eul_wid: vta-ahc
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

D-Scholia on the Iliad: Book III by Scholia on the Iliad and Odyssey

The accent of atar is disputed, with Callimachus cited for one reading, before the cranes of the third book fly to Ocean to make war on the Pygmies. At the wall Antenor recalls hosting Odysseus and Menelaus when they came to Troy as envoys to demand Helen, and the notes compare the two men's stature. Paris, vanished from the field, is hated by every Trojan, and Agamemnon demands Helen back with a penalty.

Part of D-Scholia on the Iliad

Αὐτὰρ ἐπεί. Ἐπειδὴ δέ. Ἀναστροφὴ ὁ τρόπος. Ὁ δὲ ἀταρ σύνδεσμος συμπλεκτικὸς, ἰσοδυναμῶν τῷ δέ. ταύτῃ δὲ διαφέρων αὐτοῦ, ὅτι ὁ μὲν ἀταρ προτάσσεται, ὁ δὲ, δὲ, ὑποτάσσεται. Ζητεῖται πρῶτον, πῶς δεῖ τὸν ἀταρ σύνδεσμον προφέρεσθαι. ὀξυτόνως γὰρ ἀνεγνώκασί τινες, ὡς Καλλίμαχος. οἱ δὲ βαρυτόνως, λόγῳ τοιῷδε· Πᾶσα λέξις, εἰς αρ λήγουσα, βαρύνεται. οἷον, ἄφαρ, εἴθαρ, μάκαρ, στέαρ, οὖθαρ. Ῥητέον δὲ, ὅτι οὐδεὶς συμπλεκτικὸς ἢ περισπᾶται, ἢ βαρύνεται, πάντες δὲ ὀξύνονται. Κόσμηθεν. Διετάχθησαν, ἐκοσμήθησαν. Ὁ τρόπος μεταφορὰ, ἀπὸ τοῦ κόσμου. ὅθεν καὶ ἡ τοῦ κόσμου τάξις, κόσμος ὑπὸ Πυθαγόρου εἴρηται. Ἡ διάλεκτος Δωριέων. Ἅμʼ ἡγεμόνεσσιν. Ὑπὸ τῶν ἡγεμόνων, ἢ σὺν τοῖς ἡγεμόσιν. Ἕκαστοι δὲ, ἔν τε τοῖς Ἕλλησι δηλαδὴ, καὶ βαρβάροις, κατὰ ἔθνη καὶ πόλεις. Εὐταξίᾳ γὰρ μάλιστα πόλεμος κατορθοῦται.

Κλαγγῇ. Βοῇ, ἤχῳ. Προσληπτέον δὲ τὸ σὺν, ἵνʼ ᾖ, σὺν κλαγγῇ. Γίγνεται δὲ ἐκ τοῦ κλῶ, κλάξω, κλαγὴ, καὶ κατὰ πλεονασμὸν τοῦ γ, κλαγγή. Ἐνοπῇ. Κραυγῇ, φωνῇ. Καὶ εἴρηται παρὰ τὸ ἐνέπειν, ὅ ἐστι, λέγειν. Ἴσαν. Ἐπορεύοντο, ἀπῄεσαν. Ὄρνιθες ὥς. Ὡς ὄρνιθες. Ὁ δὲ τρόπος ἀναστροφή.

Ἠΰτε. Καθάπερ, ὃν τρόπον. Παραβολὴ τὸ σχῆμα. Πέλει. Ὑπάρχει. Οὐρανόθι πρό. Πρὸ τοῦ οὐρανοῦ. ὅ ἐστιν, ἐν τῷ ἀέρι.

Αἵτʼ ἐπεὶ οὖν. Αἵτινες ἐπειδή. Χειμῶνα. Χειμερινὸν τόπον. Λέγει δὲ τὴν Θρᾴκην, χειμερίαν οὖσαν. Φύγον. Ἔφυγον. Ἀθέσφατον. Πολύν.

Κλαγγῇ. Μετὰ βοῆς. Ταίγε. Αὗται. Ἐπʼ Ὠκεανοῖο ῥοάων. Ἀντὶ τοῦ, ἐπὶ τὰς τοῦ Ὠκεανοῦ ῥοάς, καὶ τὰ Λιβύων κλίματα. οὐ γὰρ δὴ ἐν ὕδατι αἱ γέρανοι διάγουσι.

Πυγμαίοισι. Πυγονιμαίοις, πηχυαίοις. ἤτοι ἀπὸ Πυγμαίου βασιλέως οὕτω κεκλημένοις. ἢ εἰς πυγόνος μέτρον συνεσταλμένοις. Πυγὼν δὲ καλεῖται ὁ πῆχυς, τὸ ἀπὸ ἀγκῶνος ἕως δακτύλων τῆς χειρὸς διάστημα. Ἔστι δὲ ἔθνος γεωργικὸν, ἀνθρώπων μικρῶν, κατοικούντων εἰς τὰ ἀνωτάτω μέρη τῆς Αἰγυπτιακῆς γῆς, πλησίον τοῦ Ὠκεανοῦ, ὅπερ πολεμεῖ ταῖς γεράνοις, φασὶ, βλαπτούσαις αὐτῶν τὰ σπέρματα, καὶ λιμὸν ποιούσαις τῇ χώρᾳ. Φόνον καὶ κῆρα φέρουσαι. Θάνατον ἐπιφέρουσαι.

Ἠέριαι. Ἐαριναί. Ἔριδα. Φιλονεικίαν. Προφέρονται. Ἐπιφέρουσιν.

Οἱ δʼ ἄρʼ. Οἱ δὲ Ἕλληνες. Ἴσαν. Ἀπῄεσαν, ἐπορεύοντο. Σιγῇ. Σιωπῇ. Μένεα πνείοντες. Μετὰ πολλῆς δυνάμεως ἢ ὀργῆς.

Ἐν θυμῷ. Ἐν τῇ ψυχῇ. Μεμαῶτες. Προθυμούμενοι, σπουδάζοντες. Ἀλεξέμεναι. Ἐπιβοηθεῖν.

Ἠΰτε. Καθάπερ, ὃν τρόπον. Ὄρεος κορυφῇσιν. Ἐπʼ ἀκρωρείᾳ ὄρους. Κατέχευεν. Κατέχεε, κατέβαλεν. Ὀμίχλην. Ὀμίχλη, ὁ παχὺς σκότος, καὶ ὑγρὸς ἀήρ.

Ποιμέσιν οὔτι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω. Τὴν ὀμίχλην φησὶ τοῖς μὲν ποιμέσιν ἀσύμφορον εἶναι, τοῖς δὲ κλέπταις καὶ νυκτὸς ὠφελιμώτερον. ἐπεὶ, τῆς μὲν νυκτὸς ὡρισμένον ἐχούσης καιρὸν, ἐν ἀσφαλείᾳ φυλάττεται τὰ βοσκήματα· τῆς δὲ ἡμέρας ἐσκεδασμένοις τοῖσδε κατὰ τὰς νομὰς, ὁπόταν ἐξαίφνης ἐπέλθῃ ὀμίχλη, εὐκόλως αὐτὰ ἀφαιροῦνται. Οὔτι φίλην. Οὐδαμῶς προσφιλῆ.

Τόσσον τίς τʼ ἐπιλεύσσει. Ἐπὶ τοσοῦτον γάρ τις βλέπει. Ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν. Ὅσον ἐπὶ λίθου βολήν. Λᾶαν. Λίθον. Ἵησιν. Ἀφίησιν.

Κονίσσαλος. Κονιορτός. Ὤρνυτο. Διηγείρετο. Ἀελλής. Ἀελλώδης, κονιορτώδης.

Διέπρησσον. Διήνυον, διεπέρων. Πεδίοιο. Διὰ τῆς πεδιάδος.

Οἱ δʼ ὅτε δή. Οὗτοι δὲ ὁπότε. Σχεδόν. Πλησίον, ἐγγύς. Ἐπʼ ἀλλήλοισιν ἰόντες. Ἀλλήλοις ἐπερχόμενοι.

Τρωσὶ μέν. Ἀντὶ τοῦ, τῶν Τρώων. Πτωτικὸν τὸ σχῆμα. Ταῖς δοτικαῖς ἀντὶ γενικῶν χρῶνται οἱ ποιηταί. ὅτι ἡ συγγένεια τῶν πτώσεων καὶ τὴν τοιαύτην ἐπιδέχεται σύνταξιν. οἷον, Τρῳσὶ μὲν προμάχιζεν, ἀντὶ τοῦ, τῶν Τρώων. Μυρμιδόνεσσιν ἄνασσεν, ἀντὶ τοῦ, τῶν Μυρμιδόνων. Πάντεσσι δʼ ἀνάσσειν, ἀντὶ τοῦ, πάντων. Προμάχιζε. Προεμάχει. Θεοειδής. Θεοῖς τὸ εἶδος ὅμοιος, εὐπρεπής.

Παρδαλέην. Παρδάλεως δέρμα. Καμπύλα τόξα. Ἀντὶ τοῦ, ἐπικαμπὲς τόξον.

Δοῦρε δύω. Δόρατα. δυϊκῶς. Κεκορυθμένα. Ἐστομωμένα, ἠκονημένα. Χαλκῷ. Σιδήρῳ. ἀπὸ τοῦ ἀρχαίου μετάλλου. φασὶ γὰρ, πρῶτον χαλκὸν εὑρεθῆναι.

Πάλλων. Κινῶν, σείων. Προκαλίζετο. Προεκαλεῖτο.

Ἀντίβιον. Ἐξεναντίας. Αἰνῇ. Δεινῇ, χαλεπῇ. Δηϊοτῆτι. Μάχῃ. Παρὰ τὸ δηϊοῦσθαι ἐν αὐτῇ τοὺς τιτρωσκομένους. ὅ ἐστι, διακόπτεσθαι.

Τόνδʼ ὡς οὖν. Ὡς οὖν τοῦτον. Ἐνόησεν. Ἐθεάσατο. Ἀρηΐφιλος. Πολεμικός.

Προπάροιθεν ὁμίλου. Ἔμπροσθεν τοῦ πλήθους. Ἐζήτηται δὲ, πῶς Ἀλέξανδρος προκαλεῖται τοὺς ἀρίστους τῶν Ἑλλήνων, δειλὸς ὢν τὰ πάντα, καὶ οὐδὲ ὁπλίτης, ἀλλὰ τοξότης. Ἔνιοι μὲν οὖν φασιν, ἀλαζονεύεσθαι αὐτὸν τὰ ἀδύνατα, φοβεῖσθαι δὲ τὰ τυχόντα. Οἱ δὲ, ὅτι, συγκεκλεισμένοι ὑπὸ Ἀχιλλέως, οἱ Τρῶες τοὺς τῶν Ἑλλήνων ἀρίστους οὐκ ᾔδεισαν. Καὶ ἐμοὶ μὲν δοκεῖ, ὅτι, κωμῳδεῖν ἐπανῃρημένος ὁ Ποιητὴς, καὶ σχῆμα τῆς ὁπλίσεως, καὶ θράσος ἀλλότριον τῶν ὅπλων αὐτοῦ προτέθεικε, ἵνʼ ἐκ τοῦ μέλλοντος φόβου μείζονα προσοφλήσῃ τὸν γέλωτα.

Ὥστε λέων. Καθάπερ λέων. Μεγάλῳ ἐπὶ σώματι κύρσας. Μεγάλῳ ζώῳ ἐπιτυχών. νεκροῦ γάρ φασι σώματος μὴ ἅπτεσθαι λέοντα.

Ἔλαφον κεραόν. Εὔκερων, μεγάλα κέρατα ἔχοντα, ἄῤῥενα. αἱ γὰρ θήλειαι τῶν ἐλάφων οὐ κερατοφυοῦσιν. Εἴρηται δὲ παρὰ τὸ, ἑλεῖν τοὺς ὄφεις, οἱονεὶ ἕλοφός τις ὤν. Τούτους γὰρ ἐσθίων, καθαίρεται φυσικῶς. Οὕτως γοῦν, ὅτε ἀφανεῖς ὦσιν οἱ ὄφεις, αὐτὸς τὸ κέρας αὐτοῦ προστρίβει εἰς πέτραν. θερμαινόμενον δὲ ποιεῖ τὴν ἀναθυμίασιν. ἧς μεταλαμβανόμενοι οἱ ὄφει, τῶν φωλεῶν ἐξιᾶσιν. Ἢ ἄγριον αἶγα. Σύνηθες γὰρ αὐτῷ, ταύτας θηρεύειν.

Πεινάων. Πεινῶν. Κατεσθίει. Κατατρώγει. Εἴπερ ἂν αὐτόν. Κἂν αὐτόν.

Σεύωνται. Διώκωσι. Θαλεροί. Ἀκμαῖοι. Παρὰ τὸ θάλλειν, ὅ ἐστιν, αὔξειν τῇ ἡλικίᾳ. Αἰζηοί. Νεανίαι.

Ὀφθαλμοῖσιν ἰδών. Περισσὸν τὸ ὀφθαλμοῖς. ἤρκει γὰρ τὸ ἰδών. Φάτο. Ἐλογίσατο. Τίσασθαι. Τιμωρήσασθαι. Ἀλείτην. Ἁμαρτωλὸν, ἐχθρόν.

Αὐτίκα. Παραχρῆμα, εὐθέως. Ἐξ ὀχέων. Ἐκ τῶν ἁρμάτων. Σὺν τεύχεσι. Σὺν τοῖς ὅπλοις. Ἆλτο. Καθήλατο. Χαμᾶζε. Χαμαί. εἰς τὴν γῆν.

Ἐνόησεν. Ἐθεάσατο.

Ἐν προμάχοισιν. Ἐν τοῖς πρωταγωνισταῖς. Φανέντα. Ὀφθέντα. Κατεπλήγη. Ἐφοβήθη, ἐδειλώθη. Φίλον ἦτορ. Τὴν προσφιλεστάτην αὐτοῦ ψυχήν.

Ἂψ δέ. Πάλιν δέ. εἰς τοὐπίσω. Ἔθνος. Πλῆθος. Ἐχάζετο. Ἀνεχώρει. Κῆρʼ ἀλεείνων. Φυλασσόμενος, καὶ ἐκφεύγων τὴν θανατηφόρον μοῖραν.

Δράκοντα. Μέγαν ὄφιν. Παλίνορσος. Εἰς τοὐπίσω ληπτός. εἰς τοὐπίσω ὁρμήσας. Ἀπέστη. Ὑπεχώρησεν.

Οὔρεος. Ὄρους. Ἐν βήσσῃς. Τοῖς γονιμωτάτοις καὶ βασιμωτάτοις τόποις τῶν ὀρῶν. Τρόμος. Φόβος. Γυῖα. Γόνατα, μέλη.

Ὦχρός τέ μιν. Ὠχρίασις δὲ αὐτόν. Εἷλεν. Ἔλαβε. Παρειάς. Σιαγόνας. Ἀπὸ μέρους δʼ ἔφη ὅλον τὸ πρόσωπον.

Ἔδυ. Ὑπεισῆλθε. Μεταφορικῶς, ἀπὸ τῶν εἰς τοὺς φωλεοὺς καταδυνόντων ἑρπετῶν. Ἀγερώχων. Αὐθαδῶν. ὑβριστῶν.

Δείσας. Εὐλαβηθείς. Ἀτρέος υἱόν. Μενέλαον.

Νείκεσσεν. Ὕβρισεν, ἐκακολόγησεν. Αἰσχροῖς. Ὀνειδιστικοῖς.

Δύσπαρι. Ἐπὶ κακῷ ὠνομασμένε Πάρι. κακὲ Πάρι. Εἶδος ἄριστε. Τὸ εἶδος βέλτιστε. Γυναιμανές. Ἤτοι, ἐπὶ γυναιξὶ μαινόμενε. ἢ, γυναῖκας εἰς μανίαν φέρων διὰ τὸ κάλλος. Ἠπεροπευτά. Ἀπατεὼν, ψεῦστα.

Αἴθʼ ὄφελες. Εἴθε ὤφειλες. Ἔστι δὲ ἐπίῤῥημα εὐκτικόν. Ἄγονός τʼ ἔμμεναι. Μὴ γεγεννῆσθαι. Ἄγαμός τʼ ἀπολέσθαι. Ἢ γεννηθεὶς πρὸ γάμου ἀπολέσθαι.

Καί κεν τὸ βουλοίμην. Καὶ δὴ τοῦτο ἤθελον. Καί κεν πολὺ κέρδιον ἦεν. Καὶ γὰρ οὕτω πολὺ βέλτιον ἦν ἡμῖν. Ἦεν. Ἦν, ὑπῆρχεν.

Λώβην. Ὕβριν. Καὶ ὑπόψιον ἄλλων. Καὶ ἔμπροσθεν τῶν λοιπῶν ὑποβλεπόμενον διὰ μῖσος.

Ἦπου. Ὄντως δή. Καγχαλόωσι. Χαίρουσιν, ὅ ἐστιν, ἐν χαλάσματι ποιοῦσι τὴν ψυχήν. Καρηκομόωντες. Τὰς κεφαλὰς κομῶντες, ἀνδρείας χάριν.

Φάντες. Ὑπολογισάμενοι, ὑπολαβόντες. Ἀριστῆα. Ἄριστον. Πρόμον. Πρόμαχον. Οὕνεκα. Διότι. Καλόν. Χαρίεν, ἔνδοξον.

Εἶδος. Μορφή. Ἔπʼ. Ἔπεστί σοι. Βίη. Δύναμις. Φρεσσί. Τῇ διανοίᾳ. τουτέστιν, οὐκ εἶ ἔμψυχος, οὐδὲ τὴν τυχοῦσαν ἔχεις δύναμιν. Ἀλκή. Ἡ τοῦ σώματος δύναμις.

Ἦ, τοιόσδε ἐών. Ἦ, τοιοῦτος, φησὶν, ὢν ἐπονείδιστος, οἷόν σε ὁρῶμεν νῦν δειλόν. Ἐών. Ὢν, ὑπάρχων. Ποντοπόρῃσι. Ταῖς διὰ θαλάσσης τὴν πορείαν ποιουμέναις καὶ πλεούσαις. πόντος γὰρ, ἡ θάλασσα. Νέεσσι. Ναυσίν.

Ἐπιπλώσας. Ἐπιπλεύσας. Ἑτάρους ἐρίηρας ἀγείρας. Ἄγαν εὐαρμόστους, ἢ ἐπεράστους φίλους, τουτέστιν, αὑτῷ ὁμοίους φίλους, καὶ ἅρπαγας, συναθροίσας. Ἀγείρας. Συναθροίσας.

Μιχθείς. Παραγενόμενος, μιγείς. Ἀλλοδαποῖσιν. Ἀλλοεθνέσι. ξένοις. Εὐειδέα. Εὐειδῆ, εὔμορφον. Ἀνῆγες. Διὰ θαλάσσης πλέων ἔφερες.

Ἐξ Ἀπίης γαίης. Ἐκ τῆς ἀλλοδαπῆς καὶ μακρὰν ἀπεχούσης γῆς. ἢ, Ἀπίης τῆς Πελοποννήσου, οὕτω λεγομένης ἀπὸ Ἄπιδος τοῦ, Φορωνέως. Αἰχμητάων. Πολεμικῶν.

Πῆμα. Κακόν. Πόληΐ τε. Καὶ τῇ πόλει. Παντί τε δήμῳ. Καὶ ὅλῳ τῷ πλήθει τῶν Τρώων.

Δυσμενέσσιν. Ἐχθροῖς, πολεμίοις. Χάρμα. Γέλωτα, χαράν. Κατηφείην. Αἰσχύνην, ὄνειδος. Οἱ γὰρ αἰσχυνόμενοι, κατηφεῖς εἰσι.

Μείνειας. Ὑπομείνειας. Ἀρηΐφιλον. Πολεμικόν.

Γνοίης κεν. Μάθοις ἄν. Οἵου. Ὁποίου. Φωτός. Ἀνδρός. Θαλερήν. Ἀκμαίαν, νέαν. Παράκοιτιν. Γυναῖκα, γαμετήν.

Οὐκ ἄν τοι χραίσμῃ. Οὐκ ἄν σοι βοηθήσῃ. Κίθαρις. Ἡ κιθαρῳδία. Δῶρʼ Ἀφροδίτης. Ἡ Ἑλένη, ἢ ὅπερ ἔχεις κάλλος.

Ὅτʼ ἐν κονίῃσι μιγείης. Ὅτʼ ἂν ἀναιρεθῇς συστὰς εἰς μάχην τῷ Μενελάῳ. Κόνιν γὰρ ἔλεγον καὶ τὴν μάχην οἱ παλαιοί.

Δειδήμονες. Δειλοί. Ὡς πρὸς ἡμᾶς τοὺς βασιλέας. Ἦ τέ κεν ἤδη. Νῦν γὰρ εὐθέως ἄν.

Λάϊνον. Λίθινον. Λάϊνον ἕσσο χιτῶνα. Λιθόλευστος ἐγεγόνεις, λίθοις βληθεὶς ὑπὸ πάντων ἀπωλώλεις. Ἕσσο. Ἐνεδέδυσο. Ἔοργας. Εἰργάσω.

Κατʼ αἶσαν. Κατὰ τὸ προσῆκον. Ἐνείκεσας. Ὠνείδισας, ἐπέπληξας. Οὐδʼ ὑπὲρ αἶσαν. Οὐδʼ ὑπὲρ τὸ προσῆκον.

Αἰεί τοι. Διαπαντός σοι. Κραδίη. Ἡ καρδία. Ἡ ψυχή. Πέλεκυς ὥς. Ὡς πέλεκυς. Ἀτειρής. Ἀκαταπόνητος.

Ὅστʼ εἶσιν. Ὅστις πέλεκυς εἰσέρχεται. Διὰ δουρός. Διὰ δόρατος, διὰ ξύλου. Ὑπʼ ἀνέρος. Ὑπʼ ἀνδρός. Προσληπτέον δὲ τὸ, καταφερόμενος. Ὅς ῥά τε τέχνῃ. Ὅστις μετὰ τέχνης.

Νήϊον. Ξύλον πρὸς νηῶν κατασκευὴν ἐπιτήδειον. Ἐκτάμνῃσιν. Ἐκκόπτει. Ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν. Αὔξει δὲ τὴν τοῦ ἀνδρὸς δύναμιν ὁ πέλεκυς, ὀξὺς ὑπάρχων καὶ διερχόμενος ἑτοίμως. ὥσπερ ὁ ἀμβλὺς τοὐναντίον ποιεῖ.

Ὥς τοι. Οὕτως σοι. Ἀτάρβητος. Ἀκαταπτόητος, ἄφοβος. Νόος. Νοῦς, ψυχή.

Ἐρατά. Ἐπέραστα, καλά. Πρόφερε. Ὀνείδιζε. Χρυσῆς. Χρυσοφόρου, καλῆς. Ἑστιαία δὲ ἡ γραμματική φησιν, ὅτι πεδίον ἐστὶ χρυσοῦν καλούμενον, ἐν ᾧ χρυσῆν Ἀφροδίτην τιμᾶσθαι, καὶ εἶναι οὕτως χρυσῆς Ἀφροδίτης ἱερόν. καὶ οἱ μὲν, ἀπὸ τῆς Πάφου· οἱ δὲ, τὴν καλήν. Κλεάνθης δὲ, καὶ ἐν Λέσβῳ οὕτω τιμᾶσθαι Ἀφροδίτην χρυσῆν.

Οὔτοι. Οὐδαμῶς σοι. Ἀπόβλητα. Ἀποβολῆς ἄξια. Τὰ ὑπὸ θεῶν, φησι, διδόμενα δῶρα οὐκ ἔστι μὲν ἀρνήσασθαι ὅταν εἰσί· μὴ διδόμενα δὲ παρʼ αὐτῶν ἀδύνατόν τινα λαβεῖν οἰκείᾳ σπουδῇ. Ἐρικυδέα. Μεγάλα, ἔνδοξα.

Ὅσσα κεν. Ὅσα ἄν. Ἑκὼν δέ. Βουλόμενος δέ. Οὐκ ἄν τις ἕλοιτο. Οὐκ ἄν τις λάβοι.

Νῦν δʼ αὖ. Νῦν δὲ δή. Κάθισον. Καθίδρυσον, καθεσθῆναι ποίησον.

Αὐτὰρ ἐμέ. Ἐμὲ δέ.

Ἀμφʼ Ἑλένῃ καὶ κτήμασι. Περὶ τῆς Ἑλένης, καὶ τῶν κτημάτων αὐτῆς.

Ὁππότερος δέ κεν. Ὁποῖος δέ. Ὁ τρόπος διπλασιασμός. ἡ διάλεκτος Αἰολίς. Κρείσσων τε γένηται. Ἰσχυρότερος, ἐπικρατέστερος φανῇ.

Ἑλών. Λαβών.

Φιλότητα. Φιλίαν. Καὶ ὅρκια πιστά. Καὶ ὅρκους πιστούς. Ταμόντες. Ὅ ἐστι διʼ ἐντόμων ποιήσαντες.

Ναίοιτε. Κατοικεῖτε. Ἐριβώλακα. Μεγαλόβωλον, εὔγειον. Τοὶ δέ. Οὗτοι δὲ οἱ Ἕλληνες. Νεέσθων. Πορευέσθωσαν.

Ἄργος ἐς. Εἰς τὸ Ἄργος. Ἱππόβοτον. Ἱπποτρόφον. Ἰασὸς καὶ Πελασγὸς Τριόπα παῖδες, τελευτήσαντος αὐτοῖς τοῦ πατρὸς, διείλοντο τὴν βασιλείαν. Λαχὼν δὲ Πελασγὸς μὲν τὰ πρὸς Ἐρασῖνον ποταμὸν, ἔκτισε Λάρισσαν. Ἰασὸς δὲ τὰ πρὸς Ἦλιν. Τελευτησάντων δʼ αὐτῶν, νεώτατος ἀδελφὸς Ἀγήνωρ ἐπεστράτευε τῇ χώρᾳ, πολλὴν ἵππον ἐπαγόμενος. Ὅθεν ἐκλήθη Ἱππόβοτον μὲν τὸ Ἄργος, ἀπὸ τῆς Ἀγήνορος ἵππου· ἀπὸ δὲ Ἰασοῦ Ἴασον. Ἱστορεῖ Ἑλλάνικος ἐν Ἀργολικοῖς Ἴασον Ἄργος, Πελασγικὸν Ἄργος, Ἱππόβοτον Ἄργος. Ἀχαιΐδα. Τὴν Πελοπόννησον λέγει Ἀχαΐαν. Καλλιγύναικα. Καλὰς γυναῖκας ἔχουσαν.

Ὣς ἔφατο. Οὕτως εἶπεν. Ἕκτωρ δʼ αὖτʼ ἐχάρη μέγα, μῦθον ἀκούσας. Ἀντὶ τοῦ, μεγάλως ἐχάρη, τὸν λόγον τοῦτον τοῦ Ἀλεξάνδρου ἀκούσας.

Ἰών. Πορευθείς. Ἀνέεργεν. Ἀνεῖργεν, ἐκώλυε τοῦ πολέμου. Φάλαγγας. Τὰς στρατιωτικὰς τάξεις.

Ἐπετοξάζοντο. Ἐπʼ αὐτῷ τὰ τόξα ἔβαλλον.

Ἰοῖσι. Βέλεσι. Τιτυσκόμενοι. Καταστοχαζόμενοι. Σημαίνει καὶ τὸ, ἑτοιμάζειν, ὡς ἐκεῖ· Ὣς εἰπὼν, ὑπʼ ὄχεσφι τιτύσκετο. Ἔνιοι δὲ καὶ ἐπὶ τοῦ ψυχικῶς στοχάζεσθαι· Τιτύσκετο δὲ φρεσὶν ᾗσι. Λάεσσι. Λίθοις. Ἔβαλλον. Ἠκόντιζον.

Αὐτὰρ ὁ. Οὗτος δέ. Μακρόν. Μέγα. Ἄϋσεν. Ἐβόησεν.

Ἴσχεσθε. Παύεσθε. Κοῦροι Ἀχαιῶν. Περιφραστικῶς, οἱ Ἕλληνες.

Στεῦται γάρ τι ἔπος. Διαβεβαιοῦται γὰρ, ὑπισχνεῖται λόγον. Ἐρέειν. Ἐρεῖν, λέξειν. Κορυθαίολος. Ὁ αἰόλλων καὶ κινῶν τὴν περικεφαλαίαν. ἐξ οὗ, πολεμικός.

Ἔσχοντο. Ἐπαύσαντο. Ἄνεῴ τʼ ἐγένοντο. Ἥσυχοι. ἄνευ ἰωῆς, τουτέστι, φωνῆς καὶ θορύβου.

Ἐσσυμένως. Σπουδαίως. Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν. Ἐν ἀμφοτέροις. Λέγω δὴ, Τρῳσὶ καὶ Ἕλλησιν. Ἡ, μετὰ, ἀντὶ τῆς, ἐν, πρὸς προθέσεως. Ἔειπεν. Ἔλεξε.

Κέκλυτέ μευ. Ἀκούσατέ μου.

Τοῦ εἵνεκα. Οὗτινος χάριν. Νεῖκος. Φιλονεικία. Ὄρωρε. Διεγήγερται.

Κέλεται. Κελεύει.

Τεύχεα. Ὅπλα. Ἐπὶ χθονί. Ἐπὶ τῇ γῇ. Πουλυβοτείρῃ. Τῇ πολλοὺς τρεφούσῃ.

Ἐν μέσσῳ. Τουτέστι, μεταξὺ Τρώων καὶ Ἀχαιῶν.

Οἴους. Μόνους.

Ὁππότερος δέ. Ὅστις δὲ πρότερος.

Φιλότητα. Φιλίαν. Τάμωμεν. Πιστωσώμεθα, ὅ ἐστι διʼ ἐντόμων ποιήσωμεν.

Ἀκὴν ἐγένοντο σιωπῇ. Ἐπʼ ἄκρας ἡσυχίας ἐγένοντο. Ἀκὴ γὰρ καλεῖται ἡ ὀξύτης.

Κέκλυτε νῦν καὶ ἐμεῖο. Ἀκούσατε νῦν καὶ ἐμοῦ. Μάλιστα γάρ. Ἐξαιρέτως δέ. Ἄλγος. Λύπη. Ἱκάνει. Καταλαμβάνει.

Φρονέω. Φρονῶ, βουλεύομαι, Διακρινθήμεναι. Διαχωρισθῆναι.

Πέποσθε. Πεπόνθατε.

Εἵνεκʼ ἐμῆς ἔριδος. Ἕνεκα τῆς ἐμῆς φιλονεικίας, καὶ τῆς ὑπὸ Ἀλεξάνδρου γενομένης ἁρπαγῆς. αὕτη γὰρ ἀρχὴ κακῶν.

Ἡμέων. Ἡμῶν. Ὁπποτέρῳ. Ὁποίῳ. ᾧτινι. Θάνατος καὶ μοῖρα τέτυκται. Τουτέστι, θανεῖν εἵμαρται.

Τεθναίη. Ἀποθάνῃ. Διακρινθεῖτε. Διαχωρισθείητε. Τάχιστα. Διὰ τάχους, συντόμως.

Οἴσετε. Κομίσετε, ἄγετε. Ἕτερον λευκὸν, ἑτέραν δὲ μέλαιναν. Τὰ οἰκεῖα ἑκάστῳ θεῷ ἱερουργούμενα εἰσάγει. τῷ μὲν γὰρ Ἡλίῳ, λαμπρῷ ὄντι, καὶ ἄῤῥενι, φησὶ λευκὸν ἱερουργηθῆναι ἄρνα. τῇ δὲ Γῇ μέλαιναν, καὶ θήλειαν. ἐπεὶ τοιαύτη ἡ θεός. Ἄρνε. Ἄρνας, δυϊκῶς.

Διῒ δʼ ἡμεῖς οἴσομεν ἄλλον. Τῷ δὲ Διῒ ἡμεῖς ἄλλον κομίσομεν ὡς ξένοι. ἐπεὶ καὶ Ξένιος προσαγορεύεται.

Ἄξετε. Ἀγάγετε. Πριάμοιο βίην. Περιφραστικῶς τὸν Πρίαμον. Διατί, Διὸς ὑποσχομένου τὴν ἅλωσιν τῆς Ἰλίου, συνθήκας ποιεῖται πρὸς Τρῶας; Ῥητέον οὖν, ὅτι, κατʼ ἐνίους, οὐ πιστεύει τῷ ὀνείρῳ. κατὰ δὲ ἑτέρους, οὐδὲν διέφερε, καὶ διʼ ἑνὸς μονομαχίαν, ἢ παντὶ τῷ στρατῷ, νικῆσαι. ἄλλως δὲ καὶ προσετέτακτο αὐτῷ καθοπλίσαι τοὺς πάντας, οὐ μάχεσθαι. Ὄφρʼ ὅρκια. Ὅπως τοὺς ὅρκους.

Ἐπεί οἱ παῖδες. Ἐπειδὴ οἱ υἱοὶ αὐτοῦ. Ὑπερφίαλοι. Ὑπερήφανοι, ἄθεοι, καὶ παραβαίνοντες τοὺς ὅρκους, καὶ τὰς σπονδὰς τὰς διὰ φιαλῶν γιγνομένας.

Ὑπερβασίῃ. Παραβάσει, ἀδικίᾳ. Διὸς ὅρκια. Τοὺς Διὸς ὅρκους. Δηλήσηται. Βλάψει τῷ παρελθεῖν αὐτούς.

Ὁπλοτέρων. Νεωτέρων. Ἠερέθονται. Ἀπαιωροῦνται, κρέμανται. οἷον οὐκ εἰσὶν σταθεραὶ, ἀλλʼ ἀβέβαιοι.

Οἷς δʼ ὁ γέρων μετέῃσιν. Ἐν οἷς δʼ ἂν ὁ γέρων παρῇ. Πρόσσω καὶ ὀπίσσω. Εἰς τὸ παρὸν, καὶ εἰς τὸ μέλλον.

Λεύσσει. Ὁρᾷ, βλέπει. Ὄχʼ ἄριστα. Ἐξόχως ἄριστα.

Ἐλπόμενοι. Ἐλπίζοντες. Ὀϊζυροῦ. Ἐπιμόνου, χαλεποῦ.

Ἔρυξαν. Κατέσχον. Ἐπὶ στίχας. Ἐπὶ τὰς τάξεις ἐφεξῆς. Ἐκ δʼ ἔβαν αὐτοί. Ἐξῆλθον δὲ καὶ αὐτοί.

Τεύχεα. Ὅπλα. Παρὰ τὸ τεύχεσθαι, ὅ ἐστι, κατασκευάζεσθαι. Ἐξεδύοντο. Ἀπεδύοντο, ἀπετίθεντο.

Πλησίον. Ἐκ τοῦ σύνεγγυς. Ὀλίγη δʼ ἦν ἀμφὶς ἄρουρα. Βραχὺ δʼ ἦν τὸ μεταξὺ τῶν στρατευμάτων διεῖργον αὐτοὺς χωρίον. Ἄρουρα. Γῆ. Παρὰ τὸ ἀροτριοῦσθαι.

Προτὶ ἄστυ. Πρὸς τὴν πόλιν.

Καρπαλίμως. Ταχέως.

Προΐει. Προέπεμψεν.

Γλαφυράς. Κοίλας. Ἰέναι. Παραγενέσθαι.

Οἰσέμεναι. Οἴσειν, κομίσειν. Ἔλαβε δὲ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.

Ἶρις δʼ αὖτε. Ἡ δὲ Ἶρις, ἡ τῶν θεῶν ἄγγελος. Σημαίνει δὲ δύο, αὐτὴν τὴν σωματοειδῆ θεὰν, καὶ τὸ νεφελῶδες σύστημα. οἷον· Ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων Ἐν νέφεσι στήριξε, τέρας μερόπων ἀνθρώπων.

Γαλόῳ. Γάλῳ. Γάλως, δέ ἐστιν ἀνδρὸς ἀδελφή. Ἀντηνορίδαο. Ἀντήνορος παιδὸς, Ἑλικάονος. Δάμαρτι. Γυναικί. Παρὰ τὸ δεδμῆσθαι, καὶ ὑποτετάχθαι τῷ ἀνδρί.

Ἔχεν. Εἶχεν, ἐγεγαμήκει. Κρείων. Βασιλεύς.

Εἶδος ἀρίστην. Τὴν μορφὴν καλήν.

Τὴν δʼ εὗρε. Ταύτην δὲ κατέλαβε. Δέον εἰπεῖν, ἣν, ἄρθρον προτακτικὸν ἀντὶ ὑποτακτικοῦ. Ἐν μεγάρῳ. Ἐν τῷ οἴκῳ.

Δίπλακα. Διπλοΐδα, διπλοῦν ἱμάτιον, ὅ ἐστι, χλανίδα. Μαρμαρέην. Λαμπρὰν, λευκήν. Πολέας δέ. Πολλοὺς δέ. Ἐνέπασσεν. Ἐνεποίκιλλεν, ἐνέπλεκεν. Ὅθεν καὶ τὰ ποικίλα παραπετάσματα παστοὶ καλοῦνται. Ἀέθλους. Νῦν τοὺς κατὰ τὸν πόλεμον πόνους.

Οὓς ἕθεν εἵνεκα. Οὕστινας ἕνεκα αὐτῆς. Ἔπασχον. Ὑπέμενον. Ὑπʼ Ἄρηος παλαμάων. Ὑπὸ τῶν τοῦ πολέμου χειρῶν. Ὁτὲ δὲ, μηχανῶν, ὡς ἐκεῖ· Ὡς δʼ ὅτʼ ἀνὴρ ἀπάλαμνος.

Ἀγχοῦ. Πλησίον. Ἱσταμένη. Στᾶσα. Προσέφη. Προσεῖπε. Πόδας ὠκέα. Τοῖς ποσὶ ταχεῖα.

Νύμφα. Νύμφη, Ἰωνικῶς. Θέσκελα. Θεῖα, θαυμαστά. Ἴδηαι. Θεάσῃ.

Ἱπποδάμων. Ἱππικῶν, πολεμικῶν. Χαλκοχιτώνων. Σιδηροθωράκων.

Οἳ πρίν. Οἵτινες τὸ πρότερον. Ἐπʼ ἀλλήλοισι φέρον. Ἐπέφερον ἀλλήλοις. Πολύδακρυν. Πολλῶν δακρύων καὶ στεναγμῶν αἴτιον, διὰ τοὺς ἀναιρουμένους ὑπʼ αὐτοῦ.

Ὀλοοῖο. Ὀλεθρίου. Λιλαιόμενοι. Ἐπιθυμοῦντες.

Ἕαται. Καθέζονται. Σιγῇ. Σιωπῇ.

Ἀσπίσι κεκλιμένοι. Ταῖς ἀσπίσιν ἐπικείμενοι. Παρὰ δʼ ἔγχεα μακρὰ πέπηγε. Παραπέπηγε δὲ αὐτοῖς, ὅ ἐστι, παράκειται τὰ μακρὰ δόρατα.

Μακρῇς ἐγχείῃσι. Τοῖς μακροῖς δόρασι.

Τῷ δέ κε νικήσαντι. Ἀντὶ τοῦ, τοῦ δὲ νικήσαντος. Κεκλήσῃ. Κληθήσῃ. Ἄκοιτις. Γυνὴ, γαμετή.

Γλυκὺν ἵμερον. Γλυκὺν πόθον, ἡδεῖαν ἐπιθυμίαν. Ἔμβαλεν. Ἐνέβαλε. Θυμῷ. Τῇ ψυχῇ.

Ἀνδρός τε προτέροιο. Τοῦ πρώτου ἀνδρὸς, ἤγουν τοῦ Μενελάου. Καὶ ἄστεος. Καὶ τῆς πόλεως. Λέγει δὲ, τῆς Σπάρτης. Ἠδὲ τοκήων. Καὶ τῶν γονέων. Τυνδάρεω λέγει, καὶ Λήδας.

Αὐτίκα. Παραχρῆμα, εὐθέως. Ἀργεννῇσι. Λευκαῖς, λαμπραῖς. Καλυψαμένη. Σκεπασαμένη. Ὀθόνῃσιν. Ὀθόναις. Λέγει δὲ, ὑφάσμασι λινοῖς.

Ὡρμᾶτʼ. Ὥρμα, ἐξῄει. Ἐκ θαλάμοιο. Ἐκ τοῦ κοιτῶνος, ἐκ τοῦ οἴκου. Τέρεν. Τρυφερόν. Ἀντὶ τοῦ, ὑγρόν. Δάκρυ χέουσα. Δακρύουσα, κλαίουσα.

Οὐκ οἴη. Οὐ μόνη. Ἅμα τῇγε. Σὺν αὐτῇ δέ. Ἀμφίπολοι. Θεράπαιναι, δουλίδες.

Αἴθρη Πιτθῆος. Ἑτέρα τῆς Θησέως μητρός ἐστιν αὕτη ἡ Αἴθρα. Αἰσχρὸν γὰρ ὑπάρχει, θεραπαίνης τρόπῳ ἀκολουθεῖν τῇ Ἑλένῃ τὴν Αἴθραν, ἑκυρὰν νομισθεῖσαν. Ὡς γὰρ ἱστορεῖ Ἑλλάνικος, Πειρίθους καὶ Θησεὺς, ὁ μὲν Διὸς ὢν, ὁ δὲ Ποσειδῶνος, συνέθεντο γαμῆσαι Διὸς θυγατέρας. Καὶ ἁρπάσαντες τὴν Ἑλένην κομιδῇ νέαν, παρατίθενται εἰς Ἄφυδναν τῆς Ἀττικῆς Αἴθρῃ, τῇ Πιτθέως μὲν θυγατρὶ, μητρὶ δὲ Θησέως. Οὕτως εἰς ᾅδου παραγίγνονται ἐπὶ τὴν Περσεφόνην. Οἱ δὲ Διόσκουροι, μὴ ἀπολαμβάνοντες τὴν ἀδελφὴν, τὴν Ἀττικὴν σύμπασαν πορθοῦσιν, Αἴθραν δὲ αἰχμαλωτίζουσι. Πιτθῆος. Τοῦ Πιτθέως. Κλυμένη τε. Καὶ ἡ Κλυμένη. Βοῶπις. Εὐόφθαλμος, καλή.

Αἶψα. Ταχέως, συντόμως. Ἵκανον. Παρεγένοντο. Ὅθι. Ἔνθα, ὅπου. Σκαιαὶ πύλαι. Αἱ τῆς Ἰλίου. Αὗται δὲ καὶ Δαρδάνειαι προσαγορεύονται, διʼ ὧν ἐξῄεσαν εἰς τὸ πεδίον οἱ Τρῶες. Σκαιαὶ δὲ εἴρηνται, ἤτοι ἀπὸ Σκαιοῦ τοῦ κατασκευάσαντος, ἢ ὅτι ἐν τοῖς σκαιοῖς καὶ ἀριστεροῖς μέρεσι τῆς πόλεως κεῖνται. Οἱ δέ φασιν, ὅτι ἀπὸ τοῦ, σκαιῶς βουλεύσασθαι τοὺς Τρῶας. τὸν γὰρ δούρειον ἵππον κατʼ αὐτὰς ἐδέξαντο τὰς πύλας.

Οἱ δʼ ἀμφὶ Πρίαμον. Οἱ δὲ περὶ τὸν Πρίαμον. Πάνθοον. Πάνθουν. Καὶ τὰ ἐφεξῆς δὲ ὁμοίως τούτοις εἰσὶν ὀνόματα κύρια.

Ὄζον Ἄρηος. Ἀπόγονον Ἄρεος. πολεμικόν.

Πεπνυμένω ἄμφω. Ἀμφότεροι φρόνιμοι καὶ συνετοί.

Εἵατο. Ἐκαθέζοντο. Δημογέροντες. Οἱ τοῦ δήμου ἔντιμοι παρὰ τὸ γῆρας.

Γήραϊ δή. Διὰ γῆρας. Ἀγορηταί. Δημηγόροι, σύμβουλοι.

Ἐσθλοί. Ἀγαθοί. Τεττίγεσσιν ἐοικότες. Τέττιξι παραπλήσιοι. Τιθωνοῦ τοῦ Λαομέδοντος, Πριάμου δὲ ἀδελφοῦ, ἠράσθη ἡ Ἡμέρα. ἐξ οὗπερ ἔτεκεν υἱὸν τὸν Μέμνονα. Μακρῷ δὲ βίῳ δαπανηθέντος ἐκείνου, μετέβαλεν αὐτὸν εἰς τέττιγα ἡ θεός. Διὸ δὴ αὐτοῦ τοὺς συγγενεῖς δημογέροντας τέττιξιν εἰκάζει ὁ Ποιητής. Ἱστορεῖ Ἑλλάνικος. Ἐοικότες. Ὅμοιοι. Οἵτε καθʼ ὕλην. Οἵτινες κατὰ τὴν ὕλην.

Δενδρέῳ. Δένδρῳ. Ἐφεζόμενοι. Ἐπικαθεζόμενοι. Ὄπα. Φωνήν. Λειριόεσσαν. Ἐπιθυμητὴν, ἡδεῖαν. ὅτι οἱ ἄῤῥενες τῶν τεττίγων ᾄδουσιν. Ἱεῖσιν. Ἀφιᾶσι.

Τοῖοι ἄρα. Τοιοῦτοι δή. Ἡγήτορες. Ἡγεμόνες. Ἧντο. Ἐκαθέζοντο. Ἐπὶ πύργῳ. Ἐπὶ τῷ τείχει.

Εἶδον. Ἐθεάσαντο. Ἰοῦσαν. Παραγενομένην, ἐρχομένην.

Ἦκα. Ἠρέμα, ἡσύχως. Πρὸς ἀλλήλους. Πρὸς ἑαυτούς. Ἀγόρευον. Ἔλεγον.

Οὐ νέμεσις. Οὐ μέμψις.

Τοιῇδʼ ἀμφὶ γυναικί. Περὶ τοιαύτης γυναικός.

Αἰνῶς. Λίαν, πάνυ. Θεῇς. Θεαῖς. Εἰς ὦπα. Τὴν πρόσοψιν. Ἔοικεν. Ὁμοία ἐστίν.

Ἀλλὰ καὶ ὥς. Ἀλλὰ καὶ οὕτως τοιαύτη εὐειδὴς ὑπάρχουσα. Νεέσθω. Σὺν τοῖς Ἕλλησι πορευέσθω.

Τεκέεσσί τε. Καὶ τοῖς τέκνοις. Πῆμα. Βλάβη, κακόν. Λίπηται. Καταλειφθείη.

Ὣς ἄρʼ ἔφαν. Οὕτως εἶπον. Ἐκαλέσσατο. Ἐκάλεσε.

Πάροιθεν. Τὸ ἑξῆς ἐστι· παρελθοῦσα ἐν πρόσω, δεῦρο. Ἵζευ. Καθέζου.

Ὄφρα ἴδῃς. Ὅπως θεάσῃ. Πρότερόν τε πόσιν. Τὸν πρότερόν σου ἄνδρα. Πηούς τε. Τοὺς κατʼ ἐπιγαμίαν συγγενεῖς.

Οὔτι μοι αἰτίη ἐσσί. Κατʼ οὐδέν μοι αἰτία ὑπάρχεις. Θεοί νύ μοι. Οἱ θεοὶ δή μοι

Οἵ μοι. Οἵτινές μοι. Ἐφώρμησαν. Ἐπελθεῖν καὶ ἐφορμῆσαι ἐποίησαν.

Ὥς μοι. Ὅπως μοι. Πελώριον. Μέγιστον. Ἐξονομῄνῃς. Ἐξ ὀνόματος εἴπῃς.

Ἀχαιός. Ἕλλην. Ἠΰς τε, μέγας τε. Πλατὺς, καὶ μέγας.

Κεφαλῇ. Τῷ εἰς ὕψος ἀναστήματι. Μείζονες. Ὑψηλότεροι. Ἔασιν. Εἰσὶν, ὑπάρχουσι.

Γεραρόν. Ἔντιμον. Ἔοικεν. Ὅμοιός ἐστιν. Ἐζήτηται δὲ, πῶς ὁ Πρίαμος τῷ δεκάτῳ ἔτει πυνθάνεται περὶ τῶν ἀρίστων. Ἐπειδὴ πρότερον περὶ τὰς ἀστυγείτονας πόλεις ἐπλανῶντο· ὥς που καὶ ὁ Ποιητής φησι κατὰ Ληΐδα, ὅπη ἄρξειεν Ἀχιλλεύς. Νῦν δὲ προσκάθηνται τῇ Ἰλίῳ. Ἢ ὅτι πρότερον μὲν οὐκ ἦγε σχολὴν πυθέσθαι περὶ αὐτῶν, τοῦ Ἀχιλλέως ἰσχυρῶς αὐτοῖς ἐγκειμένου, καὶ μόνον ἑαυτὸν αὐτοῖς ἐπιδεικνύντος, καὶ τῷ φόβῳ κατακλείστους ποιοῦντος. Ἐφρόντιζε γὰρ τὸ τηνικαῦτα Πρίαμος οὐ περὶ τούτων, ἀλλὰ περὶ τοῦ σώζεσθαι τὴν πόλιν. Νῦν δὲ μηνίοντος ἐκείνου, καὶ ἰσοῤῥόπου τῆς μάχης γεγενημένης, ὡς καὶ τοῦ τείχους χωρὶς πολεμεῖν τοὺς Τρῶας, εἰκότως περὶ αὐτῶν πυνθάνεται. Ἕτεροι δέ φασιν, ὅτι ἀπὸ τῆς πανοπλίας, καὶ τῶν ἵππων, αὐτοὺς ἐγνώριζον· ὡς καὶ Πάνδαρον ἐπὶ τοῦ Διομήδους λέγειν· Ἀσπίδι γιγνώσκων, αὐλώπιδί τε τρυφαλείῃ. Πρότερον δὲ οὐκ ἐτεθέατο οὕτω πάντας ἀόπλους, ὡς νῦν.

Αἰδοῖος. Αἰδοῦς καὶ τιμῆς ἄξιος. Ἐσσί. Εἶ, ὑπάρχεις. Ἑκυρέ. Πενθερέ. Ἑκυρὸς δὲ ἐκαλεῖτο καὶ παρὰ τοῖς ἀρχαίοις, ὁ τοῦ ἀνδρὸς πατήρ. Δεινός τε. Καὶ φοβερός.

Ὡς ὄφελέν μοι. Εἴθε ὄφειλέ μοι. Ἀδεῖν. Ἀρέσαι. Ὁππότε. Ὅτε. Δεῦρο. Ἐνταῦθα.

Υἱέϊ σῷ. Ἅμα τῷ σῷ παιδί. Ἑπόμην. Ἠκολούθησα. Θάλαμον. Νῦν, τὸν οἶκον. περιφραστικῶς. Γνωτούς. Ἀδελφούς. Λέγει δὲ Κάστορα καὶ Πολυδεύκην. Λιποῦσα. Καταλιποῦσα.

Παῖδά τε. Καὶ τὴν θυγατέρα. Λέγει δὲ τὴν Ἑρμιόνην. Ὁ δὲ Πορφύριος ἐν τοῖς Ὁμηρικοῖς ζητήμασιν οὕτως φησίν· Ἑλένης καὶ Μενελάου παῖδες Δίαιθος καὶ Μοῤῥαφίων, ἀφʼ οὗ τὸ τῶν Μοῤῥαφίων γένος ἐν Πέρσαις· Κιναίθων δέ, φησι Νικόστρατος, καὶ Αἰθιόλας, παρὰ Λακεδαιμονίοις Ἑλένης δύο παῖδες τιμῶνται. Τηλυγέτην. Ἀγαπητὴν, μονογενῆ. Καταχρηστικῶς δὲ εἶπε. Κυρίως γὰρ τηλυγέται καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὅ ἐστιν ἐν γεροντικῇ ἡλικίᾳ σπαρέντες. Δοκεῖ γὰρ, τὰ μετὰ ἀπόγνωσιν τῆς παιδοποιΐας γεννώμενα μᾶλλον ἀγαπᾶσθαι. Καὶ ὁμηλικίην ἐρατεινήν. Καὶ τὰς ἐπεράστους μου ὁμήλικας.

Ἀλλὰ τά γʼ οὐκ ἐγένοντο. Ἀλλὰ ταῦτα οὐκ ἐγένοντο. Τὸ καὶ κλαίουσα τέτηκα. Διόπερ καὶ κλαίουσα ἐκτέτηκα.

Ὅ μʼ ἀνείρεαι. Ὅ με ἀνερωτᾷς. Ἠδὲ μεταλλᾷς. Καὶ πολυπραγμονεῖς, ἐπιζητεῖς.

Ἀμφότερον. Κατὰ ἀμφότερα. Ἀγαθός. Ἰσχυρὸς, γενναῖος. Αἰχμητής. Πολεμιστής.

Δαήρ. Ἀνδρὸς ἀδελφός. Ἔσκεν. Ἦν. ὑπῆρχεν. Κυνώπιδος. Ἀναιδεστάτης ἐμοῦ, ὡς κύων. Εἴ ποτʼ ἔην γε. Ἐάν ποτε ἦν.

Γέρων. Ἀντὶ τοῦ, ὁ Πρίαμος. Ἠγάσσατο. Ἐθαύμασεν. Φώνησέν τε. Καὶ εἶπεν.

Ὦ μάκαρ. Ὦ μακαριώτατε. Ἀτρείδη. Υἱὲ τοῦ Ἀτρέως. Μοιρηγενές. Ἀγαθῇ μοίρᾳ γεγεννημένε. Ὀλβιόδαιμον. Εὐδαιμονέστατε.

Ἦ ῥά νύ τοι. Εὐλόγως δή σοι. Δεδμήαται. Ὑποτεταγμένοι εἰσίν. Ἡ μεταφορὰ ἀπὸ τῶν ἀλόγων ζώων. δαμάζονται γὰρ κυρίως ταῦτα.

Ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν. Πάλαι γὰρ εἰς τὴν Φρυγίαν παρεγενόμην, τὴν πολλὰς ἀμπέλους ἔχουσαν. Τοὺς δὲ περὶ Ἀπάμειαν τόπους λέγει. οὗτοι γὰρ πολυάμπελοι ἦσαν, τῆς λοιπῆς Φρυγίας μόνον σιτοφόρου οὔσης.

Αἰολοπώλους. Ποικίλως ἱππαζομένους, πολεμικοὺς, ἢ ταχεῖς ἵππους ἔχοντας.

Λαοὺς Ὀτρῆος. Ὀτρεὺς καὶ Μύγδων παραδίδονται ἡμῖν παῖδες Δείμαντος, ἀδελφοὶ τῆς Ἑκάβης, βασιλεῖς Φρυγίας.

Οἵ ῥα. Οἵτινες δή. Ἐστρατόωντο. Ἐστρατοπέδευον. Παρʼ ὄχθας Σαγγαρίοιο. Παρὰ τὰ χείλη τοῦ Σαγγαρίου ποταμοῦ. Ὁ δὲ Σαγγάριος ποταμὸς, πρότερον μὲν ἦν Φρυγίας, νῦν δὲ Γαλατίας.

Καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐών. Ὢν, ὑπάρχων. Μελανίππη καὶ Ἱππολύτη, θυγατέρες Ἄρεος, τῶν Ἀμαζονίδων προηγούμεναι τῆς στρατιᾶς, αὗται πειρώμεναι τὴν Φρυγίαν ὑφʼ ἑαυτὰς ποιῆσαι, διὰ τὸ τὴν χώραν ἱπποτρόφον εἶναι καὶ ἀμπελώδη, παντὶ τῷ στρατεύματι παρασκευασθεῖσαι παρέτυχον εἰς τὴν προειρημένην χώραν, καὶ στρατόπεδον ἔθεντο πρὸς τὸν Σαγγάριον ποταμόν. Τῶν δὲ Φρυγῶν ὑπὸ τὸν αὐτὸν χρόνον ἡγεμόνες ἦσαν Μύγδων καὶ Ὀτρεύς. Οἵτινες τὴν σφῶν αὐτῶν στρατιὰν προσήνεγκαν, καὶ πρὸς τὸν αὐτὸν τόπον παρεγένοντο, πρὸς τὸ κωλύσαι αὐτὰς μὴ ἐπιβῆναι τοῖς αὐτῶν ὅροις. Καὶ ὁ Πρίαμος τῆς Τροίας βασιλεὺς ἐστρατεύσατο κατὰ τῶν Ἀμαζόνων σὺν αὐτοῖς κατʼ ἐκεῖνον τὸν χρόνον. Ἐπίκουρος. Ἀπὸ ξένης χώρας σύμμαχος. Ἐπίκουροι γὰρ λέγονται οἱ τοῖς πολεμουμένοις βοηθοῦντες. σύμμαχοι δὲ, οἱ τῶν πολεμούντων. Μετὰ τοῖσιν. Ἐν τούτοις. Ἐλέχθην. Συγκατηριθμήθην, κατετάγην.

Ἤματι τῷ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἀμαζόνες ἀντιάνειραι. Αἱ ἶσαι κατὰ δύναμιν ἀνδράσιν, ἢ αἱ ἐναντιούμεναι ἀνδράσιν. ἐξ οὗ, πολεμικαί. Αἱ δὲ Ἀμαζόνες, λέγονται εἶναι Ἄρεος καὶ Ἀφροδίτης θυγατέρες, τραφεῖσαι παρὰ Θερμώδοντι ποταμῷ τῆς Σκυθίας. Ἐκλήθησαν δὲ οὕτως, διὰ τὸ τὸν δεξιὸν μασθὸν ἐκτέμνεσθαι αὐταῖς, ὡς ἐμποδίζοντα ἐν τῷ τοξεύειν.

Ἀλλʼ οὐδʼ οἵ. Ἀλλʼ οὐδὲ οὗτοι. Τόσσοι. Τοσοῦτοι. Ὅσσοι. Ὁπόσοι. Ἑλίκωπες. Μελανόφθαλμοι, καλοί.

Ἐρέεινεν. Ἀνηρώτα.

Εἴπʼ ἄγε μοι. Ἄγε εἰπέ μοι.

Μείων. Μικρότερος.

Εὐρύτερος. Πλατύτερος. Ἠδὲ στέρνοισι. Καὶ τοῖς στέρνοις. Ἰδέσθαι. Ἐν τῷ ὁρᾶσθαι.

Οἱ. Αὐτῷ. Ἐπὶ χθονί. Ἐπὶ τῇ γῇ. Πουλυβοτείρῃ. Πολλοὺς τρεφούσῃ.

Κτίλος ὥς. Ὡς πρᾶος καὶ χειροήθης κριὸς, ἀφηγούμενος τῆς ποίμνης. Εἴρηται δὲ κτίλος ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμματα· οἱονεὶ ἀκτίλος τὶς ὤν. παρὰ τὸ ἄγω. ἢ παρὰ τὸ κίω, τὸ πορεύομαι. Ἐπιπωλεῖται. Ἐπέρχεται. Στίχας. Τὰς στρατιωτικὰς τάξεις.

Ἀρνειῷ. Κριῷ. Διὰ τούτου δὲ ἐπαινεῖ τὸ πρᾶον καὶ ἀτάραχον αὐτοῦ. Ἐΐσκω. Ὁμοιῶ, ἀπεικάζω. Πηγεσιμάλλῳ. Βαθυμάλλῳ, καλὸν ἔριον ἔχοντι, ἢ μέλανι, πηγὸν γὰρ τὸ μέλαν.

Ὀΐων. Προβάτων. Πῶϋ. Ποίμνιον. Ἀργεννάων. Λαμπρῶν. Ἢ λευκῶν. Ἀπὸ δὲ τοῦ πλείονος εἶπεν. οὐ γὰρ πάντα τὰ πρόβατα λευκά εἰσι.

Διὸς ἐκγεγαυῖα. Ἡ ἐκ τοῦ Διὸς γεννηθεῖσα.

Οὗτος δʼ αὖ. Οὗτος δὲ πάλιν. Πολύμητις. Πολύβουλος, συνετός.

Ὃς τράφη. Ὅστις ἀνετράφη. Ἐν δήμῳ Ἰθάκης. Περιφραστικῶς, ἐν τῇ Ἰθάκῃ. Ἔστι δὲ νῆσος περὶ τὴν Κεφαλληνίαν. Καὶ τόπος δέ ἐστιν ἐν Ἰθάκῃ, κυρίως Δῆμος λεγόμενος. Ὁτὲ δὲ ἡ λέξις δηλοῖ τὸ πολὺ σύστημα καὶ πλῆθος τῶν Ἑλλήνων, ἢ τῶν ἀνδρῶν. Κραναῆς περ ἐούσης. Καί τοι τραχείας ὑπαρχούσης.

Εἰδώς. Ἐπιστάμενος, ἔμπειρος ὤν. Παντοίους. Παντοδαπούς. Μήδεα. Βουλεύματα. Πυκνά. Πολλά. συνετά.

Τὴν δʼ αὖτε. Ταύτην δὲ δή.

Ἦ μάλα. Ὄντως δή. Νημερτές. Ἀληθές.

Ἤλυθε. Παρεγένετο.

Σεῦ ἕνεκα. Σοῦ ἕνεκα, σοῦ χάριν. Πρὸ γὰρ τοῦ στρατεῦσαι τοὺς Ἕλληνας, εἰς Τροίαν ἦλθον πρέσβεις Ὀδυσσεὺς καὶ Μενέλαος, ἀπαιτοῦντες τὴν Ἑλένην. Οὓς τῶν ἄλλων αὐτοὺς μεθʼ ὕβρεως διωξάντων, μόνος Ἀντήνωρ ξενίζει φιλοφρόνως. Ἀγγελίης. Πρεσβευτὴς, ἄγγελος. Ἰὰς ἡ διάλεκτος.

Ξείνισσα. Ἐξενοδόχησα. Ἐν μεγάροισι. Ἐν τοῖς ἐμοῖς οἴκοις. Φίλησα. Μετὰ φιλοφροσύνης ἀπεδεξάμην.

Φυήν. Τὴν φύσιν. Ἐδάην. Ἔμαθον.

Ἀγειρομένοισιν. Ἀθροιζομένοις. Ἔμιχθεν. Ἐμίγησαν.

Στάντων μέν. Ἱσταμένων ὀρθῶν. Ὑπείρεχεν. Ὑπερεῖχε. μακρότερος ἦν. Εὐρέας. Πλατεῖς. μεγάλους. Διὰ τούτου δηλοῖ περὶ τὴν διάπλασιν ὄντα ἀνάκωλον τὸν Μενέλαον.

Ἄμφω δέ. Ἀμφότεροι δὲ, τουτέστιν, ἀμφοτέρων δὲ ὁμοῦ καθεσθέντων. Γεραρώτερος. Ἐντιμότερος πρὸς ὄψιν. Ἦεν. Ἦν, ὑπῆρχεν.

Ὕφαινον. Φανερὰ ἐποίουν, ἔλεγον, ἔπλεκον.

Ἐπιτροχάδην. Συντόμως, ἐσπευσμένως. Βραχυλόγοι γὰρ οἱ Λάκωνες ἀεί. Δηλοῖ δὲ εὐφυέστερον ἐπὶ Μενελάου μὲν τὸν παρὰ τοῖς ῥήτορσι καλούμενον ἄνετον τρόπον, ἐπὶ δὲ Ὀδυσσέως τὸν σύντονον. ἐπʼ ἐκείνου μὲν γὰρ εἶπε παῦρα μέν· ἐπὶ δὲ Ὀδυσσέως προσέθηκε τὸ, καὶ ἔπεα νιφάδεσσιν ἐοικότα, τουτέστι, πολλὰ καὶ πυκνά. Ἀγόρευεν. Ἔλεγε.

Παῦρα μέν. Ὀλίγα μέν. Λιγέως. Ἡδέως, ὀξέως. Ἐπεὶ οὐ πολύμυθος. Ἐπεὶ οὐκ ἦν πολλοῖς λόγοις χρώμενος.

Οὐδʼ ἀφαμαρτοεπής. Οὐδὲ ἀποτυγχάνων τοῦ σκοποῦ τῶν λόγων. Γένει. Τῇ ἡλικίᾳ. Ὕστερος ἦεν. Νεώτερος ἦν.

Ἀλλʼ ὅτε δή. Ὅτε δέ. Ἀναΐξειεν. Ἀνορμήσειεν ἀναστάς.

Στάσκεν. Εἱστήκει. Ὑπαὶ δὲ ἴδεσκεν. Ὑπʼ αἰδοῦς δὲ εἰς γῆν ἔβλεπε. Κατὰ χθονός. Κατὰ τῆς γῆς. Ὄμματα. Ὀφθαλμούς. Πήξας. Ἐρείσας.

Σκῆπτρον. Σημειωτέον, ὅτι ἕκαστος τῶν ἡγεμόνων σκῆπτρον εἶχεν ἴδιον. ὡς καὶ Ἀχιλλεὺς ἐν τῇ α ὄμνυσι κατʼ αὐτοῦ. Προπρηνές. Εἰς τοὔμπροσθεν. Ἐνώμα. Ἐκίνει.

Ἀστεμφές. Ἀσφαλὲς, καὶ ἀμετακίνητον. Ἔχεσκεν. Εἶχεν. Ἀΐδρι. Ἀπείρῳ, ἀπειρίαν λόγων προσποιουμένῳ, ἕνεκα τοῦ μὴ ἀπάτης ὑπόνοιαν ἐμποιῆσαι τοῖς Τρωσί. Φωτί. Ἀνδρί. Ἐοικώς. Ὅμοιος ὤν.

Φαίης κεν. Εἶπες ἂν, ἢ ὑπέλαβες. Ζάκοτον. Πάνυ ὀργίλον. Ἔμμεναι. Εἶναι, ὑπάρχειν. Αὕτως. Ὡσαύτως, ὁμοίως.

Ὄπα. Φωνήν. Ἐκ στήθεος. Ἀπὸ τοῦ στήθους. Ἵει. Ἀφίει, ἀπέπεμπε.

Καὶ ἔπεα νιφάδεσσιν. Καὶ λόγους πολλοὺς καὶ πυκνούς. Τὴν γὰρ συνεχῆ καὶ σύντονον φράσιν τοῦ Ὀδυσσέως νιφάδων βολῇ εἰκάζει, διὰ τὸ πυκνὸν αὐτῶν. Ὁ δὲ τρόπος μεταφορά. Χειμερίῃσι. Χειμεριναῖς.

Ἐρίσειε. Φιλονεικήσειε, ἐξισωθείη. Βροτός. Ἄνθρωπος.

Οὐ τότε γʼ ὧδʼ Ὀδυσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες. Οὐχ οὕτως τότε τοῦ Ὀδυσσέως ἐθαυμάσαμεν τὸ εἶδος ὡς τοὺς λόγους. Ἔστι δὲ σχῆμα. ἀπὸ γὰρ ἑνικοῦ μετῆλθεν εἰς πληθυντικόν.

Τὸ τρίτον αὖτε. Τὸ τρίτον δὲ δή.

Ἠΰς. Πλατὺς, μέγας. ἀφʼ οὗ, γενναῖος.

Ἔξοχος. Ἐξοχώτατος καὶ ὑπερέχων.

Τανύπεπλος. Περιτεταμένον ἔχουσα τὸν πέπλον ἕως ἄκρων ποδῶν καθειμένον, καὶ καθικνούμενον. μέγαν. Πέπλος δὲ, κυρίως, τὸ γυναικεῖον ἱμάτιον.

Πελώριος. Μέγας. Ἕρκος Ἀχαιῶν. Τὸ περίφραγμα καὶ τεῖχος τῶν Ἑλλήνων.

Ἑτέρωθεν. Ἐκ τοῦ ἑτέρου μέρους. Θεὸς ὥς. Ὡς θεός. ὁ τρόπος, ἀναστροφή. Ἐνὶ Κρήτεσσιν. Ἐν τοῖς Κρησὶν ἀνδράσιν.

Ἀμφὶ δέ μιν. Περὶ αὐτὸν δέ. Ἠγερέθοντο. Ἠθροίζοντο. Κρητῶν ἀγοί. Οἱ τῶν Κρητῶν ἡγεμόνες. Παρὰ τὸ ἄγειν τοὺς ὑποτεταγμένους.

Πολλάκι μιν ξείνισσεν. Ἐκ τούτου καὶ τοὺς λοιποὺς Ἕλληνας ἐπεγίγνωσκεν ἡ Ἑλένη, ἐκ τοῦ ξενίζεσθαι αὐτοὺς παρὰ Μενελάῳ.

Οἴκῳ ἐν ἡμετέρῳ. Ἐν τῇ Σπάρτῃ. Κρήτηθεν. Ἀπὸ τῆς Κρήτης. Ἵκοιτο. Παραγένοιτο.

Νῦν. Ἐπὶ τοῦ παρόντος. Ἔστι δὲ ἐπίῤῥημα χρόνου δηλωτικόν.

Οὕς κεν. Οὕστινας ἄν. Ἐῢ γνοίην. Ἀκριβῶς γνωρίσαιμι. Μυθησαίμην. Εἴποιμι.

Ἰδέειν. Θεάσασθαι.

Ἱππόδαμον. Ἵππους δαμάζοντα. πολεμικόν. Πὺξ ἀγαθόν. Ἐν πυγμῇ ἀνδρεῖον καὶ γενναῖον. Οὗτος γὰρ καὶ τὸν ἀφόρητον πύκτην Ἄμυκον ἀναιρεῖ, ὡς Ἀπολλώνιός φησιν ἐν δευτέρῳ Ἀργοναυτικῶν. Ἐζήτηται δὲ, πῶς τοὺς ἀδελφοὺς πρῶτον οὐκ ἐπιζητεῖ ἡ Ἑλένη. Ῥητέον δὲ, ὅτι ἴσως μὲν ἐπεζήτησε. Εὐχερῶς δὲ, ὅτε ἔγραφεν Ὅμηρος, ἐπεμνήσθη.

Αὐτοκασιγνήτω. Τοὺς ἐξ ἀμφοτέρων τῶν γονέων γνησίους ἀδελφούς. κασίγνητοι γὰρ λέγονται, οἱ καθʼ ἕτερον τῶν γονέων ἀδελφοί. Τώ μοι. Οὕστινάς μοι. Γείνατο. Ἐγέννησε.

Οὐχ ἑσπέσθην. Οὐκ ἐπηκολούθησαν τοῖς Ἕλλησι.

Δεῦρο. Ἐνθάδε. Ἕποντο. Ἠκολούθησαν. Νέεσσʼ ἐνί. Ἐν ταῖς ναυσί. Ποντοπόροισι. Θαλασσοπλόοις.

Νῦν αὖτε. Νῦν δὲ δή. Πόνον. Περιφραστικῶς τὸν πόλεμον.

Αἴσχεα. Αἰσχύνας, ὕβρεις. Ἑλένη, ἁρπαγεῖσα ὑπὸ Ἀλεξάνδρου, ἀγνοοῦσα τὸ συμβεβηκὸς μεταξὺ τοῖς ἀδελφοῖς Διοσκούροις κακὸν, ὑπολαμβάνει, διʼ αἰσχύνην αὐτῆς μὴ πορευθῆναι τούτους εἰς Ἴλιον, ἐπειδὴ πρότερον ὑπὸ Θησέως ἡρπάσθη, καθὼς προείρηται. Διὰ γὰρ τὴν τότε γενομένην ἁρπαγὴν Ἄφυδνα πόλις Ἀττικῆς πορθεῖται, καὶ τιτρώσκεται Κάστωρ ὑπὸ Ἀφύδνου, τοῦ τότε βασιλέως, κατὰ τὸν δεξιὸν μηρόν. Οἱ δὲ Διόσκουροι, Θησέως μὴ τυχόντες, λαφυραγωγοῦσι τὰς Ἀφύδνας. Ἡ ἱστορία παρὰ τοῖς Πολεμωνίοις, ἤτοι Κυκλικοῖς, καὶ ἀπὸ μέρους παρʼ Ἀλκμᾶνι τῷ Λυρικῷ. Πόλλʼ ἅ μοι ἐστί. Ἀντὶ τοῦ, πολλὰ ἐκεῖνα, ἃ διʼ ἐμὲ αὐτοῖς ἐστιν.

Ὣς φάτο. τοὺς δʼ ἤδη κατέχεν αἶα. Οὗτοι δέ, φησιν, ἦσαν μεταστάντες ἐξ ἀνθρώπων, καὶ ὑπὸ γῆν διετέλουν. ὁτὲ μὲν ζῶντες, ὁτὲ δὲ τεθνηκότες, κατʼ αὐτὸν τὸν Ποιητὴν, λέγοντα· Ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε Τεθνᾶσι, τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. Φυσίζωος. Ἤτοι ἡ τὰ πρὸς ζωὴν φύουσα καὶ δωρουμένη. ἢ ὅτι τῷ ὄντι λέγεται χώρα ἐν Λακεδαίμονι οὕτω φυσίζωος, ἐπεὶ ἐκεῖ δοκοῦσιν οἱ Διόσκουροι καταποθέντες πάλιν ἀναδοθῆναι. Ὣς φάτο. τοὺς δʼ ἤδη κατέχεν φυσίζοος αἶα. Ἴδας καὶ Λυγκεὺς, Ἀφαρέως παῖδες, γάμους θύοντες τῶν Λευκίππου θυγατέρων, Φοίβης καὶ Ἰλαείρας, ἐκάλεσαν τοὺς Διοσκούρους συγγενεῖς ὄντας. ὁ γὰρ Τυνδάρεως Ἀφαρέως ἀδελφὸς ἦν. Λέγεται δὲ, τοὺς Διοσκούρους ἐξαρπάσαι τὰς κόρας ἔτι παρθένους οὔσας. Μαχομένων δʼ αὐτῶν περὶ τοῦ γάμου καρτερῶς, ἀνῄρηται Κάστωρ. Ὅθεν ὁ Ζεὺς ὀργισθεὶς, κεραυνῷ βάλλει τὸν Ἴδαν. Παραμυθεῖται δὲ Πολυδεύκην, καὶ τίθεται αὐτῷ αἵρεσιν, πότερον θέλει ἀθάνατος εἶναι, ἢ σὺν τῷ ἀδελφῷ ἓξ μῆνας τελευτᾷν, καὶ τοὺς ἴσους ζῇν. Ὁ δὲ μᾶλλον αἱρεῖται μετὰ Κάστορος ἀποθανεῖν, καὶ ζῇν. Ἡ ἱστορία παρὰ Πινδάρῳ. Αἶα. Ἡ γῆ.

Αὖθι. Αὐτόθι. Φίλῃ ἐν πατρίδι γαίῃ. Ἐν τῇ προσφιλεστάτῃ πατρικῇ αὐτῶν γῇ.

Ἀνὰ ἄστυ. Ἀνὰ τὴν πόλιν. Ὅρκια πιστά. Τοὺς πιστοὺς ὅρκους τῶν θεῶν.

Ἄρνε δύω. Δύο ἄρνας. Καὶ οἶνον ἐΰφρονα. Καὶ τὸν εὖ τὰς φρένας διατιθέντα οἶνον, τὸν εὐφραντικόν. Καρπὸν ἀρούρης. Τῆς γῆς καρπόν. Παρὰ τὸ ἀροῦσθαι αὐτήν.

Ἀσκῷ ἐν αἰγείῳ. Ἐν αἰγείῳ ἀσκῷ. Φέρεν. Ἔφερεν, ἐκόμιζε. Κρητῆρα. Κρατῆρα. Φαεινόν. Ἀργυροῦν, λαμπρόν.

Ἠδὲ χρύσεια κύπελλα. Καὶ χρυσᾶ ποτήρια περιφερῆ.

Ὤτρυνεν. Ἐσπούδαζε, παρώρμα. Παριστάμενος. Παραστάς.

Λαομεδοντιάδη. Λαομέδοντος παῖ, Πρίαμε. Μήτηρ δὲ Πριάμου, ὥς φησι Πορφύριος ἐν τῷ περὶ τῶν παραλελειμμένων τῷ Ποιητῇ ὀνομάτων, κατὰ μὲν Ἀλκμᾶνα τὸν μελοποιὸν, Ζευξίππη· κατὰ δὲ Ἑλλάνικον, Τρυμώ. Στάμις δὲ ἐν τῷ περὶ Λέσβου φησὶ, Θόασαν τὴν Τεύκρου. Καλέουσι. Καλοῦσι.

Καταβῆναι. Κατελθεῖν. ἐφʼ ὕψους γάρ ἐστιν ἡ πόλις.

Μακρῇς ἐγχείῃσι. Τοῖς μακροῖς δόρασι. Μαχήσονται. Μαχοῦνται. Ἀμφὶ γυναικί. Περὶ τῆς γυναικός.

Ῥίγησεν. Ἐφοβήθη. Ἐκέλευσε. Προσέταξε.

Ζευγνύμεναι. Ὑπὸ ζυγὸν ἄγειν, ζευγνύειν. Ὀτραλέως. Σπουδαίως, ταχέως.

Ἂν δʼ ἄρʼ ἔβη. Ἀνέβη δέ. Κατὰ δʼ ἡνία τεῖνεν ὀπίσσω. Κατέτεινε δὲ τὰς ἡνίας ἐπὶ τὰ ὀπίσσω.

Πὰρ δέ οἱ. Παρʼ αὐτὸν δέ. Περικαλλέα. Πάνυ καλόν. Βήσετο. Ἐπέβη, ἀνῆλθεν. Δίφρον. Τὸ ἅρμα. Δίφρος δὲ εἴρηται, ὅτι δίφορόν ἐστι. δύο γὰρ φέρει· τὸν ὁπλίτην, καὶ τὸν ἡνίοχον.

Τὼ δέ. Οὗτοι δέ. Πεδίονδε. Εἰς τὸ πεδίον. Ἔχον. Ἤλαυνον. Ὠκέας. Ταχεῖς.

Ἵκοντο. Παρεγένοντο. Μετὰ Τρῷας. Ἐπὶ τοὺς Τρῷας.

Ὤρνυτο. Διηγέρθη, ἀνέστη.

Ἂν δʼ Ὀδυσεὺς πολύμητις. Ἀνέστη δὲ καὶ ὁ πολύβουλος καὶ συνετώτατος Ὀδυσσεύς. Ἀτὰρ κήρυκες. Καὶ οἱ κήρυκες. Ἀγαυοί. Νῦν, θαυμαστοί.

Ὅρκια. Τὰ πρὸς τοὺς ὅρκους. Σύναγον. Συνῆγον, συνέφερον. Κρητῆρι δὲ οἶνον μίσγον. Ἀνεμίγνυον δὲ ἐς τὸν κρατῆρα τὸν κεκομισμένον οἶνον.

Ἀτὰρ βασιλεῦσι. Καὶ τοῖς βασιλεῦσιν. Ἔχευον. Ἐπέχεον, ἐπέβαλλον.

Ἐρυσσάμενος. Σπασάμενος. Μάχαιραν. Μάχαιραν νῦν τὸ παρὰ τὸ ξίφος μικρὸν μαχαίριον λέγει.

Ἥ οἱ. Ἥτις αὐτῷ. Πὰρ ξίφεος μέγα κουλεόν. Παρὰ τὴν τοῦ ξίφους θήκην. Αἰὲν ἄωρτο. Διαπαντὸς ἐκρέματο.

Ἀρνῶν ἐκ κεφαλέων τάμνε τρίχας. Ἀπέτεμνε τῶν ἀρνῶν τοὺς κορυφαίους μαλλούς.

Νεῖμαν. Ἔνειμαν, διέδωκαν.

Μεγάλʼ εὔχετο. Μεγάλως ηὔχετο. Χεῖρας ἀνασχών. Τὰς χεῖρας ἀνατείνας.

Ἴδηθεν μεδέων. Τῆς Ἴδης βασιλεύων. Ἢ ἐξ Ἴδης ὥς τινες. Τὸ γὰρ, θεν, μόριον, ἤτοι παρέλκεται, ἢ ἀντὶ τοῦ τῆς ἐξ προθέσεως λαμβάνεται.

Ἠέλιός τε. Ἀντὶ τοῦ, καὶ σὺ, ὦ ἥλιε. Παράπτωσις. ὀρθὴ ἀντὶ κλητικῆς. Ἐφορᾷς. Ἐπιβλέπεις.

Καὶ οἳ ὑπένερθε. Καὶ καταχθόνιοι δαίμονες. Λέγει δὲ Πλούτωνα, Περσεφόνην, καὶ τὰς Ἐριννῦς. Καμόντας. Τελευτήσαντας, ἀποθανόντας.

Τίνυσθον. Τιμωρεῖσθε. Ὅστις κʼ ἐπίορκον ὀμόσσῃ. Ὅστις ἂν ἐπιορκήσῃ. Δυϊκῷ δὲ ἀριθμῷ κέχρηται, εἰπὼν, τίνυσθον. ἔστι γὰρ ὁ λόγος πρὸς Πλούτωνα, καὶ Περσεφόνην. ἀντὶ τοῦ, καὶ ὑμεῖς οἱ καταχθόνιοι δαίμονες, οἵτινες τοὺς ἐν τῷ ζῇν παρορκήσαντας τιμωρεῖσθε καὶ μετὰ θάνατον.

Φυλάσσετε. Τηρεῖτε.

Εἰ μέν κεν. Ἐὰν μέν. Καταπέφνῃ. Φονεύσῃ.

Κτείνῃ. Ἀποκτείνῃ.

Τιμήν. Πρόστιμον τοῦ πολέμου. Λέγει δὲ τὸ ἥμισυ τῶν ἐν τῇ πόλει κτημάτων. Ἀποτινέμεν. Ἀποδιδόναι. Ἥντινʼ ἔοικεν. Ἣν πρέπει, ἣν δεῖ.

Ἥτε καὶ ἐσσομένοισι μετʼ ἀνθρώποισι. Ἥτις καὶ ἐν τοῖς μεταγενεστέροις, καὶ μετὰ ταῦτα ἐσομένοις ἀνθρώποις, φανερὰ γενήσεται, καὶ μενεῖ, καθάπερ νόμος. Πέληται. Γένηται.

Τίνειν. Ἐκτίνειν, ἀποδιδόναι. Πεσόντος. Ἀναιρεθέντος.

Αὐτὰρ ἐγὼ καὶ ἔπειτα. Ἐγὼ γὰρ μετὰ ταῦτα. Ποινῆς. Ἀντεκτίσεως, τιμωρίας.

Αὖθι μένων. Ἐνταῦθα μένων. Εἵως κεν. Ἕως ἄν. Κιχείω. Καταλάβω.

Ἦ. Ἔφη, εἶπε. Στομάχους. Φάρυγγας, λαιμούς. ἐπεὶ συνέζευκται ὁ στόμαχος τῷ λαιμῷ. Τάμεν. Ἀπέκοψε. Νηλέϊ. Ἀνηλεεῖ, σκληρῷ. Χαλκῷ. Καταχρηστικῶς σιδήρῳ. ἐπεὶ πρότερος εὑρέθη ὁ χαλκὸς τοῦ σιδήρου.

Ἀσπαίροντας. Ψυχοῤῥαγοῦντας, σκαρίζοντας.

Δευομένους. Ἐνδεομένους καὶ χρῄζοντας τοῦ θυμοῦ. ὅ ἐστι τῆς ψυχῆς. τεθνηκότας.

Ἀφυσσάμενοι. Ἀπαντλήσαντες. Δεπάεσσι. Ποτηρίοις.

Ἔκχεον. Ἐξέχεον, ἔσπενδον. Ἠδʼ εὔχοντο. Καὶ ηὔχοντο. Αἰειγενέτῃσι. Διαπαντὸς οὖσιν. ἀθανάτοις. ἢ, τοῖς ἀεὶ ποιοῦσι καὶ ἐνεργοῦσιν.

Ὁππότεροι. Οἵτινες πρότεροι. Πημήνειαν. Βλάψειαν. διὰ τὸ παρελθεῖν αὐτούς.

Ὧδέ σφʼ ἐγκέφαλος. Οὕτως αὐτῶν ὁ ἐγκέφαλος. Χαμάδις. Ἐπὶ τῆς γῆς. Ὡς ὅδε οἶνος. Ὡς οὗτος ὁ οἶνος.

Αὐτῶν, καὶ τεκέων. Αὐτῶν τῶν ἐπιορκησάντων, καὶ τῶν τέκνων. Ἄλοχοι δʼ ἄλλοισι μιγεῖεν. Καὶ αἱ γυναῖκες αὐτῶν, αἰχμαλωτισθεῖσαι, ἄλλοις μιγῶσιν ἐν συνουσίᾳ.

Οὐδʼ ἄρα πώ σφιν. Οὐδέ πω δὲ αὐτοῖς. Ἐπεκραίαινεν. Ἐπετέλει.

Δαρδανίδης. Δαρδάνου ἀπόγονος, Πρίαμος.

Ἦτοι ἐγών. Ἐγὼ μὲν οὖν. Εἶμι. Ἄπειμι, ἀπέρχομαι. Προτὶ Ἴλιον. Ἐπὶ τὴν ἴλιον. Ἠνεμόεσσαν. Ὑψηλὴν, καὶ ὑπὸ ἀνέμων καταπνεομένην.

Ἐπεὶ οὔ πω. Ἐπειδὴ οὐδαμῶς. Τλήσομαι. Καρτερήσω. ὑπομενῶ. Ὁρᾶσθαι. Ὁρᾷν. Παθητικὸν, ἀντὶ ἐνεργητικοῦ.

Μαρνάμενον. Μαχόμενον.

Τόγε οἶδε. Τοῦτο ἐπίσταται.

Ὁπποτέρῳ θανάτοιο τέλος. Ὁποίῳ αὐτῶν τοῦ θανάτου τέλος. Πεπρωμένον ἐστί. Ἀντὶ τοῦ, πέπρωται, εἵμαρται.

Ἦ ῥα. Ἔφη, εἶπε. Θέτο. Κατέθετο. Ἰσόθεος φώς. Ἰσόθεος ἀνήρ.

Ἂν δʼ ἄρʼ ἔβαινʼ αὐτός. Ἀνέβαινε δὲ καὶ αὐτός.

Τὼ μέν. Οὗτοι μέν. Ἄψοῤῥοι. Εἰς τοὐπίσω ὁρμήσαντες. Ἀπονέοντο. Ἀπηλλάσσοντο, ἀνεχώρουν. Διατί χωρίζεται ὁ Πρίαμος; Καὶ οἱ μέν φασιν, ὅτι ἵνα ἀφʼ ὕψους κρεῖσσον θεωρήσῃ ἀπὸ τῆς πόλεως τὴν μονομαχίαν. Οἱ δὲ, ἵνα φυλάξῃ τὰ τείχη. Ἄλλοι δὲ τὴν Ὁμηρικὴν λύσιν παρίσχονται τὸ, Οὔπω τλήσομαι ὀφθαλμοῖσιν ὁρᾶσθαι. Ὅπερ ἄμεινον.

Πριάμοιο πάϊς. Τοῦ Πριάμου παῖς. Πορφύριος δὲ ἐν τοῖς παραλελειμμένοις φησὶν, ὅτι τὴν Ἕκτορα Ἀπόλλωνος υἱὸν παραδίδωσιν Ἴβυκος, Ἀλέξανδρος, Εὐφορίων, καὶ Λυκόφρων.

Χῶρον. Τὸν τόπον. Ἀναγκαίως δὲ διεμέτρουν πᾶν τὸ χωρίον, ἐν ᾧ ἔμελλον μονομαχήσειν, ὥστε μὴ μόνον τὸν διὰ τῶν ὅπλων ἡττηθέντα νενικῆσθαι, ἀλλὰ καὶ τὸν ἀπολιπόντα τὸ ἀποδεδειγμένον χωρίον. Ὅπερ γίγνεται καὶ ἐπὶ τῶν ἀθλητῶν. Ἄλλοι δέ φασιν, ὅτι, ἵνα μὴ πρὸς τὰ ἑαυτῶν πλήθη χωρισθῶσιν· ἀλλʼ ἵνα, ὥσπερ ἐν εἰρκτῇ, τῇ περιγραφῇ μένωσιν. Αὐτὰρ ἔπειτα κλήρους. Μετὰ δὲ ταῦτα δεόντως καὶ κλῆρον ἐποιήσαντο περὶ τῆς ἀφέσεως τοῦ δόρατος, ὥστε μὴ θόρυβον ἐμπεσεῖν, τοῦ ἑτέρου φθάσαντος διὰ τῆς πρώτης βολῆς ἀνελεῖν τὸν πολέμιον.

Ἐν κυνέῃ. Ἐν τῇ περικεφαλαίᾳ. Χαλκήρεϊ. Καλκῷ ἡρμοσμένῃ, χαλκῇ. Πάλλον. Ἐκίνουν, ἔσειον. Ἑλόντες. Λαβόντες.

Ὁππότερος δὲ πρόσθεν. Ὅστις δὴ πρῶτος.

Ἠρήσαντο. Ηὔξαντο. Ἀνέσχον. Ἀνέτειναν.

Ζεῦ πάτερ Ἴδηθεν. Ὦ Ζεῦ, ὁ τῆς Ἴδης βασιλεύς. Τιμᾶται γὰρ ἐν τῷ ἀκρωτηρίῳ τῆς Ἴδης Ζεύς. καὶ βωμὸς αὐτοῦ ἐστιν. ὡς καὶ αὐτὸς ὁ Ποιητής φησι· Γάργαρον, ἔνθα δέ οἱ τέμενος, βωμός τε θυήεις.

Τάδε ἔργα. Ταῦτα τὰ ἔργα τοῦ πολέμου. Ἔθηκεν. Ἐποίησε.

Τὸν δός. Τοῦτον παράσχε. Ἀποφθίμενον. Ἀναιρεθέντα, φθαρέντα. Δῦναι. Καταδῦναι, κατελθεῖν. Δόμον Ἄϊδος. Περιφραστικῶς, ἔσω τοῦ ᾅδου.

Φιλότητα. Φιλίαν.

Κορυθαίολος. Ἤτοι, ποικίλος τὸν ὁπλισμόν. ἀπὸ μέρους τὸ πᾶν. Ἢ, εὐκίνητος. ἀπὸ τοῦ παρεπομένου. Αἰόλλειν γὰρ, τὸ κινεῖν.

Ἂψ ὁρόων. Εἰς τοὐπίσω βλέπων, ἵνα μὴ ἀντιπανουργεῖν δόξῃ. Πάριος. Ἴωνες οὕτως. ἡμεῖς δὲ, Πάριδος. Πάρις δὲ Ἀλέξανδρος ἐκλήθη, παρὰ τὸ ἐκτεθῆναι αὐτὸν ἐν τῇ Ἴδῃ εὐθὺς τεχθέντα, καὶ αὐξηθῆναι, καὶ παρελθεῖν τὸν μόρον. οὕτως κατὰ γαστρὸς αὐτὸν ἔχουσα ἡ Ἑκάβη, ἐνόμισε κατʼ ὄναρ καιόμενον δαλὸν τίκτειν, ὅστις κατέφλεξε πᾶσάν τε τὴν πόλιν, καὶ τὴν ἐν τῇ Ἴδῃ ὕλην ἑστῶσαν. Τοῦτο δὲ τὸ ἐνύπνιον ἀκούσαντες οἱ μάντεις, καὶ οἱ περὶ τοὺς ὀνείρους δεινοὶ, εἶπον, τὸ τεχθὲν παιδίον εὐθέως, μικρὸν ὂν, ῥιφῆναι θηρσὶ βοράν. Τεχθέντα δὲ τὸν Ἀλέξανδρον, ἐξέθηκαν ἐν τῇ Ἴδῃ. Ὃν ποιμὴν ἑωρακὼς, ὄντα εὐειδέστατον, ἀνελόμενος ἀνέθρεψε. Θοῶς. Ταχέως. Ἐκ κλῆρος ὄρουσεν. Ἐξεπήδησεν ὁ κλῆρος.

Ἵζοντο. Ἐκαθέζοντο. Κατὰ στίχας. Κατὰ τὰς τάξεις. Ἧχι. Ἔνθα. ὅπου.

Ἀερσίποδες. Αἴροντες εἰς ὕψος τοὺς πόδας ταχεῖς. Ζωγραφικῶς δὲ ἐκτετύπωκε τοῦτο. Τοιοῦτον γὰρ οἱ κωλυόμενοι τρέχειν ἵπποι. Καὶ ἔστιν ἰδίωμα.

Ἐδύσατο. Ἐνεδύσατο.

Περὶ κνήμῃσι. Περὶ ταῖς κνήμαις. Ἔθηκεν. Παρέθηκεν, ἔβαλεν.

Ἀργυρέοισιν. Ἀργυροῖς. καλοῖς. Ἐπισφυρίοις. Τοῖς τῶν σφυρῶν καλύμμασιν. Ἀραρυίας. Ἡρμοσμένας.

Ἔδυνεν. Ἐνεδύσατο.

Οἷο κασιγνήτοιο. Τοῦ ἰδίου ἀδελφοῦ. Ἥρμοσεν. Ἵνα μὴ ἐμποδίζῃ.

Βάλετο. Ἐβάλετο. ἐπεὶ καὶ τὰς ἀσπίδας διὰ τελαμώνων ἐφόρουν, ὡς καὶ τὰ ξίφη.

Σάκος. Τὴν ἀσπίδα. Εἴρηται δὲ σάκος, ἐπειδὴ παρὰ πρώτοις Σάκαις εὕρηται. Σάκαι δὲ ἔθνος Θρᾴκης. Στιβαρόν. Ἰσχυρόν.

Κρατὶ διʼ ἐπί. Ἐπὶ τῆς κεφαλῆς. Εὔτυκτον. Καλῶς κατεσκευασμένον. Ἔθηκεν. Ἐπέθηκεν.

Ἵππουριν. Ἐξ ἱππείων τριχῶν τὸν λόφον ἔχουσαν. Λόφος. Τὸ προνεῦον τῆς περικεφαλαίας ἀνάστημα, κόσμου καὶ καταπλήξεως χάριν, ἱππείαις θριξὶν αὐτῷ ἐνιεμέναις. Καθύπερθεν. Ἄνωθεν. Ἔνευεν. Ἐσείετο.

Εἵλετο. Ἔλαβεν. Ἄλκιμον. Ἰσχυρόν. Ὅ οἱ. Ὅπερ αὐτῷ. Παλάμῃφι. Τῇ χειρί. Ἡ λέξις παράγωγος. Αἰολικῶς. Ἀρήρει. Ἥρμοστο.

Ὣς δʼ αὕτως. Ὁμοίως. Ἀρήϊος. Πολεμικός. Ἔντεα. Ὅπλα. Εἴρηται δὲ ἀπὸ τοῦ ἐντὸς περιέχειν καὶ σκέπτειν τὸ σῶμα. Λέγεται δὲ καὶ τὰ πρὸς τὴν εὐωχίαν σκεύη. ὡς ἐκεῖ· Μνηστῆρες δʼ ἀπεκόσμεον ἔντεα δαιτός. Ἔδυνεν. Ἐνεδύετο, ὡπλίζετο.

Οἱ δʼ ἐπεὶ οὖν. Ἐπειδὴ δὲ οὗτοι. Ἑκάτερθεν ὁμίλου. Ἐξ ἑκατέρου πλήθους. Θωρήχθησαν. Καθωπλίσθησαν.

Δερκόμενοι. Βλέποντες. Θάμβος ἔχεν. Ἔκπληξις εἶχεν. Εἰσορόωντας. Ὁρῶντας, βλέποντας.

Στήτην. Ἔστησαν. Δυϊκῶς. Διαμετρητῷ. Ἐν τῷ διαμεμετρημένῳ εἰς τὴν μονομαχίαν χωρίῳ.

Σείοντες. Κινοῦντες. Ἐγχείας. Τὰ δόρατα. Κοτέοντες. Ὀργιζόμενοι.

Πρόσθεν. Νῦν, πρῶτος. Προΐει. Προέπεμπε. Δολιχόσκιον. Μέγα, μακρὰν σκιὰν ἀποτελοῦν, ἢ μακρὰν πορευόμενον.

Πάντοσε ἴσην. Πανταχόθεν ἴσην, κυκλοτερῆ. κατὰ τοὺς γεωμέτρας κύκλου φανέντος ἀρχὴ οὐχ εὑρέθη.

Οὐδʼ ἔῤῥηξεν. Οὐδὲ διέκοψεν. Ἀνεγνάμφθη. Ἀνεκάμφθη. Αἰχμή. Ἡ ἐπιδορατίς.

Ἀσπίδʼ ἐνὶ κρατερῇ. Ἐν τῇ ἰσχυρᾷ ἀσπίδι. Ὤρνυτο χαλκῷ. Ὥρμα ἐπὶ τὸ ἀκοντίσαι.

Ἐπευξάμενος. Εὐξάμενος.

Ἄνα. Βασιλεῦ. ἀποκοπὴ τὸ πάθος. Δός. Πάρασχε. Τίσασθαι. Τιμωρήσασθαι. Ὅς με. Ὅστις με. Πρότερος κάκʼ ἔοργε. Πρῶτος κακὰ εἰργάσατο.

Καὶ ἐμῇς ὑπὸ χερσὶ δάμασσον. Καὶ ὑπὸ τῶν ἐμῶν χειρῶν φονευθῆναι ποίησον.

Ἐῤῥίγῃσιν. Εὐλαβηθῇ, φοβηθῇ. Ὀψιγόνων. Τῶν βραδέως καὶ μεταταῦτα ἐσομένων ἀνθρώπων.

Ξεινοδόκον. Ξενοδόχον. Κακὰ ῥέξαι. Κακὰ πρᾶξαι. Ὅ κεν. Ὅστις. Φιλότητα. Φιλίαν, ξενίαν. Ἀπελθόντα γὰρ ὡς πρέσβυν εἰς τὸ Ἄργος Ἀλέξανδρον, ἐξενοδόχησεν ὁ Μενέλαος, καὶ εὔχεται τῷ ξενίῳ Διῒ, τῷ ὑπʼ αὐτῷ καταφρονηθέντι.

Ἀμπεπαλών. Ἀνατείνας, ἀνασείσας.

Πριαμίδαο. Πριάμου παιδὸς Ἀλεξάνδρου.

Διὰ μὲν ἀσπίδος ἦλθε. Διῆλθε μὲν διὰ τῆς ἀσπίδος. Φαεινῆς. Λαμπρᾶς. Ὄμβριμον. Ἰσχυρόν.

Πολυδαιδάλου. Πολυκατασκευάστου, ποικίλου.

Ἀντικρύ. Ἐξ ἐναντίας. Διαφέρει δὲ τὸ ἀντικρὺ, τοῦ ἄντικρυς προπαροξυτόνως. τὸ μὲν γὰρ ἀντικρὺ δηλοῖ τὸ ἐξ ἐναντίας· τὸ δὲ ἄντικρυς, τὸ φανερῶς. Παραὶ λαπάρην. Παρὰ τὴν λαγόνα. Διάμησε. Διέκοψε, διέτεμε. Χιτῶνα. Τὸν θώρακα.

Ὁ δʼ ἐκλίνθη. Ὁ δὲ ἀνέκλινε τὸ πλευρόν. Καὶ ἀλεύατο. Ἐξέκλινεν, ἐφυλάξατο. Κῆρα. Θάνατον.

Ἀργυρόηλον. Ἀργυροῖς ἥλοις διαπεπαρμένον.

Ἀνασχόμενος. Ἀνατείνας. Κόρυθος φάλον. Τὸ προμετωπίδιον, τὸ ἀνάστημα τῆς περικεφαλαίας. Ἔστι δὲ προκόσμημα. Γίγνονται γὰρ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρότατοί τινες ἧλοι ἕνεκα προκοσμήματος. Φάλιον δὲ, τὸ λαμπρόν. Ἐντεῦθεν δὲ καὶ φαλακρὸς, ὁ ἔχων φάλιον τὸ κάρα. καὶ φαληριῶσα πέτρα, καὶ φαληριόωντα κύματα. Ἀμφὶ δʼ ἄρʼ αὐτόν. Περὶ αὐτὸν δέ.

Τριχθά τε καὶ τετραχθά. Εἰς τρία καὶ τέσσαρα μέρη. Διατρυφθέν. Διακλασθέν. Ἔκπεσεν. Ἐξέπεσεν.

Ὤιμωξεν. Ἐστέναξεν.

Οὔτις σεῖο. Οὐδείς σου. Ὀλοώτερος. Ὀλεθριώτερος ἐμοὶ, τῷ Μενελάῳ δηλαδή. Ἐνόμισαν γάρ τινες, διὰ τούτου βλασφημεῖν τὸν Μενέλαον. Ῥητέον οὖν, ὅτι οὐ βλασφημεῖ ὁ ἥρως, ἀλλὰ νεμεσσᾷ. ἀρετῇ γὰρ οἰκεία νέμεσις. οἶδέ τε πάσχειν ἅπερ οὐκ ἔδει. Καὶ νεμεσσᾷ δικαίως ἐπὶ τῷ παρʼ ἀξίαν σωζομένῳ.

Ἦ τʼ ἐφάμην. Ἐλογισάμην γὰρ δή. Τίσασθαι. Τιμωρήσασθαι. Κακότητος. Κακίας, ἀδικίας.

Ἐάγη. Κατεάγη, συνετρίβη.

Ἠΐχθη. Ἐξέδραμεν, ἠνέχθη. Παλάμῃφιν. Ἐκ τῆς χειρός. Ἐτώσιον. Μάταιον. Οὐδʼ ἔβαλόν μιν. Οὐδὲ ἀπέκτεινα αὐτόν.

Ἦ. Ἔφη, εἶπεν. Ἐπαΐξας. Ἐπιδραμὼν, ἐφορμήσας. Κόρυθος. Τῆς περικεφαλαίας. Διατί φησιν ὁ Μενέλαος, συγκλασθέντος αὐτῷ τοῦ ξίφους, οὐκ ἐπεσπάσατο τὸ τοῦ Ἀλεξάνδρου; Ῥητέον οὖν, ὅτι ἢ ἔκφρων ἐγένετο τῷ κινδύνῳ, τὸν λογισμὸν ἐκκλαπεὶς, ἢ πάντως οὐκ ἠθέλησεν, αὔξων τὸ κατόρθωμα. Ἢ διʼ οἰκονομίαν ὁ Ποιητὴς ἐσεσώκει διʼ Ἀφροδίτης τὸν Πάριν. Ἐλέλυτο γὰρ τὰ τῆς ὑποθέσεως τῷ ἐκείνου θανάτῳ. Λάβεν. Ἔλαβεν, ἐκράτησε.

Μετʼ Ἀχαιούς. Ἐπὶ τοὺς Ἕλληνας.

Ἄγχεν. Ἦγχεν, ἔπνιγε. Πολύκεστος. Πολυκέντητος, πολύῤῥαφος, ποικίλος. Ἐντεῦθεν καὶ ὁ τῆς Ἀφροδίτης ἱμὰς ὠνομάσθη κέστος. Ἱμάς. Λῶρος. Ἁπαλήν. Τρυφεράν. Αἰνίττεται δὲ διὰ τῆς λέξεως τὸ ἀσθενὲς τοῦ Ἀλεξάνδρου. Ὑπὸ δειρήν. Ὑπὸ τὸν τράχηλον.

Ὅς οἱ. Ὅστις αὐτῷ. Ὑπʼ ἀνθερεῶνος. Ἀνθερεὼν, ὁ ὑπὸ τὸ γένειον τόπος. Εἴρηται δὲ ἀπὸ τοῦ ἐκεῖ πρότερον ἐξανθεῖν τὸ γένειον. Ὀχεύς. Ὁ συνέχων καὶ συσφίγγων τὴν περικεφαλαίαν ἱμάς. Τέτατο. Ὑπετέτατο, ἐσφίγκετο. Τρυφαλείης. Τῆς περικεφαλαίας, τρεῖς φάλους ἐχούσης.

Καί νύ κεν. Καὶ παρʼ ὀλίγον. Εἴρυσεν. Εἵλκυσε. Καὶ ἄσπετον. Καὶ πολύ. Ἤιρατο. Ἀπηνέγκατο, ἐκτήσατο. Κῦδος. Δόξαν.

Εἰ μὴ ἄρʼ. Εἰ μὴ δή. Ὀξὺ νόησεν. Ὀξέως καὶ ταχέως ἐθεάσατο. Ἰστέον δὲ, ὅτι, κατὰ μὲν Ἡσίοδον, ἡ Ἀφροδίτη γίγνεται ἐκ τοῦ Οὐρανοῦ τῶν αἰδοίων, καὶ τῆς θαλάσσης· κατὰ δὲ Ὅμηρον, ἐκ Διώνης καὶ Διός.

Ἥ οἱ. Ἥτις αὐτῷ. Ἔῤῥηξεν. Διέῤῥηξεν, ἔκοψεν. Ἶφι κταμένοιο. Ἰσχυρῶς καὶ μετὰ βίας ἀναιρεθέντος. τουτέστι, σφαγέντος. τὰ γὰρ τῶν θνησιμαίων ζώων δέρματα ἀσθενῆ ἐστιν, ὡς ἂν προδιαφθαρέντα ὑπὸ τῆς νόσου.

Κεινή. Κενή. Ἰακῶς. Δίχα τῆς Ἀλεξάνδρου κεφαλῆς. Ἕσπετο. Ἠκολούθει. Παχείῃ. Ἰσχυρᾷ.

Ῥίψεν. Ἔῤῥιψεν. Ἐπιδινήσας. Δινήσας. ἐπιστρέψας. Κόμισαν. Ἦραν, ἐβάστασαν. Ἐρίηρες. Εὐάρμοστοι, σπουδαῖοι.

Ἂψ ἀπόρουσεν. Ἐκ δευτέρου ἐφόρμησε. Κατακτάμεναι. Ἀποκτεῖναι. Μενεαίνων. Προθυμούμενος.

Ἐξήρπαξεν. Ἀφανῆ ἐποίησε.

Ῥεῖα. Ῥᾳδίως, εὐκόλως. Ὥστε θεός. Ὡς θεός. Ἠέρι. Ἀορασίᾳ, σκοτίᾳ.

Κὰδ δʼ εἷσεν. Ἐκάθισε δέ. Εὐώδεϊ. Εὐόδμῳ. Κηώεντι. Τεθυμιασμένῳ. ἢ, πρὸς τὸ κεῖν, τουτέστι, κοιμᾶσθαι, εὐτρεπισμένῳ.

Καλέουσα. Ἀντὶ τοῦ, καλέσουσα, ἄξουσα. Ἴε. Παρεγένετο, ἐπορεύετο. Κίχανεν. Κατέλαβεν, εὗρε.

Πύργῳ. Ἐπὶ τῷ τείχει. Περὶ δέ. Περὶ αὐτὴν δέ. Τρῳαί. Τρῳϊκαὶ γυναῖκες. Ἅλις. Ὁμοῦ πολλαί.

Νεκταρέου. Θείου. Ἑανοῦ. Λεπτοῦ ἱματίου. Παρὰ τὸ ἔννυσθαι. Ἐτίναξεν. Ἔσεισε.

Γρηΐ. Γραΐδι. Μίν. Αὐτήν. Εἰκυῖα. Ὁμοιωθεῖσα. Παλαιγενέϊ. Πολλοῦ χρόνου γεγενημένῃ, πρεσβύτιδι.

Εἰροκόμῳ. Ἐρίων ἐπιμελουμένῃ, ἐριουργῷ. Εἴρια γὰρ, τὰ ἔρια. Ἥ οἱ. Ἥ τις αὐτῇ. Ναιεταώσῃ. Κατοικούσῃ.

Ἤσκειν. Εἰργάζετο. Καλά. Ἀντὶ τοῦ, καλῶς. Φιλέεσκεν. Ἐξαιρέτως δὲ αὐτὴν ἐφίλει.

Τῇ μιν. Ταύτῃ δὴ τῇ γραΐδι. Ἐεισαμένη. Ὡμοιωμένη.

Δεῦρʼ ἴθι. Δεῦρο ἄπιθι. Οἶκόνδε. Εἰς τὸν οἶκον.

Κεῖνος. Ἐκεῖνος. Δινωτοῖσιν. Ἤτοι, πεποικιλμένοις· ἢ, κατὰ συστροφὴν, τετορνευμένοις.

Κάλλεϊ. Κάλλει. Στίλβων. Λάμπων. Καὶ εἵμασι. Καὶ τοῖς ἱματίοις. Οὐδέ κε φαίης. Οὐδὲ ἂν εἴποις.

Μαχεσσάμενον. Μαχεσθέντα. Χορόνδε ἔρχεσθαι. Ἐς χορὸν ἀπέρχεσθαι.

Ἠὲ χοροῖο. Ἢ χοροῦ. Νέον. Νεωστί. Λήγοντα. Πεπαυμένον.

Τῇ δʼ ἄρα. Ταύτῃ δέ. Θυμόν. Τὴν ψυχήν. Ὄρινε. Διετάραξε. τουτέστιν, εἰς ἔρωτα αὐτὴν ἤγαγε. Τὸ ο μικρὸν διὰ τὸ μέτρον.

Καί ῥʼ ὡς οὖν ἐνόησε. Καὶ δὴ ὡς ἐθεάσατο. Περικαλλέα. Τὸν πάνυ καλόν. Δειρήν. Τράχηλον.

Ἱμερόεντα. Ἐπιθυμητὸν, ἐράσμιον. Μαρμαίροντα. Λάμποντα.

Δαιμονίη. Μακαρία. Λιλαίεαι. Ἐπιθυμεῖς. Ἠπεροπεύειν. Ἀπατᾷν.

Ἢ πῆ με. Ἢ πάλιν ποῦ ποτέ με. Προτέρω. Ποῤῥωτέρω, ἐσωτέρω. Εὖ ναιομενάων. Καλῶς οἰκουμένων.

Ἄξεις. Ἀπάξεις. Μηονίης. Λυδίας. Μηόνες γὰρ, ἐκαλοῦντο οἱ Λυδοὶ τὸ παλαιόν.

Κἀκεῖθι. Κἀκεῖ.

Ἄγεσθαι. Ἀπαγαγεῖν.

Δολοφρονέουσα. Δόλια φρονοῦσα.

Ἧσο. Κάθησο. Παρʼ αὐτόν. Ἀντὶ τοῦ, ἐγγὺς αὐτοῦ. Ἰοῦσα. Πορευθεῖσα. Θεῶν δʼ ἀπόειπε κελεύθους. Ἀπάρνησαι δὲ καὶ ἐπιλάθου διʼ αὐτὸν, τὴν σὴν διαγωγὴν τῶν θεῶν. Κελεύθους. Τὰς ὁδούς.

Μηδʼ ἔτι σοῖσι πόδεσσι. Καὶ μηκέτι τοῖς ποσί σου ὑπόστρεφε εἰς τὸν Ὄλυμπον.

Περὶ κεῖνον. Περὶ ἐκεῖνον τὸν Ἀλέξανδρον. Ὀΐζυε. Κακοπάθει, ταλαιπώρει. Καί ἑ φύλασσε. Καὶ φύλασσε αὐτόν.

Εἰσόκεν. Ἕως ἄν.

Κεῖσε δέ. Εἰς ἐκεῖνον δὲ τὸν τόπον, ὅπου ἐκεῖνός ἐστιν, οὐκ ἄπειμι. τὸ δὲ πάθος ἀποκοπή. Οὐκ εἶμι. Οὐ παραγίγνομαι. Νεμεσσητὸν δέ κεν εἴη. Μέμψεως γάρ μοι τοῦτο ἄξιον γενήσεται.

Πορσυνέουσα. Ἑτοιμάσουσα, παρασκευάσουσα. Ὀπίσσω. Εἰς τὸν μετὰ ταῦτα χρόνον.

Πᾶσαι. Ὅλαι. Μωμήσονται. Ψέξουσι, μέμψονται. Ἄχεα. Λύπας. Ἄκριτα. Ἀδιαχώριστα. πολλά.

Μή μʼ ἔρεθε. Μή με παρόξυνε. Σχετλίη. Σχετλιασμοῦ καὶ μίσους ἀξία. Χωσαμένη. Ὀργισθεῖσα. Μεθείω. Ἀμελήσω, καταλείψω.

Τὼς δέ σε. Οὕτως δέ σε. Ἀπεχθήρω. Μισήσω. Ἔκπαγλα. Ἐκπληκτικῶς, ἐξόχως.

Μητίσομαι. Βουλεύσομαι, μηχανήσομαι. Ἔχθεα. Ἔχθρας, μίση. Λυγρά. Χαλεπά.

Κακὸν οἶτον. Κακὸν μόρον. Ὄληαι. Ἀπόλῃ.

Κατασχομένη. Κατακαλυψαμένη. Ἑανῷ. Λαμπρῷ ἱματίῳ. Ἀργῆτι. Λαμπρῷ, λευκῷ. Φαεινῷ. Στιλπνῷ.

Τρῳάς. Τρῳϊκάς. Λάθεν. Ἔλαθεν, ἀφαιρέσει τοῦ ε. Ἦρχε. Προηγεῖτο.

Ἀμφίπολοι. Θεραπαινίδες. Θοῶς. Ταχέως. Τράποντο. Ἐτράπησαν, ὥρμησαν. Ἐπὶ ἔργα. Ἐπὶ τὴν ἱστουργίαν.

Ὑψόροφον. Ὑψηλόν. Κίε. Ἐπορεύετο.

Φιλομειδής. Ἡ φιλόγελως, καὶ ἱλαρὰ, καθʼ Ὅμηρον. κατὰ δὲ Ἡσίοδον, ὅτι Μειδέων ἐξεφαάνθη. ὅ ἐστι, τῶν αἰδοίων.

Ἀντία. Ἐξ ἐναντίας. Κατέθηκεν. Ἔθηκε. Φέρουσα. Ἐνεγκοῦσα. ἔλαβε δὲ ἐνεστῶτα ἀντὶ παρεληλυθότος.

Ὄσσε πάλιν κλίνασα. Εἰς τοὐπίσω ἀποκλίνασα, καὶ ἀποβλέψασα. Ὄσσε. Ὀφθαλμούς, δυϊκῶς. Πόσιν. Τὸν ἄνδρα. Ἠνίπαπε. Ἐκακολόγησεν. ὕβρισεν.

Ἤλυθες. Ἦλθες, παρεγένου. Ὡς ὤφελες. Εὐκτικῶς, εἴθʼ ὄφειλες. Αὐτόθι. Ἐκεῖσε. Ὀλέσθαι. Ἀποθανεῖν.

Δαμείς. Δαμασθεὶς, ἀναιρεθείς. Ἀνδρί. Ἀντὶ τοῦ, ὑπὸ ἀνδρός. Πρότερος. Πρότερός μου.

Εὔχεο. Ἐκαυχῶ.

Σῇ τε βίῃ. Τῇ σῇ δυνάμει.

Ἐξαῦτις. Ἐκ δευτέρου.

Κέλομαι. Κελεύω.

Ἀντίβιον. Ἐξ ἐναντίας.

Ἀφραδέως. Ἀπροόπτως, ἀπείρως. Δαμείῃς. Δαμασθῇς, ἀναιρεθῇς.

Χαλεποῖσι. Δεινοῖς. Ἔνισπε. Ἐπέπληττεν, ὀνείδιζε.

Σὺν Ἀθήνῃ. Σὺν τῇ γνώμῃ τῆς Ἀθηνᾶς.

Παρὰ γὰρ θεοί εἰσι καὶ ἡμῖν. Πάρεισι καὶ ἡμῖν θεοὶ συμμαχοῦντες καὶ συναγωνιζόμενοι.

Φιλότητι τραπείομεν. Εἰς εὐφροσύνην τραπῶμεν. Εὐνηθέντες. Κοιμηθέντες, κατακλιθέντες.

Ἀμφεκάλυψε. Περιέλαβε, κατέσχεν.

Οὐδʼ, ὅτε σε πρῶτον. Οὐδʼ ὁπότε σε τὴν ἀρχήν. Ἀλέξανδρος, υἱὸς Πριάμου, Τροίας βασιλέως, ὁ καὶ Πάρις ἐπικαλούμενος, Ἀφροδίτης ἐπιταγῇ ναυπηγήσαντος αὐτῷ ναῦς Ἁρμονίδου, ἢ, κατά τινας τῶν νεωτέρων, Φερέκλου τοῦ τέκτονος, μετὰ Ἀφροδίτης ἦλθεν, εἰς Λακεδαίμονα τὴν Μενελάου πόλιν. Ἐνταῦθα δὲ, τὴν Ἑλένην ὀφθαλμοβολήσας Ἀφροδίτης αἱρέσει, καὶ βληθεῖσαν διʼ ἀλληλομαχίαν ἔρωτος, ἀναλαβὼν σὺν τοῖς ἐν οἴκῳ χρήμασιν, ἦλθεν εἰς Σιδῶνα τῆς Φοινίκης. Κἀκεῖ γάμου κοινωνίαν ποιησάμενος, ἧκεν ἔχων αὐτὴν εἰς Ἴλιον. Μετρόπολις δὲ αὕτη Τροίας. Ἔκ τε τῆς ἐνταῦθα διὰ τῶν ὅρκων καὶ συνθηκῶν ἀδικίας, αὐτῆς πάλιν Ἀφροδίτης αἱρέσει, κομίσας οἴκαδε, συνεκοιμήθη ἀπροσδοκήτως, πάλιν σύνευνον παρειληφὼς, ὡς δηλοῖ ὁ Ποιητὴς, διὰ τῶν ἑαυτοῦ λόγων. Λακεδαίμονος. Ἐκ τῆς Λακεδαίμονος.

Νήσῳ δʼ ἐν Κρανάῃ. Παροξυτόνως· ἵνα κύριον ὄνομα γένηται. Δοκεῖ δὲ ἡ νῆσος τῆς Ἀττικῆς εἶναι. ὅθεν καὶ οὕτως πρότερον ἐκαλεῖτο ἀπὸ Κραναοῦ, βασιλέως τῆς Ἀττικῆς. νῦν ἀπὸ τοιαύτης μίξεως Ἑλένη καλεῖται. Φιλότητι καὶ εὐνῇ. Φιλίᾳ, συνουσίᾳ.

Ὡς σέο. Ὡς σοῦ. Ἔραμαι. Ἐρῶ, ἐπιθυμῶ. Ἵμερος. Πόθος. Αἱρεῖ. Καταλαμβάνει, κρατεῖ.

Ἄρχε λέχοσδε. Προηγεῖτο τῆς ἐπὶ τὴν κοίτην ὁδοῦ. Εἵπετο. Ἠκολούθει. Ἄκοιτις. Γαμετὴ, παράκοιτις.

Τρητοῖσι. Τετρυπημένοις πρὸς τὴν τῶν σχοινίων δέσιν. Κατεύνασθεν. Κατεκοιμήθησαν.

Ἀνʼ ὅμιλον. Κατὰ τὸ πλῆθος. Ἐφοίτα. Ἐνθουσιαστικῶς περιήρχετο. Θηρὶ ἐοικώς. Λέοντι παραπλήσιος. κατʼ ἐξοχήν.

Ἐσαθρήσειεν. Ἴδοι, θεάσηται.

Κλειτῶν. Ἐνδόξων.

Οὐ μὲν γὰρ φιλότητί γʼ ἐκεύθανον. Οὐ γὰρ ἂν διὰ φιλίαν αὐτὸν ἔκρυπτον. Εἴ τις ἴδοιτο. Εἴ τις αὐτὸν ἐθεάσατο.

Ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ. Πάντες καὶ αὐτὸν ἐμίσουν ὡς τὴν θανατηφόρον μοῖραν. Ἶσον. Ἐξίσης. Σφίν. Αὐτοῖς. Ἀπήχθετο. Ἐμισεῖτο.

Ἔκδοτε. Ἀπόδοτε. Τιμήν. Πρόστιμον τοῦ πολέμου. ὅ ἐστι, φόρον τινὰ, καὶ συντέλειαν. Ἀποτινέμεν. Ἐκτιννύειν. ἀποδιδόναι. Ἥντινʼ ἔοικεν. Ἥντινα προσῆκε.

Πέληται. Γένηται.

Ἐπὶ δʼ ἤνεον. Ἐπῄνουν, καὶ συγκατετίθεντο τῇ γνώμῃ αὐτοῦ.