eul_wid: vta-ahw
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

D-Scholia on the Iliad: Book XXIII by Scholia on the Iliad and Odyssey

The Achaeans reach the ships and the Hellespont in a line the scholiast calls metrically headless, and the twenty-third book's glosses go on to the oxen slaughtered for Patroclus's funeral feast. In the chariot race Apollo favours Eumelus's mares, which the god reared while serving Admetus, and the glosses follow Eumelus's broken yoke-pole. In the archery contest Teucer's arrow cuts the cord and Meriones, taking the bow, hits the dove; the javelin-throwers come after.

Part of D-Scholia on the Iliad

Ἐπειδὴ νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο. Ἀκέφαλον καλεῖται τοῦτο τὸ μέτρον. πέπονθε γὰρ καταρχὰς ὁ στίχος. Ἑλλήσποντον δὲ καλεῖ, τὴν πέριξ Ἰλίου θάλασσαν.

Ὅγε. Οὗτός γε.

Αὐτοῖς ἵπποισι καὶ ἅρμασι. Κατὰ Ἀττικὸν ἔθος πέφρακε χωρὶς τοῦ σύν.

Ὃ γάρ. Τοῦτο γάρ.

Τεταρπώμεσθα. Τερφθῶμεν.

Δορπήσομεν. Δειπνήσομεν.

Ἵμερον. Ἐπιθυμίαν.

Δεύοντο. Ἐβρέχοντο. Ψάμαθοι. Αἱ παραθαλάσσιοι ἄμμοι.

Ἀδινοῦ. Νῦν πυκνοῦ, συνεχοῦς. Γόοιο. Θρήνου.

Ἀποδειροτομήσειν. Ἀποτεμεῖν τοὺς τραχήλους.

Ἕκτορα δῖον. Κατὰ Ἕκτορος δίου, ἤγουν ἐνδόξου.

Πὰρ λεχέεσσι. Παρὰ τῷ φερέτρῳ. ἤγουν τῇ κλίνῃ.

Ἀφωπλίζοντο. Ἀφῃροῦντο τὰ ὅπλα.

Τάφον μενοεικέα δαίνυ. Τάφον, τὸ περίδειπνον, τὸ ἐπὶ τοῖς τετελευτηκόσιν παρασκευαζόμενον. οἱ Κύπριοι καὶ τὸν φόνον τάφον καλοῦσι. Μενοεικέα. Θυμῆρες, αὔταρκες. Δαίνυ. Εὐώχει.

Ὀρέχθεον. Ἀπετείνοντο ἀναιρούμενοι. ἢ ἐφθέγγοντο, καὶ ὥσπερ ἐπέστενον. μεμίμηται γὰρ τὸ ἰδίωμα τῆς φωνῆς, ὃ προΐενται ἀναιρούμενοι οἱ βοῦς. οἱ δὲ ἐκόπτοντο, ἀπὸ τούτου καὶ ἐρεγμὸς, ὁ ἀποκεκομμένος κύαμος.

Μηκάδες. Μηκητικαί. ἀπὸ τοῦ ἰδιώματος τῆς φωνῆς.

Θαλέθοντες. Θάλλοντες. λιπαροί.

Εὑόμενοι. Φλογιζόμενοι. Τανύοντο. Ἐξετείνοντο φλογιζόμενοι τῷ πυρί.

Κοτυλήρυτον. Τοσοῦτον τῷ πλήθει ὥστε καὶ κοτύλῃ ἀρύσασθαι. κοτύλην δὲ πᾶν τὸ κοῖλον ἔλεγον, ὥστε καὶ τὸ κοῖλον τῆς χειρὸς κοτύλην λέγεσθαι.

Εἰς Ἀγαμέμνονα. Ἀντὶ τοῦ, πρὸς τὸν Ἀγαμέμνονα.

Σπουδῇ παρπεπιθόντες. Μόλις καὶ μετὰ πολλῆς κακοπαθείας πείσαντες.

Τρίποδα. Λέβητα, βάσιν ἔχοντα τριῶν ποδῶν.

Βρότον. Τὸν φόνον.

Οὐ μὰ Ζῆνʼ. Οὐ μὰ τὸν Δία. Ὕπατος. Ἤτοι ὁ μέγιστος, ἢ ὁ ἄριστος.

Οὐ θέμις. Οὐ δίκαιον, οὐ προσῆκον.

Χεῦσαι. Χῶσαι.

Ἐπεὶ οὔ μʼ ἔτι δεύτερον ὧδε Ἵξετʼ ἄχος κραδίην. Οὐκ ἄν μοι ἄλλο τοιοῦτο συμβήσεται κακόν. Δεύτερον. Ἔσχατον.

Μετείω. Μετῶ.

Ζόφον. Σκότος, ὃν ἡμεῖς ᾅδην λέγομεν. Ἠερόεντα. Ἀερώδη, σκοτεινὸν, ἢ πλατύν.

Ἐν καθαρῷ, ὅθι κύματʼ ἐπʼ ἠϊόνος κλύζεσκον. Ὅπου ἐπικλύζουσα ἡ θάλασσα ἐποίει καθαρὸν τὸν αἰγιαλόν.

Εὖτε. Ἡνίκα. Ἔμαρπτεν. Ἐλάμβανεν. Μελεδήματα. Φροντίδας.

Ἕκτορʼ ἐπαΐσσων. Ἐπὶ Ἕκτορα ὁρμῶν.

Ἔπλευ. Ἐγένου.

Ἀκήδεις. Ἀφροντίστεις.

Εἴδωλα. Ἀπεικονίσματα. Καμόντων. Τῶν τεθνηκότων.

Ἀλάλημαι. Πλανῶμαι. Εὐρυπυλές. Πλατείας πύλας ἔχον.

Ὀλοφύρομαι. Οἰκτίζομαι, θρηνῶ. ἐλλείπει δὲ τὸ ἵνα.

Νίσσομαι. Παραγενήσομαι. Λελάχητε. Λαχεῖν καὶ τυχεῖν ποιήσετε.

Φίλων ἀπάνευθεν ἑταίρων. Τῶν ἑταίρων ἄποθεν τῶν ἡμετέρων. τοῦτο γὰρ προσυπακουστέον.

Ἀμφέχανε. Περιέχανε, κατέπιεν.

Εὐηγενέων. Εὖ διαγόντων. εὐγενῶν.

Ἐφήσομαι. Ἐπισκέψομαι. ἐντελοῦμαι.

Ὀπόεντος. Ὀποῦντος. ἡ δὲ Ὀποῦς πόλις τῆς Λοκρίδος.

Ὑμέτερόνδε. Προσληπτέον οἶκον. Ἀνδροκτασίης ὑπὸ λυγρῆς. Διὰ τὴν χαλεπὴν ἀνδροφονίαν.

Παῖδʼ Ἀμφιδάμαντος. Κλυσώνυμος ἦν ὁ ὑπὸ Πατρόκλου ἀναιρεθείς. ἡ δὲ ἱστορία εἴρηται ἐν τῇ μ.

Δεξάμενος. Ὑποδεξάμενος.

Ἐνδυκέως. Ἐπιμελῶς.

Ὁμή. Ὁμοία καὶ ἡ αὐτή. Ὣς δὲ καὶ ὀστέα νῶϊν ὁμὴ σορός. Διόνυσος Ἥφαιστον γενόμενον ἐν Νάξῳ μιᾷ τῶν Κυκλάδων ξενίσας, ἔλαβε παρʼ αὐτοῦ δῶρον χρύσεον ἀμφορέα. διωχθεὶς δὲ ὕστερον ὑπὸ Λυκούργου, καὶ καταφυγὼν εἰς θάλασσαν, φιλοφρόνως αὐτὸν ὑποδεξαμένης Θέτιδος, ἔδωκεν αὐτῇ τὸν Ἡφαιστότευκτον ἀμφορέα. ἡ δὲ τῷ παιδὶ ἐχαρίσατο, ὅπως μετὰ θάνατον ἐν αὐτῷ ἀποτεθῇ τὰ ὀστᾶ αὐτοῦ. ἱστορεῖ Στησίχορος.

Ἀμφιφορεύς. Νῦν σορός. λέγεται δὲ οὕτω καὶ τὸ μέγα κεράμιον.

Τεταρπώμεσθα γόοιο. Οὕτω γὰρ ὁ θρῆνος ἀτερπής ἐστι καὶ παραμυθεῖται δὲ τοὺς ἀνιωμένους.

Ὠρέξατο. Νῦν, προετείνατο.

Τετριγυῖα. Τρίζουσα, ποιὸν ἦχον ἀποτελοῦσα.

Συμπλατάγησε. Ψόφον ἐποίησε, συνεκρότησεν. Ὀλοφυδνόν. Ἐλεεινὸν, οἰκτρὸν, θρηνῶδες.

Φρένες. Νῦν ὅλον τὸ σῶμα.

Ἔϊκτο. Ὡμοίωτο. Θέσκελον. Ἀντὶ τοῦ θεσκέλως, ὅ ἐστι θείως καὶ θαυμαστῶς.

Ἀξέμεν ὕλην. Κόπτειν ὕλην, παρὰ τὸ ἄξαι. ἢ φέρειν. ἄγεται γὰρ τὸ ζῶον.

Ἀγαπήνορος. Ἀνδρείου.

Ὑλοτόμους. Ξυλοτόμους.

Σειρὰς εὐπλέκτους. Ὑστριχίδας.

Ἄναντα. Προσάντη, ἀνωφερῆ. Κάταντα δέ. Κατωφερῆ. Πάραντα. Τὰ κρημνώδη καὶ γήλοφα. Δόχμια. Πλάγια.

Ἄλλοτε. Ἀλλαχοῦ τῶν ποδῶν τιθεμένων. Κνημούς. Τὰς προβάσεις τῶν ὀρῶν νῦν.

Διαπλήσσοντες. Διακόπτοντες.

Ἔκδεον. Ἐξεδέσμευον. Ποσσὶ δατεῦντο. Ἐμερίζοντο βαδίζουσαι. μερισμῷ γάρ τινι ὅμοιον γίγνεται κατὰ τὴν πορείαν.

Ῥωπήϊα. Διὰ τῶν δασέων καὶ θαμνωδῶν τόπων.

Φιτρούς. Κορμούς.

Ἐπʼ ἀκτῆς. Ἐπὶ τοῦ αἰγιαλοῦ. Ἐπισχερώ. Ἐφεξῆς.

Φράσσατο. Ἐβουλεύσατο. ἐνόησε. Ἠρίον. Κατὰ γῆν μνῆμα. τάφον.

Ζώννυσθαι. Καθοπλίζεσθαι.

Παραιβάται. Οἱ ἐπὶ τῶν ἁρμάτων συμπολεμοῦντες, τουτέστι κύριοι τῶν ἁρμάτων.

Νέφος. Πλῆθος νῦν.

Θριξὶ δὲ πάντα νέκυν καταείνυον. Κατεκάλυπτον, ἐσκέπαζον. τουτέστι πολλὰς τρίχας κατέβαλλον, ὥστε καλύπτειν τὸν νεκρόν· τοῦτο δὲ πρὸς τιμὴν ἐγίγνετο τῷ θνήσκοντι. ὡς καὶ ἀλλαχοῦ φησι· Τὸ γὰρ γέρας ἐστὶ θανόντων, Κείρασθαί τε κόμην, βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.

Μενοεικέα. Πολλήν. Νήεον. Ἐσώρευον.

Σπερχειῷ. Ποταμὸς Θετταλίας.

Οἴνοπα. Νῦν, βαθύν.

Ἄλλως. Μάτην. Ἄλλως σοί γε πατὴρ ἠρήσατο Πηλεύς. Ἔθος ἦν τοῖς ἀρχαίοις, μετὰ τὸ παρακμάσαι τῆς νεότητος, τὰς κόμας ἀποκείρειν τοῖς ποταμοῖς. τούτους γὰρ ἐνόμιζον τῶν ἀνατροφῶν αἰτίους εἶναι. διὰ ταύτην δὲ τὴν αἰτίαν, καὶ εἰς τοὺς ποταμοὺς ὕδωρ ἐκόμιζον, τέκνων τε γενέσεως καὶ παιδοτροφίας οἰωνὸν τιθέμενοι. διόπερ καὶ τὰς Ἀχιλλέως κόμας Πηλεὺς τούτῳ καθιέρωσεν. ἦν γὰρ ἐκ Φαρσάλου τῆς Θετταλίας.

Ἔνορχα. Ὄρχεις ἔχοντα. τοιαῦτα γὰρ ἔθυον τοῖς ποταμοῖς.

Ὀπάσαιμι. Παράσχοιμι.

Πυρκαϊῆς. Πυρᾶς.

Ὅπλεσθαι. Ἑτοιμάζεσθαι. Τάδε τʼ ἀμφιπονησόμεθα. Ταῦτα ἀσχολησόμεθα.

Κήδεος. Φροντίδος ἄξιος, κηδεύσιμος. κηδεμόνες γὰρ οἱ κύριοι οἷς μάλιστα προσήκει τὸ φροντίζειν. Παρὰ δʼ οἱ ταγοὶ ἄμμι μενόντων. Παραμενέτωσαν δὲ ἡμῖν οἱ ἡγεμόνες.

Ἑκατόμπεδον ἔνθα καὶ ἔνθα. Τετράγωνον ὥστε ἑκάστην πλευρὰν ἑκατὸν ποδῶν μέτρον ἔχειν. Ἔνθα καὶ ἔνθα. Τῇ δὲ κἀκεῖσε, κατὰ μῆκος καὶ πλάτος.

Πυρῇ ὑπάτῃ. Νῦν ἐν μέσῳ καὶ ἐξέχοντι μέρει τῆς πυρᾶς.

Δημὸν ἑλών. Πρὸς τὸ ταχὺ τὴν πιμελὴν ἐξαφθῆναι τοῦτο ποιεῖ Ἀχιλλεύς.

Περὶ δὲ δρατὰ σώματα νήει. Ἐσώρευε δὲ τὰ σώματα τῶν ἀνῃρημένων ἀνδρῶν. Δρατά. Ἐκδεδαρμένα.

Ἀλείφατος. Ἀλείμματος, ἐλαίου.

Πίσυρας. Τέσσαρας. Ἐριαύχενας. Μακροτραχήλους. μεγάλους, ἀπὸ μέρους.

Πυρὸς μένος. Περιφραστικῶς, τὸ πῦρ. Σιδήρεον. Νῦν, ἰσχυρόν. Ὄφρα νέμοιτο. Ὅπως ἐσθίῃ, τουτέστι καταδαπανᾷ.

Χαῖρέ μοι, ὦ Πάτροκλε. Ἀντὶ τοῦ χαῖρε, τέρπου, ὅ ἐστιν ἥδου.

Δαπτέμεν. Ἐσθίειν, διακόπτειν.

Ῥοδόεντι ἐλαίῳ. Τῷ ῥοδινῷ.

Ἀποδρύφοι. Ἀποσπᾷ, καὶ ἀποσύρῃ. Ἑλκυστάζων. Ἕλκων.

Ἤγαγεν. Ἐπήγαγε.

Μένος ἠελίοιο. Περιφραστικῶς, ὁ ἥλιος.

Σκήλῃ. Σκληρύνῃ. ξηράνῃ, ὅθεν καὶ σκελετὸς ὁ ξηρός. Ἀμφὶ περὶ χρόα ἴνεσι. Τὸν περὶ τοῖς νεύροις χρῶτα.

Σεύαιτο. Ὁρμὴν λάβοι, ἐπειχθῇ.

Ἀΐουσα. Ἀκούουσα.

Δυσαέος. Σφοδρὸν πνεῦμα ἔχοντος.

Βηλῷ. Τῇ φλιᾷ, ἀπὸ τοῦ βαίνεσθαι.

Εἴς ἑ. Πρὸς ἑαυτὸν ἐκάλουν.

Μεταδαίσομαι. Μεταλάβω αὐτῶν, εὐωχηθῶ. Ἱρῶν. Ἱερῶν. θυσιῶν.

Ὄρσητε. Ὁρμήσητε.

Ὀρέοντο. Ὥρμων.

Ἀήμεναι. Πνεῖν.

Λιγυρῇ. Ὀξείῃ.

Λιγέως. Ὀξέως.

Νυμφίου. Ἤτοι νεογάμου ἡλικίαν ἔχοντος. Ἀκάχησεν. Ἐλύπησεν.

Ἑρπύζων. Συγκεκυφὼς καὶ ἠρέμα παραγενόμενος.

Ἑωσφόρος. Ὁ κατὰ τὴν ἡμέραν ἀνατέλλων λαμπρότατος ἀστὴρ, ὃς Ἕσπερος καλεῖται. οὗτος δʼ ἐστὶν ὁ τῆς Ἀφροδίτης. Ἐρέων. Ἀπαγγέλλων.

Λέγωμεν. Ἀναλέγωμεν.

Ἀριφραδέα. Εὐεπίσημα. εὔγνωστα.

Ἐσχατιῇ. Τῷ κατωτάτῳ μέρει. Ἐπιμίξ. Ἀναμεμιγμένως.

Φιάλῃ. Ἀγγείῳ κοίλῳ.

Ἄϊδι κεύθωμαι. Εἰς ᾅδου τὴν κέλευσιν, ὅ ἐστι τὴν ὁδὸν ποιήσομαι. συγκέκοπται δὲ ἀπὸ τοῦ κελεύθομαι, καὶ σημαίνει τὸ πορεύομαι.

Πονέεσθαι. Πονεῖν, ἐνεργεῖν.

Ἐνηέος. Προσηνοῦς.

Ἑανῷ λιτί. Ἁπαλῷ καὶ λιτῷ ἱματίῳ.

Τορνώσαντο. Κύκλῳ περιέγραψαν.

Χυτήν. Χωστήν. οὐ πᾶσαν δὲ, ἀλλὰ τὴν ἰδίως τοῖς νεκροῖς ἐπιχεομένην.

Χεύαντες. Χώσαντες.

Ἄεθλα. Νικητήρια, ἔπαθλα.

Βοῶν ἴφθιμα κάρηνα. Περιφραστικῶς, βοῦς.

Ἐϋζώνους. Καλὰς, ἀπὸ μέρους.

Ὠτώεντα. Ὦτα ἔχοντα. Δύω καὶ εἰκοσίμετρον. Δύο καὶ εἴκοσι μέτρα χωροῦντα.

Ἑξέτεα. Ἑξαέτη. Ἀδμήτην. Ἀδάμαστον. Βρέφος. Ὃς ἡμεῖς ἔμβρυον λέγομεν ἐν τῇ γαστρὶ ὄν. Κυέουσαν. Ἔγκυον καὶ κατὰ γαστρὸς ἔχουσαν.

Ἄπυρον. Καινόν. οὐκ εἰς πῦρ χρήσιμον, ἀλλὰ ἀναθεματικόν.

Κεχανδότα. Χωροῦντα.

Ἀμφίθετον. Διπλῆν, οἱονεὶ ἔχουσαν, καὶ ἐπὶ στόμα, καὶ ἐπὶ τὸν πυθμένα θέσιν.

Δεδεγμένα. Ἀναμένοντα, προσδεχόμενα. Ἀγῶνι. Νῦν, τόπῳ.

Περιβάλλετον. Ὑπερβάλλουσιν.

Ὑγρὸν ἔλαιον. Ἤτοι σωμάτων χαλαστικὸν, ἢ τὸ ἐν ὑγρότητι διαφυλάττον, καὶ μὴ ἐῶν ξηραίνεσθαι, ἢ ὅτι τὸ ἔλαιον οὐκ ἀποκρυσταλλοῦται πολὺ ἔχον ἐν αὐτῷ τὸ θερμόν.

Ἐρηρέδαται. Ἐρηρεισμέναι εἰσί. τῇ γῇ προσπελάζονται.

Στέλλεσθε. Παρασκευάζεσθε. ὁρμᾶτε.

Αἴθην. Ὄνομα τῆς ἵππου πεποιημένον ἴσως ἀπὸ τοῦ θερμῶς καὶ ταχέως τρέχειν.

Ἀγχισιάδης Ἐχέπωλος. Ὁ Ἀγχίσου παῖς Ἐχέπωλος.

Ἰσχανόωσαν. Ἐξεχομένην, ἐκτεινομένην. ἢ ἐπιθυμοῦσαν, ἂν ᾖ ἄνευ τοῦ σ.

Ἐΰτριχας. Καλοὺς, ἀπὸ μέρους.

Μυθεῖτο. Ἔλεγεν. Εἰς ἀγαθὰ φρονέων. Εἰς ἀγαθὰ σωφρονίζων.

Τέρματα. Τέλη. καμπτῆρας. Ἑλισσέμεν. Εἱλεῖν, κάμπτειν.

Βάρδιστοι. Βραδύτατοι.

Ἀφάρτεροι. Ἀμείνους. ταχύτατοι.

Μητίσασθαι. Κατεργάσασθαι. βουλεύσασθαι.

Μήτι. Συνέσει. τέχνῃ.

Ἐρεχθομένην. Βαρουμένην.

Ἀφραδέως. Ἀνοήτως.

Κέρδεα εἰδῇ. Ἢ συνετὸς, ἢ πανοῦργος. Ἥσσονας. Ἐλάττονας.

Τανύσῃ. Ἐκτείνῃ. Βοέοισιν ἱμᾶσιν. Ἡνίαις.

Προὔχοντα. Προέχοντα. προάγοντα. ὑψηλόν. Δοκεύει. Ἐνεδρεύει. ἐπιτηρεῖ.

Σῆμα. Νῦν, σημεῖον.

Αὖον. Ξηρόν. Ὀργυία. Ἡ τῶν δύο χειρῶν εἰς πλάτος ἔκτασις.

Καταπύθεται. Σήπεται, φθείρεται.

Λᾶε. Λίθοι.

Ἐν ξυνοχῇσιν ὁδοῦ. Ἐν ταῖς ξυμβολαῖς, καθʼ ὃ μάλιστα ἐστένωται ἡ ὁδός. Λεῖος δʼ ἱππόδρομος ἀμφίς. Ὁμαλὸς δέ ἐστιν ὁ μετʼ αὐτὸ ἱππόδρομος.

Νύσσα. Καμπτήρ.

Κλινθῆναι. Συγκαμφθῆναι.

Κένσαι ὁμοκλήσας. Τῷ κέντρῳ πλῆξον, καὶ τῇ φωνῇ ἐπιπλήξας. Εἶξαι ἡνία. Ἀντὶ τοῦ ἐπιδοῦναι, χαλᾶσαι. Εἶξαι. Ἀντὶ τοῦ εἶξον.

Πλήμνῃ. Χοινικίδι, ἀπὸ τοῦ πληροῦν τὸν ἄξονα. Δοάσσεται. Δόξειεν. Ὡς ἄν τοι πλήμνῃ γε δοάσσεται ἄκρον ἱκέσθαι. Ἐπὶ τῷ καμπτῆρί σοι ὁ ἀριστερὸς ἵππος οὕτως ἐμπελασάτω ἀκριβῶς, ὥστε τὴν ἔξωθεν περιφέρειαν τοῦ τροχοῦ δόξαι ψαύειν τῆς χοινικίδος. τοῦτο δὲ πάσχειν δοκεῖ ὁ παρὰ τὸν καμπτῆρα τροχός.

Κύκλου. Τροχοῦ, διὰ τοῦτο καὶ ποιητοῖο. Ἐπαυρεῖν. Νῦν ψαῦσαι.

Ἄξῃς. Κατάξῃς, κλάσῃς.

Χάρμα. Χαρά.

Πεφυλαγμένος εἶναι. Ἀντὶ τοῦ πεφύλαξο.

Οὐδʼ εἴκεν μετόπισθεν Ἀρείονα δῖον ἐλαύνοι. Ποσειδῶν ἐρασθεὶς Ἐριννύος, μεταβαλὼν τὴν αὐτοῦ φύσιν εἰς ἵππον, ἐμίγη κατὰ Βοιωτίαν παρὰ τῇ Τιλφούσῃ κρήνῃ. ἡ δὲ ἔγκυος γενομένη, ἵππον ἐγέννησεν, ὃς διὰ τὸ κρατιστεύειν, Ἀρείων ἐκλήθη. Κοπρεὺς δʼ Ἁλιάρτου βασιλεύων πόλεως Βοιωτίας, ἔλαβε δῶρον αὐτὸν παρὰ Ποσειδῶνος, οὗτος δὲ αὐτὸν Ἡρακλεῖ ἐχαρίσατο, γενομένῳ παρʼ αὐτῷ. τούτῳ δὲ διαγωνισάμενος Ἡρακλῆς πρὸς Κύκνον Ἄρεος υἱὸν καθʼ ἱπποδρομίαν, ἐνίκησεν ἐν τῷ τοῦ Παγασαίου Ἀπόλλωνος ἱερῷ, ὅ ἐστι πρὸς Τροιζῆνι. εἶθʼ ὕστερον αὖθις ὁ Ἡρακλῆς, Ἀδράστῳ τὸν πῶλον παρέσχεν, ἐφʼ οὗ μόνος ὁ Ἄδραστος ἐκ τοῦ Θηβαϊκοῦ πολέμου διεσώθη, τῶν ἄλλων ἀπολομένων. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς.

Μεταστοιχεί. Κατὰ στοῖχον. ἐφεξῆς.

Σκοπόν. Ἐπίσκοπον. παρατηρητήν.

Ὡς μεμνέωτο δρόμου. Ὅπως ἐπιμελοῖτο καὶ ἐπισκοποῖτο τὸν δρόμον, μή τις περὶ τὸν καμπτῆρα πανουργήσῃ.

Ὡμόκλησαν. Ἠπείλησαν, ἐνεκέλευσαν.

Ἀειρομένη. Ἀναφερομένη, ἐπαιρομένη εἰς ὕψος.

Ἐῤῥώοντο. Ἐκινοῦντο. ἐσείοντο. Μετὰ πνοιῇς ἀνέμοιο. Ἀντὶ τοῦ, ἀνέμου δίκην.

Πίλνατο. Προσεπέλαζεν, προσήγγιζεν.

Μετήορα. Ὑψηλά. Ἐλατῆρες. Ἡνίοχοι.

Πάτασσεν. Ἐπάλλετο. ἠγωνία.

Κονίοντες. Κονιορτὸν ποιοῦντες.

Τάθη δρόμος. Σύντονος ἐγένετο. ἐκτείνονται γὰρ ἐν τῷ δρόμῳ οἱ ἵπποι.

Ἀμφήριστον. Τὸν ἀμφοτέρωθεν ἐξισούμενον, ἢ ἀμφισβητήσιμον.

Εἰ μὴ Τυδέος υἷι κοτέσσατο Φοῖβος Ἀπόλλων. Δεόντως τῶν Εὐμήλου ἵππων προνοεῖται ὁ Ἀπόλλων, ἐπεὶ αὐτὸς ἀνεθρέψατο αὐτὰς κατὰ τὸν Ποιητὴν λέγοντα· Τὰς ἐν Πιερίῃ θρέψʼ ἀργυρότοξος Ἀπόλλων, Ἄμφω θηλείας φόβον Ἄρηοςφορεούσας. δοκεῖ γὰρ κατὰ τὸν μῦθον Ἀπόλλων θητεῦσαι Ἀδμήτῳ τῷ Εὐμήλου πατρί.

Ἐλεφηράμενος. Διʼ ἀπάτης βλάψας.

Μετέσσυτο. Μετῄει.

Ἦξε. Συνέτριψεν.

Ἀμφὶς ὁδοῦ. Χωρὶς καὶ ἔξωθεν τῆς ὁδοῦ. Ῥυμός. Τὸ διῆκον ἀπὸ τοῦ ἅρματος ἕως τοῦ ζυγοῦ ξύλον.

Ἐξεκυλίσθη. Συνετρίβη, ἢ ἐξετάθη. οἱ δὲ παρεκυλίσθη. συνεστράφη.

Θρυλίχθη. Συνετρίβη, ἐθραύσθη.

Δακρυόφιν πλῆσθεν. Δακρύων ἐπληρώθησαν. Θαλερή. Ἱλαρά. ἀκμαία. Ἔσχετο. Ἐπεσχέθη.

Σφῶϊ τιταίνετον. Ὑμᾶς αὐτοὺς ἐπείγετε πρὸς τὸν δρόμον, καὶ μὴ ἀπολιμπάνεσθε.

Ἐλεγχείην καταχεύῃ. Ὄνειδος ἐπιβάλῃ.

Φέριστοι. Βέλτιστοι, ἢ κάλλιστοι.

Κομιδή. Ἐπιμέλεια. Οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν. Οὐκ ἔτι ὑμῶν οὕτως ἐπιμελήσεται ὁ Νέστωρ.

Ἀποκηδήσαντες. Ἀφροντιστήσαντες, ἀμελήσαντες.

Ἐφομαρτεῖτον. Ἐπιδιώκετε.

Στεῖνος. Στένωμα τόπου.

Ῥωχμός. Ῥῆξις. ἔστι δὲ τόπος κεχαραγμένος ὑπὸ ὀμβρίου ὕδατος. Ἧι ἀλέν. Ὅπου συνεστράφη, ὅ ἐστι συνεχύθη.

Ὁδοῖο. Ὁδοῦ.

Τῇ ῥʼ εἶχε. Κατὰ τοῦτο τὸ μέρος ἤλαυνεν. Ἁματροχίας. Τὰς τῶν τροχῶν συγκρούσεις, τὰς ἀπὸ τῶν ἄλλων ἁρμάτων.

Ἄνεχε. Ἀνάκοπτε. κράτει.

Κρύσας. Συμπεσών.

Ἐπισπέρχων. Ἐπισπουδάζων. ἀναγκάζων.

Δίσκου οὖρα. Δίσκου ὁρμὴ, ὅ ἐστιν ἄφεσις. Κατωμαδίοιο. Ὃν ἀφιᾶσι κατὰ τῶν ὤμων τρέχοντες.

Ἥβης. Νῦν, ἀκμῆς.

Αἱ δʼ ἠρώησαν. Ἐκτὸς ἔδραμον, ἢ εἰς τοὔμπροσθεν ὑπεχώρησαν.

Μεθέηκεν. Ἠμέλησεν.

Συγκύρσειαν. Συγκρούσειαν. ὅμοιον δʼ αὐτῷ καὶ τὸ συντύχωσιν.

Ἔτυμον. Ἀληθές. Πεπνύσθαι. Σώφρονα, καὶ συνετὸν εἶναι.

Ἐρύκεσθον. Κατέχεσθε.

Φθίσονται. Φθαρήσονται.

Ἀτέμβονται. Στέρονται.

Ἐκτός. Ἔξω. Ὑπέρτατος. Ἀνώτατος. Περιωπῇ. Τόπος ὑψηλὸς, ἀφʼ οὗ ἐστι περιβλέψαι καὶ ἰδεῖν πάντα.

Ἄλλο τόσον. Τὸ ἄλλο ὅλον σῶμα. Φοῖνιξ. Φοινικοῦς τὸ χρῶμα, ὅ ἐστι πυῤῥός.

Περίτροχον. Περιφερές. Μήνη. Σελήνη.

Αὐγάζομαι. Θεωρῶ.

Παροίτεροι. Μᾶλλον ἔμπροσθεν.

Ἰνδάλλεται. Φαίνεται, ἢ ὁμοιοῦται.

Ἔβλαβεν. Ἐβλάβησαν.

Περὶ τέρμα βαλούσας. Περιελθούσας τὸν καμπτῆρα.

Νῦν δʼ οὔπω. Νῦν δʼ οὐδαμῶς.

Παπταίνετον. Περιβλέπουσιν.

Ἡνία. Τὰ λῶρα.

Σχεθέειν. Ἐπισχεῖν. Ἑλίξας. Συστρέψας περὶ τὴν κάμψιν τοὺς ἵππους.

Ἀνασταδόν. Ἀναστάντες.

Αἰσχρῶς. Χαλεπῶς.

Λαβρεύεαι. Προπετεύεις.

Δίενται. Ἐνδεεῖς ὑπάρχουσιν.

Λαβραγόρην. Προπετῆ ἐν τοῖς λόγοις, τουτέστι λάβρον, καὶ θρασύν.

Εὔληρα. Τὰ ἡνία.

Νείκει ἄριστε. Κακόβουλε, κακολόγε. Ἄλλα τε πάντα Δεύεαι Ἀργείων. Καὶ τοῖς λοιποῖς ἔργοις ἀπολείπῃ τῶν Ἑλλήνων, σκαιὸς τὸν τρόπον ὑπάρχων.

Ἢ τρίποδος περιδώμεθον. Περὶ τρίποδος συνθήκας ποιησώμεθα.

Ἵστορα. Ἐπιστήμονα, καὶ μάρτυρα τῆς συνθήκης.

Ἀποτίνων. Ἀποδούς.

Κατωμαδόν. Κατὰ τὸν ὦμον.

Πεπυκασμένα. Κεκοσμημένα.

Οὐ δέ τε πολλὴ Γίγνεται ἐπισσώτρων ἁρματροχιὴ κατόπισθεν. Οὐδὲ βαθεῖα ἐγένετο ἡ τῶν τροχῶν ἐγχάραξις ἐπὶ τῆς γῆς.

Λόφων. Νῦν, αὐχένων. τραχήλων.

Ἐμάτησεν. Ἀργὸς καὶ ἄπρακτος ἔμεινε.

Ὠτώεντα. Καλὰς λαβὰς ἔχοντα.

Κέρδεσι. Δόλοις, πανουργίαις.

Τροχοῦ. Νῦν, τοῦ ἁρματίου.

Οὐραῖαι. Αἱ τῆς οὐρᾶς τρίχες.

Ἀτὰρ τὰ πρῶτα καὶ ἐς δίσκουρα λέλειπτο. Καί τοι πρότερον δίσκου βολῆς διάστημα ἀπολελειμμένος.

Προτέρῳ. Ἐξωτέρῳ, προσωτέρῳ. νῦν, ἐπίῤῥημα χρόνου δηλωτικόν.

Ἀγακλῆος. Ἄγαν ἐνδόξου.

Βάρδιστοι. Βραδύτατοι.

Ἥκιστος. Πάντων ἡττώμενος. ἀσθενὴς, ἢ ἄτεχνος.

Πανύστατος. Πάντων τελευταῖος.

Πρόσσοθεν. Ἔμπροσθεν.

Λοῖσθος. Ἔσχατος, ὕστατος.

Δίκῃ ἠμείψατο. Δικαίως ἀπεκρίθη.

Αἰνήσωσιν. Ἐπαινέσωσιν.

Περιχεῦμα. Περίχυμα.

Ἀμφιδεδίνηται. Ὧι κύκλῳ περικέχυται ὁ κασσίτερος.

Ἐν δʼ ἄρα κήρυξ Χερσὶ σκῆπτρον ἔθηκε. Παρὰ τοῖς ἀρχαίοις οἱ δημηγοροῦντες σκῆπτρα ἐκράτουν.

Ἤισχυνας. Ὕβρισας.

Πρόσθε βαλών. Προδραμών.

Ἐς μέσον ἀμφοτέροισι δικάσσατε. Οἱονεὶ μεσολαβήσατε τὴν δίκην, καὶ ἴσως δικάσατε. Μηδʼ ἐπʼ ἀρωγῇ. Μηδʼ ἑτέρῳ ἡμῶν βοηθεῖτε.

Ψεύδεσσι. Ἀπάταις.

Ἰθεῖα γὰρ ἔσται. Δικαία. ὀρθῶς γὰρ δικάσω.

Ῥαδινήν. Εὐκίνητον. ἰσχνήν.

Γαιήοχον. Γαιήοχος ὁ τοῖς ὀχήμασι γαίων, ὅ ἐστι γαυριῶν. ἱππικὸς γὰρ ὁ θεός.

Πεδῆσαι. Ἀντὶ τοῦ ἐμπεποδικέναι.

Ἄνσχεο. Ἀνάσχου.

Κραιπνότερος. Ὀξύτερος. Λεπτή. Ἀσθενής.

Ἐπαιτήσειας. Εἰ ἐπαιτήσεις ἐπὶ τῷ ἵππῳ.

Ἐκ θυμοῦ πεσέειν. Ἀποπεσεῖν τῆς ψυχῆς, ὅ ἐστι μισηθῆναι. Ἀλιτρός. Ἁμαρτωλὸς εἰς θεούς.

Ἰάνθη. Διεχύθη. ἐχάρη. Ἐέρση. Δρόσος.

Ἀλδήσκοντος. Αὐξομένου. Ὅτε φρίσσουσιν ἄρουραι. Ὅτε πεπύκνωνται διανεστηκότες ταῖς χώραις οἱ στάχυες.

Ἐπεὶ οὔτι παρήορος. Οὐ κεχαλασμένος τὸν λοιγισμόν. παράφρων. Ἀεσίφρων. Κοῦφος ταῖς φρεσὶν ἄνθρωπος.

Νεοίη. Νεότης. ὁ δὲ λόγος· νῦν δὲ τὸν νοῦν σου ἐξενίκησεν ἡ νεότης.

Κειμήλιον. Ἀπόθετον κτῆμα.

Τάφου. Εἰς ἐπιτάφιον ἀγῶνα.

Οὐ δέ τʼ ἀκοντιστὺν ἐνδύσεαι. Οὐδʼ εἰς ἀκοντίου ἀγῶνα κατελεύσῃ.

Θεύσεαι. Δράμῃς.

Πλήθει πρόσθε βαλόντες. Ἤτοι τῶν χειρῶν, ἢ τῶν ἁρμάτων, ἢ τῶν συναιρουμένων αὐτοῖς θεατῶν τῷ πλήθει ἐμὲ νικήσαντες. διφυεῖς γὰρ καὶ ἀνατέσσαρας χεῖρας ἔχοντες ἱστοροῦνται. Νίκης ἀγασσάμενοι. Φθονήσαντές μου τῇ νίκῃ.

Παρʼ αὐτόφι λείπετʼ ἄεθλα. Παρʼ αὐτοῖς τοῖς ἵπποις ἔκειντο τὰ ἆθλα.

Δίδυμοι. Δύο.

Κτερέϊζε. Τίμα, θάπτε.

Ἐνηέος. Ἐπιεικοῦς, προσηνοῦς.

Τιμῆς. Τῆς συνήθους ἐν τοῖς Ἕλλησι.

Πάντʼ αἶνον. Ὅλον τὸν ἐπαίνου λόγον.

Ὧι δέ κʼ Ἀπόλλων Δῴη καμμονίην. Φόρβας ἀνδρειότατος τῶν καθʼ αὑτοῦ γενόμενος πυγμῇ ἐνίκα. καὶ τοὺς μὲν παριόντας ἀναγκάζων ἀγωνίζεσθαι ἀνῄρει. ὑπὸ δὲ τῆς πολλῆς ὑπερηφανείας ἐβούλετο καὶ πρὸς τοὺς θεοὺς τὸ τοιοῦτον φρόνημα ἔχειν. διὸ Ἀπόλλων παραγενόμενος, καὶ συστὰς αὐτῷ, ἀπέκτεινεν αὐτόν. ὅθεν ἐξ ἐκείνου τῆς πυκτικῆς ἔφορος ἐνομίσθη ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς Κυκλικοῖς.

Καμμονίην. Τὴν ἐκ καταμονῆς νίκην.

Ταλαεργόν. Ὑπομονητικὸν περὶ τὰ ἔργα.

Δαήμονα. Ἔμπειρον.

Ἀράξω. Συντρίψω.

Κηδεμόνες. Ἐπιμεληταί. ἢ προσήκοντες κατὰ γένος.

Δεδουπότος. Ἐν πολέμῳ τεθνηκότος.

Ζῶμα δέ οἱ. Νῦν περίζωμα. πρῶτον ἔθος ἦν τοῖς παλαιοῖς περιζώματα φορεῖν περὶ τὰ αἰδοῖα, καὶ οὕτως ἀγωνίζεσθαι. κατὰ δὲ τὴν λ. καὶ δευτέραν ὀλυμπιάδα, Ὀρίππου τοῦ Λακεδαιμονίου λυθὲν ἀγωνιζομένου τὸ περίζωμα, αἴτιον αὐτῷ ἥττης ἐγένετο, ἐξ οὗ νόμος ἐτέθη γυμνοὺς τρέχειν. Παρακάββαλε. Παρεκατέθηκεν.

Ἀγραύλοιο. Ἐν ἀγρῷ αὐλιζομένου.

Χρόμαδος. Ποιὸς ἦχος τοῦ χρωτὸς τῶν σιαγόνων.

Ἐπὶ δʼ ὤρνυτο. Ἐφώρμα δέ.

Ὑπήριπε. Κατηνέχθη. Φαίδιμα. Λαμπρά.

Φρικός. Φρὶξ, ἡ ἐπιπόλαιος τοῦ κύματος κίνησις. ἡ λεπτοκυμία. Ἀναπάλλεται. Ἀναπηδᾷ.

Ἐν φυκιόεντι. Φυκία ἔχοντι. φύκος δέ ἐστιν ἤτοι ἡ ἄχνη τῆς θαλάσσης, ἢ πόα παραθαλασσία οὕτω καλουμένη.

Ἑτέρωσε. Εἰς τὸ ἕτερον μέρος.

Ἀλλοφρονέοντα. Οὐκ ἐν αὐτῷ ὄντα, ἀλλʼ ἐξιστάμενον τῇ διανοίᾳ.

Δυωδεκάβοιον. Δώδεκα βοῶν ἄξιον.

Τεσσαράβοιον. Τὸ τεσσάρων βοῶν.

Ἀμείβοντες. Δοκοὶ μεγάλαι ἀλλήλαις προσπίπτουσαι, ὥστε βαστάζειν τὴν ὀροφήν. αἵτινες καὶ συστάται καλοῦνται.

Τετρίγει. Ἔτριζεν.

Φοινικόεσσαι. Πελειώδεις. ἐρυθραί.

Σφῆλαι. Καταβαλεῖν, νικῆσαι.

Ἔχε. Κατεῖχε.

Κόψʼ ὄπιθεν κώληπα τυχών. Ἔκρουσεν αὐτοῦ, φησιν, ἐπιτυχὼν τὴν ἰγνύαν ὄπισθεν, ἥτις καὶ ἀγκύλη καλεῖται. ὡς τῶν μέσων ἐῤῥωμένων περιπλέκεται.

Ἀνάειρεν. Ἦρεν. ἐβάστασεν.

Κάλλει. Τέχνῃ.

Σιδόνες. Οἱ Φοίνικες, Σιδὼν γὰρ πόλις Φοινίκης.

Ἠεροειδέα. Σκοτεινόν. μέγαν, ἢ ἀναπεπταμένον. ἐν ᾧ ἀὴρ μόνος ὁρᾶται.

Θόαντι. Τῷ τῆς Λήμνου βασιλεῖ.

Λοισθῆϊ. Τῷ ἐσχάτῳ. ἀπὸ εὐθείας ὁ λοισθεύς.

Μεταστοιχεί. Ἐπὶ στοῖχον. ἐπὶ τάξιν.

Τέτατο. Μετὰ προθυμίας ἐξετείνετο αὐτοῖς ὁ δρόμος.

Κανών. Ὁ κάλαμος, περὶ ὃν εἱλεῖται ὁ μῖτος ὁ ἱστουργικός. Τανύσσῃ. Ἐπιτείνῃ.

Πηνίον. Εἵλημα κρόκης. πάντα τὰ ἔργα ἐν παραβολαῖς εἰπὼν, νῦν καὶ περὶ γυναικωνίτιδος ἔφη.

Ἴχνια τύπτε πόδεσσι, πάρος κόνιν ἀμφιχυθῆναι. Ἐπέβαινε αὐτοῦ τοῖς ἴχνεσι πρὶν ἢ κονιορτωθῆναι.

Ἀϋτμένα. Ἀναπνοήν. ἆσθμα.

Ὄλισθεν. Ἔπεσεν.

Ὄνθος. Ἡ τῶν βοῶν κόπρος. Ἐριμύκων. Μεγαλοφώνων. μυκηθμὸς γὰρ, ἡ τῶν βοῶν φωνή.

Ὠμογέροντα. Οὕτω λέγουσιν ἤτοι τοὺς ἔτι συνεστῶτας, καὶ μή πω πάνυ γέροντας, ἀλλὰ πλησίον τοῦ γήρως· ἢ τοὺς πρὸ ὥρας καὶ παρʼ ἡλικίαν γεγηρακότας.

Ἐριδδήσασθαι. Ἐξισωθῆναι. ἀμιλληθῆναι.

Κύδῃνεν. Ἐδόξασεν.

Αἶνος. Νῦν λόγος.

Ὀρεξάμενος χρόα. Ἐφαψάμενος τοῦ χρωτός.

Ἐνδίνων. Τῶν ἐντὸς ὅπλων μελῶν. ἀπὸ τοῦ ἐντείνεσθαι θώρακι καὶ τοῖς λοιποῖς ὅπλοις. οἱ δὲ ἀποδιδόντες ἐντέρων ἀγνοοῦσιν, οὐ γὰρ μέχρι θανάτου μονομαχοῦσιν.

Κῦρε. Ἤγγιζεν, ἐπετύγχανεν. Αἰὲν ἐπʼ αὐχένι κῦρε φαεινοῦ. Ἱστόρηται ὅτι κατεκεῖνο καιροῦ ἔτυχεν Ἡρακλῆς τῇ νήσῳ Σαλαμῖνι κατά τινα χρείαν προσπλεύσας, Τελαμῶνι δὲ ἄρτι γενέσθαι τὸν παῖδα Αἴαντα. ἐπιστὰς οὖν ὁ Ἡρακλῆς, καὶ ἀναλαβὼν τὸν παῖδα, περιέβαλε τῇ λεοντῇ. ἐφʼ ᾧ εὔξατο αὐτὸν γενέσθαι ἄτρωτον. ὁ δὲ ηὐξήθη, καὶ τὸ πᾶν τοῦ σώματος ἐγένετο ἄτρωτον, πλὴν τοῦ αὐχένος, τοῦτο γὰρ ἐδόκει τότε κατὰ τύχην τὸ μέρος μὴ περιβεβλῆσθαι τῇ λεοντῇ.

Σόλον. Δίσκον. διαφέρει δὲ σόλος καὶ δίσκος· ὅτι ὁ μὲν δίσκος, πλατύς ἐστι καὶ κοιλότερος· ὁ δὲ σόλος, στρογγύλος καὶ σφαιροειδής. Αὐτοχόωνον. Ἐκ χεομένης ὕλης εἰκῆ κεχωνευμένον. αὐτοχώνευτον, οἷον μὴ ἔχοντα κατασκευὴν τερπνὴν, ἠγοῦν τεχνικὴν, ἀλλʼ ἐκ μόνης χωνείας ἀναληφθέντα.

Ῥίπτασκεν. Ἔῤῥιπτε μακράν.

Ἄγετʼ ἐν νήεσσιν. Ἀντὶ τοῦ ἐκόμισε.

Πίονες ἀγροί. Νῦν, εὐδαίμονες.

Χρεώμενος. Χρώμενος, ἢ χρήζων. Ἀτεμβόμενος. Στερόμενος.

Ὑπέρβαλεν. Ὑπερέβαλε.

Καλαύροπα. Τὴν βουκολικὴν ῥάβδον. ἔστι δὲ ξύλον κατὰ τὸ ἕτερον μέρος ῥοπὴν ἔχον, ὅ ἐστι βάρος.

Ἑλισσομένη. Συστρεφομένη. Διὰ βοῦς ἀγελαίας. Ἀντὶ τοῦ διʼ ἀγελαίων βοῶν.

Τοξευτῇσι. Τοξόταις. Ἰόεντα. Ἤτοι ἰὸν γεννῶντα, ἢ μέλανα. ἄμεινον δὲ τὸν πρὸς ἰῶν κατασκευὴν ἐπιτήδειον, ὅ ἐστι βελῶν.

Μηρίνθῳ, Σπάρτῳ. σχοινίῳ.

Πελέκεας. Ἀξίνας διστόμους. ἔστι δὲ καὶ σταθμὸς σιδήρου ἔχων μνᾶς δέκα. τὸ δὲ ἡμιπέλεκον, τὸ ἥμισυ τοῦ πελέκεως. τὸ ἐκ τοῦ ἑνὸς μόνου μέρους ἔχον ἀκμὴν, ὃ καὶ διστράλιον καλοῦσιν. οὕς τινας ἐφεξῆς ἱστῶντες ἐπί τινα βαθμὸν ἐγυμνάζοντο οἱ τοξόται, πέμποντες διὰ τῶν τρητῶν αὐτῶν τὸ βέλος, διʼ οὗ ἐμβάλλεται αὐτοῖς ὁ στειλειός. Πάντας πελέκεας. Τοὺς ὅλους πελέκεας. Ἀειράμενος. Ἐπάρας.

Μηρίνθοιο τύχῃ. Καὶ μὴν τοῦτο ἐμπείρου. ἀλλὰ προὔκειτο ἡ τοῦ ζώου τύχη· τύχης δὲ προσεδεῖτο πτοουμένης τῆς ὄρνιθος, καὶ οὐκ ἐν αὐτῷ μενούσης.

Οὐδʼ ἠπείλησεν. Οὐ δὲ ηὔξατο.

Ἅμαρτεν. Ἀπέτυχεν. Μέγῃρεν. Ἐφθόνησεν.

Ἐξείρυσε χειρός. Δηλονότι τοῦ Τεύκρου, τῷ γὰρ αὐτῷ τόξῳ ἐχρῶντο.

Δινεύουσαν. Συστρεφομένην. σοβαρῶς ἱπταμένην.

Σὺν δὲ πτερὰ πυκνὰ λίασθεν. Συνεκρότησε δὲ τὰ πτερά. Λίασθεν. Διεχωρίσθησαν.

Πτάτο. Ἐπετάσθη.

Ἀνθεμόεντα. Ἤτοι οὐκ εἰς πῦρ χρήσιμον, ἀλλʼ ἀναθεματικόν. ἢ ἀνθεμώδη.

Ἥμονες. Ἀκοντισταί.

Προβέβηκας. Ὑπερβέβηκας. προελήλυθας.

Ἥμασιν. Ἀκοντίσμασιν. ἀπὸ τοῦ ἱέναι. Ἔπλευ. Ἐγένου.