eul_wid: vta-ahf
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

D-Scholia on the Iliad: Book VI by Scholia on the Iliad and Odyssey

Ajax breaking the Trojan line is read as three metaphors at once, a wall, a rent and a light. When Hector visits Troy in Book VI, the glosses resolve the clash between Hecuba's praise of wine and his refusal of it: the poet gives each speaker a view of their own. Forms of address such as ētheie, Paris's word to Hector, are explained, with the bowl of freedom set up for Zeus after victory.

Part of D-Scholia on the Iliad

Οἰώθη. Ἐμονώθη τῆς τῶν θεῶν συμμαχίας, χωρὶς θεῶν ἐγένετο. Φύλοπις. Ἡ μάχη. Ἀπὸ τοῦ κατὰ φῦλα μάχεσθαι συνερχομένους.

Ἔνθα καὶ ἔνθα. Ἐνταῦθα κἀκεῖσε, εἰς ἀμφότερα τὰ μέρη. Ἴθυσε μάχη. Ἐπʼ εὐθείας ἐφέρετο ἡ μάχη· ὁτὲ μὲν τῶν Ἀχαιῶν τρεπόντων τοὺς Τρῶας, ὁτὲ δὲ ἀνατρεπομένων ὑπʼ αὐτῶν.

Ἀλλήλων ἰθυνομένων. Ἀντὶ τοῦ, ἐπʼ ἀλλήλους ἰθυνόντων, τοῦτʼ ἔστιν, ἐπʼ εὐθείας βαλλόντων. Χαλκήρεα. Χαλκῷ ἢ σιδήρῳ ἡρμοσμένα.

Μεσσηγύς. Ἀνὰ μέσον. Σιμόεντος ἠδὲ Ξάνθοιο. Σιμόεις καὶ Ξάνθος ποταμοὶ Τρωάδος.

Ἕρκος Ἀχαιῶν, Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκε. Τρισὶ μεταφοραῖς κέχρηται, ἐπιφαίνων τὴν ὁμοιότητα. Ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ. Καὶ πάλιν, ὃ δύναται ῥῆξις ἐσθῆτος, τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἠδυνήθη τὴν φάλαγγα ῥήξας. Καὶ πάλιν, ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτω τοῖς νικωμένοις ὑπὸ τῆς τοῦ Ἄρεως ἀχλύος, ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια.

Φόως. Φῶς, χαρὰν, σωτηρίαν.

Ἱπποδασείης. Ἱππολόφου.

Ἐν δὲ μετώπῳ πῆξε. Τινὲς, δυϊκῶς. Οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπα. Πέρησε. Διεπερόνησε.

Τευθρανίδην. Τεύθραντος παῖδα.

Φιλέεσκεν. Ἐξένιζεν. Ὁδῷ ἔπι. Ἐφόδῳ, παρόδῳ.

Ἤρκεσεν. Ἐβοήθησεν.

Ὑπαντιάσας. Ὑπαντήσας. Ἀπηύρα. Ἐστέρησεν.

Ἔσκεν. Ἦν. Ὑφηνίοχος. Ἀντὶ τοῦ, ἡνίοχος.

Νύμφη. Τοῦτο γενικόν ἐστι τὸ ὄνομα. Καλοῦνται δὲ αἱ νύμφαι ναΐδες, ἐκ τῶν ναμάτων, καὶ ἄλλαι διαφόρως.

Νηΐς. Ναΐδες, εἶδος νυμφῶν. Ἀβαρβαρέη. Ὄνομα κύριον νύμφης.

Σκότιον. Ἐκ λαθραίας μίξεως τὸν λάθρα γεγεννημένον, καὶ οὐκ ἐκ τῆς κατὰ νόμον γαμηθείσης. τὸν ἐξ ἀδᾳδουχήτων γάμων.

Ἐπʼ ὄεσσιν. Ἐν τῷ τῶν προβάτων τόπῳ.

Ὑποκυσσαμένη. Ὑπʼ αὐτοῦ κυήσασα, γεννήσασα.

Ἐνῄρατο. Ἐφόνευσε.

Σατνιόεντος. Ὄνομα ποταμοῦ, καὶ κύριον.

Πήδασον. Πόλις Φρυγίας ἡ Πήδασος. Πήδασον αἰπεινήν. Ἀχιλλεὺς, ὑπὸ τὸν Τρωϊκὸν πόλεμον πορθῶν τὰς περιοίκους τῆς Ἰλίου πόλεις, ἀφίκετο εἰς τὴν πάλαι μὲν Μονηΐαν, νῦν δὲ Πήδασον καλουμένην, βουλόμενος ὁμοῦ ταῖς ἄλλαις καὶ ταύτην ἑλεῖν. Ἀπογνόντος δὲ αὐτοῦ τὴν εἰς τέλος πολιορκίαν, διὰ τὴν ὀχυρότητα τοῦ τόπου, καὶ μέλλοντος ἤδη ἀναχωρεῖν, φασὶν, εἴσω τῶν τειχῶν οὖσαν παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλέως· καὶ λαβοῦσαν μῆλον, ἐπιγράψαι, καὶ αὐτὸ ῥῖψαι εἰς μέσον τῶν Ἀχαιῶν. Ἦν δὲ ἐν αὐτῷ γεγραμμένα· Μὴ σπεῦδʼ, Ἀχιλλεῦ, πρὶν Μονηΐαν ἕλῃς. Ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσι κακῶς. Τὸν δὲ Ἀχιλλέα, ἐπιμείναντα, οὕτω λαβεῖν τὴν πόλιν, τῇ τοῦ ὕδατος σπάνει. Ἡ ἱστορία παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ. Αἰπεινήν. Ὑψηλήν.

Ἀτυζομένω. Ταρασσόμενοι. Καταπλησσόμενοι, καὶ φοβούμενοι.

Ὄζῳ ἐνὶ βλαφθέντε. Ὑπὸ τοῦ ὄζου ἐπισχεθέντες. ὑπὸ τοῦ κλάδου ἐμποδισθέντες. Μυρικίνῳ. Τῷ τῆς μυρίκης. Εἶδος δένδρου. Δοτικὴ ἑνικῶν.

Ἄξαντε. Θραύσαντες. Ἐν πρώτῳ ῥυμῷ. Ἐν τῷ ἄκρῳ τοῦ ῥυμοῦ. Πρώτῳ. Ἄκρῳ. Αὐτὼ μὲν ἐβήτην. Γραφικῶς οἱ μὲν ἵπποι φεύγουσιν, ἐπικειμένου τοῦ ζυγοῦ· τὸ δὲ ἅρμα ἐπιπλέκεται μυρίκης κλάδῳ· ὁ δὲ Ἄδραστος, κυλισθεὶς ἐκ τοῦ ἅρματος, κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον· ὁ δὲ Μενέλαος ἀνατετακὼς τὸ δόρυ ἐφέστηκεν αὐτῷ.

Ἀτυζόμενοι. Ταραττόμενοι. Φοβέοντο. Ἔφευγον.

Πρηνής. Ἐπὶ πρόσωπον. Ἐπὶ στόμα. Δηλωτικὸν τοῦ πρηνής.

Δολιχόσκιον ἔγχος. Τὸ εἰς δολιχὸν διάστημα κίειν δυνάμενον. πλεονάσαντος τοῦ σ, ὡς καὶ ἐν τῷ θεόσδοτος. Ἢ, τὸ μακρὸν, οὗ ἡ σκιὰ δολιχή. Τοῦτο δὲ ἐκ τοῦ παρακολουθοῦντος. Ἢ, ὅπερ, διὰ τὸ σκιᾷ ἐντραφῆναι, δολιχὸν γέγονε.

Ζώγρει. Ζῶντα ἄγε.

Κειμήλια. Τὰ ἀργὰ καὶ ἀπόθετα χρήματα.

Πολύκμητος. Μετὰ πολλοῦ καμάτου γενόμενος. Ἢ, ὁ πολὺν κάματον παρεχόμενος.

Καταξέμεν. Κατάξειν. Ὑψηλὴ γὰρ καὶ ἀνεμόεσσα ἡ Ἴλιος.

Ὁμοκλήσας. Ἀπειλήσας.

Αἰπύν. Χαλεπόν.

Ἀκήδεστοι. Ἀφρόντιστοι, κηδεμόνα μὴ ἔχοντες. Ἄφαντοι. Ἀνώνυμοι, ἀφανεῖς.

Ἔτρεψε. Παρέτρεψε, παρέπεισεν.

Αἴσιμα. Καθήκοντα. Παρειπών. Παραμυθησάμενος. Ὤσατο. Ἀπώσατο, ἀπέβαλε.

Λαπάρην. Λαγόνα. Ἀνετράπετο. Ἀνετράπη. εἰς τοὐπίσω ἔπεσεν ὕπτιος.

Λάξ. Τῷ πλάτει τοῦ ποδός.

Ἐκέκλετο. Παρεκελεύετο.

Ἐνάρων. Τῶν σκύλων. Ἐπιβαλλόμενος. Ἐπιθυμῶν, ἀντιποιούμενος, ἐπιβολὴν ποιούμενος εἰς ἀναίρεσιν. βέλτιον δὲ, ἐπιθυμῶν.

Ἀναλκίῃσιν. Ἀνανδρείαις.

Ἐγκέκλιται. Ἐπίκειται, ἐπήρεισται, ἔγκειται. ἐν τῇ ὑμετέρᾳ φροντίδι περικέκλεισται ἡ σωτηρία τῶν πραγμάτων.

Ἰθύν. Ὁρμὴν, ὀρθότητα. Πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε. Κατὰ πάντα τὰ μέρη τῆς μάχης καὶ τῆς φρονήσεως ὑμεῖς διαφέρετε.

Ἐρυκάκετε. Κωλύετε, κατέχετε.

Ἐποιχόμενοι. Ἐπιπορευόμενοι.

Δηΐοισι. Τοῖς ἐχθροῖς. Χάρμα. Χαρά.

Ἀναγκαίη. Ἀνάγκη. Ἐπείγει. Καταπονεῖ.

Ξυνάγουσα. Συνάγουσα. Γεραιάς. Ἐντίμους γυναῖκας.

Ἐν πόλει ἄκρῃ. Ἐν τῇ ἀκροπόλει. Διάλυσις, ἢ μετατύπωσις, ὁ τρόπος.

Οἴξασα. Ἀνοίξασα. Κληῗδι. Κατὰ διαίρεσιν, καὶ μεταποίησιν. Κλεὶς γὰρ, κλειδός.

Ὅς οἱ. Ὅστις αὐτῇ.

Ἐπὶ γούνασιν. Ἀντὶ τοῦ, παρὰ τοῖς γόνασι, παρὰ τοὺς πόδας. Ὀρθὸν γὰρ τὸ Παλλάδιον.

Ἤνις. Ἐνιαυσιαίους. Ἠκέστας. Ἀκεντήτους, ἀδαμάστους.

Ἀπόσχῃ. Ἀποδιώξῃ.

Ἄγριον αἰχμητήν. Ἄγριον ἐν τῷ αἰχμάζειν· ὑφʼ ἓν ἀμφότερα. Λέγει δὲ, χαλεπὸν ἐν τῷ μάχεσθαι. Κρατερόν. Ἰσχυρόν. Μήστωρα. Ἐπιστήμονα. Φόβοιο. Φυγῆς. Μήστωρα φόβοιο. Τὸν δυνάμενον φυγὴν μήσασθαι τοῖς ἐναντίοις. ὅ ἐστιν, ἐργάσασθαι.

Ὄρχαμον. Ἡγεμόνα.

Ἰσοφαρίζειν. Ἐξισοῦσθαι.

Ἐλελίχθησαν. Συνεστράφησαν.

Λῆξαν. Ἔπαυσαν.

Φάν. Ὠιήθησαν.

Ἀλεξήσοντα. Βοηθήσοντα.

Ἀνέρες. Νῦν, ἀνδρεῖοι. Ἐστέ. Γίγνεσθε.

Βείω. Βῶ. κατὰ διαίρεσιν, βέω· καὶ κατὰ πλεονασμὸν τοῦ ι, βείω. ὅ ἐστι πορευθῶ.

Βουλευτῇσι. Βουληφόροις.

Ἀρήσασθαι. Εὔχεσθαι.

Ἄντυξ. Νῦν, ἡ περιφέρεια τῆς ἀσπίδος. Πυμάτη. Ἐσχάτη. Θέεν. Περιέτρεχε.

Συνίτην. Συνήρχοντο.

Ὄπωπα. Ἑώρακα.

Προβέβηκας. Προελήλυθας, ὑπερεμάχησας, ὑπερβέβηκας.

Δυστήνων. Δυστυχῶν, ἀθλίων.

Οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος. Διόνυσος, ὁ Διὸς καὶ Σεμέλης παῖς, ἐν Κυβέλοις τῆς Φρυγίας ὑπὸ τῆς Ῥέας τυχὼν καθαρμῶν, καὶ διαθεὶς τὰς τελετὰς, καὶ λαβὼν παρὰ τῆς θεᾶς τὴν διασκευὴν, ἀνὰ πᾶσαν ἐφέρετο τὴν γῆν, χορειῶν τε καὶ τιμῶν ἐτύγχανε, προηγουμένων τῶν ἀνθρώπων. Παραγενόμενον δὲ αὐτὸν εἰς τὴν Θρᾴκην, Λυκοῦργος ὁ Δρύαντος λυπήσας, Ἥρας μίσει, μύωπι ἀπελαύνει τῆς γῆς. καὶ καθάπτεται αὐτοῦ καὶ τῶν τούτου τιθηνῶν. ἐτύγχανον γὰρ αὐτῷ συνοργιάζουσαι. Θεηλάτῳ δʼ ἐπελαυνόμενος μάστιγι, τὸν θεὸν ἔσπευδε τιμωρήσασθαι. Ὁ δὲ ὑπὸ δέους εἰς τὴν θάλασσαν καταδύνει, καὶ ὑπὸ Θέτιδος καὶ Εὐρυνόμης ὑπολαμβάνεται. Ὁ οὖν Λυκοῦργος οὐκ ἀμισθὶ δυσσεβήσας, ἔδωκε τὴν ἐξ ἀνθρώπων δίκην. ἀφῃρέθη γὰρ πρὸς τοῦ Διὸς τοὺς ὀφθαλμούς. Τῆς ἱστορίας πολλοὶ ἐμνήσθησαν, προηγουμένως δὲ ὁ τὴν Εὐρωπίαν πεποιηκὼς Εὔμηλος.

Μαινομένοιο. Μανιοποιοῦ. διὰ τὴν μέθην. ὡς, τὸ χλωρὸν δέος, τὸ χλωροποιόν. Τιθήνας. Τροφούς.

Σεῦε. Ἐδίωκεν. Ἠγάθεον. Ἄγαν θεῖον. Νυσσήϊον. Τὴν λεγομένην Νύσσαν. Ὄρος δὲ λέγει τῆς Θρᾴκης νῦν. Ἐν ἄλλοις· Νυσσήϊον, ἡ Διονύσου διατριβή. Ἡ δὲ Νύσσα ἐν μέν τισι χώραις ὄρος, ὡς ἐν Βοιωτίᾳ καὶ Θρᾴκῃ, καὶ Ἀραβίᾳ, καὶ Ἰνδικῇ, καὶ Λιβύῃ, καὶ Νάξῳ. ὅπου δὲ πόλις, ὡς ἐν Καρίᾳ, καὶ ἐν τῷ Καυκασίῳ ὄρει. ὅπου δὲ νῆσος, ὡς ἐν Νείλῳ τῷ ποταμῷ. Οὐ δεδήλωκε δὲ ὁ Ποιητὴς, ἐν ποίᾳ Νύσσῃ τὰ περὶ τὴν Λυκούργου δίωξιν ἐγένετο.

Θύσθλα. Οἱ μὲν τοὺς κλάδους, οἱ δὲ τοὺς θύρσους, τοῦτʼ ἔστι, βακχικὰς δράκας, ὅ ἐστι, Διονυσιακὰ μυστήρια. ἔνιοι δὲ πάντα κοινῶς τὰ πρὸς τὴν τελετήν.

Βουπλῆγι. Τῷ πελέκει· ὅτι αὐτῷ τυπτόμενοι οἱ βόες ἀναιροῦνται. οἱ δὲ μάστιγι, ἐπεὶ ἐκ βύρσης γίγνεται. Φοβηθείς. Εἰς φυγὴν τραπείς.

Ὁμοκλῇ. Ἀπειλῇ.

Ὀδύσαντο. Ὠργίσθησαν, ἐχολώθησαν. Ῥεῖα ζώοντες. Ῥᾳδίως καὶ ἀπόνως ζῶντες.

Ἀπήχθετο. Ἐμισεῖτο.

Ἔδουσιν. Ἐσθίουσι.

Θᾶσσον. Ταχύτερον. Πείρατα. Πέρατα.

Γενεήν. Νῦν, γένος. Ἐρεείνεις. Ἐρωτᾷς.

Χαμάδις. Χαμαί.

Τηλεθόωσα. Θάλλουσα, εὐθαλὴς δένδρεσιν οὖσα. Φύει. Αὔξει.

Δαήμεναι. Μαθεῖν.

Ἴσασι. Γιγνώσκουσιν.

Ἐφύρη. Οὕτω τὸ πρότερον ἐκαλεῖτο ἡ Κόρινθος. Ἔστι δὲ καὶ Θεσπρωτίας Ἔφυρα. Μυχῷ Ἄργεος. Τῷ ἐσωτάτῳ τόπῳ τῆς Πελοποννήσου. Ἱπποβότοιο. Ἱπποτρόφου.

Ἔσκεν. Ἐγενήθη, ὑπῆρχε. Κέρδιστος. Συνετώτατος. Ἔνθα δὲ Σίσυφος ἔσκεν. Διὸς τὴν Ἀσωποῦ θυγατέρα Αἴγειναν ἀπὸ Φλιοῦντος εἰς Οἰνώνην διὰ τῆς Κορίνθου μεταβιβάσαντος, Σίσυφος ζητοῦντι τῷ Ἀσωπῷ τὴν ἁρπαγὴν ἐπιδεικνύει. Καὶ διὰ τοῦτο ἐπεσπάσατο εἰς ὀργὴν καθʼ ἑαυτοῦ τὸν Δία. Ἐπιπέμπει οὖν αὐτῷ τὸν Θάνατον. Τοῦτον δὲ κρατεροῖς δεσμοῖς δήσαντος τοῦ Σισύφου, συνέβαινεν οὐδένα ἀποθνήσκειν, ἕως λύει τὸν Θάνατον ὁ Ἄρης, καὶ αὐτῷ τὸν Σίσυφον παραδίδωσιν. Ὁ δὲ πρὶν ἢ ἀποθανεῖν ἐντέλλεται τῇ γυναικὶ Μερόπῃ, τὰ νενομισμένα αὐτῷ πέμπειν εἰς Ἅιδην. Καὶ μετὰ τὸν χρόνον οὐκ ἀποδιδούσης τῷ Σισύφῳ τῆς γυναικὸς, ὁ Ἅιδης, πυθόμενος, μεθίησιν αὐτὸν ὡς τῇ γυναικὶ μεμψόμενον. Ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος, οὐκ ἔτι ὀπίσσω ἄγει. Καὶ γηραιὸν αὐτὸν ἀποθανόντα κυλινδεῖν ἠνάγκασεν εἰς Ἅιδου λίθον, πρὸς τὸ μὴ πάλιν ἀποδράναι. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.

Αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην. Οὗτος πρότερον ἐκαλεῖτο Ἱππόνους. Ἀνελὼν δὲ Βέλλερον τὸν Κορινθίων δυνάστην, Βελλεροφόντης ἐκλήθη. Ἦν δὲ Φύσει μὲν παῖς Ποσειδῶνος, ἐπικλήσει δὲ, Γλαύκου. Λαβὼν οὖν παρὰ Ποσειδῶνος τὸν Μεδούσης τῆς Γοργόνος Πήγασον πτερωτὸν ἵππον, — διὰ γὰρ τοῦτο ἔσχε καὶ τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκει ἐκ τοῦ τῆς Γοργόνος τραχήλου, — τούτῳ ἐπῳχεῖτο· καὶ δράσας ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας, φεύγει εἰς Ἄργος. Τυχὼν δὲ παρὰ Προίτου καθαρσίων τοῦ βασιλέως, μετʼ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνὴ, ἐρασθεῖσα τοῦ Βελλεροφόντου, ἐδέετο ὅπως συνευνασθῆ. Ὁ δὲ δεξιούμενος τὸ ὅσιον, ἀντέλεγεν. Ἡ δὲ Ἄντεια, δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξείποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε, τοῦ Βελλεροφόντου κατειποῦσα, ὡς ἄρα βουληθείη βιάσασθαι αὐτήν. Ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἐβουλήθη ἀποκτεῖναι τὸν Βελλεροφόντην, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθʼ ἑαυτοῦ κομίζοντα γράμματα. Ὁ δὲ πολλοῖς αὐτὸν ἐγγυμνάσας ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετόπησε, κατʼ αὐτοῦ στρατεῦσαι τὴν δεινὴν διαβολήν. Οὐ γὰρ ἂν τοσούτων κακῶν ὄχλον, μὴ ἀθῶος ὢν, τῇ δυνάμει κατηγωνίσατο. Ἔδωκέ τε αὐτῷ τὴν ἰδίαν θυγατέρα εἰς γάμον, Κασάνδραν, καὶ τῆς βασιλείας μοῖράν τινα. Λέγεται δὲ, αὐτὸν ἐπαρθέντα ἐφʼ οἷς ἔπραξε, θελῆσαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι. Τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτερωτὰ εἶχεν ὁ ἵππος. Τὸν δὲ Δία μηνίσαντα, οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ. Ὅθεν ἐκπεσεῖν μὲν τὸν Βελλεροφόντην· κατενεχθῆναί τε εἰς τὸ τῆς Λυκίας πεδίον, τὸ ἀπʼ αὐτοῦ καλούμενον Ἀλήϊον πεδίον· ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα· τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ, δεηθεῖσαν τοῦ Διὸς, δῶρον πρὸς τὸ ἀκόπως περιϊέναι τὰς τοῦ κόσμου περιόδους. Ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τραγῳδουμένοις.

Ἠνορέην. Ἀνδρίαν. Ἐρατεινήν. Ἐπέραστον, καλήν.

Ὤπασαν. Ἔδωκαν, περιεποίησαν. Ἐμήσατο. Ἐβουλεύσατο, νῦν δὲ, εἰργάσατο.

Ἔλασσεν. Ἐξήλασεν, ἐφυγάδευσεν.

Ἐπεμῄνατο. Ἐμάνη. Δῖα. Ἤτοι, κρατίστη, εὐγενεστάτη, εἰρωνικῶς.

Κρυπταδίῃ. Λαθραίᾳ καὶ μοιχικῇ. Μιγήμεναι. Μιγῆναι, συνελθεῖν.

Κάκτανε. Κατάκτεινε.

Ἥν. Τὴν ἑαυτοῦ.

Τιμῆς βασιληΐδος. Τῆς βασιλείου.

Τέμενος. Ἀποτετμημένη γῆ κατὰ τιμὴν δενδροφόρου γῆς, ἢ ἀμπελοφόρου. Τέμενος τάμον. Ἀπέτεμον τόπον τινά.

Φυταλιῆς. Δενδροφόρου γῆς, ἢ ἀμπελοφόρου. Ἀρούρης. Σπορίμου γῆς, καὶ σιτοφόρου.

Παρελέξατο. Παρεκοιμήθη.

Χαλκοκορυστήν. Χαλκῷ καθωπλισμένον.

Ἀπήχθετο. Ἐμισεῖτο.

Καππεδίον. Κατὰ τὸ πεδίον. Ἀλήϊον. Οὕτω πεδίον τῆς Κιλικίας καλούμενον ἀπὸ τῆς τοῦ Βελλεροφόντου ἄλης, τουτέστι, πλάνης. Ἀλᾶτο. Ἐπλανᾶτο.

Κατέδων. Κατεσθίων. Πάτον. Τὴν πεπατημένην ὁδὸν, γῆν πατουμένην ὑπὸ ἀνθρώπων. τοῦτʼ ἔστι, τὴν κοινὴν καὶ λεωφόρον.

Χρυσήνιος. Χρυσᾶς ἡνίας ἔχουσα, ὡς ἐφʼ ἅρματος ὀχουμένη.

Ὑπείροχον. Ὑπερέχοντα.

Αἵματος. Νῦν γένους, οἱονεὶ γονέων καὶ ἀδελφῶν. Γένος γὰρ τὸ πρὸ τούτων.

Πατρώϊος. Ἀντὶ τοῦ, πατρικός.

Ἐρύξας. Κατασχών.

Πόρον. Παρέσχον. Ξεινήϊα. Ξένια.

Φοίνικι φαεινόν. Φοινικῷ ἄνθει βεβαμμένον.

Τυτθόν. Ὀλίγον, μικρόν.

Τῷ. Διό.

Ἔγχεσι δʼ ἀλλήλων ἀλεώμεθα. Ἐκκλίνωμεν ἀλλήλοις ἐφιέναι τὰ δόρατα.

Πόρῃ. Περιποιήσῃ, παράσχῃ.

Ἐπαμείψομεν. Ἀντὶ τοῦ, ἀμείψωμεν, καταλλάξωμεν.

Πιστώσαντο. Πίστεις ἐποιήσαντο ἀλλήλοις.

Ἑκατόμβοια. Ἑκατὸν βοῶν ἄξια. Οὐ γὰρ νομίσμασιν ἐχρῶντο. Ὅθεν καὶ ἀλφεσίβοιαι. Ἐννεαβοίων. Ἐννέα βοῶν ἄξια. Κεκώλυται δὲ ὑπὸ τοῦ μέτρου εἰπεῖν, δεκαβοίων.

Σκαιάς. Σκαιαὶ πύλαι τῆς Ἰλίου, οὕτω καλούμεναι.

Εἰρόμεναι. Ἐρωτῶσαι. Παῖδας. Ἀντὶ τοῦ, ὑπὲρ παίδων. Ἔτας. Ἑταίρους, συνήθεις, φίλους.

Πολλῇσι δὲ κήδεʼ ἐφῆπτο. Πολλαῖς δὲ κακὰ ἐξῆπτο. τοῦτʼ ἔστι, πολλαὶ αὐτῶν ἐν κακώσει ἐγένοντο.

Ξεστῇς. Εὖ ἐξεσμέναις, εὖ κατεσκευασμέναις. Αἰθούσῃσι. Στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ τοῦ ἡλίου. Ἢ, αἴθουσαι, διὰ τὸ αἴθεσθαι ἐν αὐταῖς φῶς τοῦ χειμῶνος. Ἢ διὰ τὴν τοῦ ἡλίου βολήν. Τετυγμένον. Κατεσκευασμένον.

Δεδμημένοι. Ὠικοδομημένοι. Σημαίνει δὲ καὶ, δεδαμασμένοι.

Μνηστῇσʼ. Ταῖς ἐκ μνηστείας γεγαμημέναις.

Τέγεοι. Ὑπερῶοι.

Ἠπιόδωρος. Ἤπια καὶ πρᾶα, τοῦτʼ ἔστι, πραυντικὰ δωρουμένη κατὰ τὴν παιδοτροφίαν, ἢ λαβοῦσα, ὡς πολύδωρος.

Λαοδίκην ἐσάγουσα. Ἀντὶ τοῦ πρὸς Λαοδίκην πορευομένη. Ἔτυχε γὰρ πρὸς αὐτὴν εἰσελθεῖν βουλομένη. Ἐσάγουσα. Πορευομένη.

Τείρουσι. Καταπονοῦσι. Δυσώνυμοι. Κακώνυμοι.

Ἀνῆκεν. Ἀνέπεισεν.

Ἐξ ἄκρης πόλιος. Ἐκ τῆς ἀκροπόλεως. Χεῖρας ἀνασχεῖν. Εὔξασθαι.

Μελιηδέα. Τὸν ἡδύν.

Ὀνήσεαι. Ὠφεληθήσῃ.

Κεκμηῶτι. Κεκοπιακότι. Ἀέξει. Αὔξει.

Ἔτῃσι. Πολίταις.

Ἄειρε. Πρόσφερε. Μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ. Μή μʼ ἀπογυιώσῃς. Ζητεῖται, πῶς ποτε ἐναντία ἑαυτῷ ὁ Ποιητὴς λέγει. Προειπὼν γὰρ, Ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει· νῦν ἐπάγει, Μή μʼ ἀπογυιώσῃς, μένεος δʼ ἀλκῆς τε λάθωμαι. Ἡ μὲν οὖν ὑπὸ πολλῶν λεγομένη λύσις τοῦ ζητήματος, τοιαύτη· ὅτι ἕτερόν ἐστι τὸ πρόσωπον τῆς Ἑκάβης, τὸ λέγον, ὠφέλιμον εἶναι τὸν οἶνον· ἕτερον δὲ τὸ τοῦ Ἕκτορος, τὸ ἀρνούμενον. Οὐδὲν δὲ θαυμαστὸν, εἰ παρὰ τῷ Ποιητῇ ἐναντίοι λέγονται λόγοι ὑπὸ διαφόρων φωνῶν. Ὅσα μὲν γὰρ αὐτὸς ἀφʼ ἑαυτοῦ καὶ ἐξ ἰδίου προσώπου λέγει ὁ Ποιητὴς, ταῦτα δεῖ ἀκόλουθα εἶναι ἀλλήλοις, καὶ μὴ ἐναντία. ὅσα δὲ προσώποις περιτίθησιν, οὐκ αὐτοῦ ἐστιν, ἀλλὰ τῶν λεγόντων νοεῖται. Ὅθεν καὶ ἐπιδέχεται πολλάκις διαφωνίαν, ὥσπερ καὶ ἐν τούτοις. Ἡ μὲν γὰρ οὐκ εἰδυῖα τὸν κάματον τῶν ἀνδρῶν, ταύτης ἐστὶ τῆς γνώμης. ὁ δὲ μάλιστα ἐπιστάμενος, ἀντιλέγει. Ἐπεὶ καὶ ἡ μὲν πρεσβύτις ἦν. Χαίρει δὲ τῷ οἴνῳ ἡ ἡλικία αὕτη. Ἐπωφελὴς γὰρ αὐτῇ ἐστι, θερμὸς ὢν καὶ ὑγρὸς, ψυχρᾷ οὔσῃ καὶ ξηρᾷ, καὶ ἀναῤῥώννυσιν αὐτήν. Ὁ δὲ Ἕκτωρ νέος ἦν, καὶ ἀκμαῖος. Ἄμεινον δέ ἐστιν, ἐκεῖνο λέγειν, καὶ δεικνύειν, ἑκάτερον τῶν εἰρημένων ἔχεσθαι λόγου, καὶ μὴ εἶναι ἐναντία τὰ περὶ τοῦ οἴνου λεγόμενα, ἐὰν σκοπῇ τις, ὅτι ἐπὶ παντὸς πράγματος ὁ καιρὸς καὶ τὸ μέτρον πολὺ διαλλάττει. Οὕτως οὖν καὶ ἐπὶ τούτου. Τῷ μὲν γὰρ μέτρια πεπονηκότι, πρὸς ἰσχὺν ὁ οἶνος συμφέρει· τὸν δὲ πάνυ κεκμηκότα σφάλλει. Ὅπερ συμβέβηκε τῷ Ἕκτορι, οὐ μόνον ὑπὸ τοῦ πολέμου, ἀλλὰ καὶ ὑπὸ τοῦ δρόμου τοῦ ἐπὶ τὴν πόλιν. Ἄλλως τε καὶ οὐδὲ σιτίου οὐδενός πω ἐγέγευτο. Ἡ γὰρ τροφὴ σὺν τῷ οἴνῳ τὸ πλεῖστον εἰς δύναμιν συμβάλλεται. Ὥσπερ καὶ ἀλλαχοῦ εἶπεν ὁ Ποιητής· Ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς, Ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζει, καὶ τὰ λοιπά. Ἔστι δὲ καὶ ἑτέρα λύσις τοῦ ζητήματος, καθʼ ὑπερβατὸν ἐξηγουμένων τινῶν οὕτως· Μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ. Χερσὶ δʼ ἀνίπτοισι Διῒ λείβειν αἴθοπα οἶνον Ἅζομαι. Οὐδέ πή ἐστι κε-λαινεφέϊ Κρονίωνι Αἵματι καὶ λύθρῳ πε-παλαγμένον εὐχετάασθαι. Μή μʼ ἀπο-γυιώσῃς, μένεός τʼ ἀλκῆς τε λάθωμαι. Ἵνα, ὡς μὴ καθαρὸς τὰς χεῖρας, τὸν οἶνον σπένδειν θεοῖς παραιτῇται, μὴ ὀργήν τινα λάβοι παρὰ θεῶν διὰ τοῦτο. Δυνατὸν δὲ, καὶ οὕτως λύειν τὸ προκείμενον· ὅτι τὸ μένος διχῶς νοεῖται· καὶ ἐπὶ θυμοῦ καὶ ὀργῆς, καὶ ἐπὶ δυνάμεως. Ἡ μὲν οὖν Ἑκάβη φύσει τὴν δύναμιν τοῦ πιόντος τὸν οἶνον αὔξειν λέγει· ὁ δὲ μαραίνεσθαι τὴν ὀργὴν καὶ τὸν θυμὸν τοῦ πιόντος, λέγει, ὑπὸ τοῦ οἴνου, ὥστε μὴ κινεῖσθαι ἐναντίως.

Ἀπογυιώσῃς. Βλάψῃς μου τὰ μέλη. ἀποχωλώσῃς. οἷον ἐκλύσῃς μου τὰ μέλη.

Ἔρχεο. Ἀπέρχου. Σὺν θυέεσσι. Θυμιάμασι. Μετὰ θυσιῶν. Ἀολλίσασα. Ἀθροίσασα. Γεραιάς. Τὰς ἐντίμους.

Χαριέστατος. Εὐειδέστατος.

Ὑποσχέσθαι. Ἀντὶ τοῦ, ὑπόσχου, καὶ ὁμολόγησον.

Πάριν μετελεύσομαι. Πρὸς Πάριν ἀπελεύσομαι.

Γαῖα χάνοι. Ἡ γῆ, ὡς χάσματος γενομένου καταποθῆναι, καταπίοι ἡ γῆ. Ἔτρεφεν. Ἀνέτρεφε.

Τοῖο. Τούτου.

Ἄϊδος εἴσω. Εἰς ᾅδου.

Ὀϊζύος ἐκλελαθέσθαι. Μόχθου, καὶ κακοπαθείας. Εἰ θεασαίμην αὐτὸν νεκρὸν, ὑπολάβοιμι ἂν, αὐτὸν ἐκεῖνον ἔξω πάσης ταλαιπωρίας εἶναι. Καὶ γὰρ κατείληπται ὅτι μισεῖται. Ὀϊζύος ἐκλελαθέσθαι. Ἤτοι, τὴν ἐμὴν φρένα τῆς ἀτέρπου ὀϊζύος ἐπιλαθέσθαι. Ἀπὸ εὐθείας, τῆς, ἡ ἄτερπος ὀϊζύς. Ἢ εἴποιμι ἂν τὴν ἐμὴν φρένα ἄτερ ὀϊζύος εἶναι, καὶ ἐπιλελῆσθαι πάσης ταλαιπωρίας. Ἀτέρ που. Ἄτερ δή. χωρὶς δή. Ἀτέρπου. Ἀηδοῦς. τέρψιν οὐκ ἐχούσης.

Μολοῦσα. Ἐλθοῦσα, πορευθεῖσα. Ἀμφιπόλοισι. Δούλαις.

Ἐς θάλαμον κηώεντα. Εἰς τὸν θάλαμον τὸν τεθυμιωμένον. Εἴρηται δὲ παρὰ τὸ κῆαι, ὅ ἐστι καῦσαι τὰ θυμιάματα.

Ἤγαγε Σιδονίηθεν ἐπιπλώς. Ἐκ τῆς Σιδῶνος ἤγαγεν ἐπιπλεύσας. Κλέψας γὰρ τὴν Ἑλένην ἀπὸ Λακεδαίμονος, οὐχʼ ἣν ἦλθεν ὁδὸν, οὐδὲ τὸν κατʼ εὐθεῖαν πλοῦν ἐπορεύθη, ἵνα μὴ διωχθεὶς καταληφθῇ· ἀλλʼ ἔπλευσε διὰ τῆς Αἰγύπτου καὶ Φοινίκης. Παριὼν οὖν διὰ τῆς Σιδῶνος, κἀκεῖθι γυναῖκας ἔξω τοῦ ἄστεος εὑρὼν, ἔλαβε τρόπῳ λῃστρικῷ.

Ἀνήγαγε. Τὸν εἰς τὴν Ἴλιον πλοῦν, ἀνάπλουν καὶ ἀναγωγὴν εἴρηκεν ὁ Ποιητής. Εὐπατέρειαν. Ἔνδοξον κατὰ πατέρα. Διὸς γὰρ ἦν θυγάτηρ ἡ Ἑλένη.

Ἀειραμένη. Ἀείρασα.

Ποικίλμασι. Τοῖς ἐνυφασμένοις ποικίλμασι.

Νείατος. Ἔσχατος.

Μετεσσεύαντο. Μετʼ αὐτὴν ὥρμων.

Ὤϊξεν. Ἀνέῳξε.

Κισσηΐς. Κισσέως θυγάτηρ Θεανώ.

Ὀλολυγῇ. Μετὰ ὀλολυγμοῦ. Φωνὴ δὲ αὕτη γυναικῶν, εὐχομένων θεοῖς.

Ἐρυσίπτολι. Φυλάσσουσα τὴν πόλιν. Ἐρύειν γὰρ, τὸ φυλάσσειν.

Πόρκης. Κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος. Θέε πόρκης. Κύκλῳ περιέκειτο. Περὶ δὲ χρύσεος θέε πόρκης. Περιεῖχέ φησι χρυσοῦς πόρκης τὸ δόρυ. Πόρκης δέ ἐστιν ὁ δακτύλιος τοῦ δόρατος, ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον.

Τεύχεʼ ἕποντα. Ἐπιμελούμενον τῶν ὅπλων.

Καλά. Καλῶς. Ἁφόωντα. Ψηλαφῶντα, ἢ λαμπρύνοντα.

Οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ. Ἤτοι οὐ καλῶς νῦν τὴν ὀργὴν κατὰ τῶν Τρώων ἔχεις, ὅτι, πρὸς σὲ λυπούμενοι, παραδοῦναι τῷ Μενελάῳ ἐβούλοντο ἅπερ ἔλαβες. Οὐδὲ ἐν καιρῷ ταύτην ποιῇ. ἢ οὐ καλῶς νῦν ὀργίζῃ, ἡγούμενος, τοὺς Τρῶας ἀγανακτεῖν κατὰ σοῦ.

Μεθιέντα. Ἀμελοῦντα. Στυγεροῦ. Φρικτοῦ.

Ἀλλʼ ἄνα. Ἀλλʼ ἀνάστηθι. Δηΐοιο. Καυστικοῦ. Θέρηται. Θερμαίνηται. νῦν δὲ ἀντὶ τοῦ καίηται.

Χόλῳ. Ὀργῇ. Νεμέσσει. Μέμψει. μεμφόμενός τι, ἢ ἐγκαλῶν.

Ἄχεϊ. Ἀνίᾳ καὶ συμφορᾷ. Ἔθελον δʼ ἄχεϊ προτραπέσθαι. Διὰ τὴν λύπην τοῦ δυσημερήματος ἤθελον ἀποτραπῆναι μικρὸν τῆς μάχης. Ἔνιοι δὲ, εἶξαι. Ἢ, ἐβουλόμην, φησὶ, τὴν ἀπὸ τοῦ δυσημερήματος παρηγορήσασθαι καὶ παραμυθήσασθαι λύπην. Ἢ, ἐβουλόμην διὰ τὴν ἀθυμίαν ὀλίγον ἀποτραπῆναι τῆς μάχης. Ἢ, ἤθελον, διὰ τὴν ἧτταν λυπούμενος, μεῖναι καὶ κατακλινθῆναι. Ἤ, ἐβουλόμην ὑπὸ τῆς συμβάσης μοι λύπης ἐκ τῆς ἥττης παρατροπήν τινα, καὶ ψυχαγωγίαν, καὶ παραμυθίαν εὑρεῖν.

Ἀπαμείβεται. Ἐξ ἀμοιβῆς παραγίγνεται.

Μέτειμι. Μετελεύσομαι. Κιχήσεσθαι. Καταλήψεσθαι.

Δᾶερ. Δαὴρ, ἀνδρὸς ἀδελφός. Ἐμοῖο. Ἐμοῦ. Κυνός. Ἀναιδοῦς. Ὀκρυοέσσης. Τραχείας καὶ φρικτῆς. Καταστρέφει δὲ εἰς τὸ κακῆς καὶ ταλαιπώρου.

Προφέρουσα. Πόῤῥω φέρουσα. Θύελλα. Ἀνέμου συστροφή.

Ἀπόερσεν. Ἀπέπνιξε τῷ ὕδατι.

Αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε. Ἐπειδὴ δὲ ταῦτα οὕτως. Τεκμῄραντο. Ἐβουλεύσαντο, ἢ ἐτελείωσαν, ἢ, εἰς τέλος ἤγαγον.

Ὤφελλον. Ὤφειλον.

Αἴσχεα. Αἴσχη, ὀνείδους ἄξια.

Ἔμπεδοι. Ἀσφαλεῖς, βέβαιοι.

Ἐπαυρήσασθαι. Ἐπιτυχεῖν, ἀπολαῦσαι, ἢ μεταλήψεσθαι.

Ἀοίδιμοι. Μετʼ ᾠδῆς μνημονευόμενοι, διαβόητοι, καὶ οἷον ἀειδόμενοι καὶ θαυμαζόμενοι.

Ποθή. Ἐπιζήτησις.

Ὄρνυθι. Παρόρμα.

Καταμάρψῃ. Καταλάβῃ. κατάσχῃ.

Οἰκῆας. Νῦν ἀντὶ τοῦ οἰκείους, τοὺς κατὰ τὴν οἰκίαν.

Ὑπότροπος. Ἐς ὑποστροφῆς ἀνεληλυθώς. Ἵξομαι. Παραγενήσομαι.

Δαμόωσι. Δαμάσωσι.

Γοόωσα. Θρηνοῦσα. Μυρομένη. Ὀδυρομένη, θρηνοῦσα.

Τέτμε. Κατέλαβεν, εὗρεν.

Οὐδόν. Βατῆρα, βαθμόν. Σημαίνει δὲ καὶ τὴν ὁδόν. Δμωῇσι. Δούλαις.

Εἰ δʼ ἄγε. Ἄγε δή.

Γαλόων. Ἀνδρὸς ἀδελφῶν. Ὁμοίως δὲ καὶ ἀδελφοῦ γυνὴ, γάλως λέγεται. Εἰνατέρων. Εἰνάτερες καλοῦνται αἱ τῶν ἀδελφῶν γυναῖκες πρὸς ἀλλήλας, οἷον Ἑλένη πρὸς Ἀνδρομάχην.

Ὀτρηρή. Δραστικὴ, συνεργός.

Ἀφικάνει. Παραγίγνεται, ἢ παραλαμβάνει.

Ταμίη. Προστάτις.

Διεξιέναι. Διεξελθεῖν.

Πολύδωρος. Ἤτοι πολλὰ δῶρα λαβοῦσα παρὰ τοῦ μνηστευσαμένου. ἢ, πολλὰ δῶρα ἐπενεγκαμένη τῷ τοῦ ἀνδρὸς οἴκῳ.

Ἠετίων, ὃς ἔναιεν Ὑποπλάκῳ ὑληέσσῃ. Γρανικὸς, οἱ δὲ Ἀτράμους, Πελασγὸς τὸ γένος, ἀφίκετο ποτὲ ὑπὸ τὴν ἐν Λυκίᾳ Ἴδην· καὶ πόλιν κτίσας ἐνταῦθα, ἀφʼ ἑαυτοῦ προσηγόρευσεν Ἀτραμύτειον. Γεννήσας δὲ θυγατέρα Θήβην τὸ ὄνομα, περὶ τὴν ἀκμὴν τοῦ γάμου ἔθετο γυμνικὸν ἀγῶνα, καὶ τὸν ταύτης γάμον τῷ ἀριστεύσαντι. Ἡρακλῆς δὲ κατʼ ἐκεῖνο καιροῦ φανεὶς, ἔλαβε τὴν Θήβην γυναῖκα, καὶ κτίσας πόλιν ὑπὸ τὸ Πλάκιον καλούμενον ὄρος τῆς Κιλικίας, Πλακίαν Θήβην αὐτὴν ἀπὸ τῆς γυναικὸς ἐκάλεσεν. Ἡ ἱστορία παρὰ Δικαιάρχῳ. Ὑποπλάκῳ. Ὑπὸ Πλακίῳ ὄρει τῆς Κιλικίας. Ὑληέσσῃ. Ὕλην ἐχούσῃ, συμφύτῳ τόπῳ, συνδένδρῳ. Ἐμφαίνει δὲ, ὅτι πλούσιος ἦν Ἠετίων, διὰ τοῦ ἐπιθέτου, εἰπὼν ὑληέσσῃ.

Κιλίκεσσι. Κίλικας λέγει τοὺς τὰς Ὑποπλακίους Θήβας οἰκοῦντας.

Ἔχετο. Ἐγαμεῖτο. Χαλκοκορυστῇ. Χαλκῷ καθωπλισμένῳ.

Ἤντησεν. Ἀπήντησεν.

Ἀταλάφρονα. Ἁπαλόφρονα. Ἁπαλὰ φρονοῦντα, τοῦτʼ ἔστι, νήπιον, ἀνόητον, ἢ μὴ δυνάμενον τλῆναι κακοπάθειαν.

Ἑκτορίδην. Ἕκτορος υἱὸν Ἀστυάνακτα. Ἀγαπητόν. Μονογενῆ. Ἀλίγκιον. Ὅμοιον.

Ἐρύετο. Ἔσωζεν, ἐφύλαττε.

Δαιμόνιε. Νῦν, γενναῖε, μακάριε. Ἢ κατʼ εὐφημισμὸν — κακόδαιμον. Φθίσει. Φονεύσει, διαφθερεῖ. Μένος. Νῦν, ἡ δύναμις. Οὐδʼ ἐλεαίρεις. Οὐδʼ ἐλεεῖς.

Νηπίαχον. Νήπιον. Ἄμμορον. Δύσμορον, κακόμορον. Χήρη. Ἔρημος. Ἰδίως δὲ τάσσεται ἐπὶ τῆς τὸν ἄνδρα ἀποβεβληκυίας, ἀνάνδρου.

Ἀφαμαρτούσῃ. Ἀποτυχούσῃ, ἀφαιρεθείσῃ. Χθόνα δύμεναι. Ἀποθανεῖν. Χθόνα. Τὴν γῆν. Δύμεναι. Κατελθεῖν.

Θαλπωρή. Χαρὰ, ἡδονὴ, παραμυθία.

Ἀμόν. Ἡμέτερον.

Κατέκηε. Κατέκαυσεν. Ἔντεσιν. Ὅπλοις. Δαιδαλέοισι. Ποικίλοις, εὖ πεποικιλμένοις.

Σῆμα. Τάφον. Πτελέας. Πτελέα, εἶδος δένδρου.

Ὀρεστιάδες. Αἱ ἐν τοῖς ὄρεσι διατρίβουσαι.

Ἰῷ ἤματι. Ἐν μιᾷ ἡμέρᾳ.

Εἰλιπόδεσσιν. Εἰλίποδας, ἐπιθετικῶς λέγει τὰς βοῦς, ὅτι ἑλίσσουσι τοὺς πόδας κατὰ τὴν πορείαν.

Κτεάτεσσι. Κτήμασι.

Παρακοίτης. Ἀνήρ.

Ὀρφανικόν. Ὀρφανόν.

Ἐρινεόν. Ἀγρίαν συκῆν.

Ἄμβατος. Ἀνάβασιν ἔχουσα ὁδός. Ἐπίδρομον. Ἐξ ἐπιδρομῆς, καθʼ ὅ ἐστιν ἐπιδραμεῖν τὴν ὁδὸν κατερχόμενον τὴν ἀπὸ τοῦ τείχους, καὶ ἀναβῆναι τὴν αὐτήν.

Ἑλκεσιπέπλους. Τὰς ἐφελκομένας τοὺς πέπλους, διὰ περιουσίαν, καὶ διὰ τὸ ἄχρι τῶν ποδῶν διήκειν, καὶ ἐπὶ βάθους.

Κακὸς ὥς. Ὡς κακός. Ἀλυσκάζω. Ἐκκλίνω, ἐκφεύγω.

Ὀλώλῃ. Ἀπόληται.

Πρὸς ἄλλης. Ἐπʼ ἄλλης. Τοῦτʼ ἔστιν, ἐπὶ δεσποίνῃ.

Φορέοις. Φέροις. Μεσσηΐδος. Μεσσηῒς, κρήνη Θετταλική. Ὑπερείης. Ὑπέρεια, κρήνη Ἄργους. Μεσσηΐδος ἢ Ὑπερείης. Μεσσηῒς, καὶ Ὑπέρεια, κρῆναι τῆς Πελοποννήσου. οἱ δὲ τῆς Λακωνικῆς.

Ἀεκαζομένη. Ἄκουσα, καὶ μὴ βουλομένη. οὐχʼ ἑκοῦσα, ἀλλʼ ἀναγκαζομένη.

Καί ποτέ τις εἴπῃσιν. Ἀντὶ τοῦ, εἴποι τὶς ἄν.

Χήτει. Στερήσει. σπάνει. Δούλειον ἦμαρ. Τὸν τῆς δουλείας χρόνον.

Χυτή. Ἡ ἐπιχεομένη τοῖς νεκροῖς γῆ.

Ἑλκηθμοῖο. Ἑλκυσμοῦ, ἀνδραποδισμοῦ, τοῦτʼ ἔστιν, αἰχμαλωσίας. Πυθέσθαι. Ἀκοῦσαι, αἰσθέσθαι.

Ὀρέξατο. Ἐξέτεινε τὰς χεῖρας. ἢ, ἐλάβετο.

Ἰάχων. Κράζων. Ἀτυχθείς. Ἐκπλαγεὶς, ἢ ταραχθεὶς, ἢ ἀηδισθείς.

Ἱππιοχαίτην. Ἱππείας ἔχοντα τρίχας.

Ὃν. Τὸν ἑαυτοῦ. Κύσε. Κατεφίλησε. Πῆλε. Ἀνέπαλλε, καὶ ἀνέσειεν.

Ἀριπρεπέα. Ἐκπρεπῆ, ἐπίσημον.

Ἔναρα. Τὰ ἀπὸ πολέμου λάφυρα. Ἐναρίζειν γάρ ἐστι τὸ φονεύειν. Διατοῦτο καὶ οἱ νεκροὶ ἔνεροι λέγονται. Βροτόεντα. Ἡμαγμένα. Βρότος γὰρ τὸ ἀπὸ τοῦ φόνου αἷμα. Ἢ ἡματωμένα.

Κηώδει. Εὐώδει.

Δακρυόεν γελάσασα. Μετὰ δακρύων γελάσασα.

Ἀκαχίζεο. Ἄχθου, λυποῦ.

Ὑπὲρ αἶσαν. Παρὰ τὴν εἱμαρμένην. Προϊάψει. Προδιαφθερεῖ.

Πεφυγμένον. Πεφευγότα.

Κόμιζε. Ἐν ἐπιμελείᾳ ἔχε.

Ἠλακάτην. Τὸ τῶν γυναικῶν ἐργαλεῖον, ᾧ περιελίσσουσι τὸ ἔριον. Λέγει δέ ποτε οὕτως καὶ τὸ βέλος, ἐν τῷ συνθέτῳ ὀνόματι χρυσηλάκατος. σημαίνει γὰρ καὶ τὴν χρυσᾶ βέλη ἔχουσαν Ἄρτεμιν.

Ἐντροπαλιζομένη. Κατʼ ὀλίγον καὶ συνεχῶς ἐπιστρεφομένη. Θαλερόν. Θᾶλλον, δίϋγρον, ἀκμαῖον.

Ναιετάοντας. Κατοικοῦντας.

Γόον. Ἐγόων, ἐθρήνουν.

Προφυγόντα. Ἀντὶ τοῦ, ἀποφυγόντα.

Δήθυνεν. Ἐχρόνισεν, ἐβράδυνε.

Σεύατο. Ὥρμησεν, ἢ ὥρμα. Κραιπνοῖσι. Ταχέσι.

Στατός. Ὁ ἑστὼς ἐπὶ πολὺν χρόνον. Ἀκοστήσας. Ἄκος τῆς στάσεως λαβών. τουτέστιν, ἴαμα. Κυρίως δὲ πᾶσαι αἱ τροφαὶ ἀκοσταὶ καλοῦνται. Παρὰ τὸ ἵστασθαι τὰ σώματα τρεφόμενα ἐν ἄλλῳ καιρῷ. Βέλτιον δὲ, δυσχεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει.

Πεδίοιο. Λείπει ἡ διά. ἵνʼ ᾖ, διὰ πεδίου. Κροαίνων. Ἐπικρούων τοῖς ποσὶν, ἢ ἐπιθυμῶν, ἢ χρεμετίζων.

Ἐϋρεῖος ποταμοῖο. Λείπει, ὕδατι. ἢ ποταμὸν εἴρηκε τὸ τοῦ ποταμοῦ ὕδωρ.

Κυδιόων. Γαυριῶν, ἐπαιρόμενος. Ὑψοῦ. Ἐν ὕψει.

Ἀΐσσονται. Ὁρμῶνται, ἕπονται. Ἀγλαΐῃφι. Τῷ κάλλει τοῦ σώματος.

Ῥίμφα. Ῥᾳδίως, ταχέως. Γοῦνα. Γόνατα. Ἤθεα. Τοὺ συνήθεις τόπους. Νομόν. Τὴν νομήν. διὰ τὸ νέμεσθαι.

Περγάμου ἄκρης. Τῆς ἀκροπόλεως τῆς Ἰλίου, ἣ ἐπεκαλεῖτο Πέργαμος.

Ἠλέκτωρ. Ὁ ἥλιος. ἐπιθετικῶς. ὅτι ἀλέκτρους ἡμᾶς ποιεῖ ἀνισταμένους ἐκ τῆς κοίτης. Ἢ ὅτι λαμπρός. παρὰ τὸ ἤλεκτρον.

Καγχαλόων. Χαίρων.

Εὖτε. Ἡνίκα.

Στρέψεσθαι. Στραφήσεσθαι. Χώρης. Τοῦ τόπου. Ὀάριζεν. Ὠμίλει. Ὄαρος γὰρ, ἡ ὁμιλία.

Ἠθεῖε. Προσφώνησις νεωτέρου ἀδελφοῦ φιλοφρονητικὴ πρὸς πρεσβύτερον κατὰ τιμήν. Ταῦτα τινὲς προσαγορευτικά. Οὐδέποτε δὲ περί τινος αὐτά φησιν ἀλλὰ πρός τινα τέττα φίλου· ἄττα τροφέως· πάππα πατρός· ἠθεῖε ἀδελφοῦ. Ἐσσύμενον. Προθυμούμενον. Κατερύκω. Κατέχω.

Ἐναίσιμον. Καθῆκον. Κεῖται δὲ ἀντὶ τοῦ ἐναισίμως, καθηκόντως.

Μεθίεις. Μεθητικῶς καὶ ἀμελῶς διάκεισαι.

Ὄπισθεν. Μετὰ ταῦτα.

Κρητῆρα στήσασθαι ἐλεύθερον. Ὃν εἰώθασι τῷ Διῒ ὑπὲρ ἐλευθερίας ἱστάναι κρατῆρα οἱ τοὺς πολεμίους ἀπωσάμενοι.