάμενος.

Ὑπέσχεθεν. Ὑπέσχεν, ὑπέβαλε.

Γνῶ. Ἐπέγνω. Σῆμα. Νῦν, σημεῖον.

Ὄφρʼ ἄν. Ἕως ἄν.

Τόφρα. Ἐν τοσούτῳ.

Ἐφʼ ὑμείων. Ἐφʼ ὑμῶν αὐτῶν. τοῦτʼ ἔστι, καθʼ αὑτῶν. Πύθωνται. Αἴσθωνται, ἀκούσωσιν.

Ἀμφαδίην. Φανερῶς. Δείδιμεν. Δεδοίκαμεν, φοβούμεθα. Ἔμπης. Ὅμως.

Δίηται. Ἐκφοβήσει, διώξει.

Ἀϊδρείῃ. Ἀπειρίᾳ. Νήϊδα. Ἄπειρον.

Ἔλπομαι. Ἐλπίζω. Γενέσθαι. Γεννηθῆναι.

Εὖχος. Καύχημα. Ἀρέσθαι. Λαβεῖν.

Ὄπασσον. Περιποίει.

Κορύσσετο. Καθωπλίζετο. Νώροπι. Λαμπρῷ.

Χροΐ. Χρωτί. Ἕσσατο. Περιεβάλετο, περιέθετο.

Σεύατο. Ὥρμησεν. Πελώριος. Μέγας.

Θυμοβόρου. Τῆς τὴν ψυχὴν ἐσθιούσης.

Τοῖος. Τοιοῦτος.

Βλοσυροῖσι. Καταπληκτικοῖς. Προσώπασι. Προσώποις. Νέρθεν. Κάτωθεν.

Ἤϊεν. Ἐπορεύετο. Μακρά. Μεγάλα. Βιβάς. Βαίνων, διαβαίνων. Κραδάων. Κραδαίνων, σείων.

Πάτασσεν. Ἐπέπαλλεν, ἐπήδα, ἐν παλμῷ καὶ κινήσει ἦν.

Ὑποτρέσαι. Ὑποχωρῆσαι, ἐκφυγεῖν ἢ ὑποφυγεῖν διὰ δέος. Ἀναδῦναι. Ἀναστρέψαι, ὑπεξελθεῖν.

Ἄψ. Πάλιν, καὶ ὀπίσω.

Ἑπταβόειον. Ἑπτάπτυχον, ἑπτάβυρσον.

Σκυτοτόμων. Σκυτέων.

Αἰόλον. Ποικίλον.

Ζατρεφέων. Ἄγαν καὶ ἐπιμελῶς τεθραμμένων, ἄγαν εὐτραφῶν. μεγάλως τεθραμμένων.

Εἴσεαι. Γνώσῃ. Οἰόθεν οἶος. Μόνος πρὸς μόνον.

Ῥηξήνορα. Τὸν ῥηγνύντα τῇ ἠνορέῃ, τοῦτʼ ἔστι, τῇ ἀνδρείᾳ. ἢ, ἀνδρεῖον. ἢ, τὸν ῥέξαι τὶ καὶ πρᾶξαι τῇ ἠνορέῃ δυνάμενον.

Ἀντιάσαιμεν. Ὑπαντήσαιμεν.

Ἀφαυροῦ. Ἀσθενοῦς. Πειρήτιζε. Διάπειραν λάμβανε.

Νωμῆσαι. Διακινεῖν, βαστάσαι. Βῶν. Βοῦν. Δωρικῶς, τὴν ἀσπίδα. ὅτι ἐκ βοείων ἐστὶ δερμάτων. Συνεκδοχικῶς, τὸ ὅπλον.

Ἀζαλέην. Ξηράν. Τό μοι. Διʼ ὅ μοι. Ἢ, ὅπερ μοι τὸ ὅπλον, μεταληπτικῶς εἰς τὸ συνώνυμον. Ἐστί. Πάρεστιν. ὑπάρχει. Ταλαύρινον πολεμίζειν. Πληκτικῶς καὶ ὑπομονητικῶς πολεμεῖν.

Σταδίῃ. Τῇ συστάδην μάχῃ. Μέλπεσθαι. Κυρίως μὲν παίζειν, ἢ τέρπεσθαι. νῦν δὲ, οἷον κινεῖσθαι εὐχερῶς καὶ ἐμπείρως κατὰ τὴν μάχην.

Ὀπιπτεύσας. Περιβλεψάμενος. Ἀμφαδόν. Φανερῶς. Τύχοιμι. Ἐπιτύχω.

Δαΐζων. Διακόπτων.

Ῥινῷ. Τῇ βύρσῃ τοῦ δέρματος. Εἴσχετο. Ἐπεσχέθη. ἐκωλύθη.

Διάμησε. Διέσχισεν.

Οὐκ ἀλαπαδνόν. Οὐκ ἀσθενές.

Ἀνεγνάμφθη. Ἀνεκάμφθη.

Ἐπάλμενος. Ἐφαλλόμενος.

Στυφέλιξεν. Ἔσεισε.

Τμήδην. Τμητικῶς. ὅσον ἐπιτεμεῖν, καὶ οὐκ εἰς βάθος τρῶσαι. Ἀνεκήκιεν. Ἀνέβαλλεν, ἀνίει.

Ἀναχασσάμενος. Ἀναχωρήσας.

Ἐπομφάλιον. Τὸ ἐπικείμενον τῷ τῆς ἀσπίδος ὀμφαλῷ.

Ἀείρας. Ἐπάρας, βαστάσας.

Ἐπιδινήσας. Ἐπιστρέψας. Ἐπέρεισεν. Ἐπεβάρησεν. Ἶνα. Ἰσχὺν, δύναμιν. Ἀπέλεθρον. Ἀμέτρητον, μεγάλην.

Μυλοειδέϊ. Στρογγύλῳ, ἢ τραχεῖ. Πέτρῳ. Λίθῳ.

Ἐξετανύσθη. Ἐξετάθη.

Ἐγχριμφθείς. Προσπελασθεὶς, ἐγγίσας.

Αὐτοσχεδόν. Σύνεγγυς.

Σχέθον. Ἐπέσχον.

Τελέθει. Γίγνεται.

Πινυτήν. Σωφροσύνην, φρόνησιν.

Ἐϋφρήνῃς. Εὐφρανεῖς.

Ἔασιν. Εἰσίν.

Θεῖον ἀγῶνα. Τὸ τῶν θεῶν ἄθροισμα. Θεῖον δύσονται ἀγῶνα. Εἰς τὸ τῶν θεῶν ἄθροισμα εἰσελεύσονται. Λέγει δὲ τὰ ἱερά.

Περικλυτά. Περισσῶς ἔνδοξα.

Θυμοβόροιο. Τῆς τὴν ψυχὴν ἐσθιούσης.

Διέτμαγον. Διεχωρίσθησαν. Ἀρθμήσαντε. Ἀρθμήσαντες, φιλιωθέντες. Δυϊκῶς. Ἀρθμὸν γὰρ τὴν φιλίαν φησί.

Ἀρτεμέα. Ἄρτιον, ὑγιῆ. Προσιόντα. Προσανερχόμενον.

Ἀέλποντες. Ἀελπίζοντες. οὐκ ἐλπίζοντες. Σόον. Σῶον, ὑγιῆ.

Δέρον. Ἔδερον, ἐξέδερον. Ἀμφί θʼ ἕπον. Καὶ περιεῖπον. ὅ ἐστιν, ἐνήργουν. Διέχευαν ἅπαντα. Διεμέρισαν, ἢ κατὰ μέρη διεῖλον. Ἢ, ἀνήπλωσαν, ἀνέπτυξαν. διεῖλον. Τὸ γὰρ εἰς μικρὰ διελεῖν, μιστύλλειν λέγεται. Διέχευαν. Διέχεαν, ἐμέρισαν. μεταφορικῶς ἀπὸ τῶν ὑγρῶν.

Πεῖραν. Διεπέρασαν, διεπερόνησαν. Ὀβελοῖσι. Τοῖς ὀβελίσκοις.

Δαίνυντο. Ἤσθιον. Δαὶς γὰρ, ἡ τροφή.

Νώτοισι. Τοῖς νωτιαίοις μέρεσι. Διηνεκέεσσιν. Ἐπιμήκεσιν. Ἢ, ἐπὶ πολὺ διήκουσιν, ἢ διηνεκῶς, ὅ ἐστι, συνεχῶς. Γέραιρεν. Ἐτίμα.

Ἐσκέδασεν. Ἐσκόρπισεν.

Ἠοῖ. Ἡμέρᾳ.

Κυκλήσομεν. Ἐφʼ ἁμαξῶν οἴσομεν. Κύκλα γὰρ, οἱ τροχοί.

Κατακήομεν. Κατακαύσωμεν.

Ἄκριτον. Ἀδιαχώριστον. Δείμομεν. Οἰκοδομήσωμεν.

Εἶλαρ. Ἔρεισμα, φύλαγμα, ἀσφάλειαν.

Ἱππηλασίῃ. Πλατείᾳ, ἵππων ἐλασίᾳ.

Τάφρον. Τὸ περὶ τεῖχος ὄρυγμα.

Ἐρυκάκοι. Κατέχοι, κωλύοι. Ἀμφὶς ἐοῦσα. Περὶ αὐτοὺς οὖσα τοὺς πύργους.

Ἐπιβρίσῃ. Ἐπιβαρήσῃ.

Ἐπῄνησαν. Συγκατέθεντο.

Πόλει ἄκρῃ. Τῇ ἀκροπόλει.

Τετρηχυῖα. Τραχεῖα καὶ βαρβαρώδης, ἢ τετραχυμμένη ὑπὸ τοῦ θορύβου.

Πεπνυμένος. Σώφρων, συνετός.

Δεῦτʼ ἄγε. Τὸ αὐτὸ ἐκ παραλλήλου.

Ἵνα μὴ ῥέξομεν. Ἀντὶ τοῦ, ἐὰν μὴ ῥέξωμεν. Ῥέξομεν. Πράξωμεν.

Ἐτεόν. Ἀληθές. Ἀπὸ σπουδῆς. Ἀπὸ φροντίδος, καὶ ἐπιμελῶς λέγεις.

Ἀπόφημι. Ἀποφαίνω, ἀπολέγω, ἀποκρίνομαι.

Θεόφιν. Θεοῖς. Θεόφιν μήστωρ ἀτάλαντος. Ἶσος θεοῖς κατὰ τὴν βουλήν.

Ἐγρήγορθε. Γρηγορεῖτε.

Ἴτω. Πορευέσθω.

Δυσηχέος. Κακοήχου, διὰ τὰς οἰμωγάς. κακοὺς ἤχους ἔχοντος, διὰ τὰς τῶν ἀποθνησκόντων φωνάς.

Κῄομεν. Καύσωμεν.

Πρύμνῃ. Ἐσχάτῃ. Νηῒ παρὰ πρύμνῃ. Παρὰ τῇ τῆς νεὼς πρύμνῃ.

Ἠπύτα. Ἀντὶ τοῦ, ἠπύτης. ὅ ἐστι, φωνητικὸς, καὶ κρακτικός. μεγαλόφωνος, εὔφωνος.

Γνωτόν. Γνώριμον. φανερόν. ἔστι δὲ καὶ ἀδελφός.

Ὑποκρίνονται. Ἀντὶ τοῦ, ἀποκρίνονται. Οὕτως οἱ Ἀττικοὶ λέγουσιν. Ἐπιανδάνει. Ἐπαρέσκει.

Ἀμφὶ δὲ. Περὶ δὲ τῶν νεκρῶν. Κατακῃέμεν. Ἀντὶ τοῦ, κατακηέμεναι. ὅ ἐστι, κατακαίειν. Μεγαίρω. Φθονῶ.

Φειδώ. Φροντὶς, ὥστε μὴ ἀναλωθῆναι. Βέλτιον δὲ ἀκούειν, τὸ περὶ τῆς ταφῆς φείσασθαι.

Πυρὸς μειλισσέμεν. Διὰ πυρὸς μειλίσσειν. Λέγει δὲ κηδεύειν, καὶ ταφῆς μεταδιδόναι, ἢ διὰ πυρὸς θάπτεσθαι.

Ἐρίγδουπος. Μεγάλους ψόφους ποιῶν, διὰ τῶν βροντῶν· μεγαλόηχος, διὰ τὰς βροντάς. Πλεονάζει δὲ τὸ τέταρτον στοιχεῖον.

Ἀνέσχετο. Ἀνέσχεν. ἀνέτεινεν.

Ἕατο. Ἐκάθηντο. Δαρδανίωνες. Οἱ ἀπὸ Δαρδάνου πόλεως Τρωϊκῆς.

Ὡπλίζοντο. Παρεσκευάζοντο.

Μεθʼ ὕλην. Ἐπὶ ξύλα. Ὕλη δὲ, ἡ σώρευσις τῶν ξύλων.

Ἀκαλαῤῥείταο. Ἡσύχως καὶ πράως ῥέοντος. Ἀκαλὸν γὰρ, τὸ ἥσυχον λέγουσι. Βαθυῤῥόου. Ἐπὶ βάθος τὸν ῥοῦν ἔχοντος.

Ἤντεον. Ἀπήντων, συνήντων.

Χαλεπῶς. Δυσκόλως.

Νίζοντες. Νίπτοντες. Βρότον. Τὸ μετὰ ἱδρῶτος καὶ κόνεως αἷμα. Ὀξυτόνως δὲ, τὸν ἄνθρωπον.

Ἀμαξάων ἐπάειραν. Ταῖς ἁμάξαις ἐπετίθεσαν. Ἐπάειραν. Ἐπετίθεσαν.

Πυρκαϊῆς. Πυρᾶς. Ἐπενήνεον. Ἐπεσώρευον.

Ἐν δὲ πυρὶ πρήσαντες. Ἐμπρήσαντες δὲ τῷ πυρί. τοῦτʼ ἔστι, καύσαντες.

Ἀμφιλύκη νύξ. Τὸ καλούμενον λυκόφως, τὸ πρὸς ὄρθρον. τοῦτʼ ἔστιν, ὁ βαθὺς ὄρθρος πρὸς τὴν λύγην, ὅ ἐστι, σκοτίαν· οἱονεὶ λυκόφως τὶς ὂν, τὸ μὴ καθαρὸν φῶς, ἀλλʼ ἔτι σκοτῶδες.

Τῆμος. Τηνικαῦτα, τότε. Κριτός. Ἔκκριτος, ἐξειλεγμένος εἰς τὸ ἔργον.

Ἐξαγαγόντες. Ἔξω προελθόντες.

Σκόλοπας. Ὀξέα ξύλα, ἅπερ ἐπήγνυον τῷ τείχει.

Θηεῦντο. Ἐθεῶντο, ἐθαύμαζον.

Ἐνίψει. Κυρίως μὲν, ἐπιπλήξει διὰ λόγων. νῦν δὲ ἀντὶ τοῦ, ἐρεῖ, καὶ λέξει.

Ἤλασαν. Ἔσκαψαν, ὤρυξαν.

Πολίσσαμεν. Τὴν πόλιν ἐτειχίσαμεν. Ἀθλήσαντε. Κακοπαθήσαντες, κοπιάσαντες. Δυϊκῶς.

Ἐννοσίγαιε. Σείων καὶ κινῶν τὴν γῆν. Εὐρυσθενές. Μεγαλοσθενές.

Δείσειε. Φοβηθείη.

Ἄγρει. Ἄγε δή.

Ἀμαλδύνηται. Ἀφανίζηται.

Βουφόνεον. Βοῦς ἔθυον.

Νῆες δʼ ἐκ Λήμνοιο παρέστασαν. Λήμνιοι, τὰς ἐξ ἔθους θυσίας τῇ Ἀφροδίτῃ μὴ ἀποδιδόντες, καθʼ ἑαυτῶν θάνατον ἐνομοθέτησαν. Τὴν γὰρ θεὸν ὀργισθεῖσαν λέγεται τοῖς ἀνδράσιν ἵμερόν τινα τῶν Θρᾳκίων ἐμβαλεῖν γυναικῶν, τῶν δὲ ἰδίων ἀμελῆσαι, καὶ καθέζεσθαι ἐφʼ ἡσυχίας. Διέβαινον οὖν εἰς τὴν Θρᾴκην, περιέποντες καὶ συμμιγνύμενοι ταῖς ἐνταῦθα. Ταῖς δὲ γυναιξὶ τῶν Λημνίων, ἔκτοπον λύσσαν ἐμπεσεῖν, ὥστε ψηφίσασθαι πάσας ἀνδροκτονεῖν. καὶ δὴ τῆς ἐπιβουλῆς ταύτης ἐπιτυχεῖν. Γενομένου δὲ τούτου τοῦ ἀτυχήματος περὶ τοὺς ἄνδρας, φασὶ, τὸν Ἰάσονα μετὰ τῆς Ἀργοῦς ἐξωκείλαντα εἰς τὴν νῆσον, τῇ κρατίστῃ πασῶν Ὑψιπύλῃ μιγῆναι. ἐξ ἧς γενέσθαι τὸν Εὔνηον. Ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τραγῳδουμένοις.

Μέθυ. Οἶνον. Χίλια μέτρα. Ἤτοι, οἴνου χίλια κεράμια, ἢ, χιλίους χοέας.

Οἰνίζοντο. Οἶνον ὠνοῦντο.

Αὐτῇσι βόεσσι. Αὐταῖς ταῖς βουσίν. Ὁπόταν δὲ περὶ πλήθους θρεμμάτων διαλέγωνται οἱ Ποιηταὶ, κατὰ τὸ θηλυκὸν προφέρονται.

Ἀνδραπόδεσσι. Δούλοις. Τίθεντο. Παρεσκευάζοντο. Θάλειαν. Θάλλουσαν τοῖς ἀγαθοῖς.

Κτυπέων. Βροντῶν. Χλωρόν. Ἀντὶ τοῦ, χλωροποιόν. Σημαίνει δὲ καὶ τὸ νέον. Ἥιρει. Κατελάμβανε.

Λεῖψαι. Σπεῖσαι.

Ὕπνου δῶρον. Περιφραστικῶς, τὸν ὕπνον.