eul_wid: vta-ahb
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

D-Scholia on the Iliad: Book II by Scholia on the Iliad and Odyssey

Zeus lies awake and sends the baneful Dream to Agamemnon, and the glosses on the second book explain that he had slept at the end of the first, but only briefly. Nestor's advice not to waste time brings an anecdote of Alexander, and the golden tassels of Athena's aegis an account of coins stamped with an ox. In the Trojan catalogue the glosses reach the Maeander and Mycale, the Carian who went to war in gold, and Sarpedon's Lycia on the Xanthus.

Part of D-Scholia on the Iliad

Ἄλλοι μέν ῥα. Οἱ μὲν δὴ λοιποί. Ἔστι δὲ σύνδεσμος παραπληρωματικός. Ἀνέρες. Ἄνδρες. Ἱπποκορυσταί. Ἐφʼ ἵππων ὁπλιζόμενοι, ἢ ἵππους κορύσσοντες. τοῦτʼ ἔστι, πολεμικοὶ, ἢ ἀφʼ ἵππων μαχόμενοι.

Εὗδον. Ἐκάθευδον, ἐκοιμῶντο. Παννύχιοι. Διʼ ὅλης τῆς νυκτός. Πῶς ἐν τῇ Αʹ. εἰπὼν τὸν Δία καθεύδειν, νῦν φησι, Δία δʼ οὐκ ἔχε νήδυμος ὕπνος; Λέγομεν δὲ ἡμεῖς, ὅτι ἐκάθευδε μὲν, ἀλλʼ ἐπʼ ὀλίγον ἐκαθεύδησε, καὶ οὐ διὰ πάσης τῆς νυκτὸς, ὡς καὶ οἱ ἄλλοι καθεύδουσι. Δία δʼ οὐκ ἔχε. Τὸν δὲ Δία οὐκ εἶχε. Νήδυμος. Ἡδύς.

Ἀλλʼ ὅγε. Ἀλλʼ οὗτος ὁ Ζεύς. Μερμήριζεν. Ἐμερίμνα. Κατὰ φρένα. Κατὰ τὴν διάνοιαν. Ὡς Ἀχιλῆα. Ὅπως τὸν Ἀχιλλέα.

Ὀλέσῃ. Ἀπολέσῃ, ἀφανίσῃ. Πολέας. Πολλούς. Ἐπὶ νηυσίν. Ἐπὶ τοῖς πλοίοις.

Ἥδε δέ οἱ. Αὕτη δὲ αὐτῷ. Κατὰ θυμόν. Κατὰ τὴν ψυχήν. Ἀρίστη. Καλλίστη. Φαίνετο. Ἐφαίνετο, ἐδόκει.

Πέμψαι ἐπʼ Ἀτρείδῃ. Πέμψαι τῷ υἱῷ τοῦ Ἀτρέως τῷ Ἀγαμέμνονι. Οὖλον Ὄνειρον. Νῦν τὸν ὀλέθριον. Δηλοῖ δὲ καὶ τὸν προσηνῆ, καὶ τὸν ὁλόκληρον, ὡς ἐν Ὀδυσσείᾳ φησίν· οὖλον ἄρτον ἑλών. Δηλοῖ δὲ καὶ τὴν τῶν τριχῶν διαστροφήν. Οὖλον δὲ Ὄνειρον, οὐκ αὐτὸν ὀλέθριον ὄντα, ἀλλὰ τὸν ἐπʼ ὀλέθρῳ πεμπόμενον. Ἢ, οὖλον, τὸν ὑγιῆ. ὥσπερ λέγεται, οὐλὴ τραύματος. Σημαίνει δὲ ἡ λέξις καὶ τὸ ὑγιαίνειν. ὡς ἐν ἐκείνῳ, οὖλέ τε, καὶ μάλα χαῖρε, Θεοὶ δέ τοι ὄλβια δοῖεν.

Καί μιν φωνήσας. Καὶ αὐτὸν προσκαλεσάμενος. Ἔπεα πτερόεντα. Λόγους ταχεῖς. οὐδὲν γὰρ λόγου ταχύτερον. Προσηύδα. Προσεῖπε.

Βάσκʼ ἴθι. Πορεύου, καὶ ἄπιθι. ἔστι γὰρ ἐκ παραλλήλου τὸ αὐτό. Οὖλε. Ὀλέθριε. Θοάς. Ταχείας.

Ἐλθὼν ἐς κλισίην. Παραγενόμενος ἐς τὴν σκηνήν.

Μάλα. Λίαν, πάνυ. Ἀτρεκέως. Ἀληθῶς. Ἀγορευέμεν. Ἀγορεύειν, λέγειν. Ὡς ἐπιτέλλω. Ὡς προστάσσω.

Θωρῆξαί ἑ. Καθοπλίσαι αὐτόν. Κέλευε. Παραίνει, πρόστασσε. Καρηκομόωντας. Τοὺς τὰς κεφαλὰς κομῶντας, ἀνδρείας χάριν. Τῶν Ἑλλήνων τοπαλαιὸν, ἀρετῆς ἕνεκα καὶ ἀνδρείας κομώντων τὰς κεφαλὰς, λόγος, πρῶτον Θησέα, ἀποκειράμενον τὴν ἐμπροσθίαν κόμην, εἰς Δῆλον ἀναθεῖναι τῷ Ἀπόλλωνι. Ἀπὸ δὲ τοῦ κομῶντας, ἐν διαιρέσει, κομόωντας.

Πανσυδίῃ. Πανστρατί. Νῦν γάρ κε. Νῦν γὰρ ἄν. Ἕλοι. Λάβοι, πορθήσοι. Εὐρυάγυιαν. Πλατυάμφοδον, μεγάλην. ἀγυιαὶ γὰρ, τὰ ἄμφοδα.

Ἀμφὶς φράζονται. Χωρὶς ἀλλήλων βουλεύονται. διχογνωμοῦσι περὶ τῆς Ἰλίου. τοῦτʼ ἔστιν, οὐκ ἔτι γὰρ οἱ τὸν Ὄλυμπον κατοικοῦντες Θεοὶ διάφορα φρονοῦσιν, οἱ μὲν τὰ ὑπὲρ Τρώων, οἱ δὲ τὰ ὑπὲρ Ἑλλήνων.

Ἐπέγναμψεν. Ἐπέκαμψεν, ἔπεισεν.

Ἥρη. Ἡ Ἥρα. Λισσομένη. Λιτανεύουσα, ἱκετεύουσα. Τρώεσσι δέ. Τοῖς δὲ Τρωσί. Κήδεα. Κακά. Ἐφῆπται. Ἐπήρτηται, ἐπικρέμαται. τοῦτʼ ἐστιν, ἐπίκειται.

Ὣς φάτο. Οὕτως εἶπε. Βῆ δʼ ἄρʼ. Ἐπορεύθη δέ. Ἄκουσεν. Ἤκουσε.

Καρπαλίμως. Ταχέως. Ἵκανε. Παρεγένετο.

Ἐκίχανε. Κατέλαβεν.

Εὕδοντʼ ἐν κλισίῃ. Κοιμώμενον ἐν τῇ σκηνῇ. Περὶ δʼ ἀμβρόσιος κέχυθʼ ὕπνος. Περιεκέχυτο αὐτῷ ὁ θεῖος ὕπνος.

Στῆ δʼ ἄρʼ. Ἔστη δέ. τὸ ἡγεμονικὸν γὰρ, τὰς αἰσθήσεις ἀνειμένον ἐστὶν αὐτόθι. Νηληΐῳ υἷϊ ἐοικώς. Τῷ Νηλέως παιδὶ Νέστορι ὁμοιωθείς. ὁ δὲ τύπος πατρωνυμικός.

Τόν ῥα. Ὅντινα δὴ Νέστορα. Γερόντων. Ἐντίμων, πρεσβυτέρων. Τῖʼ. Ἐτίμα.

Τῷ. Τούτῳ. Ἐεισάμενος προσεφώνεε. Ὁμοιωθεὶς προσεφθέγγετο. Θεῖος. Θαυμαστός.

Εὕδει. Καθεύδεις. Ἀτρέος υἱέ. Ὦ τοῦ Ἀτρέως παῖ Ἀγάμεμνον. Δαΐφρονος. Πολεμικὸν φρόνημα ἔχοντος. Ἱπποδάμοιο. Ἵππους δαμάζοντος, πολεμικοῦ.

Οὐ χρή. Οὐ προσῆκόν ἐστιν, οὐ δεῖ. Παννύχιον. Διʼ ὅλης τῆς νυκτός. Βουληφόρον. Βουλευτικόν.

Ὧι. Ὧιτινι. Ἐπιτετράφαται. Ἐπιτετραμμένοι καὶ ὑποτεταγμένοι εἰσί. Καὶ τόσσα. Καὶ τοσαῦτα. Μέμηλε. Διὰ φροντίδος ἐστίν.

Ἐμέθεν. Ἐμοῦ. Ξύνες. Σύνες, ἄκουσον. ἀντὶ τοῦ, τοῦτο τὸ παρʼ ἐμοῦ λεγόμενόν σοι νόησον. Ὦκα. Ταχέως. Διὸς δέ τοι ἄγγελός εἰμι. Ἀπὸ γὰρ τοῦ Διός σοι ἥκω φέρων τὰς ἀγγελίας.

Ὅς σευ ἄνευθεν ἐών. Ὅστις σοῦ ἄποθεν καὶ χωρὶς οἰκῶν. Μέγα. Μεγάλως. Κήδεται. Φροντίζει. Ἠδʼ ἐλεαίρει. Καὶ ἐλεεῖ.

Σῇσι. Ταῖς σαῖς. Φρεσί. Ταῖς διανοίαις. τουτέστι, τὸ λεχθέν σοι κατὰ νοῦν ἔχε, καὶ μέμνησο.

Αἱρείτω. Καταλαμβανέτω. Εὖτʼ ἄν σε. Ὁπόταν σέ. Μελίφρων. Ὁ ἡδύς. Ἀνήῃ. Καταλίπῃ, ἐάσῃ.

Ὣς ἄρα φωνήσας. Οὕτως δὴ εἰπών. Ἀπεβήσατο. Ἀπέβη, ἀνεχώρησε. Τὸν δʼ ἔλιπʼ. Τοῦτον δὲ κατέλιπεν. Αὐτοῦ Ἀντὶ τοῦ, ἐπὶ τὸν αὐτὸν τόπον.

Τὰ φρονέοντα. Ταῦτα λογιζόμενον. Θυμόν. Ψυχήν. Ἅ ῥʼ. Ἅτινα δή. Οὐ τελέεσθαι. Οὐ τελειωθήσεσθαι, οὐ πληρωθήσεσθαι. Ἔμελλεν. Ἔμελλε, ἐῴκει.

Φῆ. Ἔφη, εἶπεν, ἐλογίσατο. Αἱρήσειν. Λαβεῖν, πορθήσειν. Ἤματι κείνῳ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

Νήπιος. Ἄφρων, ἀνόητος. Οὐδὲ τά. Οὐδὲ ταῦτα. Ἤιδει Ἠπίστατο. Μήδετο. Ἐβουλεύετο.

Θήσειν. Ποιήσειν. Ἐπʼ ἄλγεα. Ἐπʼ αὐτοὺς κακά. Στοναχάς τε. Καὶ στεναγμούς.

Κατὰ κρατερὰς ὑσμίνας. Κατὰ τὰς ἰσχυρὰς μάχας.

Ἔγρετο. Διηγέρθη, ἐγρηγόρησε. Θείη δέ μιν. Θεία δὲ αὐτὸν εἶχε κληδών. ὅ ἐστιν, ἀνεμνήσθη τὸ ὄναρ. Ἀμφέχυτο. Περὶ ἐκέχυτο. Ὀμφή. Θεία φήμη καὶ κληδὼν, ἡ τὸ ὂν φαίνουσα. Λέγει δὲ, ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. Ἐμφαντικὸν δὲ τὸ, ἀμφέχυτο, πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι.

Ἕζετο δʼ ὀρθωθείς. Ἐκάθισε δὲ ἀναστάς. Μαλακόν. Ἁπαλόν. τρυφερόν. εἴρηται δὲ χιτὼν, τὸ ἱμάτιον, παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ, ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ γυναικὸς σὲ πέπλον. Ἔνδυνε. Ἐνεδύσατο.

Νηγάτεον. Νεωστὶ κατεσκευασμένον, ἢ νενησμένον. Γίγνεται δὲ παρὰ τὸ γίγνω γατὸν, νεήγατον· ὑπερθέσει τοῦ ε, νηγάτεον, ἢ ἀγένητον, ἢ λεπτὸν, ἢ νεήγατον, νεωστὶ γεγονός. Δηλοῖ δὲ ὁ χιτὼν παρʼ αὐτῷ καὶ τὸν σιδηροῦν. Περὶ δὲ βάλλετο. Περιεβάλλετο δέ. Φᾶρος. Ἱμάτιον.

Λιπαροῖσι. Λευκοῖς, καὶ εὐτραφέσιν, ἢ προαλειφομένοις ἐν τῷ ὑποδεδέσθαι. Ἐδήσατο. Ὑπερβατόν. ἵνʼ ᾖ, ὑπεδήσατο. Πέδιλα. Ὑποδήματα. παρὰ τὸ περιειλεῖσθαι αὐτὰ τοῖς ποσὶν, ὅ ἐστι περιτίθεσθαι.

Ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο. Περιετίθετο δὲ τοῖς ὤμοις. Ξίφος. Τὴν καλουμένην σπάθην. ἥτις εἴρηται παρὰ τὸ σπᾶσθαι αὐτὴν τῆς θήκης. Ἀργυρόηλον. Ἀργυροῖς ἥλοις διαπεπαρμένον.

Εἵλετο δέ. Ἔλαβε δέ. Σκῆπτρον. Τὴν βασιλικὴν ῥάβδον. Πατρώϊον. Προγονικόν. Ἄφθιτον. Ἀδιάφθαρτον, αἰώνιον. ὅτι οὐκ ἐδόθη ἐκ τοῦ γένους ἑτέρῳ.

Σὺν τῷ ἔβη. Σὺν τούτῳ ἐπορεύθη. Χαλκοχιτώνων. Σιδηροθωράκων.

Ἠὼς μέν ῥα. Ἡ ἡμέρα μὲν δή. Προσεβήσατο μακρὸν Ὄλυμπον. Προσῆλθε τῷ μεγάλῳ Ὀλύμπῳ. τοῦτʼ ἔστιν, ἀνέτειλεν. Μακρόν. Μέγιστον.

Ζηνί. Τῷ Διΐ. Φόως. Φῶς. Ἐρέουσα. Ἀπαγγελοῦσα, δείξουσα. Ἀθανάτοισι. Τοῖς θεοῖς.

Αὐτὰρ ὅ. Οὗτος δὲ ὁ Ἀγαμέμνων. Κηρύκεσσι. Τοῖς κήρυξι. Λιγυφθόγγοισιν. Ἡδυφώνοις, ὀξυφώνοις. Κέλευε. Ἐκέλευσε.

Κηρύσσειν. Βοᾷν, συγκαλεῖν εἰς τὸν πόλεμον. νῦν δὲ, εἰς τὸ συνέδριον.

Ἠγείροντο. Συνηθροίζοντο. Μάλʼ ὦκα. Πάνυ σπουδαίως.

Βουλὴν δέ. Ἐνταῦθα τὸ προβούλευμα. Μεγαθύμων. Μεγαλοψύχων. γενναίων. Ἷζεν. Ἐκάθισε, καθίδρυσε. Γερόντων. Ἐντίμων, πρεσβυτέρων.

Νεστορέῃ παρὰ νηΐ. Παρὰ τῇ τοῦ Νέστορος νηΐ. Πυλοιγενέος. Τοῦ ἐν τῇ Πύλῳ γεγενημένου.

Πυκινήν. Συνετὴν, σώφρονα. Ἠρτύνετο. Παρεσκεύασεν, ἐποίησε.

Κλῦτε. Ἀκούσατε. Θεῖος. Ἤτοι θαυμαστὸς, ἢ θεόπεμπτος. Ἐνύπνιον. Κατὰ τοὺς ὕπνους.

Ἀμβροσίην διὰ νύκτα. Διὰ τῆς θείας νυκτός. Γίγνεται δὲ ἀπὸ τοῦ βροτὸς βροτίη. καὶ τροπῇ τοῦ τ εἰς σ, βροσίη. καὶ ἀμβροσίη, ἐν ᾗ βροτοὶ οὐ πορεύονται. Μάλιστα δέ. Ὑπερβαλλόντως, ἐξαιρέτως.

Εἶδος. Τὸν τῆς ὄψεως χαρακτῆρα. Μέγεθος. Προσυπακουστέον τὸ, τοῦ σώματος. Φυήν. Φύσιν, τρόπον. Ἄγχιστα. Ἔγγιστα. Ἐῴκει. Ὡμοίωτο.

Ὣς ὁ μέν. Οὕτως μὲν δὴ οὗτος.

Ὤιχετο. Ἀπήρχετο. Ἀποπτάμενος. Ἀποπτὰς, ταχέως ἀπελθών. Γλυκύς. Γνήσιος, ἡδύς. Ἀνῆκε. Κατέλιπεν, ἀφῆκεν.

Αἴ κέν πως. Ὅπως ἄν. Θωρήξομεν. Ὁπλίσωμεν. Ἰώνων ἡ συστολή.

Πειρήσομαι. Ἀπόπειραν λήψομαι. ἀπόπειραν δὲ τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων, κατά τι παλαιὸν ἔθος βουλόμενος μαθεῖν, πότερον γνώμῃ οἰκείᾳ πολεμοῦσιν, ἢ ἀνάγκῃ. Ἧι θέμις ἐστίν. Ὡς νενόμισται, ὡς προσῆκόν ἐστι.

Πολυκλήϊσι. Πολυκαθέδροις. ἐξ οὗ πολυκώποις. κληΐδες γὰρ καλοῦνται αἱ τῶν ἐρεσσόντων καθέδραι.

Ἄλλοθεν ἄλλος. Ἄλλος ἀλλαχόθεν. Ἐρητύειν. Κατέχειν, κωλύειν.

Ἦν. Ὑπῆρχεν. Ἠμαθόεντος. Ψαμμώδους, τραχείας. ἄμαθος γὰρ ἡ ψάμμος.

Ἡγήτορες. Ἡγεμόνες. Ἠδὲ μέδοντες. Καὶ πρόβουλοι.

Ἔνισπεν. Εἶπεν, ἔλεξε.

Ψεῦδός κε. Ψεῦδος ἄν. Φαῖμεν. Λογιζοίμεθα, καὶ ὑπολάβοιμεν. Νοσφιζοίμεθα. Χωριζοίμεθα.

Ἴδεν. Ἐθεάσατο. Μέγʼ ἄριστος. Μεγάλως ἄριστος. Εὔχεται. Αὐχεῖται, καυχᾶται.

Βουλῆς ἐξ ἦρχε. Προηγεῖτο τῆς ἐκ τοῦ προβουλίου ἐξόδου. Νέεσθαι. Πορεύεσθαι.

Ἐπανέστησαν. Ὀρθοὶ ἔστησαν. Πείθοντό τε. Καὶ ἐπείθοντο. Ποιμένι. Βασιλεῖ.

Σκηπτοῦχοι βασιλῆες. Σκηπτροφόροι βασιλεῖς. Ἐπεσσεύοντο. Ἐπηκολούθουν.

Ἤϋτε. Καθάπερ, ὃν τρόπον. Ἔθνεα. Ἔθνη, πλήθη. Πρώτη δὲ αὕτη παραβολὴ τῷ Ποιητῇ. Εἶσιν. Ἄπεισι, πορεύονται. Μελισσάων. Μελισσῶν. Ἔστι δὲ τὸ σχῆμα ἐπέκτασις. ἴδιον δὲ Ἰώνων. Ἀδινάων. Τῶν ἅδην καὶ ἀθρόως πετομένων. παρὰ τὸ ἅδην. διὸ καὶ δασύνεται.

Πέτρης ἐκ γλαφυρῆς. Ἐκ τῆς κοίλης πέτρας. Αἰεὶ νέον ἐρχομενάων. Νέᾳ τῇ πτήσει χρωμένων, ὡς νομίζειν, νεωστὶ ἀρχὴν πεποιηκέναι.

Βοτρυδόν. Συνεστραμμέναι καὶ συνηγμέναι ὡς ἐν βότρυος σχήματι. Ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν. Ἐπὶ τοῖς ἄνθεσι τοῖς κατὰ τὸ ἔαρ γιγνομένοις.

Αἱ μέν τʼ ἔνθα. Καὶ αἱ μὲν τῶν μελισσῶν ἐνταῦθα πέτονται, αἱ δὲ ἐκεῖσε καὶ ἀθρόως. Ἅλις. Δαψιλῶς, πολλαὶ, καὶ ἅμα. Πεποτήαται. Πέτονται.

Νεῶν ἄπο. Ἀπὸ τῶν νεῶν καὶ τῶν σκηνῶν.

Ἠϊόνος. Αἰγιαλοῦ. Προπάροιθεν. Ἔμπροσθεν. Ἐστιχόωντο. Ἐν τάξει παρεγένοντο.

Ἰλαδόν. Τουτέστι, κατὰ ἴλας καὶ συστροφάς. Μετὰ δέ σφισιν. Ἐν αὐτοῖς δέ. Ὄσσα. Θεία φήμη καὶ κληδών. Δεδῄει. Ἐξῆπτο, διεγήγερτο.

Ὀτρύνουσα. Παρακελευομένη, παρορμῶσα. Ἰέναι. Παραγενέσθαι. Ἀγέροντο. Συνηθροίζοντο.

Τετρήχει. Ἐτετράχυτο ὑπὸ θορύβου. θορυβώδης ἦν. Ὑπὸ δὲ στοναχίζετο γαῖα. Ὑπέστενε δὲ ἡ γῆ, καὶ ἦχον ἀπετέλει.

Ἱζόντων. Καθιζόντων. Ὅμαδος δʼ ἦν. Θόρυβος δὲ ἦν. Ἐννέα δέ σφεας. Ἐννέα δὲ αὐτούς.

Βοόωντες. Βοῶντες. Ἐρήτυον. Κατεῖχον. Ἀϋτῆς. Βοῆς.

Σχοίατο. Ἀπόσχοιντο, παύσοιντο. Διοτρεφέων. Τῶν Διὸς γνώμῃ τεθραμμένων. Βασιλήων. Βασιλέων.

Σπουδῇ. Μόλις, δυσχερῶς. Ἐρήτυθεν. Κατεῖχον ἕκαστος τὰς ἑαυτοῦ καθέδρας.

Κλαγγῆς. Βοῆς, κραυγῆς. Ἀνὰ δʼ ἔστη. Ἀνέστη δέ. ἢ, ἀνέχων τὸ σκῆπτρον ἔστη. Κρείων. Βασιλεύς.

Κάμε. Ἔκαμε, κατεσκεύασε, καμὼν ἔτευξεν. ἀναστροφὴ δὲ ὁ τρόπος.

Κρονίωνι. Κρόνου παιδὶ Διΐ.

Διακτόρῳ. Διάγοντι τὰς ἀγγελίας τὰς τῶν θεῶν· ἢ, διατόρῳ, καὶ σαφεῖ κατὰ τὸ λέγειν· ἢ, τῷ διαγγέλλοντι τὰς ἐργασίας, Ἀργειφόντῃ. Ἀργῷ καὶ καθαρῷ φόνου. εἰρηνικὸς γὰρ ὁ Θεός. Ἢ, ὥς τινες, κατʼ ἐπώνυμον. Ὅ ἐστιν ἐξ αἰτίας τοιᾶσδε· Ἰοῦς τῆς Ἰνάχου θυγατρὸς, τοῦ Ἀργείων βασιλέως, Ζεὺς ἐρασθεὶς, καὶ γνοὺς αὐτὴν, μετέβαλεν εἰς βοῦν, διὰ τὸν τῆς Ἥρας ζῆλον. Ἥρα δὲ αἰτησαμένη ὡς βοῦν, καὶ λαβοῦσα παρὰ τοῦ Διὸς, ἐπέστησεν αὐτῇ φύλακα Ἄργον τὸν πανόπτην καλούμενον, ὅτι κατὰ παντὸς τοῦ σώματος εἶχεν ὀφθαλμούς. Κελευσθεὶς δὲ ὁ Ἑρμῆς ὑπὸ τοῦ Διὸς κλέψαι τὴν βοῦν, ἐπειδὴ λαθεῖν οὐκ ἠδύνατο τὸν Ἄργον, λίθῳ βαλὼν ἀπέκτεινε. καὶ ἐντεῦθεν Ἀργειφόντης ἐκλήθη. Τῇ δὲ Ἰοῖ ἡ Ἥρα ὡσανεὶ βοῒ οἶστρον ἐμβάλλει. ἡ δὲ ἐκ τῆς ὀδύνης, πρῶτον ἦλθεν εἰς τὸν ἀπʼ ἐκείνης Ἰόνιον κόλπον κληθέντα. ἔπειτα διὰ τοῦ καλουμένου πρότερον Θρᾳκίου πόρου, νῦν δὲ ἀπʼ ἐκείνης Βοσπόρου, ἐλθοῦσα, καὶ ἄλλους δὲ διαφόρους τόπους πλανηθεῖσα, ἦλθεν εἰς Αἴγυπτον· ὅπου τὴν ἀρχαίαν μορφὴν ἀπολαβοῦσα, τίκτει παρὰ τῷ Νείλῳ ποταμῷ παῖδα Ἔπαφον. Ἡ δὲ ἱστορία πλατύτερον κεῖται παρὰ Ἀπολλοδώρῳ ἐν τῇ αʹ.

Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι πληξίππῳ. Ἵππους πλήττοντι. πολεμικῷ. Ἱπποδάμεια ἡ Οἰνομάου θυγάτηρ ἐρασθεῖσα Πέλοπος, Μυρτίλον τὸν Ἑρμοῦ υἱὸν, ἡνίοχον δὲ τοῦ ἑαυτῆς πατρὸς, ἔπεισε τῇ κατὰ τοῦ πατρὸς νίκῃ συνεργῆσαι, καὶ τοὺς ἵππους τῆς εἰς τὸ τρέχειν ὁρμῆς κατασχεῖν, βουλομένη τὸν Πέλοπα καὶ τοὺς ἵππους λαβεῖν, καὶ τὸν ἑαυτῆς γάμον. ἔκειτο γὰρ τῷ νικήσαντι ἔπαθλον ὁ ταύτης γάμος, τῷ δὲ νικηθέντι θάνατος. Ἀγωνιζομένων δὲ αὐτῶν ὁ Οἰνόμαος ἐκπίπτει τοῦ ἅρματος. οὐ γὰρ αἱ χοινικίδες τοὺς ἐμβόλους κατέσχον, τοῦτο πανουργήσαντος τοῦ Μυρτίλου. καὶ οὕτω νενίκηται καὶ ἀνῄρηται ὁ Οἰνόμαος, τῷ Μυρτίλῳ ἐπαρασάμενος, ὅπως ἀπόληται ὑπὸ Πέλοπος. ὃ καὶ ἐγένετο. Διαβαινόντων γὰρ αὐτῶν διὰ τοῦ Αἰγαίου πόντου, καὶ διψησάσης τῆς Ἱπποδαμείας, καταβὰς ἐκ τοῦ ἅρματος ὁ Πέλοψ, ἐζήτει ὕδωρ κατὰ τῆς ἐρήμου. Κατʼ ἐκεῖνο δὲ καιροῦ ἡ Ἱπποδάμεια, ἐρασθεῖσα Μυρτίλου, ἐδέετο μὴ ὑπεριδεῖν. ἀντειπόντος δὲ αὐτοῦ, καὶ τοῦ Πέλοπος παραγενομένου, φθάνει ἡ Ἱπποδάμεια, κατηγορήσασα τοῦ Μυρτίλου, ὡς βιάσασθαι βουληθέντος αὐτήν. καὶ Μυρτίλον Πέλοψ ἀπὸ τοῦ ἅρματος ὠθεῖ εἰς τὸ πέλαγος, αὐτὸς δὲ ἡνιοχεῖ. ὅθεν τὸ μὲν πέλαγος Μυρτῶον ἀπὸ τοῦ Μυρτίλου, ὁ Πέλοψ δὲ πλήξιππος ἔκτοτε ἐκλήθη, διὰ τὴν περὶ τοὺς ἵππους αὐτουργίαν.

Αὐτὰρ ὁ αὖτε Πέλοψ. Ὁ δὲ Πέλοψ πάλιν ἔδωκεν αὐτὸ τῷ Ἀτρεῖ. Πέλοψ ἐκ προτέρας γυναικὸς ἔχων παῖδα Χρύσιππον, ἔγημεν Ἱπποδάμειαν τὴν Οἰνομάου. ἐξ ἧς ἱκανῶς ἐπαιδοποίησεν. Ἀγαπωμένου δὲ ὑπʼ αὐτοῦ σφόδρα τοῦ Χρυσίππου, ἐπιφθονήσαντες ἥ τε μητρυιὰ καὶ οἱ παῖδες, μή πως καὶ τὰ σκῆπτρα αὐτῷ καταλείψῃ, θάνατον ἐπεβούλευσαν Ἀτρεὺς καὶ Θυέστης οἱ πρεσβύτατοι τῶν παίδων αὐτῷ. Ἀναιρεθέντος οὖν τοῦ Χρυσίππου, Πέλοψ ἐπιγνοὺς, ἐφυγάδευσε τοὺς αὐτόχειρας τῆς σφαγῆς γενομένους παῖδας, ἐπαρασάμενος αὐτοῖς, καὶ τῷ γένει, διʼ αὑτῶν ἀναιρεθῆναι. Οἱ μὲν οὖν ἄλλοι ἀλλαχῆ ἐκπίπτουσι τῆς Πίσης. τελευτήσαντος δὲ τοῦ Πέλοπος, Ἀτρεὺς κατὰ τὸν πρεσβύτερον σὺν στρατῷ πολλῷ ἐλθὼν, ἐκράτησε τῶν τόπων. Ἱστορεῖ Ἑλλάνικος.

Πολύαρνι. Πολυθρέμμονι, πλουσίῳ. Ἀτρεὺς ὁ Πέλοπος, βασιλεύων τῆς Πελοποννήσου, ηὔξατό ποτε, ὅ, τι ἂν κάλλιστον ἐν τοῖς ποιμνίοις αὐτοῦ γεννηθῇ, τοῦτο Ἀρτέμιδι θῦσαι. Γεννηθείσης δὲ αὐτῷ χρυσῆς ἀρνὸς, τῆς εὐχῆς μετημέλησεν, καὶ καθείρξας αὐτὴν εἰς λάρνακα ἐφύλαττε. Μέγα δέ τι φρονῶν ἐπὶ τῷ κτήματι, κομπάζει κατὰ τὴν ἀγοράν. Ἀνιώμενον δὲ ἐπὶ τουτῷ Θυέστην, ὑπελθόντα ὡς ἐρῶντα, πεῖσαι Ἀερόπην, ἐκδοῦναι αὐτῷ τὸ κτῆμα· λαβόντα δὲ, ἀντειπεῖν τῷ ἀδελφῷ, ὡς οὐ δεόντως περὶ τοῦ τοιούτου κομπάζει. Αὐτὸς δὲ ἔλεγεν ἐν τῷ πλήθει, δεῖν καὶ τὴν βασιλείαν ἔχειν τὸν τὴν χρυσῆν ἄρνα ἔχοντα. Τοῦτο δὲ ὁμολογοῦντος καὶ Ἀτρέως, Ζεὺς Ἑρμῆν πέμπει πρὸς Ἀτρέα, συνθέσθαι λέγων περὶ τῆς βασιλείας, καὶ δηλοῦν τὰ περὶ τῆς ἀνατολῆς, διότι μέλλει ποιεῖσθαι τὴν ἐναντίαν ὁδὸν ὁ ἥλιος. Συνθεμένου δὲ περὶ τούτων, ὁ ἥλιος τὴν δύσιν εἰς ἀνατολὰς ἐποιήσατο. Ὅθεν ἐκμαρτυρήσαντος τοῦ δαιμονίου τὴν Θυέστου πλεονεξίαν, τὴν βασιλείαν Ἀτρεὺς παρέλαβε, καὶ Θυέστην ἐφυγάδευσεν.

Αὐτὰρ ὁ αὖτε Θυέστʼ. Ἀντὶ τοῦ, Θυέστης δὲ κατέλιπε θνήσκων Ἀγαμέμνονι τὸ σκῆπτρον. Ἀτρεὺς, βασιλεύων τῆς Πελοποννήσου, ἔχων ἐκ Κρεούσης τῆς, ἢ, ὥς τινες, Ἀερόπης τῆς Ἀτρέως, Ἀγαμέμνονα καὶ Μενέλαον. Μέλλων δὲ τελευτᾷν τὸν βίον, σπεισάμενος πρὸς τὸν ἀδελφὸν τὴν ἔχθραν, παραδίδωσιν αὐτῷ τὴν βασιλείαν, ἵνα Ἀγαμέμνονι ἀνδρωθέντι ἀποδῷ. ὁ δὲ πιστῶς ποιήσας ἀποδίδωσι. Φορῆναι. Φέρειν, βαστάζειν.

Πολλῇσι. Πολλαῖς. Νήσοισι. Νήσοις. νῆσος δέ ἐστι γῆ περιστοιχισμένη ὑπὸ θαλάσσης πανταχόθεν. ἴσως δὲ εἴρηται ἀπὸ τοῦ ὀρνέου τῆς νήσσης, ἥτις καὶ αὐτὴ διαπαντὸς ἐπὶ τοῖς κύμασι τῶν ὑδάτων νήχεται. Ἄργεϊ παντί. Παντὸς Ἄργους, ὅλης τῆς Πελοποννήσου.

Τῷ ὅγε. Τούτῳ τῷ σκήπτρῳ οὗτος, τουτέστιν, ὁ Ἀγαμέμνων. Ἐρεισάμενος. Ἐπερεισθείς. Ἔπεα. Λόγους. Μετηύδα. Ἐν αὐτοῖς εἶπεν.

Ὦ φίλοι. Ὦ προσφιλέστατοι. Θεράποντες Ἄρηος. Ὑπηρέται τοῦ Ἄρεος. πολεμικοί.

Μέγα. Μεγάλως. Ἄτῃ. Βλάβῃ. Ἐνέδησεν. Ἐνέβαλεν. Βαρείῃ. Μεγάλῃ, ἰσχυρᾷ.

Σχέτλιος. Ὁ τοῦ σχετλιάζειν καὶ δυσφημεῖν τοῖς ἀνθρώποις αἴτιος. λύπας αὐτοῖς διδούς. ὁ γὰρ σχετλιασμὸς, ἐπίῤῥημα λύπης δηλωτικόν. Πρίν. Πρότερον. ὅτε ἐν τῇ Αὐλίδι, ὡς ἑξῆς ἐρεῖ.

Ἐκπέρσαντα. Ἐκπορθήσαντα. Εὐτείχεον. Καλῶς τετειχισμένην ὑπὸ Ἀπόλλωνος καὶ Ποσειδῶνος. Ἀπονέεσθαι. Ἀπαλλάττεσθαι, ὑποχωρεῖν.

Ἀπάτην. Πλάνην. Βουλεύσατο. Ἐβουλεύσατο, ἐσκέψατο.

Δυσκλέα. Ἄδοξον εἰς Πελοπόννησον ἀπελθεῖν. Ἱκέσθαι. Παραγενέσθαι. Ἐπεὶ πολὺν ὤλεσα λαόν. Διότι ἐν τῷ πολέμῳ πολὺν ὄχλον ἀπώλεσα.

Οὕτω που. Οὕτω δή. Μέλλει. Ἀρέσκει, ἔοικε. Ὑπερμενέϊ. Τῷ ὑπερέχοντι τῇ δυνάμει πάντων θεῶν καὶ ἀνθρώπων. Φίλον. Προσφιλές.

Πολλάων. Πολλῶν. Ἔστι δὲ ὁ τρόπος ἐπέκτασις, ἴδιος Ἰώνων. Πολίων. Πόλεων. Κάρηνα. Ἀκροπόλεις. ἐξ οὗ, βασίλεια.

Ἠδʼ ἔτι. Καὶ ἔτι. Κράτος. Ἰσχὺς, δύναμις.

Αἰσχρὸν γὰρ τόδε γʼ ἐστίν. Ἀειδὲς γὰρ τοῦτό ἐστιν. Ἐσσομένοισι. Μεταγενεστέροις. Πυθέσθαι. Ἀκοῦσαι, μαθεῖν.

Μάψ. Μάτην. Τοιόνδε. Τοιοῦτον τῇ ἀρετῇ. Τοσόνδε. Καὶ τοσοῦτον πλήθει.

Ἄπρηκτον. Ἄπρακτον, ἀτέλεστον. Πολεμίζειν. Πολεμεῖν. Τὸ δὲ τοιοῦτον σχῆμα παρονομασία καλεῖται.

Παυροτέροις. Ὀλιγωτέροις. οἱ μὲν Τρῶες χωρὶς τῶν ἐπικούρων ἦσαν ἀριθμῷ μυριάδες εʹ. Τῶν δὲ Ἑλλήνων τὸ πλῆθος, τινὲς μέν φασι, μυριάδες δώδεκα. ἄλλοι δὲ ιδʹ. Πέφανται. Ἐφάνη.

Εἴπερ γάρ κε. Ἐάνπερ γάρ. Ἐθέλοιμεν. Βουληθῶμεν.

Ὅρκια πιστά. Πιστοὺς ὅρκους. Ταμόντες. Διʼ ἐντόμων ποιησάμενοι. Ἀριθμηθήμεναι. Ἀριθμηθῆναι ἀμφότεροι· οἱ Τρῶες καὶ οἱ Ἕλληνες.

Λέξασθαι. Ἐπιλέξασθαι, ἢ καταριθμήσασθαι. Ἐφέστιοι. Ἔποικοι. ὅ ἐστιν, αὐτόχθονες, πολῖται. Ὅσσοι. Ὁπόσοι. Ἔασιν. Εἰσὶν, ὑπάρχουσι.

Διακοσμηθῆμεν. Διαταχθείημεν. Δεκάδας. Ἀνὰ δεκανίας.

Ἑλοίμεθα. Λάβοιμεν, Οἰνοχοεύειν. Οἰνοχοεῖν, κιρνᾷν.

Πολλαί κεν. Πολλαὶ ἄν. Δευοίατο. Ἐνδεεῖς γένοιντο. Οἰνοχόοιο. Οἰνοχόου.

Τόσσον. Τοσοῦτον. Φημί. Ὑπολαμβάνω. Πλέας. Πλείονας. Ἔμμεναι. Εἶναι.

Οἳ ναίουσιν. Οἵ τινες οἰκοῦσιν Ἴλιον. Ἐπίκουροι. Οἱ ἀπὸ ξένης χώρας σύμμαχοι τῶν πολεμουμένων, καὶ βοηθοί.

Πολλέων ἐκ πολίων. Ἐκ πολλῶν πόλεων. Ἐγχέσπαλοι. Οἱ τὰ ἔγχη πάλλοντες, καὶ κινοῦντες τὰ δόρατα. πολεμικοί. Ἔσειον δὲ αὐτὰ πρὸ τῆς ἀφέσεως, μή ποτε ἄρα εἶεν κλασθέντα.

Μέγα. Μεγάλως. συγκοπὴ ὁ τρόπος. Πλάζουσι. Πλανῶσι, καὶ ἀπείργουσι τῆς πολλῆς προθυμίας. Οὐκ εἰῶσιν. Οὐ συγχωροῦσι βουλόμενον. ὅ ἐστι, δυνάμενον. Ἰὰς ἡ διάλεκτος.

Εὖ ναιόμενον. Καλῶς οἰκούμενον. Πτολίεθρον. Πόλισμα, πόλιν.

Βεβάασι. Παραβεβήκασι, παρεληλύθασι.

Δοῦρα. Δόρατα, ξύλα. Σέσηπε. Διασέσηπται ἐκ τοῦ χρόνου. Σπάρτα. Σπαρτία, σχοινία. Λέλυνται. Διαλέλυνται, σαπέντα δηλαδή.

Ἄλοχοι. Γυναῖκες. Νήπια. Μικρά.

Εἵατʼ. Καθέζονται. Ἐνὶ μεγάροισιν. Ἐν τοῖς οἴκοις. Ποτιδέγμεναι. Προσδεχόμεναι. ὀρθῶς κατʼ ἐπικράτησιν τοῦ θήλεος. Τὸ δὲ ποτὶ, Δωρικόν. Ἄμμι δέ. Ἐν ἡμῖν δέ. Αἰολικῶς. Ἔργον. Νῦν ὁ πόλεμος.

Αὕτως. Ὡσαύτως, ὁμοίως, ἢ, ματαίως. Ἀκράαντον. Ἀτελείωτον, ἀπλήρωτον. Οὗ εἵνεκα. Οὗτινος χάριν. Δεῦρο. Ἐνταῦθα. Ἱκόμεσθα. Παρεγενόμεθα.

Ἀλλʼ ἄγε. Ἀλλὰ δεῦρο. Πειθώμεθα. Ἀντὶ τοῦ, πεισθῶμεν.

Αἱρήσομεν. Πορθήσωμεν, λάβωμεν.

Ὤρινε. Διετάραξε.

Μετὰ πληθύν. Ἐν τῷ πλήθει. Ὅσοι οὐ βουλῆς ἐπάκουσαν. Ὅσοι τοῦ προβουλεύματος οὐκ ἤκουσαν τῶν ἡγεμόνων.

Κινήθη δʼ ἀγορὴ ὡς κύματα μακρά. Ἀντὶ τοῦ, μεγάλα. ἔστι δὲ παραβολὴ τὸ σχῆμα. παραβολὴ δέ ἐστιν, ὁμοιωματικὴ πράγματος τοῖς ὑποκειμένοις παράθεσις, πρὸς δήλωσιν ἐναργεστέραν. Κινήθη. Ἐκινήθη, ἐταράχθη.

Πόντου Ἰκαρίοιο. Τοῦ Ἰκαρίου πελάγους. κεκλημένου οὕτως ἀπὸ Ἰκάρου τοῦ Δαιδάλου παιδὸς, πεσόντος εἰς αὐτὸ, καὶ ἀπολομένου οὕτως. Μετὰ τὴν Πασιφάης πρὸς τὸν ταῦρον μίξιν, Δαίδαλος, εὐλαβούμενος τὴν Μίνωος ὀργὴν, πτερωτὸς, σὺν Ἰκάρῳ τῷ υἱεῖ ἐκ Κρήτης ἐφέρετο. Καταπεσόντος δὲ τοῦ παιδὸς, τὸ ὑποκείμενον πέλαγος, Ἰκάριον μετωνομάσθη· ὁ μέντοι Δαίδαλος, διαπτὰς εἰς Κάμικον τῆς Σικελίας, καὶ τὸν υἱὸν αὐτοῦ ἐκδεχόμενος, ἔμενε παρὰ ταῖς Κωκάλου θυγατράσιν. ὑφʼ ὧν ὁ Μίνως, ἥκων ἐπʼ ἀναζήτησιν τοῦ Δαιδάλου, ἀποθνήσκει, καταχυθέντος αὐτοῦ ζεστοῦ ὕδατος. Ἱστορεῖ Φιλοστέφανος, καὶ Καλλίμαχος ἐν Αἰτίοις. Εὖρος. Ὁ ἀπὸ ἀνατολῆς πνέων ἄνεμος, ὅστις καὶ ἀπηλιώτης καλεῖται. Νότος δὲ ὁ ἀπὸ μεσημβρίας.

Ὤρορε. Διήγειρε, διετάραξε. Ἐπαΐξας. Ἐφορμήσας. Νεφελάων. Νεφελῶν.

Κινήσει. Φυσήσει. Ζέφυρος. Ὁ ἀπὸ δυσμῶν πνέων. ζόφος γὰρ καλεῖται ἡ δύσις. Βαθύ. Μέγα, εὔφορον. Λήϊον. Σιτοφόρον χωρίον.

Λάβρος ἐπαιγίζων. Σφοδρὸς πνέων, μέγας. Ἐπί τʼ ἠμύει ἀσταχύεσσι. Ἐπικατακλίνει τοὺς ἀστάχυας τοῖς στάχυσιν.

Ὣς τῶν. Οὕτως τούτων. Ἀλαλητῷ. Θορύβῳ. προσληπτέον τὴν, σὺν, ἵνʼ ᾖ, σὺν θορύβῳ.

Νῆας ἐπεσσεύοντο. Ἐπήρχοντο, ἐπηκολούθουν. Ὑπένερθεν. Ὑποκάτωθεν. Κονίη. Κόνις.

Ἵστατο. Ὑψοῦτο, ἠγείρετο. Ἀειρομένη. Εἰς ὕψος ἐπαιρομένη. Ἀλλήλοισι κέλευον. Ἀλλήλοις παρεκελεύοντο. τουτέστιν, εἷς ἕνα ἐπεσπούδαζον.

Ἅπτεσθαι. Λαμβάνεσθαι. Ἠδʼ ἑλκέμεν. Καὶ καθέλκειν. Δῖαν. Θείαν, φοβεράν.

Ἐξεκάθαιρον. Ἐξέσκαπτον. Οὐρούς. Ταφροειδῆ ὀρύγματα, διʼ ὧν αἱ νῆες καθέλκονται εἰς τὴν θάλασσαν. ἢ τὰς ἀντλίας.

Οἴκαδʼ ἱεμένων. Ὁρμωμένων, εἰς οἶκον ἀπιέναι προθυμουμένων. Ὑπὸ δʼ ᾕρεον. Ὑφῄρουν δέ.

Ἔνθα κεν. Καὶ παρʼ ὀλίγον τότε ἄν. Ὑπέρμορα. Ὑπὲρ τὸ προσῆκον, ὑπὲρ τὸ εἰμαρμένον. Νόστος. Ἡ εἰς οἶκον ἀνακομιδή. παρὰ τὸ ἡδὺ, καὶ γνήσιον τῆς πατρίδος. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ἐδεσμάτων. Ἐτύχθη. Ἐγένετο.

Πρὸς μῦθον ἔειπε. Προσεῖπε λόγον.

Ὦ πόποι. Φεῦ. παπαί. Ἔστι δὲ ἐπίῤῥημα σχετλιαστικὸν, καὶ λύπης δηλωτικόν. Αἰγιόχοιο. Τοῦ τὴν αἰγίδα ἔχοντος. Αἰγὶς δέ ἐστιν ὅπλον Διὸς ἡφαιστότευκτον. Ζεὺς, Κρόνου καὶ Ῥέας γενόμενος, ἐν Κρήτῃ ἐπεκλήθη Αἰγίοχος, διὰ τὸ αὐτόθι ὑπὸ αἰγὸς τραφῆναι. ἢ, ὥς τινές φασι, διὰ τὸ, αἶγα ἀνελόντα, τὴν μὲν δορὰν ἀμφιέσασθαι, τοῖς δὲ κέρασιν εἰς τόξον χρήσασθαι. ὅθεν καὶ Αἰγιδόκον τόπον τινὰ ἐν Κρήτῃ καλεῖσθαι. Ἱστορεῖ Εὐφορίων. Διὸς τέκος. Διὸς τέκνον. Ἀτρυτώνη. Ἄτρυτε, ἀκαταπόνητε.

Ἐπʼ εὐρέα. Ἐπὶ τὰ πλατέα καὶ μεγάλα. Νῶτα θαλάσσης. Ἤτοι τὴν ἐπιφάνειαν τῆς θαλάσσης, ἢ τὰ μεγέθη. Ἰστέον δὲ, ὅτι οὐδετέρως τὸ νῶτον καὶ τὰ νῶτα λέγει ὁ ποιητὴς πανταχοῦ, καὶ Ἡσίοδος, καὶ οὐκ ἀῤῥενικῶς.

Καδδέ κεν λίποιεν. Τὸ ἑξῆς, καταλίποιεν δʼ ἂν καύχησιν οἱ Ἕλληνες τοῖς Τρωσὶ τὴν Ἑλένην ἐνταῦθα. Εὐχωλήν. Εὐχὴν, καύχησιν.

Ἀργείην. Τὴν Πελοποννησίαν. ἡ γὰρ Λακωνικὴ μέρος ἦν πέμπτον τῆς Πελοποννήσου. Ἧς εἵνεκα. Ἧς ἕνεκα, ἧς χάριν.

Ἀπόλοντο. Ἀπώλοντο, ἠφανίσθησαν. Φίλης ἄπο. Πόῤῥωθεν τῆς προσφιλεστάτης πατρῴας αὐτῶν γῆς.

Ἀλλʼ ἴθι. Ἀλλʼ ἄπιθι. Μετὰ λαόν. Ἐπὶ τὸν τῶν Ἑλλήνων ὄχλον.

Ἀγανοῖς. Προσηνέσι, πρᾴοις. Ἐρήτυε. Κώλυε, κάτεχε. Φῶτα. Ἄνδρα.

Μηδὲ ἔα. Μὴ δὲ συγχώρει. Ἅλα δʼ ἑλκέμεν. Εἰς τὴν θάλασσαν καθέλκειν. Ἀμφιελίσσας. Ἀμφοτέρωθεν ταῖς κώπαις ἐλαυνομένας. ἢ εἰς ἑκάτερα τὰ πλευρὰ στρεφομένας.

Οὐδʼ ἀπίθησε. Οὐδὲ παρήκουσε. Γλαυκῶπις. Γλαυκόφθαλμος, καλὴ, φοβερά. ἢ καταπληκτικὴ τὴν πρόσοψιν.

Ἀΐξασα. Ὁρμήσασα. Καρήνων. Ἀκρωτηρίων.

Εὗρεν. Κατέλαβε. Διῒ μῆτιν ἀτάλαντον. Τῷ Διῒ τὴν εὐβουλίαν ἶσον. Ἔπειτα. Μεταταῦτα.

Ἑσταότα. Ἑστῶτα. Ἐϋσέλμοιο. Εὐκαθέδρου. σέλματα γὰρ, αἱ τῶν ἐρεσσόντων καθέδραι.

Ἅπτετο. Ἥπτετο. Ἐπεί μιν. Ἐπειδὴ αὐτόν. Ἄχος. Λύπη. Ἵκανε. Κατέλαβε.

Ἀγχοῦ. Ἐγγὺς, πλησίον. Ἱσταμένη. Στᾶσα.

Διογενές. Ἀπὸ Διὸς ἔχων τὸ γένος. εὐγενέστατε. Λαερτιάδη. Λαέρτου παῖ Ὀδυσσεῦ. Πολυμήχανε. Πολύβουλε, συνετέ.

Ἐν νήεσσι. Ἐν ταῖς ναυσί. Πολυκλήϊσι. Πολυκαθέδροις. Πεσόντες. Ἐμπεσόντες, εἰσελθόντες.

Μηδέ τʼ ἐρώει. Μὴ δὲ συγχώρει, ἡσύχαζε, μένε.

Ξυνέηκε. Συνῆκεν, ἤκουσεν. Ὄπα. Φωνήν. Φωνησάσης. Εἰπούσης.

Βῆ δὲ θέειν. Ὥρμησε δὲ τρέχειν. Ἀπὸ δὲ χλαῖναν. Ἀπεδύσατο δὲ τὴν χλανίδα, διὰ τὸ μὴ ἐμποδίζεσθαι αὐτὸν σπεύδοντα ὑπὸ τοῦ πλήθους τῶν ἱματίων. Ἐκόμισσεν. Ἐκόμισεν, ἐβάστασεν. Ἰστέον δὲ, ὅτι ἕτερος οὗτός ἐστιν Εὐρυβάτης, καὶ ἕτερος ὁ Ἀγαμέμνονος, οὗ ἐμνήσθη ἐν τῇ α. ἕκαστος γὰρ τῶν βασιλέων εἶχεν ἰδίους κήρυκας.

Ὀπήδει. Ἠκολούθει.

Αὐτὸς δʼ Ἀτρείδεω Ἀγαμέμνονος ἀντίος ἐλθών. Ὁ Ὀδυσσεύς, φησι, παρὰ τοῦ Ἀγαμέμνονος λαμβάνει τὸ σκῆπτρον. οὐχ ἁπλῶς δὲ τοῦτο ποιεῖ, ἀλλʼ ἵνα δοκῇ, σὺν τῇ τοῦ βασιλέως γνώμῃ κρατεῖν αὐτούς. Ἀντίος. Ἐξεναντίας.

Ἄφθιτον. Ποιητικῶς τοῦτο πέπλασται. τὸ μὲν ἀθάνατον ἐπὶ ἐμψύχων οἱ φιλόσοφοι τάσσουσι· τὸ δὲ ἄφθιτον ἐπὶ ἀψύχων.

Σὺν τῷ. Σὺν τούτῳ, τῷ σκήπτρῳ δηλονότι.

Ἔξοχον. Ἐξέχοντα, βασιλέα. Κιχείη. Καταλάβοι.

Ἀγανοῖς. Προσηνέσι, πρᾴοις. Ἐρητύσασκε. Κατεῖχεν, ἐκώλυε.

Δαιμόνιʼ. Αὕτη ἡ λέξις τῶν μέσων ἐστί. Δηλοῖ δὲ ἀμφότερα. Ὁτὲ μὲν ἐπὶ ἐπαίνῳ λεγομένη· οἷον, θεῖε, μακάριε, μέγιστε, ἢ, ἀγαθὲ, καὶ ἄριστε. ὁτὲ δʼ ἐπὶ ψόγῳ· οἷον, ἄφρον, καὶ μάταιε, ἢ χείριστε, καὶ φαῦλε. Ὅτε μὲν οὖν φησι θεῷ προσφερῆ, ἥσσονα λέγει ἢ κατὰ θεόν· ὅτε δὲ ἀνθρώπῳ, ὑπερέχοντα ἄνθρωπον. ὡς δηλοῦσθαι, ἥττονα μὲν θεοῦ, ὑπερέχοντα δὲ ἀνθρώπου. Οὔ σε ἔοικεν. Οὔ σε πρέπει, ὦ βέλτιστε. Κακὸν ὥς. Ὡς κακὸν καὶ ἄνανδρον. Δειδίσσεσθαι. Εὐλαβεῖσθαι, φοβεῖσθαι.

Αὐτός. Σύ. Κάθησο. Κάθου. Ἵδρυε. Καθέζεσθαι κέλευε.

Σάφα. Σαφῶς, ἀκριβῶς. Οἷος. Ὁποῖος. Νόος. Νοῦς, διάνοια. Ἀντὶ τοῦ, ἔτι οὐκ οἴδαμεν, τί βούλεται, περὶ φυγῆς ἡμῖν λέγων.

Τάχα δʼ. Ταχέως δέ. Ἴψεται. Βλάψει.

Ἀκούσαμεν. Ἠκούσαμεν.

Ῥέξῃ. Ποιήσῃ, πράξῃ.

Θυμός. Νῦν ὀργή. Διοτρεφέων. Τῶν σὺν Διὸς τῇ γνώμῃ τεθραμμένων.

Φιλεῖ δέ ἑ μητιέτα Ζεύς. Φιλεῖ δὲ αὐτὸν ὁ βουλευτικώτατος Ζεύς.

Ὃν δʼ αὖ. Ὅντινα δὲ πάλιν. Δήμου. Δημοτικὸν, τοῦ πλήθους. Βοόωντα. Βοῶντα, κράζοντα. Ἐφεύροι. Καταλάβοι.

Ἐλάσασκεν. Ἔπληττεν. Ὁμοκλήσασκε. Καὶ ἠπείλησε μεθʼ ὕβρεως.

Δαιμόνιʼ. Ἐνταῦθα ἐφʼ ὕβρει, ἀντὶ τοῦ κακόδαιμον, φαυλότατε. Ἀτρέμας ἧσο. Μεθʼ ἡσυχίας καθέζου.

Οἳ σέο. Οἵτινές σου. Φέρτεροι. Κρείσσονες. Ἀπτόλεμος. Ἄπειρος πολέμου, ἄθλιος. Ἄναλκις. Ἀσθενὴς, ἀδύνατος.

Ἐναρίθμιος. Οὐ καταριθμούμενος. Βουλῇ. Τουτέστιν, ἐκκλησίᾳ.

Οὐ μέν πως. Οὐ μὴν, οὐδαμῶς πως. Οὐκ ἀγαθόν. Ἀντὶ τοῦ, οὐ καλόν.

Πολυκοιρανίη. Πολυαρχία. Κοίρανος. Βασιλεὺς, ἡγεμών. οὕτω γοῦν, ὅτι ἡ Περσῶν ἀρχὴ διὰ τῆς μοναρχίας μεγάλη ἐστί. καὶ οἱ Ἀθηναῖοι δὲ, ὁπότε πλείονας παρεῖχον τῷ στρατεύματι ἡγεμόνας, ὡς ἐν Αἰγὸς ποταμοῖς τοὺς ἐννέα, ἡττῶντο· ὁπότε δὲ διʼ ἑνὸς ἐποιοῦντο τοὺς ἀγῶνας, ἐνίκων, ὥσπερ ἐν τῇ Κνίδῳ, ὁ Κόνων νικῶν τὸ τῶν Πελοποννησίων στρατόπεδον. Ὅπου γε καὶ τὰ σώματα ἡμῶν, εἰ ἦσαν ἐξ ἑνὸς στοιχείου, οὐδέ ποτε ἂν ἤλγουν. οὔτε γὰρ ἦν ὑφʼ οὗ ἀλγήσειαν ἓν ὄντα, ὥς φησιν ὁ θεῖος Ἱπποκράτης. καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς ἀνὴρ, πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὰ γὰρ πολλὰ ἀλλήλοις ἀνθιστάμενα, ὥσπερ πόλεμον ἐπιφέρει, ἀφʼ οὗ φθορά.

Ἀγκυλομήτεω. Ἀγκυλομήτης ὁ Κρόνος ἐκλήθη. ἤτοι ἀγκύλα καὶ σκολιὰ βουλευσάμενος κατὰ τοῦ πατρὸς, καὶ τῶν παίδων, ὥς φησιν Ἡσίοδος. τοῦ μὲν γὰρ τὰ αἰδοῖα τῇ ἅρπῃ ἀπέτεμε, τοὺς δὲ κατέπιεν. ἢ, ὁ τὰ ἀγκύλα καὶ δυσχερῆ πράγματα τῇ μήτι περιλαμβάνων, κορόνους τὶς ὢν καὶ τέλειος νοῦς, ὥς φησι καὶ ἡ Δημώ. Ἀγκυλομήτης, ὁ ἐν τοῖς σκολιοῖς πράγμασιν εὐμήχανος. Δηλοῖ δὲ τὸ ἀγκύλον παρὰ τῷ Ποιητῇ τρία. τὸ σκολιὸν κατὰ βούλευσιν· ὡς ὅταν λέγῃ ἀγκυλομήτην τὸν Κρόνον. καὶ τὸ περιφερὲς κατὰ σχῆμα· ὡς τὸ, ἀγκύλα κύκλα. καὶ τὸ ἰσχυρόν· ὡς τὸ, ἀγκύλον ἅρμα.

Ὣς ὅγε. Οὕτως μὲν δὴ οὗτος. Κοιρανέων. Διατάσσων, διερχόμενος, καὶ τὸ τοῦ κοιράνου ἔργον ἐπιτελῶν. Δίεπε. Διέτασσε, διῴκει.

Ἐπεσσεύοντο. Ἤρχοντο, ἐπηκολούθουν. Ἀλαλητῷ. Σὺν θορύβῳ. Νεῶν ἄπο. Ἀπὸ τῶν πλοίων.

Ἠχῇ. Μετὰ ἤχου καὶ κραυγῆς. Ὡς ὅτε κῦμα. Τοῦτο πρὸς τὴν κίνησιν. τὸν δὲ βρόμον, πρὸς τὴν ἀπήχησιν.

Βρέμεται. Ἠχεῖ, κτυπεῖ. Σμαραγεῖ. Ἠχεῖ.

Θερσίτης δέ τι μοῦνος. Ὁ δὲ Θερσίτης μόνος. Οἰνεῖ, ἀμελήσαντι τῆς Ἀρτέμιδος, θυσιῶν ἕνεκα ἡ θεὸς ὀργισθεῖσα, ἔπεμψε τῇ πόλει σῦν ἄγριον. ἐφʼ ὃν ἦλθε στρατιὰ τῶν ἀρίστων τῆς Ἑλλάδος, ἐπειδὴ ἐλυμαίνετο τὴν χώραν, ὥς φησιν αὐτὸς ὁ Ποιητὴς ἐν τῇ ιʹ. Μεθʼ ὧν ἦν καὶ ὁ Θερσίτης. Ὃς δειλωθεὶς κατέλειψε τὴν παραφυλακὴν ἐφʼ ἧς ἦν, καὶ ἀπῆλθεν ἐπί τινα τόπον ὑψηλὸν, τὴν σωτηρίαν θηρώμενος. Ὀνειδιζόμενος δὲ ὑπὸ Μελεάγρου, ἐδιώκετο. καὶ κατὰ κρημνῶν πεσὼν, τοιοῦτος ἐγένετο, οἷον Ὅμηρος αὐτὸν παρίστησιν. Ἱστορεῖ Εὐφορίων. Οἰνεὺς, καὶ Ἄγριος, ἀδελφοὶ, ὡς λέγει ὁ Ποιητὴς ἐν τῇ ξ. Ἀλλʼ ὁ μὲν Οἰνεὺς ἦν πατὴρ Μελεάγρου, ὁ δὲ Ἄγριος Θερσίτου. Μήτηρ δὲ Θερσίτου Δία. Ἐζήτηται δὲ, διὰ ποίαν αἰτίαν ὁ Θερσίτης ἐστράτευσεν εἰς Τροίαν, τοιοῦτος ὤν. Ῥητέον οὖν, ὅτι, ἤτοι στασιώδης ὢν, οὐκ ἀπελείφθη ἐπὶ τῆς πατρίδος. ἢ ὅτι κατʼ ἐπεισόδιον παρῆκται πρὸς τὸ ἐκ σκωποῦ πρὸς ἱλαρότητα τὰς ψυχὰς ἀνακαλέσασθαι τῶν Ἑλλήνων. ὥσπερ εἴληπται καὶ Ἥφαιστος γέλωτος χάριν παρὰ τοῖς θεοῖς ἐν τῇ αʹ. Λαμβάνεται δὲ πᾶν ἐπεισόδιον τῷ Ποιητῇ, ἢ πιθανότητος ἕνεκεν, ἢ χρείας, ὥσπερ τοῦτο νῦν, ἢ κόσμου καὶ ὑψώσεος χάριν. Ἀμετροεπής. Ἄμετρος ἐν τῷ λέγειν, φλύαρος. Ἐκολῴα. Ἐθορύβει.

Ὅς. Ὅστις. Ἧισι. Ταῖς ἰδίαις, ταῖς ἑαυτοῦ. Ἤιδη. Εἴδει, ἠπίστατο.

Μάψ. Μάτην. Οὐ κατὰ κόσμον. Οὐ κατὰ τὸ πρέπον, ἀτάκτως. τοῦτʼ ἔστιν, οὐ δικαίως ἐφιλονείκει τοῖς βασιλεῦσιν.

Ἀλλʼ ὅ, τι οἱ εἴσαιτο γελοίϊον ἈργείοισινἜμμεναι. Ἀλλʼ ὅπερ ἂν ἐνόμιζεν ὁ Θερσίτης ἀναγκαῖον εἶναι, τοῦτο γέλωτος πολλοῦ ἄξιον ἐφαίνετο τοῖς Ἕλλησιν.

Αἴσχιστος. Αἰσχρότατος. Ὑπὸ Ἴλιον. Εἰς τὴν Ἴλιον.

Φολκός. Τὰς ὄψεις διάστροφος, στραβός. Ἔην. Ἦν, ὑπῆρχε. Χωλὸς δʼ ἕτερον πόδα. Χωλὸς δὲ ἦν τῷ ἑνὶ τοῦ ποδῶν. Τὼ δέ οἱ ὤμω. Οἱ δὲ ὦμοι αὐτοῦ.

Κυρτώ. Κυρτοί. δυϊκῶς. Συνοχωκότε. Συμπεπτωκότες, συνηγμένοι. Αὐτὰρ ὕπερθεν. Ὑπεράνωθεν δέ.

Φοξός. Ὀξυκέφαλος. Ψεδνή. Ἀραιὰ, μαδαρά. Ἐπενήνοθεν. Ἐπήνθει, ἐπέκειτο. Λάχνη. Τρίχωσις. Ἰστέον δὲ, ὅτι ὁ Ἀχιλλεὺς αὐτὸν ἀναιρεῖ, ὡς ἱστορεῖ Κόϊντος ὁ ποιητὴς ἐν τοῖς μεθʼ Ὅμηρον. Φησὶ γὰρ, ὅτι, ἐν τῇ Ἀμαζονομαχίᾳ ἀνελὼν Ἀχιλλεὺς Πενθεσίλειαν τὴν τῶν Ἀμαζόνων βασιλείαν, εἶτα ἰδὼν τὸ σῶμα αὐτῆς εὐπρεπὲς πάνυ, εἰς ἔρωτα ἦλθε τῆς προειρημένης, βαρέως τε ἔφερεν ἐπὶ τῷ θανάτῳ αὐτῆς. Ὁρῶν δὲ δυσφοροῦντα αὐτὸν Θερσίτης, συνήθως ἐλοιδόρει. ἐφʼ ᾧ ὀργισθεὶς ὁ ἥρως, γρόνθῳ παίσας αὐτὸν ἀναιρεῖ, παραυτίκα τῶν ὀδόντων αὐτοῦ κατενεχθέντων χαμαί.

Ἔχθιστος. Ἐχθρότατος. Ἠδέ. Καί. σύνδεσμος συμπλεκτικός. Ἠδʼ Ὀδυσῆϊ. Καὶ τῷ Ὀδυσσεῖ.

Τὼ γὰρ νεικείεσκε. Τούτους γὰρ πρότερον ἐλοιδόρει κακολογῶν. εἶθʼ οὕτως τὸν Ἀγαμέμνονα.

Ὀξέα. Μεγάλα. Κεκληγώς. Κεκραγώς. ἐκβοῶν. Λέγε. Ἔλεγεν. Ὀνείδεα. Ὀνείδη, ὕβρεις. Τῷ δʼ ἄρʼ. Τούτῳ δὲ δή.

Ἐκπάγλως. Ἐπληκτικῶς, μεγάλως. Κοτέοντο. Ὠργίζοντο. Νεμέσσηθεν. Ἐμέμφοντο.

Μακρὰ βοῶν. Ἀνατεταμένως καὶ μεγάλως κράζων. Νείκεε. Ἐκακολόγει.

Τέο; Τίνος; Ἐπιμέμφεαι. Ἐπιμέμφῃ, ἐπιζητεῖς. Χατίζεις. Χρήζεις.

Πλεῖαι. Πλήρεις, γέμουσαι. Διατί δὲ ὑπὲρ τὴν ἄλλην ὕλην τοῦ χαλκοῦ ἐμνήσθη; Ὅτι παρὰ τοῖς ἀρχαίοις σφόδρα τίμιος ἦν ὁ χαλκός. Κλισίαι. Σκηναί.

Ἐξαίρετοι. Εὐειδεῖς, ἐπίλεκτοι. αἱ κατὰ τιμὴν διδόμεναι ἀπὸ τῶν αἰχμαλώτων.

Πρωτίστῳ. Πρώτῳ, ὡς βασιλεῖ.

Ἐπιδεύεαι. Ἐνδεὴς εἶ, χρήζεις. Ὅν κέ τις οἴσει. Ὅντινά σοι ἄν τις κομίσῃ τῶν Τρώων ἀπὸ τῆς Ἰλίου.

Υἷος ἄποινα. Προσληπτέον τὴν, ὑπὲρ, πρόθεσιν, ἵνʼ ᾖ, ὑπὲρ υἱοῦ δῶρα.

Ἢ ἄλλος Ἀχαιῶν. Ἀπὸ κοινοῦ, τὸ, δήσας ἀγάγῃ.

Νέην. Νεωτέραν. Μίσγεαι. Μίσγῃ. Φιλότητι. Συνουσίᾳ.

Ἥν τʼ αὐτός. Ἥντινα αὐτός. Ἄπο νόσφι. Ἄποθεν καὶ χωρὶς, μόνος. Κατίσχεαι. Κατίσχῃς. Οὐ μὲν ἔοικεν. Οὐ μὲν οὖν πρέπει.

Ἀρχὸν ἐόντα. Ἡγεμόνα ὄντα. Κακῶν ἐπιβασκέμεν. Κακῶν ἐπιβαίνειν, κακοῖς ἐμβιβάζειν.

Ὦ πέπονες. Ἔκλυτοι, καὶ ἀσθενεῖς. ὁτὲ δὲ ἥδιστοι. ἡ μεταφορὰ ἀπὸ τῶν ἀκμαίων πεπόνων, ἃ τῇ μὲν γεύσει ἐστὶν ἡδέα, τῇ δὲ θίξει καὶ τῇ ἁφῇ μαλακὰ καὶ εὐένδοτα. Κάκʼ ἐλέγχεα. Κακὰ ὀνείδη. Ἀχαιΐδες, οὐκ ἔτʼ Ἀχαιοί. Γυναῖκες, οὐκ ἔτι ἄνδρες.

Νεώμεθα. Πορευώμεθα. Τόνδε δʼ ἐῶμεν. Τοῦτον δέ. ὅ ἐστι, τὸν Ἀγαμέμνονα καταλείψωμεν.

Γέρα πεσσέμεν. Τὰ γέρα, ὅ ἐστι, τὰς τιμὰς, κατέχειν. ἡ μεταφορὰ ἀπὸ τῶν ἐν γαστρὶ σιτίων. καὶ γὰρ αὐτὰ, ἂν μὴ κρατηθῇ τὸν ὡρισμένον χρόνον, ἀσθενούσης τῆς καθεκτικῆς δυνάμεως, οὐ πέπτεται. Ὄφρα ἴδηται. Ὅπως μάθῃ.

Ἤ ῥά τι οἱ χʼ ἡμεῖς. Ἢ ἄρα τὶ αὐτῷ καὶ ἡμεῖς. Προσαμύνομεν. Προσβοηθοῦμεν. Ἠὲ καὶ οὐκί. Ἢ καὶ οὐδαμῶς.

Ἕο. Ἑαυτοῦ. Μέγʼ ἀμείνονα. Μεγάλως βελτίονα. Φῶτα. Ἄνδρα.

Ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος φρεσίν. Ἀλλὰ πάνυ ὁ Ἀχιλλεὺς ἄχολος καὶ ἀόργητος ὑπάρχει. Μεθήμων. Ἀμελής.

Νεικείων. Ὀνειδίζων.

Ἠνίπαπεν. Ἐκακολόγησεν, ἐπέπληξεν.

Ἀκριτόμυθε. Ἄκριτε περὶ τοὺς λόγους, καὶ ἄτακτε. Τοῦτο δέ φησι σαρκαστικῶς. Λιγύς περ ἐών. Καίτοι ἡδὺς ὑπάρχων. Ἀγορητής. Δημηγόρος.

Ἴσχεο. Πέπαυσο. Μηδʼ ἔθελε. Μὴ δὲ βούλου. Οἶος. Μόνος. Ἐριζέμεναι. Ἐρίζειν, φιλονικεῖν.

Σέο. Σοῦ. ἐπέκτασις ὁ τρόπος. Χερειότερον. Χείρονα. Βροτόν. Φθαρτὸν ἄνθρωπον. Βρότος δὲ παροξυτόνως, τὸ μετὰ κόνεως μιγὲν τοῦ ἀνθρώπου αἷμα. Φημί. Ὑπονοῶ.

Ἔμμεναι. Εἶναι. Ὅσσοι. Ὅσοι. Ἅμʼ Ἀτρείδῃσιν. Ἅμα τοῖς Ἀτρέως παισίν. Οὗτοι δὲ ἦσαν, κατὰ μὲν τὸ σύνηθες, Ἀερόπης καὶ Ἀτρέως παῖδες τοῦ Πέλοπος· τῇ δʼ ἀληθείᾳ, Πλεισθένους, ὥς φασιν ἄλλοι τε πολλοὶ, καὶ Πορφύριος ἐν τοῖς ζητήμασιν. ἀλλʼ ἐπειδὴ Πλεισθένης νέος τελευτᾷ, μηδὲν καταλείψας μνήμης ἄξιον, νέοι πάνυ ἀνατραφέντες ὑπὸ Ἀτρέως, αὐτοῦ παῖδες ἐκλήθησαν.

Τῷ. Διὸ δή. Ἀνὰ στόμʼ ἔχων. Διὰ στόματος ἔχων, λοιδορῶν. διὸ οὐκ ἐχρῆν ἀεί σε τοὺς βασιλεῖς ἐπὶ στόματος ἔχειν, καὶ λοιδορεῖν. Ἀγορεύοις. Λέγοις.

Καί σφιν. Καὶ αὐτοῖς. Προφέροις. Ὀνειδίζοις. Νόστον τε φυλάσσοις. Καὶ ἐπιτηροίης τὸν καιρὸν τοῦ ἀπόπλου.

Οὐ δέ τι πω. Οὐδαμῶς δέ. Ἴδμεν. Ἐπιστάμεθα. Ἔσται. Γενήσεται. Τάδε ἔργα. Τὰ παρόντα ἔργα.

Ἢ εὖ. Ἢ καλῶς. Ἠὲ κακῶς. Ἢ κακῶς. Νοστήσομεν. Ἀναζεύξομεν, ὑποστρέψομεν.

Ἧσαι ὀνειδίζων. Καθέζῃ ὑβρίζων. Ὅτι οἱ. Ὅτι αὐτῷ. Μάλα πολλά. Πάνυ πολλά. Διδοῦσι. Διδόασι.

Κερτομέων. Ἐρεθίζων, χλευάζων.

Ἐρέω. Ἐρῶ, λέξω. Τὸ δὲ καὶ τετελεσμένον ἔσται. Ὅπερ καὶ γενήσεται.

Εἴ κʼ ἔτι σε. Ἐὰν ἔτι σε. Ἀφραίνοντα. Ἄφρονα ὄντα, ἀνοηταίνοντα. Κιχήσομαι. Καταλάβω. Ὥς νύ περ ὧδε. Οὕτως ὡς νῦν.

Ὤμοισι. Τοῖς ὤμοις. Κάρη. Κεφαλή. Ἐπείη. Ἐπῇ, ἐπιμένῃ.

Κεκλημένος εἴην. Κληθείην τοῦ λοιποῦ. ἀντὶ τοῦ, τελευτήσαντος τοῦ Τηλεμάχου. τὴν γὰρ δευτέραν ἀρὰν κατʼ αὐτοῦ τοῦ παιδὸς ἐποιήσατο.

Ἀπὸ μὲν φίλα εἵματα δύσω. Εἰ μὴ ἀποδύσω σε τὰ προσφιλῆ ἱμάτια.

Χλαῖνάν τʼ ἠδὲ χιτῶνα. Τήν τε χλανίδα, καὶ τὸν χιτῶνα. Τά τʼ αἰδῶ ἀμφικαλύπτει. Ἅτινά σοι τὰ αἰδοῖα περικαλύπτει.

Αὐτὸν δέ. Ἀντὶ τοῦ σὲ δέ. Ἀφήσω. Ἀπολύσω, ἀποπέμψω.

Πεπληγώς. Πλήξας. Διὰ ποίαν αἰτίαν εἰπὼν, εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι, καὶ τὰ ἑξῆς, εὐθὺς λέγει, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω πλῆξε; Λέγομεν δὲ ἡμεῖς, ὅτι εἵπετο τηνικαῦτα, ἀποδύειν, καὶ οὕτως τύπτειν γυμνόν· νῦν δὲ ἁπλῶς, ἔπληξεν. Ἀγορῆθεν. Ἀπὸ τῆς ἀγορᾶς, ὅ ἐστι, τῆς ἐκκλησίας. Ἀεικέσσιν. Αἰκιστικαῖς. Πληγῇσι. Πληγαῖς.

Ὣς ἄρʼ ἔφη. Οὕτως δὴ εἶπε. Μετάφρενον. Τὸν μεταξὺ τῶν ὤμων τόπον. Ἠδὲ καὶ ὤμω. Καὶ τοὺς ὤμους, δυϊκῶς.

Ὁ δʼ ἰδνώθη. Οὗτος δὲ ἀπὸ τῆς ὀδύνης συνεκάμφθη. Θαλερόν. Θερμὸν, ἀκμαῖον. Ἔκπεσεν. Ἐξέπεσε.

Σμῶδιξ. Ὁ ἐκ πληγῆς ὕφαιμος μώλωψ. Αἱματόεσσα. Αἱματώδης. Ἐξυπανέστη. Ἐξανέστη ἀπὸ τῆς πληγῆς τῆς χρυσῆς ῥάβδου.

Ὁ δʼ ἄρʼ ἕζετο. Ὁ δὲ Θερσίτης, φησὶν, ἐκαθέσθη ἄκων. Τάρβησέν τε. Καὶ ἐφοβήθη.

Ἀλγήσας. Ὀδυνηθείς. Ἀχρεῖον ἰδών. Ἀπρεπὲς καταστήσας τὸ πρόσωπον. Ἀπεμόρξατο. Ἀπεμάξατο, ἀπεψήσατο.

Οἱ δὲ καὶ αὐτοί. Οἱ δὲ Ἕλληνες. Στικτέον δὲ μετὰ τὸ, ἀχνύμενοί περ. ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον, ἵνʼ ᾖ, οἱ δὲ Ἕλληνες, καίτοι λυπούμενοι διὰ τὴν ἀναβολὴν τῆς ἐπὶ τὸν οἶκον ἀνακομιδῆς, ἡδέως ἐγέλασαν ἐπὶ τῇ ὄψει τοῦ Θερσίτου.

Ὧδε δέ. Οὕτως δέ. Εἴπεσκεν. Εἶπεν. Ἰδὼν ἐς πλησίον ἄλλον. Ἄλλον τινὰ τὸν ἐγγὺς παρεστῶτα βλέψας.

Ἦ δή. Ἀληθῶς δή. Μυρία. Πάμπολλα ἀγαθά. Ἔοργεν. Εἴργασται.

Βουλάς. Συμβουλίας, γνώμας. Κορύσσων. Καθοπλίζων, παρασκευάζων. Αἰολικὸν ἀπὸ τοῦ κορύττω.

Ἔρεξεν. Ἔπραξε.

Λωβητῆρα. Ὑβριστήν. Ἐπεσβόλον. Ἔπεσσιν, ὅ ἐστι, λόγοις, βάλλοντα. λοίδορον. Ἔσχεν. Ἐπέσχεν, ἐκώλυσεν. Ἀγοράων. Δημηγοριῶν, φλυαριῶν.

Οὐ θήν μιν. Οὐκ ἂν δὴ ἐπιπολὺ αὐτόν. Πάλιν αὖτις. Ἐκ δευτέρου πάλιν. Ἀνήσει. Ἀναπείσει, παρορμήσει. Θυμός. Ψυχή. νῦν δὲ, ἄλογος προθυμία, καὶ ὁρμή. Ἀγήνωρ. Αὐθάδης, ὑβριστὴς, καὶ θρασύς. Ἔστι δὲ ὅτε δηλοῖ καὶ τὸν ἀνδρεῖον.

Νεικείειν. Κακολογεῖν, ὑβρίζειν. Ὀνειδείοις. Ὀνειδιστικοῖς, ὑβριστικοῖς.

Ὣς φάσαν. Οὕτως εἶπον. Ἡ πληθύς. Τὸ πλῆθος. Ἀνὰ δʼ ὁ πτολίπορθος Ὀδυσσεὺς ἔστη. Τὸ ἑξῆς· ἀνέστη δὲ ὁ τὰς πόλεις πορθῶν, ὁ πολεμικῶς διακείμενος Ὀδυσσεύς. ἵνʼ ᾖ ὑπερβατὸν ὁ τρόπος. προκατεσκεύασε δὲ αὐτῷ ὁ Ποιητὴς τὴν τῆς Ἰλίου πόρθησιν, ὡς ὀψέ ποτε τοῦ Ὀδυσσέως ἐπινοήσαντος τὴν τοῦ δουρείου ἵππου κατασκευὴν, οὗ εἰσαχθέντος, ἐπορθήθη ἡ Ἴλιος. ὡς καὶ ἀλλαχόθι τῆς ποιήσεώς φησι· Σῇ δʼ ἥλω βουλῇ ἄστυ Πριάμοιο ἄνακτος.

Παρὰ δὲ. Παρʼ αὐτὸν δέ.

Εἰδομένη. Ὁμοιωθεῖσα. Ἀνώγει. Ἐκέλευεν.

Ὡς. Ὅπως. ἵνα. Ἅμα. Ὁμοῦ, καὶ κατὰ τὸ αὐτό.

Ἐπιφρασαίατο. Ἐπισκέψαιντο, ἐπινοήσωσιν.

Νῦν δή σε ἄναξ. Ἐπὶ τοῦ παρόντος δὴ βούλονται, ὦ βασιλεῦ.

Ἐλέγχιστον. Ἐπονείδιστον, ἐφύβριστον. Θέμεναι. Ποιῆσαι. Μερόπεσσι βροτοῖσιν. Ἀνθρώποις τοῖς μεμερισμένην καὶ ἔναρθρον ἔχουσι τὴν φωνὴν, ὡς πρὸς σύγκρισιν τῶν ἄλλων ζώων.

Οὐδέ τοι. Οὐδαμῶς δέ σοι. Ἐκτελέουσιν. Ἐκτελοῦσι, πληροῦσιν. Ὑπόσχεσιν. Σύνταξιν. Ἥνπερ ὑπέσταν. Ἥντινα ὑπέσχοντό σοι.

Ἐνθάδε. Ἐνταῦθα. Στείχοντες. Ἐν τάξει παραγενόμενοι. Ἱπποβότοιο. Ἱπποτρόφου. Ἀπὸ δὲ Ἀγήνορος ἵππων ὠνομάσθη τὸ Ἄργος ἱππόβοτον.

Εὐτείχεον. Καλῶς τετειχισμένην.

Νεαροί. Μικροί. Χῆραί τε γυναῖκες. Ἔρημοι καὶ ἀνδρῶν μονωθεῖσαι.

Ἀλλήλοισιν ὀδύρονται. Πρὸς ἀλλήλους θρηνοῦσιν. Οἶκόνδε νέεσθαι. Εἰς τὸν οἶκον πορεύεσθαι.

Ἦ μὴν καὶ πόνος ἐστίν. Ἔστι δὲ ὄντως καὶ πόνος. Ἀνιηθέντα. Τῇ ψυχῇ ὀδυνηθέντα, λυπηθέντα.

Καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο. Πόῤῥω, φησὶ, τῆς ἰδίας γυναικός. στικτέον δὲ, εἰς τὸ ἀσχαλάα· ἔπειτα ἀπὸ ἄλλης ἀρχῆς ἀναγνωστέον. Ἧς. Ἰδίας. Ἀλόχοιο. Γαμετῆς.

Ἀσχαλάα. Λυπεῖται, ἀσχάλλει. Πολυζύγῳ. Πολυκαθέδρῳ. Ζυγὰ γὰρ, αἷ τῶν ἐρεσσόντων καθέδραι. Ἄελλαι. Αἱ τῶν ἀνέμων συστροφαί.

Χειμέριαι. Χειμεριναί. Εἰλέωσιν. Συνειλῶσι, συγκλείωσιν. Ὀρινομένη. Διεγειρομένη, ταρασσομένη.

Εἴνατος. Ἔνατος. Περιτροπέων. Περιτρεπόμενος, ὅ ἐστι περιερχόμενος, πάλιν ἐπὶ τὴν ἀρχὴν μέλλων τελειοῦσθαι.

Μιμνόντεσσι. Μένουσιν. Τῷ Διὸ δή. Οὐ νεμεσίζομαι. Οὐ μέμφομαι, εἰ οὕτω ῥαθυμοῦσιν.

Ἔμπης. Ὅμως.

Αἰσχρόν. Ἐφύβριστον, ἀηδές. Δηρόν. Ἐπὶ πολὺν χρόνον. Κενεόν. Κενὸν, ἄπρακτον.

Τλῆτε. Καρτερήσατε, καὶ ὑπομείνατε χρόνον ὀλίγον δή τινα. Δαῶμεν. Μάθωμεν.

Εἰ ἐτεόν. Εἰ ἀληθές. Ἠὲ καὶ οὐκί. Ἢ καὶ οὐδαμῶς.

Ἴδμεν. Ἴσμεν, οἴδαμεν.

Μάρτυροι. Μάρτυρες. Οὓς μὴ κῆρες ἔβαν θανάτοιο φέρουσαι. Ὅσους μὴ προκαθαρπάσας ὁ θάνατος ἀπῆλθε. κῆρες γὰρ αἱ θανατηφόροι μοῖραι.

Χθιζά τε καὶ πρώϊζα. Χθὲς καὶ πρώην. Κατεσμίκρυνε δὲ τὸν ἐνναετῆ χρόνον, ἵνα μὴ διὰ τῆς ἀναμνήσεως πλέον ποιήσῃ ἀγωνιᾶσαι τοὺς Ἕλληνας. Αὐλίδα. Αὐλὶς πόλις Βοιωτίας, κεκλημένη ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι, ὅ ἐστιν, ἀθροισθῆναι τὸν Ἑλληνικὸν στρατόν.

Ἠγερέθοντο. Συνηθροίζοντο.

Ἀμφὶ δὲ κρήνην. Περὶ τὴν κρήνην.

Ἔρδομεν. Ἐπετελοῦμεν, ἐθύομεν. Τεληέσσας ἑκατόμβας. Τελείας θυσίας.

Πλατανίστῳ. Ὑπὸ τῇ ἱερᾷ πλατάνῳ. Τῇ μέν τοι τάσει ἀναγνωστέον ὡς, κυπαρίσσῳ. Ῥέεν. Ἔῤῥει, ἐφέρετο. Ἀγλαόν. Καλόν.

Ἔνθʼ ἐφάνη. Ὅπου ἡμῖν ὤφθη ὁ δράκων. οὗτινος δράκοντος τὸ ὄνομα ὁ Πορφύριος ἐν τοῖς ζητήμασί φησι, λέγων αὐτὸν Σθένιον. οὕτως γὰρ ἱστόρηται Διονυσίῳ, ἐν τῇ εʹ. τῶν ἀπόρων. Σῆμα. Σημεῖον ὑμῖν ἐφάνη ὑπὸ Διὸς πεμφθέν. Νῶτα δαφοινός. Πυῤῥὸς κατὰ τὰ νῶτα. ἢ ὁ ἄγαν φόνιος.

Σμερδαλέος. Καταπληκτικὸς, φοβερός. Ὀλύμπιος. Ὁ Ζεύς. Ἧκεν. Ἀφῆκεν, ἔπεμψε. Φόωσδε. Εἰς τὸ φῶς.

Βωμοῦ δʼ ὑπαΐξας. Τοῦ βωμοῦ ὑπεξελθών. Πρός ῥα πλατάνιστον. Πρὸς τὴν πλάτανον δή. Ὄρουσεν. Ἀνώρμησεν, ἀνῆλθεν.

Ἔσαν. Ἦσαν, ὑπῆρχον. Στρουθοῖο. Στρουθοῦ. Νεοσσοί. Πῶλοι. Νήπια. Μικρά.

Ὄζῳ ἐπʼ ἀκροτάτῳ. Ἐπὶ τῷ ὑψηλῷ ἀκροκλάδῳ. Πετάλοις. Φύλλοις. Ὑποπεπτηῶτες. Ὑποπεπτωκότες, ὑποκείμενοι.

Ἐλεεινά. Ἐλεεινῶς, οἰκτρῶς. Κατήσθιε. Κατηνήλισκε, κατέτρωγε. Τετριγῶτας. Τρίζοντας, κράζοντας, ποῖάν τινα φωνὴν ἀποτελοῦντας.

Ἀμφεποτᾶτο. Περὶ αὐτοὺς ἐπέτετο.

Πτέρυγος. Παροξυτόνως. Καὶ ὁ μὲν κανὼν θέλει προπαροξυτόνως, ὡς ὄρτυγος. ἀλλʼ ἐπειδὴ οὕτως δοκεῖ στίζειν τῷ Ἀριστάρχῳ, πειθόμεθα αὐτῷ, ὡς πάνυ ἀρίστῳ γραμματικῷ. Λάβεν. Ἐκράτησεν. Ἀμφιαχυῖαν. Περὶ τὰ τέκνα αὐτῆς θρηνοῦσαν.

Κατὰ τέκνʼ ἔφαγε. Κατέφαγε τὰ τέκνα. Καὶ αὐτήν. Τὴν στρουθὸν δηλονότι.

Τὸν μέν. Τοῦτον μέν. Ἀρίζηλον. Διάδηλον, φανερόν. Θῆκεν. Ἔθηκε, ἐποίησε. Θεὸς, ὅσπερ ἔφηνε. Ὅστις αὐτὸν φανῆναι ἐποίησεν ὁ Ζεύς.

Λᾶαν. Λίθον.

Ἑσταότες. Ἑστηκότες. Θαυμάζομεν. Ἐξεπληττόμεθα. Οἷον ἐτύχθη. Οἷον ἐγένετο.

Ὡς οὖν δεινά. Ὡς οὖν φοβερά. Πέλωρα. Μέγιστα σημεῖα.

Θεοπροπέων. Μαντευόμενος.

Τίπτε. Τί δή ποτε. Ἄνεῳ. Ἄφωνοι. κατὰ στέρησιν τῆς ἰωῆς, ὅ ἐστι, τῆς φωνῆς.

Ἡμῖν μέν. Ἡμῖν μὲν οὖν. Τέρας. Σημεῖον.

Ὄψιμον. Βραδυχρόνιον. Ὀψιτέλεστον. Ὀψὲ καὶ βραδέως τελεσθησόμενον. Ὅου κλέος. Οὗτινος ἡ δόξα. Οὔποτε. Οὐδέποτε, ἢ, οὐκ ἂν, ἡ δόξα ἀπολεῖται.

Ὣς ἡμεῖς. Οὕτως ἡμεῖς. Πτολεμίξομεν. Πολεμήσομεν. Αὖθι. Αὐτόθι ἐν τῇ Ἰλίῳ.

Τῷ δεκάτῳ δέ. Προσληπτέον, ἐνιαυτῷ. Αἱρήσομεν. Πορθήσομεν.

Κεῖνος. Ἐκεῖνος. Τὰ δὴ νῦν. Ταῦτα ἐπὶ τοῦ παρόντος. Τελεῖται. Τελειοῦται, πληροῦται.

Μίμνετε. Μένετε.

Εἰσόκεν. Ἕως ἄν. Ἄστυ. Πόλιν.

Ὣς ἔφατʼ. Ἀργεῖοι δὲ μέγʼ ἴαχον. Καὶ τὰ ἑξῆς. Τὸ ἑξῆς οὕτως· Ὣς ἔφατʼ. Ἀργεῖοι δὲ μέγʼ ἴαχον, μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο. Ἀμφὶ δὲ νῆες. Ἀμφοτέρωθεν αἱ νῆες, ὅ ἐστι, πᾶσαι.

Σμερδαλέον. Σμερδνὸν, καταπληκτικὸν, φοβερόν. Κονάβησαν. Ἤχησαν. Ἀϋσάντων. Βοησάντων.

Ἐπαινήσαντες. Ἐπαινέσαντες. Ὀδυσσῆος θείοιο. Τοῦ θείου καὶ θαυμαστοῦ Ὀδυσσέως.

Γερήνιος. Ἔντιμος, παρὰ τὸ γέρας. Ἢ, ὁ ἐν Γερήνῃ κώμῃ τραφείς. Ἱππότα. Ἀντὶ τοῦ ἱππικός. νῦν δὲ, φυγάς. ὁ γὰρ Ποιητὴς νῦν, ἀντὶ τοῦ φυγάδος κέχρηται. Ἡρακλῆς ἐπιστρατεύσας τῇ Πύλῳ, διὰ τὸ μὴ καθαρθῆναι αὐτὸν ὑπὸ Νηλέως τὸν Ἰφίτου φόνον, καὶ διὰ τὴν τῶν Νηλεϊδῶν ἀφροσύνην, πολὺς ἦν πορθῶν τὴν πόλιν. καὶ ἐφʼ ὅσον μὲν Περικλύμενος ὁ Νηλέως ἔζη, δυσάλωτος ἦν ἡ πόλις. ἀμφίβιος γὰρ ἐγένετο ἐκεῖνος. καὶ δὴ γενόμενον αὐτὸν μέλισσαν, καὶ στάντα ἐπὶ τοῦ Ἡρακλέους ἅρματος, Ἀθηνᾶ εἰκάσασα Ἡρακλεῖ, ἐποίησεν ἀναιρεθῆναι. τότε Νέστωρ ἐν Γερήνοις τρεφόμενος, πορθηθείσης τῆς Πύλου, καὶ τῶν ἕνδεκα ἀδελφῶν αὐτοῦ ἀναιρεθέντων, μόνος περιελείφθη. διὸ καὶ Γερήνιος ὠνομάσθη. Ἱστορεῖ Ἡσίοδος ἐν καταλόγοις.

Ἐοικότες. Ὡμοιωμένοι. Ἀγοράασθε. Ἐκκλησιάζετε, δημηγορεῖτε.

Νηπιάχοις. Νηπίοις ἶσα φρονεῖτε. Οἷς οὔτι. Οἷς οὐδέν. Μέλει. Διὰ φροντίδος ἐστί. Πολεμήϊα ἔργα. Πολεμικὰ ἔργα.

Ποῦ δή. Ἤτοι, Ποῦ δή. ἢ, Πῶς δή. Συνθεσίαι. Αἱ συνθῆκαι. Ὅρκια. Ὅρκοι. Βήσεται. Ἀντὶ τοῦ, ἔβησαν, ἐπορεύθησαν. ἢ ἀντὶ τοῦ, πῶς ἐκπληρώσομεν τοὺς ὅρκους, οὓς ἐποιησάμεθα περὶ Ἑλένης. Ποῦ δὴ συνθεσίαι τε. Ποῦ δὴ καὶ αἱ συνθῆκαι; Τῶν ἐκ τῆς Ἑλλάδος ἀρίστων ἐπὶ μνηστείαν τῆς Ἑλένης παρόντων διὰ γένος καὶ κάλλος, Τυνδάρεως ὁ πατὴρ αὐτῆς, ὥς τινες φασὶ, φυλασσόμενος, μή ποτε, ἕνα αὐτῶν προκρίνας, τοὺς ἄλλους ἐχθροὺς ποιήσηται, κοινὸν αὐτῶν ὅρκον ἔλαβεν, ἦ μὴν τῷ ληψομένῳ τὴν παῖδα, ἀδικουμένῳ περὶ αὐτὴν, σφόδρα ἐπαμυνεῖν. διόπερ Μενελάῳ αὐτὴν ἐκδίδωσι, καὶ μετʼ οὐ πολὺν χρόνον, ἁρπαχθείσης ὑπὸ Ἀλεξάνδρου, ἐκοινώνησαν τῆς στρατείας διὰ τοὺς γενομένους ὅρκους. Ἡ ἱστορία παρὰ Στησιχόρῳ. Βήσεται. Ἀποβήσεται.

Ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τʼ ἀνδρῶν. Ὑπὸ τοῦ πυρὸς ἀφανισθεῖεν αἵ τε γνῶμαι ὑμῶν, καὶ τὰ βουλεύματα. Μήδεα. Βουλεύματα, σκέψεις. Γενοίατο. Γένοιντο.

Σπονδαί τʼ ἄκρητοι. Καὶ αἱ διʼ ἀκράτου οἴνου γενόμεναι θυσίαι. Δεξιαί. Δεξιώσεις, συνθῆκαι. Ἧις ἐπέπιθμεν. Αἷς ἐπεπιστεύκειμεν.

Αὕτως. Εἰκῇ, μάτην. Ἐπέεσσι. Λόγοις. Ἐριδαίνομεν. Ἐρίζομεν, φιλονεικοῦμεν. Μῆχος. Μηχάνημα, τέχνασμα.

Εὑρέμεναι. Εὑρεῖν. Ἐόντες. Ὄντες. ὑπάρχοντες.

Ὡς πρίν. Ὡς καὶ πρότερον. Ἀστεμφέα. Ἀσφαλῆ καὶ ἀμετακίνητον.

Ἄρχευ Ἀργείοισιν. Ἡγοῦ τῶν Ἑλλήνων. Κρατεράς. Ἰσχυράς. Ὑσμίνας. Μάχας.

Τούσδε δʼ ἔα. Τούτους δὲ ἔα. Φθινύθειν. Φθείρεσθαι. Ἕνα καὶ δύο. Εὐφυέστερον αἰνίττεται Ἀχιλλέα καὶ Πάτροκλον. ἕτεροι δὲ, ἕνα καὶ δύο, ἀντὶ τοῦ, Θερσίτην καὶ ἕτερον τοιοῦτον. Οἵ κεν. Οἵτινες ἄν.

Νόσφιν. Ἰδίᾳ, χωρίς. Ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν. Ἐντελὴς δὲ πρᾶξις οὐ γενήσεται αὐτῶν, ὥστε πρὸ τοῦ δέοντος χρόνου πορευθῆναι ἡμᾶς εἰς τὴν Πελοπόννησον τῇ Διὸς γνώμῃ. Οὐκ ἔσσεται. Οὐ γενήσεται.

Πρίν. Πρότερον. Ἰέναι. Παραγενέσθαι.

Γνώμεναι. Γνῶναι. Ψεῦδος ὑπόσχεσις. Ψευδὴς ἡ ὑπόσχεσις. Ἠὲ καὶ οὐκί. Ἢ καὶ οὐδαμῶς.

Φημὶ γὰρ οὖν. Ὑπολαμβάνω οὖν δή. Κατανεῦσαι. Ἐπινεῦσαι. Ὑπερμενέα. Ὑπερέχοντα τῇ δυνάμει πάντων. Κρονίωνα. Κρόνου παῖδα, Δία. εἰσὶ γὰρ καὶ ἕτεροι, ἄῤῥενες μὲν, Ποσειδῶν, Ἅιδης. θήλειαι δὲ, Ἐστία, Δημήτηρ, Ἥρα.

Ἤματι τῷ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ὠκυπόροισι. Ταχείαις. Ἔβαινον. Ἐνέβαινον, εἰσίεσαν.

Φόνον καὶ κῆρα. Θανατηφόρον εἱμαρμένην.

Ἀστράπτων. Ἀστραπὰς ποιῶν. Ἐπιδέξια. Ἐπιδεξίως, αἰσίως. Ἐναίσιμα. Καθήκοντα, συμφέροντα, ἀγαθά. Σήματα. Σημεῖα. Φαίνων. Δεικνὺς, καὶ φανερὰ ποιῶν ἡμῖν.

Τῷ, μή τις. Διὸ μηδείς. Ἐπειγέσθω. Σπουδαζέτω, σπευδέτω.

Πρίν. Πρὶν ἄν. Πὰρ Τρώων ἀλόχῳ. Παρὰ Τρωϊκῇ γυναικί. Κατακοιμηθῆναι. Συγκοιμηθῆναι.

Τίσασθαι δʼ Ἑλένης. Καὶ τὰ ἑξῆς. Πρὶν ἂν ἡμᾶς τιμωρίαν λαβεῖν, ἀντὶ τῶν γενομένων ἡμῖν διʼ Ἑλένην στεναγμῶν καὶ κακῶν. Τίσασθαι. Τιμωρήσασθαι. Ὁρμήματα. Ἐνθυμήματα. Στοναχάς τε. Καὶ στεναγμούς.

Ἁπτέσθω. Λαμβανέσθω. Ἧς νηός. Τῆς ἰδίας νηός. Μελαίνης. Βαθείας, σκοτεινῆς, ἢ πίσσῃ κεχρισμένης.

Πρόσθʼ ἄλλων. Πρότερον τῶν λοιπῶν. ἢ, ἔμπροσθεν. Πότμον. Μόρον. ὅ ἐστιν, ἵνʼ εὐθὺς πρὸ πάντων ἐκεῖνος ἐπὶ θάνατον ἔλθῃ, καὶ ἀναπληρώσῃ τὴν εἱμαρμένην. Ἐπίσπῃ. Ἐπιδιώξῃ, καταλάβῃ.

Ἀλλʼ ἄναξ. Ἀλλʼ, ὦ βασιλεῦ. Ἀποστρέφει δὲ τὸν λόγον ἀπὸ τῶν Ἑλλήνων πρὸς τὸν Ἀγαμέμνονα. καὶ καλεῖται τὸ σχῆμα ἀποστροφή. Εὖ μήδεο. Σὺ δὲ καλῶς βουλεύου. Πείθεό τʼ ἄλλῳ. Καὶ πείθου ἄλλῳ. λείπει δὲ, τῷ καλῶς σοι συμβουλεύοντι.

Ἀπόβλητον. Ἀποβολῆς ἄξιον, ἀδόκιμον. Ἔσσεται. Ἔσται, γενήσεται. Ὅ, ττι κεν εἴπω. Ὅ, τι ἂν εἴπω.

Κρῖνε. Διάκρινε, διαχώρησον. Κατὰ φῦλα. Κατὰ ἔθνη. ὅ ἐστιν, ἴδια πλήθη. Κατὰ φρήτρας. Κατὰ φρατρίας, ὅ ἐστι, συγγενείας.

Ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ. Ὅπως ἡ ἰδία φρατρία τῇ ἑαυτῆς φρατρίᾳ βοηθῇ. Φῦλα δὲ φύλοις. Τὰ δὲ ἔθνη τοῖς ἔθνεσιν.

Ἔρξῃς. Πράξῃς.

Γνώσῃ. Μάθῃς. Ὅς τε. Καὶ ὅστις. Κακός. Δειλὸς, ἀσθενής. Νύ. Δή.

Ἠδʼ ὅσκε. Καὶ ὅστις. Ἐσθλός. Ἀγαθὸς, ἀνδρεῖος. Ἔῃσι. Ὑπάρχοι. Κατὰ σφέας. Καθʼ ἑαυτούς. ὑπὲρ ἑαυτῶν. Κατὰ σφέας γὰρ μαχέονται. Οὕτω γὰρ ἂν προθύμως κατὰ τὴν ἑαυτοῦ δύναμιν ἕκαστος μαχέσεται.

Γνώσεαι εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις. Ἐπιγνώσῃ, πότερον θεία γνώμη ἐστὶν ἡ ἐναντιουμένη σοι πρὸς τὸ ἑλεῖν τὴν Ἴλιον, ἢ ἡ τῶν ἀνδρῶν δειλία, καὶ ἀπόνοια τῶν πολεμικῶν ἔργων. Θεσπεσίῃ. Θείᾳ γνώμῃ. Οὐκ ἀλαπάξεις. Οὐκ ἐκπορθήσεις.

Κακότητι. Κακίᾳ, δειλίᾳ. Ἀφραδίῃ. Ἀπειρίᾳ. Ἐζήτηται δὲ, διατί ταύτην τὴν τάξιν πρὸ πολλοῦ μὴ ὑπετίθετο ὁ Νέστωρ. ἦτοι ὅτι πάλαι μὲν Ἀχιλλεὺς, φίλος ὢν τῶν Ἑλλήνων, ἤρκει πρὸς τὸ συνέχειν τοὺς βαρβάρους· καὶ καλῶς ἐκείνῳ θαῤῥῶν, οὐκ ἐποίει τοῦτο. νῦν δὲ αὐτοῦ μηνίοντος, εἰκότως ἀσφαλεστέραν διάταξιν εἰσάγει.

Ἦ μάν. Ὄντως, ἀληθῶς δή. Ἀγορῇ. Δημηγορίᾳ, συμβουλίᾳ. Νικᾷς. Ὑπερβάλλεις.

Αἲ γὰρ Ζεῦ τε πάτερ, καὶ Ἀθηναίη, καὶ Ἄπολλον. Εἴθε γάρ. ἔστι δὲ ἐπίῤῥημα εὐκτικόν. ἐντεῦθεν δέ τινες νομίζουσιν, Ἀθηναῖον γεγονέναι τὸν Ποιητήν. τὸ γὰρ Ἀθηναίη Ἀττικὸν, καὶ ἴδιον εἶναι τὸν ὅρκον Ἀθηναίοις.

Συμφράδμονες. Σύμβουλοι. Ἦεν. Ἦσαν, ὑπῆρχον.

Τῷ κεν. Οὕτως γʼ ἄν. Τάχα. Ταχέως. Ἠμύσειε. Κλιθείη, πέσοι.

Χερσὶν ὑφʼ ἡμετέρῃσιν. Ὑπὸ τῶν ἡμετέρων χειρῶν. Ἁλοῦσα. Ληφθεῖσα. Περθομένη τε. Πορθηθεῖσα. Ἐζήτηται καὶ τοῦτο, διατί, Ὀδυσσέως κατασχόντος διὰ λόγων τοὺς ὄχλους, καὶ τοιοῦτο πρᾶγμα συνετὸν καὶ σπουδαῖον ποιήσαντος, ὁ βασιλεὺς νῦν δύναμιν ἐν τῷ λέγειν τῷ Νέστορι προσμαρτυρεῖ; ἤτοι, ὡς δυναμικωτέρῳ. προκατειλημμένων γὰρ τῶν ἐπιχειρημάτων Ἀθηνᾷ, καὶ Ὀδυσσεῖ, ὅμως ηὐπόρησε λόγων. ἢ, ὅτι ὁ μὲν μόνον ὠνείδισε, Νέστωρ δὲ, σὺν τῇ διατάξει καὶ συμβουλίᾳ, καὶ τοὺς τρόπους εἶπε, νίκης φῶς βεβαιότερον.

Ἀπρήκτους. Πρὸς ἀπράκτους, πρὸς ἃς οὐδέν ἐστι πρᾶξαι φιλονεικίας. Νείκεα. Κακολογίας. Βάλλει. Ἐμβάλλει.

Μαχεσσάμεθα. Ἐφιλονεικήσαμεν. Εἵνεκα. Ἕνεκα.

Ἀντιβίοις. Ἐναντίοις. Ἦρχον. Πρῶτος ἠρχόμην τῆς ὀργῆς. Χαλεπαίνων. Ὀργιζόμενος.

Ἔς γε μίαν. Εἰς μίαν καὶ τὴν αὐτὴν ἐκκλησίαν καὶ συμβουλίαν.

Ἀνάβλησις. Ἀναβολὴ, ὑπέρθεσις τοῦ κακοῦ. Οὐδʼ ἠβαιόν. Οὐδὲ τὸ ἐλάχιστον καὶ ὀλιγοχρόνιον.

Δεῖπνον. Τὸ παρʼ ἡμῖν νῦν ἄριστον λεγόμενον, τὸ πρωϊνὸν ἔμβρωμα. Δόρπον δὲ, τὸ ἐν τῇ ἑσπέρᾳ, ὃ ἡμεῖς δεῖπνον λέγομεν. Δεῖπνον τὸ πρωϊνὸν, μεθʼ ὃ δεῖ πονεῖν, ὅ ἐστιν, ἐργάζεσθαι. δόρπον δὲ, ἡ ἑσπερινὴ τροφή· παρὰ τὸ οἱονεὶ παύεσθαι τὸ τηνικαῦτα λοιπὸν τοὺς πολεμοῦντας τοῦ δόρατος, ὅ ἐστι τοῦ πολέμου, καὶ ἡσυχάζειν. Ἄρηα. Νῦν τὸν πόλεμον. Τετραχῶς γὰρ τούτῳ τῷ ὀνόματι κέχρηται ὁ Ποιητής. ἐπὶ μὲν τοῦ πολέμου. ὡς ἐνταῦθα· Νῦν δʼ ἔρχεσθʼ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. ἐπὶ δὲ τοῦ σιδήρου. ὡς ἐκεῖ· Αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν· καὶ, ἐνθάδʼ ἔπειτʼ ἀφίει μένος ὄμβριμον Ἄρης. ἐπὶ δὲ αὐτοῦ τοῦ θεοῦ οὕτως· Καὶ δʼ αὐτὴ κυνόμυια ἄγει βροτολοιγὸν Ἄρηα. καὶ πάλιν· ἐς δὲ Τρώας Ἄρης κορυθαίολος. ἐπὶ δὲ τῆς πληγῆς· ἔνθα μάλιστα Γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν.

Εὖ μέν τις. Καλῶς μέν τις. Δόρυ. Ξίφος. Θηξάσθω. Ἀκονησάτω. Εὖ δʼ ἀσπίδα θέσθω. Καὶ εὐτρεπισάτω αὐτοῦ τὴν ἀσπίδα.

Εὖ δέ τις. Καλῶς δέ τις.

Ἀμφὶς ἰδών. Περισκεψάμενος, καὶ ἀκριβῶς καταμαθών. Μεδέσθω. Ἐπιμέλειαν ποιείσθω. καλὸν γὰρ, δυσχερῆ ἐλπίζειν. ἢ γὰρ μὴ ἀποβάντων, ῥᾴδιον ἠχθέσθημεν. ἢ τελευτηθέντων, ὑπεράγαν ἐχάρημεν. Μεδέσθω. Φροντιζέτω.

Ὥς κε. Ὅπως ἄν. Πανημέριοι. Διʼ ὅλης ἡμέρας. Στυγερῷ. Μισητῷ, φοβερῷ. Κρινώμεθα. Διακρινώμεθα, ἐνεργῶμεν. Ἄρηϊ. Πολέμῳ.

Παυσωλή. Κατάπαυσις. Οὐδʼ ἠβαιόν. Οὐδὲ τὸ ἐλάχιστον. Μετέσσεται. Ἐν ἡμῖν γενήσεται.

Διακρινέει. Διαχωρίσει. Μένος ἀνδρῶν. Περιφραστικῶς, ἄνδρας, τὴν ἑκάστου δύναμιν καὶ προθυμίαν.

Ἱδρώσει. Ὑγρανθήσεται ὑπὸ τοῦ ἱδρῶτος τοῦ πολεμοῦντος. Τευ. Τινός. Τελαμών. Ὁ ἀναφορεύς. νῦν τῆς ἀσπίδος. ὅ ἐστι, πλατὺς ἱμὰς, ἀφʼ οὗ ἡ ἀσπὶς ἤρτηται. ἔστι δὲ καὶ ἕτερος τελαμὼν τοῦ ξίφους. Ἀμφὶ στήθεσσι. Περὶ τοῖς στήθεσιν.

Ἀμφιβρότης. Τῆς πανταχόθεν τὸν βροτὸν, ὅ ἐστι, τὸν ἄνθρωπον, περιεχούσης καὶ σκεπούσης. ἀνδρομήκεσι γὰρ ἐχρῶντο ταῖς ἀσπίσιν οἱ παλαιοί. Περὶ δʼ ἔγχεϊ χεῖρα καμεῖται. Κοπιάσει δὲ καὶ ἡ χεὶρ αὐτοῦ βαστάζουσα τὸ δόρυ.

Ἐΰξοον. Τὸ καλῶς κατεσκευασμένον. Τιταίνων. Τείνων, ἕλκων.

Ἀπάνευθεν. Ἄποθεν, χωρίς. Ὃν δέ κʼ ἐγών. Ὃν δʼ ἂν ἐγώ. Ἐθέλοντα. Θέλοντα, βουλόμενον. Νοήσω. Θεάσομαι, ἴδω.

Μιμνάζειν. Μένειν. Κορωνίσι. Καμπυλοπρύμναις. Οὔ οἱ ἔπειτα. Οὐκ ἂν αὐτῷ εἰς τὸ μεταταῦτα.

Ἄρκιον. Ἱκανόν. ὠφέλιμον. Ἐσσεῖται. Ἔσται, γενήσεται. Φυγέειν. Φυγεῖν. Ὁ δὲ λόγος· τῷ δὲ θέλοντι φεύγειν τὸν πόλεμον, οὐχʼ ἱκανὸν οὐδὲ αὔταρκες γενήσεται πρὸς τὸ μὴ ὑπὸ κυνῶν καὶ σαρκοφάγων ὀρνέων διασπασθῆναι.

Ἴαχον. Ἤχησαν, ἐβόησαν.

Ἀκτῇ. Ὁ παραθαλάσσιος καὶ πετρώδης τόπος. ἀπὸ τοῦ περὶ αὐτὸν ἄγεσθαι, ὅ ἐστι, ῥήσσεσθαι, καὶ περικλᾶσθαι, τὰ κύματα.

Προβλῆτι. Προβεβλημένῳ, ἐκκειμένῳ. ὅ ἐστι, προέχοντι εἰς τὴν θάλασσαν. Σκοπέλῳ. Ὑψηλῷ τόπῳ. ἀφʼ οὗ περισκοπῆσαι καὶ ἀπιδεῖν ἐστι πάντα. Λείπει. Ἀπολείπει, ἐᾷ.

Παντοίων. Παντοδαπῶν.

Ἀνστάντες. Ἀναστάντες. Ὀρέοντο. Ὥρμων. Κεδασθέντες. Διαμερισθέντες, σκορπισθέντες.

Κάπνισαν. Πῦρ ἀνῆψαν, καὶ ὀψοποίησαν. Ἕλοντο. Ἔλαβον.

Ἔρεζεν. Ἐπετέλει, ἔθυεν. Αἰειγενετάων. Διαπαντὸς ὄντων, ἀθανάτων.

Μῶλον. Μολυσμὸν τὸν ἐν τῷ πολέμῳ, καὶ πόνον.

Ἱέρευσεν. Ἔσφαξεν.

Πίονα. Πιμελῆ, λιπαρόν. Πενταέτηρον. Πενταέτη.

Κίκλησκεν. Ἐκάλει. Γέροντας. Ἐντίμους βασιλεῖς. Ἀριστῆας. Τοὺς ἐν τῷ πολέμῳ ἀρίστους. Παναχαιῶν. Πάντων τῶν Ἑλλήνων.

Ἰδομενῆα. Τὸν Ἰδομενέα, καὶ τοὺς δύο Αἴαντας. Τυδέως υἱὸν τὸν Διομήδην.

Διῒ μῆτιν ἀτάλαντον. Τῷ Διῒ κατὰ τὴν βουλὴν ἶσον.

Αὐτόματος. Ἄνευ τοῦ κληθῆναι. Βοὴν ἀγαθός. Ὁ ἐν τῷ πολέμῳ γενναῖος. Ἡ μὲν γὰρ δειλία θραύουσα τὸ πνεῦμα, βραχίστην ἀπεργάζεται τὴν φωνήν.

Ἤιδεε. Ἤιδει, ἠπίστατο. Κατὰ θυμόν. Κατὰ τὴν ψυχήν. Ἀδελφεόν. Ἀδελφόν. Ἐπονεῖτο. Ἐνήργει, ἔθυεν ὑπὲρ αὐτοῦ.

Βοῦν δὲ περιστήσαντο. Περὶ δὲ τὸν βοῦν κύκλῳ ἔστησαν. Οὐλοχύτας. Τὰς κριθάς. Ἀνέλοντο. Ἐβάστασαν, ἀνέλαβον.

Κελαινεφές. Μελανονεφὲς, μέλανα νέφη συνάγων πρὸς κατάπληξιν. Αἰθέρι ναίων. Ὁ τὸν ὑπὲρ τὸν ἀέρα ὄντα αἰθέρα κατοικῶν. Ὁ γὰρ Ὅμηρος τοῦτο οἶδεν αἰθέρα.

Κνέφας ἐλθεῖν. Καὶ σκότος ἐπιγενέσθαι.

Καταπρηνὲς βαλέειν. Καταβαλεῖν, ὥστε καὶ εἰς τὸ ἔμπροσθεν πεσεῖν. Μέλαθρον. Οἶκον. Ἀπὸ τοῦ ὑπὸ καπνοῦ μελαίνεσθαι. Ἀπὸ δὲ τούτου φησὶ τὸ βασίλειον.

Αἰθαλόεν. Τὸ κατῃθαλωμένον, καὶ κατακαυθῆναι δυνάμενον. Πρῆσαι. Ἐμπρῆσαι, καῦσαι. Δῄοιο. Καυστικοῦ, φθαρτικοῦ. Θύρετρα. Θύρας.

Ἑκτόρεον δὲ χιτῶνα. Τὸν δὲ τοῦ Ἕκτορος χιτῶνα. Περὶ στήθεσσι. Περὶ τὰ στήθη αὐτοῦ. Δαΐξαι. Διακόψαι.

Χαλκῷ ῥωγαλέον. Σιδήρῳ διακοφθησόμενον, ἢ διεσχισμένον. — Γέγονε δὲ παρὰ τὸ ῥήσσω. — Πολέες δέ. Πολλοὶ δέ. Ἀμφʼ αὐτόν. Περὶ αὐτόν.

Πρηνέες. Πρηνεῖς, ἐπὶ πρόσωπον. Ἐν κονίῃσιν. Ἐν τῇ γῇ κείμενοι. Ὀδὰξ λαζοίατο γαῖαν. Τοῖς ὀδοῦσι τὴν γῆν δάκοιεν. Γίγνεται δὲ ἐκ τοῦ δάκω, δάξω, δάξ. Τοῦτο δὲ συμβαίνει αὐτοῖς ὀδυνωμένοις. Τὸ δὲ γαῖαν ἀντὶ τοῦ, γαίης.

Οὐδʼ ἄρα πώ οἱ. Οὐδέπω δὲ αὐτῷ. Ἐπεκραίαινεν. Ἐπετέλει.

Δέκτο. Ἐδέξατο. Ἱερά. Ἱερεῖα, θυσίας. Πόνον δέ. Κάματον δέ. Ἀμέγαρτον. Ἄφθονον, πολύν. Ὄφελλεν. Ηὔξανεν.

Προβάλοντο. Ἐπεβάλοντο.

Κνίσσῃ. Τῷ λίπει.

Δίπτυχα. Διπλᾶ. Ὠμοθέτησαν. Ὠμὰ τὰ κρέα τοῖς βωμοῖς ἀπὸ ἑκάστου μέρους λαβόντες ἐπέθηκαν.

Σχίζῃσι. Σχίζαις. Ἀφύλλοισι. Φύλλα μὴ ἐχούσαις. ξηραῖς.

Πείραντες. Διαπείραντες. Ὑπείρεχον. Ὑπεράνω εἶχον. Ἡφαίστοιο. Τοῦ πυρός.

Δηθά. Ἐπὶ πολὺν χρόνον. Αὖθι. Ἐνταῦθα. Λεγώμεθα. Διαλεγώμεθα ἢ συναθροιζώμεθα. Στρατηγικὴ διδασκαλία, χρόνου φείδεσθαι. οὔτε γὰρ παρελθόντα ἀνακαλεῖσθαι, οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα. ἐρωτηθεὶς γὰρ Ἀλέξανδρος, Πῶς τῆς Ἑλλάδος περιεγένου; Μηδὲν ἀναβαλλόμενος, εἶπεν.

Ἀμβαλλώμεθα. Ἀναβαλλώμεθα, ἀνατιθώμεθα. Ἔργον. Νῦν τὸν πόλεμον. Ὃ δή. Ὅπερ δή. Ἐγγυαλίξει. Ἐγχειρίσει, δώσει.

Ἀγειρόντων. Ἀθροιζόντων.

Ἀθρόοι. Συνηθροισμένοι, ὁμοῦ.

Ἴομεν. Ἀπίωμεν, ἀπερχώμεθα. Ὄφρα κε θᾶσσον. Ὅπως ἂν τάχιον. Ὀξὺν Ἄρηα. Διὰ τάχους πόλεμον.

Κηρύκεσσι. Τοῖς κήρυξι. Λιγυφθόγγοισιν. Ὀξυφώνοις, ἡδυφώνοις.

Οἱ δʼ ἀμφʼ Ἀτρείωνα. Οἱ δὲ περὶ τὸν Ἀτρέως παῖδα Ἀγαμέμνονα.

Θῦνον. Ὥρμων. Κρίνοντες. Διαχωρίζοντες. Μετὰ δέ. Ἐν αὐτοῖς δέ.

Ἐρίτιμον. Ἔντιμον, μεγαλότιμον. Ἀγήραον. Ἄφθαρτον.

Θύσανοι. Κροσσοί. Παγχρύσεοι. Ὁλόχρυσοι. Ἠερέθοντο. Ἠιωροῦντο, ἐκρέμαντο.

Ἐϋπλοκέες. Καλῶς πεπλεγμένοι. Ἑκατόμβιος. Ἑκατὸν βοῶν τιμῆς ἄξιος, ἢ ἑκατὸν χρυσῶν νομισμάτων. οἱ γὰρ ἀρχαῖοι, τιμῶντες τὸ ζῶον τὸν βοῦν, διὰ πολλὰ μὲν, καὶ ὅτι δὲ ἱερόν ἐστιν, ἐνεχάραττον, τῷ μὲν ἑνὶ μέρει τοῦ νομίσματος, βοῦν, τῷ δὲ ἑτέρῳ, τὸ τοῦ βασιλέως πρόσωπον.

Σὺν τῇ. Σὺν ταύτῃ τῇ αἰγίδι. Παιφάσσουσα. Ἐνθουσιῶσα, ὁρμῶσα. Διέσσυτο. Διῄει, διήρχετο.

Ὀτρύνουσα. Παρορμῶσα ἐς τὸν πόλεμον. Σθένος. Δύναμιν.

Ἄληκτον. Ἀκατάπαυστον.

Τοῖσι δέ. Τοῖς δὲ Ἕλλησιν. Ἄφαρ. Εὐθέως, ταχέως. Γλυκίων. Ἡδύτερος. Ἠὲ νέεσθαι. Ἤπερ πορεύεσθαι εἰς τὰς πατρίδας.

Γλαφυρῇσι. Κοίλαις, βαθείαις.

Ἀΐδηλον. Ἀδηλοποιὸν, ἀφανιστικόν. Ἐπιφλέγει. Καίει. Ἄσπετον. Πολλήν.

Οὔρεος ἐν κορυφῇσι. Ἐν ἀκρωρείαις. Ἕκαθεν. Πόῤῥωθεν. Αὐγή. Λαμπηδών.

Ὣς τῶν. Οὕτως τούτων. Θεσπεσίοιο. Θείου, θαυμαστοῦ.

Αἴγλη. Λαμπρότης. Ἧκε. Παρεγένετο. Διʼ αἰθέρος. Διὰ τοῦ ἀέρος.

Πετεεινῶν. Πετεινῶν. Ἔθνεα. Ἔθνη, πλήθη.

Δουλιχοδείρων. Μακροτραχήλων.

Ἀσίω ἐν λειμῶνι. Ἐν τῷ τῆς Ἀσίας συμφύτῳ τόπῳ, ἢ ἐν τῷ ἰλυώδει τόπῳ. ἄσις γὰρ κατὰ διάλεκτον ἐστὶν ἡ ἰλύς. Ἄλλοι δὲ, Ἀσίω ὀνομαστικῶς, ἀπὸ Ἀσίου, τοῦ Λυδοῦ. Ἄλλοι παρὰ τὸ ἄσιν. Ἀλλὰ πιστότερον, τὸ κύριον αὐτῷ περιτιθέναι. Ἔστιν οὖν ἀπὸ Ἀσίου, ὃς ἦρξε Λυδίας. Κατὰ δὲ τὰς προχοὰς, πηλώδη τὸν τόπον ὁ Κάϋστρος ἐργάζεται. οὗ δὲ ὕδωρ, καὶ βοτάνη, ἀφθονία ὀρνέων. Τὸ Ἀσίω ἐνταῦθα γενικῆς πτώσεώς ἐστιν. ὅθεν οὐκ ἔχει τὸ ι. Ἦν γάρ τις Ἀσίας ἥρως, οὗ ὁμώνυμος Ἀσίας λειμών. εἶτα Ἀσίεω, ὡς Ἀτρείδεω, καὶ Ἀσίω, κατὰ συγκοπήν. ὡς, ἐϋμελίας, ἐϋμελίω Πριάμοιο. καὶ, Αἰνείω ἑτάρῳ. καὶ, βορέω ὑπʼ ἰωγῇ. Οὕτως Ὦρος ἐν τῇ Ὀρθογραφίᾳ. Καϋστρίου. Καΰστρου ποταμοῦ Λυδίας. Ἀμφὶ ῥέεθρα. Περὶ τὰ ῥεύματα.

Ἔνθα καὶ ἔνθα. Ἐνταῦθα, κἀκεῖσε. Ποτῶνται. Πέτονται. Ἀγαλλόμεναι. Χαίρουσαι. Πτερύγεσσι. Πτέρυξι.

Κλαγγηδόν. Μετὰ βοῆς. Προκαθιζόντων. Τὰ συναγελαστικὰ τῶν ὀρνέων, ὅτʼ ἂν προλάβῃ τῇ πτήσει, ἀναμένειν εἴωθε τὰ ὑστεροῦντα. Σμαραγεῖ. Ἠχεῖ. Λειμών. Ὁ σύμφυτος καὶ ὑγρὸς τόπος.

Σκαμάνδριον. Τὸ τῷ Σκαμάνδρῳ ποταμῷ παρακείμενον πεδίον. Ὁ δὲ Σκάμανδρος, καταφερόμενος ἀπὸ τῆς Ἴδης, καὶ μέσον τέμνων τὸ ὑπὸ τῇ Ἰλίῳ κείμενον πεδίον, καὶ ἐπὶ τὰ ἀριστερὰ ἐκδιδοὺς εἰς θάλασσαν. Καλεῖται δὲ Ξάνθος. Χθών. Ἡ γῆ.

Σμερδαλέον. Καταπληκτικόν. Κονάβιζεν. Ἤχει. Ὀνοματοποιΐα ὁ τρόπος.

Ἔσταν. Ἔστησαν. Ἀνθεμόεντι. Ἄνθη ἔχοντι, ἢ, ἄνθη φέροντι.

Μυρίοι. Πολλοί.

Μυιάων. Μυιῶν. Βοιωτικὴ ἡ διάλεκτος. Ἠΰτε μυιάων. Καὶ ἑξῆς. Ἐπὶ τῷ, δεύει, ὑποστίζομεν τῆς ἀνταποδιδομένης, ἠΰτε, λέξεως, ἀνακολούθως ἐχούσης. ὡς ἐν τῇ θʹ τῆς Ἰλιάδος· ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην· εἶτα ἐπιφέρει, τόσσα μεσσηγὺ νεῶν. Ἀδινάων. Ἀθρόως πετομένων.

Αἵτε. Αἵτινες. Κατὰ σταθμόν. Κατὰ τὴν ἔπαυλιν. Ποιμνήϊον. Ποιμενικόν. Ἠλάσκουσι. Περὶ τὸν αὐτὸν τόπον εἱλοῦνται.

Ὥρῃ ἐν εἰαρινῇ. Ἐν ἔαρος ὥρᾳ. τοῦτό φησι κατʼ ἐξοχὴν τῶν ἄλλων ὡρῶν. Ὅτε. Ὁπότε. Γλάγος. Γάλα. Ἄγγεα. Τὰ γαλακτοδόχα ἀγγεῖα. Δεύει. Βρέχει.

Τόσσοι. Τοσοῦτοι.

Ἵσταντο. Εἱστήκεισαν. Διαῤῥαῖσαι. Διαφθεῖραι. Μεμαῶτες. Προθυμούμενοι.

Αἰπόλια. Αἰγονόμια. Αἰπόλιον γὰρ λέγεται τὸ τῶν αἰγῶν πλῆθος. ποίμνιον δὲ τῶν προβάτων. συβόσιον, τὸ τῶν χοίρων. βουκόλιον, τὸ τῶν βοῶν. ἱπποφόρβιον, τὸ τῶν ἵππων. Πλατέα. Μεγάλα. ἢ ὅτι ἐν διαστήματι καὶ πλάτει πλείονι νέμονται αἱ αἶγες. Αἰπόλοι. Αἰγοβοσκοί.

Ῥεῖα. Ῥαδίως, εὐκόλως. Διακρινῶσιν. Διαχωρίσωσιν. Ἐπεί κε. Ἐπειδʼ ἂν, ὁπότʼ ἄν. Νομῷ. Ἐν τῇ βοσκῇ. Μιγέωσιν. Ἀναμιγῶσιν.

Ὣς τούς. Οὕτως καὶ τοὺς Ἕλληνας. Διεκόσμεον. Διέτασσον.

Ὑσμίνηνδε. Εἰς τὴν μάχην. Μετὰ δέ. Ἐν αὐτοῖς δέ. Κρείων. Βασιλεύς.

Ἴκελος. Ὅμοιος. Ἰστέον δὲ, ὅτι τὸ ὅμοιος καὶ τὸ ἶσος, καὶ τὸ ἴκελος, δοτικῇ συντάσσονται μόνα τῶν πρός τι.

Ζώνην. Τῷ Ἄρει. Ἤτοι τὸ κατὰ ζῶσμα μέρος, ἢ τὴν ὅπλισιν. ἀπὸ μέρους. Στέρνον. Στῆθος. Ποσειδάωνι Ποσειδῶνι.

Ἠΰτε. Ὥσπερ, καθάπερ. Ἀγέλῃφι. Ἐν τῇ ἀγέλῃ. ἐν τῷ πλήθει. Τὸ γένος προσθεὶς, τὸ εἶδος ἐπήνεγκε. γενικὸν μὲν γὰρ ὁ βοῦς ἐστιν, ἰδικὸν δὲ ὁ ταῦρος. Ἔπλετο. Ἐγένετο. Μέγʼ ἔξοχος. Ἐξοχώτατος.

Βόεσσι. Βουσί. Μεταπρέπει. Διαπρέπει. Ἀγρομένῃσιν. Ἠθροισμέναις.

Τοῖον. Τοιοῦτον. Θῆκεν. Ἐποίησεν. Ἤματι κείνῳ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

Ἐκπρεπέα. Ἐκπρεπῆ, διάδηλον.

Ἔσπετε. Λέγετέ μοι, ὦ Μοῦσαι. Διὸ τὸ ε ψιλωτέον. Ὁ δὲ λόγος· Εἴπατε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες. ἀρχοὺς γὰρ νηῶν ἐρέω.

Πάρεστέ τε. Ἐν τοῖς πράγμασιν ἐστέ. Ἴστε τε. Καὶ ἐπίστασθε.

Κλέος οἶον. Ἤτοι, μόνην τὴν δόξαν τῶν ἀνδρῶν. ἢ, μόνον φήμην τινὰ ἀνδρῶν ἀκούομεν. Παρὰ τὸ κλύειν ῥῆμα, ὅ ἐστιν, ἀκούειν. Ἴδμεν. Ἐπιστάμεθα, οἴδαμεν.

Ἡγεμόνες. Βασιλεῖς.

Πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι. Τουτέστιν, εἴπω. οὐδʼ εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι. ὑμῶν γάρ ἐστι τὸ ἔργον. Πληθύν. Τὸ πλῆθος. Μυθήσομαι. Μυθησαίμην, εἴποιμι.

Φωνὴ δʼ ἄῤῥηκτος. Καὶ διὰ τούτου δηλοῖ, ὅτι σῶμα, ἡ φωνή. Ζητοῦσι δέ τινες, διὰ ποίαν αἰτίαν, τῆς μὲν ὅλης πραγματείας ἀρχόμενος ὁ Ποιητὴς, μίαν ἐπεκαλέσατο τῶν Μουσῶν· ἐπὶ δὲ τοῦ καταλόγου, τὰς πάσας. Λέγουσι δέ τινες τῶν γραμματικῶν, ἐπὶ τοῦ, Μῆνιν ἄειδε, τὸν τρόπον εἶναι συνεκδοχὴν, ὡς ἀπὸ μιᾶς, τῆς κυριωτάτης, νοεῖσθαι πάσας. Καὶ γὰρ Ἡσίοδος τὴν Καλλιόπην κυριωτάτην φησὶν οὕτως· Καλλιόπη θʼ ἡ προφερεστάτη ἐστὶν ἁπασέων. Ἄλλοι δὲ λέγουσιν, ὅτι, περὶ ἑνὸς προσώπου, καὶ τῆς ὀργῆς τούτου, τὸν λόγον ποιούμενος, δεόντως πρὸς μίαν τῶν Μουσῶν ἐποιήσατο τὸν λόγον. Μέλλων δὲ κατάλογον ἐρεῖν νεῶν καὶ βασιλέων, ἐθνῶν τε καὶ τόπων, πλήθους τε καὶ πραγμάτων, εὐλόγως πρὸς ἁπάσας τὰς Μούσας τὸν λόγον ἐπερείδεται. Ἄῤῥηκτος. Ἀδιάῤῥηκτος, στερεά. Εἶεν. Ὑπάρχοιεν. Χάλκεον. Στερεόν. Ἦτορ. Φωνὴ, ψυχή. Ἐνείη. Ἐνῆν.

Εἰ μὴ Ὀλυμπιάδες. Εἰ μὴ αἱ τὸν Ὄλυμπον κατοικοῦσαι Μοῦσαι.

Μνησαίατο. Ὑπομνήσειαν. Ὑπὸ Ἴλιον. Εἰς τὴν Ἴλιον.

Ἀρχοὺς αὖ. Τοὺς ἄρχοντας. ὅ ἐστι, τοὺς ἡγεμόνας. Προπάσας. Πάσας, ὅλας. Περισσὴ ἡ προ.

Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον. Ἄρξασθαι δέ φασί τινες ἀπὸ Βοιωτῶν τὸν Ὅμηρον τοῦ καταλόγου, χαριζόμενον ταῖς Μούσαις ἃς ἐπεκαλέσατο. Αὐτόθι γὰρ ἐν Βοιωτίᾳ εἶναι τὸν Ἑλικῶνα τὸ ὄρος, ὅπου σύνηθες αὐταῖς διατρίβειν. Οἱ δὲ, τῆς Φωκίδος, λέγουσιν, εἶναι τὸν Ἑλικῶνα. μὴ οὖν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν διὰ τοῦτο γεγενῆσθαι. Τινὲς δὲ, ἀνθʼ ὧν οὗτοι μόνοι πέντε εἶχον ἡγεμόνας. Ἄλλοι δέ φασιν, οὐ διὰ τοῦτο· ἀλλʼ ἐπεὶ πολλὰς πόλεις εἶχεν ἡ Βοιωτία, διὰ τοῦτο ἐντεῦθεν ἄρξασθαι αὐτὸν τοῦ καταλόγου. Οὐκ ἔστι δὲ οὐδὲ τοῦτο ὑγιές. Οὐ γὰρ ἀπὸ πλήθους πόλεων ὁ κατάλογος παραμεμέτρηται. Ἤρξατο γὰρ ἂν μᾶλλον ἀπὸ Κρητῶν, ἐχόντων ἑκατὸν πόλεις. Βέλτιον δὲ, λέγειν, αὐτὸν ἀπὸ Βοιωτῶν ἦρχθαι, ἐπείπερ ἐν Αὐλίδι, πόλει τῆς Βοιωτίας, συνήχθη ἅπαν τὸ πλῆθος, τὸ ἐπὶ τὴν Ἴλιον μέλλον στρατεύειν. Ἔχει δὲ αὕτη ἡ πόλις λιμένας, τοὺς μὲν βλέποντας ἐπὶ τὴν Ἴλιον, τοὺς δὲ καταγωγεῖς ἀπὸ τῆς Ἑλλάδος πάσης. Διʼ ἣν αἰτίαν συνηθροίσθησαν αὐτόθι, καὶ ἐντεῦθεν ἀπέπλευσαν. Ὁ δὲ Ἀρίσταρχός φησι, κατὰ ἐπιφορὰν αὐτὸν ἀπὸ Βοιωτῶν τὴν ἀρχὴν πεποιῆσθαι. Εἰ γὰρ καὶ ἀπʼ ἄλλου ἔθνους ἤρξατο, ἐζητοῦμεν ἂν τὴν αἰτίαν τῆς ἀρχῆς. Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον. Οὗτοι μὲν οἱ πέντε Βοιωτῶν στρατηγοί. Ἰστέον δὲ, ὅτι ἐτίθεσαν πλεῖστοι τῶν παλαιῶν προληπτικῶς τὰς ὀνομασίας τοῖς παισὶν, ἀφʼ ὧν ἔμελλον οἱ παῖδες ἐπιτηδεύειν πραγμάτων. Σφόδρα δὲ αὐτοῖς ἔμελε τὰ τοῦ πολέμου. Διὸ Πηνέλεως μὲν ὠνομάσθη ἀπὸ τοῦ πένεσθαι περὶ τὸν λεὼν, ὅ ἐστι, πονεῖν καὶ ἐργάζεσθαι κατὰ τὸν ὄχλον. Λήϊτος δὲ ἀπὸ τοῦ λείαν ἄξειν. λεία δὲ, ἡ ἀπὸ πολέμου κτῆσις. Ἀρκεσίλαος δὲ ἀπὸ τοῦ ἐπαρκέσειν καὶ βοηθήσειν τοῖς λαοῖς, τουτέστι, τοῖς ὄχλοις. Προθοήνωρ δὲ, ὁ προθρέξων καὶ προδραμούμενος ἠνορέῃ, τουτέστιν, ἀνδρίᾳ. Κλονίος δὲ, ὁ γενναῖος καὶ μάχιμος γενησόμενος. Κλόνος γὰρ ἡ μάχη. Βοιωτῶν μὲν Πηνέλεως. Ἡ Βοιωτία τὸ πρότερον Ἀονία ἐκαλεῖτο, ἀπὸ τῶν κατοικούντων ἐν αὐτῇ Ἀόνων. Μετωνομάσθη δὲ Βοιωτία κατὰ μέν τινας, ἀπὸ Βοιωτοῦ υἱοῦ Ἰτώνου, ἢ Ποσειδῶνος, καὶ Ἄρνης. Ἔτι δὲ Βοιωτοὶ τιμῶσι τὸν προπάτορα αὐτῶν, Βοιωτὸν, υἱὸν Ποσειδῶνος. Καθʼ ἑτέρους δὲ, ἀπὸ τῆς ἐλαθείσης κατὰ πυθόχρηστον ὑπὸ Κάδμου βοός. Εὐρώπης γὰρ τῆς Φοίνικος θυγατρὸς ἐκ Σιδῶνος ὑπὸ Διὸς ἁρπαγείσης, Κάδμος ὁ ἀδελφὸς αὐτῆς, κατὰ ζήτησιν πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, ὡς οὐχʼ εὑρήκει αὐτὴν, ἧκεν εἰς Δελφοὺς πρὸς τὸν θεόν. Ὁ δὲ θεὸς εἶπεν αὐτῷ, περὶ μὲν Εὐρώπης μὴ πολυπραγμονεῖν, χρῆσθαι δὲ καθοδηγῷ βοΐ, καὶ πόλιν ἐκεῖ κτίζειν, ἔνθα ἂν αὐτὴ εἰς τὰ δεξιὰ πέσῃ καμοῦσα. Τοιοῦτον λαβὼν χρησμὸν, διὰ Φωκέων ἐπορεύετο. Εἶτα, βοῒ συντυχὼν παρὰ τοῖς Πελάγονος βουκολίοις, ταύτῃ πορευομένῃ κατόπιν εἵπετο. Ἡ δὲ διεξιοῦσα πᾶσαν Βοιωτίαν, ὀκνήσασα ἀνεκλίθη, ἔνθα νῦν ἡ πόλις εἰσὶ Θῆβαι. Βουλόμενος δὲ Ἀθηνᾷ τὴν βοῦν καταθῦσαι, πέμπει τινὰς τῶν μεθʼ ἑαυτοῦ ληψομένους χέρνιβα ἀπὸ τῆς Ἀρητιάδος κρήνης. Ὁ δὲ φρουρῶν τὴν κρήνην δράκων, ὃν Ἄρεος ἔλεγον εἶναι, τοὺς πλείονας τῶν πεμφθέντων διέφθειρεν. Ἀγανακτήσας δὲ Κάδμος, κτείνει τὸν δράκοντα· καὶ, τῆς Ἀθηνᾶς αὐτῷ ὑποθεμένης, τοὺς τούτου ὀδόντας σπείρει. ἀφʼ ὧν ἐγένοντο οἱ γηγενεῖς. Ὀργισθέντος δὲ Ἄρεος, καὶ μέλλοντος Κάδμον ἀναιρεῖν, ἐκώλυσεν ὁ Ζεύς. καὶ Ἁρμονίαν αὐτῷ συνῴκισε τὴν Ἄρεος καὶ Ἀφροδίτης. πρότερον δὲ ἐκέλευσεν αὐτὸν ἀντὶ τῆς ἀναιρέσεως τοῦ δράκοντος ἐνιαυτὸν θητεῦσαι. ἐν δὲ τῷ γάμῳ Μούσας ᾆσαι, καὶ τῶν θεῶν ἕκαστον Ἁρμονίᾳ δῶρον δοῦναι. Ἱστορεῖ Ἑλλάνικος ἐν Βοιωτιακοῖς, καὶ Ἀπολλόδωρος. Ἦρχον. Ἐβασίλευον, ἡγοῦντο.

Οἵθʼ Ὑρίην. Τὸ πλῆρες, Οἵ τε Ὑρίαν. Ὑρία δὲ, χωρίον πλησίον τῆς Αὐλίδος, ὃ ἔκτισεν Ὑριεὺς ὁ Ποσειδῶνος καὶ Ἀλκυόνης. ἢ, ὥς τινες εἶπον, Βοιωτὸς ὁ Ὠρίονος πατήρ. Ἐνέμοντο. Κατῴκουν. Αὐλίδα. Αὐλὶς ὠνόμασται ἀπὸ Αὐλίδος τῆς εὐωνύμου τοῦ Κηφισσοῦ· ἢ ἀπὸ τοῦ αὐτόθι αὐλισθῆναι καὶ μεῖναι τοὺς Ἕλληνας. Πετρήεσσαν. Πετρώδη, τραχείαν.

Σχοῖνον. Πόλιν Βοιωτίας, ἀπὸ Σχοινέως τοῦ Ἀθάμαντος τοῦ Ἀταλάντης πατρός. Σκῶλόν τε. Καὶ Σκῶλον. Ἔστι δὲ κώμη ἡ Σκῶλος ὑπὸ Κιθαιρῶνι ὄρει τῶν ἐν τῇ Βοιωτίᾳ Θηβῶν. οὕτω δὲ κέκληται διὰ τὸ δυσοίκητον τοῦ τόπου. Πολύκνημον. Πολλοὺς ἔχουσαν κνημούς. Κνημοὶ δὲ μεταφορικῶς ἀπὸ τῶν ἀνθρωπίνων κνημῶν. Λέγονται δὲ αἱ τῶν ὀρῶν προβάσεις. καὶ γὰρ αὗται ὅσον ἀπὸ κεφαλῆς πρὸ τῶν βάσεων εἰσὶν, ὅ ἐστι, πρὸ τῶν ποδῶν. Ἐτεωνόν. Ὠνόμασται ἀπὸ Ἐτεωνοῦ, ὃς ἦν ἀπόγονος Βοιωτοῦ. Καλεῖται δὲ νῦν Σκάρφη.

Θέσπειαν. Τὰς νῦν πληθυντικῶς Θεσπιὰς καλουμένας. Γραῖαν. Τὴν νῦν Τάναγραν καλουμένην. Εὐρύχορον. Πλατεῖαν, μεγάλην. Μυκαλησσόν. Οὕτως κληθεῖσαν ἀπὸ Μυκάλης τῆς ἐν Καρίᾳ, Περσέως ἐν αὐτῇ ἱδρυσαμένου τὸ τοῦ Μυκαλέως Διὸς ἱερόν.

Οἵ τε. Οἵτινες. Ἀμφʼ Ἅρμα. Περὶ τὸ Ἅρμα. Τὸ δὲ Ἅρμα, πόλις τῆς Βοιωτίας, ὀνομασθεῖσα ἀπὸ τοῦ αὐτόθι καταποθῆναι σὺν τοῖς ἵπποις τὸ Ἀμφιαράου τοῦ μάντεως ἅρμα σὺν αὐτῷ. Καὶ Εἰλέσιον, καὶ Ὕλην, καὶ Ἐλεῶνʼ. Τὸ πλῆρες Ἐλεῶνα. Εἰσὶ δὲ αὗται πόλεις Βοιωτίας. Καὶ οὕτω καλοῦνται, ἐπειδὴ ὑλώδεις οἱ τόποι. Ἐρυθραί. Βαρυτόνως μὲν, πόλις Βοιωτίας· ὀξυτόνως δὲ, πόλις Ἰωνίας. Ὠνομάσθησαν δὲ, ἤτοι ἀπὸ Ἐρυθροῦ τοῦ, Ποσειδῶνος, καὶ Ἀμφιμεδούσης τῆς Δαναοῦ· ἢ, ὡς ἕτεροι, ἀπὸ Ἐρυθρᾶς τῆς Πορφυρίωνος τοῦ Σερίφου.

Εἶχον. Κατῴκουν. Ὕλην. Τὸ υ ἐνταῦθα ἐπεκτεταμένως. ὡς τό· Ὕλῃ ἔνι οἰκία ναίων. Πετεῶνα. Ἀπὸ Πετεῶνος τοῦ Βοιωτοῦ.

Ὠκαλέην. Ἀπὸ τοῦ παραῤῥέοντος ποταμοῦ. Καλεῖται δὲ νῦν Ὠκάλεια. Μεδεῶνά τʼ. Καὶ τὸν Μεδεῶνα. Μεδεῶνα. Ἀπὸ Μεδεῶνος τοῦ Πυλάδου. Ἐϋκτίμενον. Καλῶς κεκτισμένον. Πτολίεθρον. Πόλιν.

Κώπας. Πόλεις Βοιωτίας, ἀπὸ Κωπεῶνος τινὸς ἥρωος. παρʼ ἣν καὶ ἡ λίμνη Κωπαΐς. Πολυτρήρωνα. Πολλὰς περιστερὰς ἔχουσαν. Τρήρωνες δὲ καλοῦνται αἱ περιστεραὶ, ἀπὸ τοῦ τρεῖν, καὶ εὐλαβεῖσθαι. δειλὸν γὰρ τὸ ζῶον. Θίσβη. Αἱ νῦν πληθυντικῶς λεγόμεναι Θίσβαι.

Κορώνειαν. Ἀπὸ Κορώνου τοῦ Θερσάνδρου. Ποιήεντα. Βοτανηφόρον, σύμφυτον. πόα γὰρ, ἡ βοτάνη. Διὰ τούτου δὲ τὸ εὔγειον παρίστησιν αὐτῆς.

Πλάταιαν. Τὰς Πλαταίας. ἀπὸ Πλάτης τῆς Ὀγχηστοῦ. Ἔχον. Εἶχον, ᾤκουν. Γλίσσαντα. Προπαροξυτόνως ὡς γίγαντα.

Ὑποθήβας. Θῆβαι ἀπὸ Θήβης, τῆς Ἀσωποῦ, τοῦ ἐντοπίου ποταμοῦ. Ὑποθήβας οὖν τὰς ἐλάττω Θήβας, ἠλαττωμένας ὕστερον ἐπὶ τῶν ἐπιγόνων. ἐπόρθησαν γὰρ αὐτὰς οἱ τῶν ἑπτὰ ἐπὶ Θήβας στρατευσάντων παῖδες, ἐκδικοῦντες πατρώαν ὕβριν. Ἕτεροι δέ φασιν, Ὑποθήβας λέγειν τὸν Ποιητὴν τὰς ὑποκειμένας ταῖς ἑπταπύλοις Θήβαις κώμας. αὗται γὰρ αἱ Θῆβαι ἐκπεπολιώρκηντο.

Ὄγχηστον. Τόπος τῆς Βοιωτίας, ἱερὸς Ποσειδῶνος. Εἴρηται δὲ ἀπὸ Ὀγχηστοῦ τοῦ Βοιωτοῦ. Ποσιδήϊον. Ποσειδῶνος ἱερόν. Ἀγλαόν. Καλόν. Ἄλσος. Πᾶς τόπος σύνδενδρος, ὕδωρ ἔχων, καὶ θεοῖς ἀφιερωμένος, ἄλσος καλεῖται.

Πολυστάφυλον. Πολυάμπελον. Ἄρνην. Πόλιν Βοιωτίας, ἀπὸ Ἄρνης, ἧς καὶ Ποσειδῶνος Βοιωτός. Οἱ δὲ, ὅτι οὐχ εὑρίσκεται κατὰ τοὺς Τρωϊκοὺς χρόνους Ἄρνη πόλις Βοιωτίας, ὅθεν ἔνιοι πιθανῶς μεταγράφουσι, οἵ τε πολυστάφυλον Τάρνην ἔχον.

Νίσαν. Βοιωτίας, οὐ Μεγαρίδος. Ἔστι δὲ ἐν αὐτῇ Διονύσου ἐπιφανὲς ἱερόν. Ζαθέην. Ἄγαν θείαν. Ἀνθηδόνα. Ἀνθηδὼν πόλις Βοιωτίας. Ἐκ ταύτης ἦν Γλαῦκος θαλάσσιος. Ἐσχατόωσαν. Τὴν ἐν τοῖς ἐσχάτοις μέρεσι τῆς Βοιωτίας κειμένην.

Τῶν μέν. Τούτων μέν. Νέες. Πλοῖα.

Βαῖνον. Ἔβαινον.

Ἀσπληδόνα. Ὠνόμασται ἀπὸ Ἀσπληδόνος τοῦ Πρέσβωνος. Ἔστι δὲ Βοιωτίας τῆς Ὀρχομενίων γῆς. Καλεῖται νῦν Εὐδείελος. Ναῖον. Ὤικουν. Ὀρχομενὸν Μινύειον. Τὸν ἐν τῇ Βοιωτίᾳ λέγει Ὀρχομενὸν, τὸν ὑπὸ Μινύου βασιλευθέντα, τὸν ὀνομασθέντα ἀπὸ Ὀρχομενοῦ τοῦ Διὸς υἱοῦ, καὶ Ἑρμίππης τῆς Βοιωτοῦ. Παραῤῥέει αὐτὸν ποταμὸς Μινύας, ἀφʼ οὗ Μινύαι ἐκλήθησαν οἱ τὴν χώραν κατοικοῦντες. Ἔστι δὲ καὶ ἕτερος Ὀρχομενὸς τῆς Ἀρκαδίας, ὃν πολύμηλον καλεῖ ὁ ποιητής. καὶ ἕτερος τῆς Θεσσαλίας.

Υἷες Ἄρηος. Παῖδες Ἄρεος.

Δόμῳ. Οἴκῳ. Ἀζείδαο. Ἀζέως παιδός.

Παρθένος. Ἡ ἔτι παρθένος νομιζομένη τοῖς γονεῦσιν. Αἰδοίη. Αἰδοὺς ἀξία καὶ τιμῆς. Ὑπερῴϊον εἰσαναβᾶσα. Εἰς τὸ δίστεγον ἐλθοῦσα τὸ καλούμενον γυναικωνίτης. οἱ γὰρ ἀρχαῖοι ταῖς γυναιξὶν ὑπερῴους τοὺς θαλάμους κατεσκεύαζον, ὑπὲρ τοῦ δυσεντεύκτους αὐτὰς εἶναι.

Παρελέξατο. Παρεκοιμήθη, παρεκαθεύδησε. Λάθρη. Λαθραίως, κρυφίως. Ὁ δέ οἱ. Οὗτος δὲ αὐτῇ. Ὁ δὲ, ἀντὶ τοῦ, γάρ.

Γλαφυραί. Βαθεῖαι, κοῖλαι. Ἐστιχόωντο. Ἐν τάξει παρεγένοντο.

Αὐτὰρ Φωκήων. Τῶν δὲ Φωκέων. Διχῶς δὲ γράφεται, Φωκήων, καὶ Φωκείων. Τοὺς δὲ Φωκεῖς οἱ μὲν ἀπὸ Φώκου τοῦ Ψαμάθης καὶ Αἰακοῦ, οἱ δὲ τοῦ Ποσειδῶνος καὶ Προνόης τῆς Ἀσωποῦ. Ἦρχον. Ἡγοῦντο.

Υἷες Ἰφίτου. Σχέδιος, καὶ Ἐπίστροφος. Ναυβολίδαο. Ναυβόλου, παιδὸς Ἰφίτου.

Κυπάρισσον. Πόλιν Φωκίδος. Ὠνομάσθη δὲ ἀπὸ Κυπαρίσσου τοῦ Ὀρχομενοῦ ἀδελφοῦ. ἢ ἀπὸ τῶν ἐν αὐτῇ φυομένων κυπαρίσσων. Πυθών. Καὶ αὕτη πόλις Φωκίδος. Τὸ πρότερον δὲ ἐκαλεῖτο Παρνασία νάπη, ὡς ἀπὸ τοῦ παρακειμένου ὄρους. ἔπειτα Πυθών. ὕστερον δὲ Δελφοί. Καὶ Πυθὼν μὲν, ἐπεὶ κατεσάπει αὐτόθι ὁ δράκων, ὁ τὸ μαντεῖον πρότερον φυλάσσων, ὃν ἀπέκτεινε τοξεύσας ὁ Ἀπόλλων. πύθεσθαι γὰρ, τὸ σήπεσθαι. ὡς τό· σέο δʼ ὀστέα πύσει ἄρουρα. ἢ, ὡς ἔνιοί φασι, διὰ τὸ παραγενομένους αὐτόθι πυθέσθαι τοὺς ἀνθρώπους περὶ ὧν ἐθέλουσι.

Κρίσσαν. Πεδίον ἐν Λοκρίδι, ἢ, ὡς οἱ πλείονές φασιν, ἐν Δελφοῖς, ὠνόμασται ἀπὸ Κρίσσου τοῦ τυράννου, καὶ Ἀστεροδίας τῆς Δηϊονέως. Δαυλίδα. Δαυλὶς, πόλις Φωκίδος, ἀπὸ Δαυλιέως ὀνομασθεῖσα τοῦ τυράννου, καὶ Κρηστώνης. ἢ διὰ τὸ σύμφυτον. δαυλὸν γὰρ τὸ δασὺ ἔλεγον οἱ ἀρχαῖοι. Πανοπῆα. Πόλις Φωκίδος, ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ Φώκου.

Ἀνεμώριαν. Αὕτη μεταξὺ κεῖται Φωκίδος, καὶ Δελφῶν, ἐφʼ ὑψηλοῦ τόπου, ὅθεν οὕτως ὠνόμασται, παρὰ τὸ καταπνεῖσθαι αὐτὴν σφοδρῶς. Ὑάμπολιν. Οἵτινες ᾤκουν τὴν ὑπὸ Ὑάντων ἔθνους βαρβάρων οἰκισθεῖσαν πόλιν.

Οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισσόν. Οὗτοι Ἐπικηφίσιοι λέγονται, ὑπὸ δέ τινων παραποτάμιοι. Ὁ δὲ Κηφισσὸς ποταμός ἐστι τῆς Φωκίδος, ἔχων τὰς πηγὰς ἐκ Λιλαίας. ὥς φησιν Ἡσίοδος· Ὅς τε Λιλαίῃσι προρέει καλίῤῥοον ὕδωρ. Δῖον. Θαυμαστόν. Ἔναιον. Ὤικουν.

Λίλαιαν. Πόλις Φωκίδος, παρακειμένη ταῖς τοῦ Κηφισσοῦ πηγαῖς.

Ἕποντο. Ἠκολούθουν.

Στίχες. Τάξεις. Ἔστασαν. Εἱστήκεισαν. Ἀμφιέποντες. Περὶ αὐτὸν ἐνεργοῦντες, καὶ ἐπιμέλειαν ἔχοντες.

Ἐπʼ ἀριστερά. Ἐκ τοῦ ἀριστεροῦ μέρους. Ἔμπλην. Πλησίον. Θωρήσσοντο. Καθωπλίζοντο.

Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας. Λοκρῶν δὲ μέμνηται, τῶν Ἐπικνημιδίων καλουμένων. οὗτοι γὰρ ἀντικρὺ τῆς Εὐβοίας τὴν οἴκησιν πεποίηνται, οἱ ὑπὸ τῷ Αἴαντι ὄντες. Εἰσὶ δὲ καὶ ἕτεροι Λοκροὶ, ἐπικαλούμενοι Ὀζόλαι, περὶ τὴν Αἰτωλίαν, ἐπὶ τῆς ἑτέρας πλευρᾶς, οἰκοῦντες κατὰ τὸ Κρισσαῖον πεδίον· κεκλημένοι οὕτως ἀπὸ τοῦ αὐτόθι ῥέοντος Ὄζοντος ποταμοῦ, ὃν ἐποίησαν οἱ ἰχῶρες δυσώδη τοῦ κενταύρου τοῦ ὑπὸ Ἡρακλέους τρωθέντος, ὁπηνίκα διάγων Δηϊάνειραν τὴν Οἰνέως κατὰ τὸν Εὔηνον ποταμὸν ἐπιχείρει βιάζεσθαι· ἢ, ὅτι εἰσὶν αἰγονόμοι, καὶ τὰς δορὰς τῶν βοσκημάτων δυσώδεις οὔσας καὶ ἀβυρσεύτους ἀμφιέννυνται. Τούτων δὲ ἄποικοί εἰσιν ἕτεροι Λοκροὶ, οἱ Ἐπιζεφύριοι καλούμενοι, διὰ τὸ ἐπὶ Ζεφυρίῳ ὄρει τῆς Ἰταλίας παροικεῖν. Ἡγεμόνευεν. Ἡγεῖτο.

Μείων, οὔτι τόσος γε ὅσος Τελαμώνιος Αἴας, Ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην, λινοθώρηξ, Ἐγχείῃ δʼ ἐκέκαστο πανέλληνας καὶ Ἀχαιούς. Ἀθετοῦνται οἱ τρεῖς οὗτοι στίχοι, ὡς μὴ γνήσιοι τοῦ ποιητοῦ. Πρῶτον μὲν, ὅτι οὐκ ἦν μικρότερος ὁ Ὀϊλέως Αἴας τοῦ Τελαμῶνος. Φησὶ γὰρ ἐν ἑτέροις τῆς ποιήσεως· Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς Ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν. Ἀλλʼ ὥστʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον Ἶσον θυμὸν ἔχοντε τιταίνετον. Ἔπειθʼ, ὅτι οὐκ οἶδεν λινοῖς θώρηξι χρωμένους τοὺς Ἕλληνας ὁ ποιητής. Ψεῦδος δὲ καὶ τὸ, Ἐγχείῃ δʼ ἐκέκαστο πανέλληνας. Μείων. Μικρότερος, ἐλάττων. Οὔτι τόσος. Οὐ τηλικοῦτος τῷ μεγέθει τοῦ σώματος καὶ τῇ δυνάμει. Ὅσος. Ὁπόσος.

Ὀλίγος. Μικρός. ποσότης ἀντὶ πηλικότητος. Λινοθώρηξ. Λινοῦν θώρακας ἔχων. οἱ γὰρ τοξόται λινοὺς θώρακας φοροῦσιν.

Ἐγχείῃ. Τῇ διὰ δόρατος μάχῃ. Ἐκέκαστο. Ἐκεκόσμητο, ἐνίκα. Πανέλληνας. Ἀντὶ τοῦ, πάντας τοὺς Ἕλληνας.

Κῦνον Ὀπόεντά τε. Κῦνος, καὶ Ὀποῦς, πόλις τῆς Λοκρίδος. Εἴρηται δὲ ἀπὸ Κύνου τοῦ Λοκροῦ. Καλλίαρόν τε. Ἀπὸ Καλλιάρου τοῦ Ὀποῦντος.

Βῆσαν. Οὕτως ὠνόμασται, διὰ τὸ σύμφυτον εἶναι τὸ χωρίον. πάντες γὰρ οἱ σύνδενδροι τόποι, καὶ μάλιστα τῶν ὀρῶν, βῆσαι λέγονται. Σκάρφην. Οὕτως ὠνόμασται ἀπὸ Σκάρφης τῆς Αἴσονος μητρός. Αὐγειάς. Ἀπὸ Αὐγείας τινὸς, ἐγχωρίου νύμφης. οὐκέτι δὲ οἰκεῖται. Ἐρατεινάς. Ἐπεράστους, καλὰς, καὶ ἐπιθυμίας ἀξίας.

Τάρφην. Οὕτως ὠνόμασται, διὰ τὴν δασύτητα τῆς ὕλης. ταρφέα γὰρ, τὰ συνεχῆ. Θρόνιον. Ἀπὸ Θρονίας νύμφης οὕτως ὠνόμασται. Βοαγρίου ἀμφὶ ῥέεθρα. Περὶ τὰ τοῦ Βοαγρίου ῥεύματα. Ὁ δὲ Βοάγριος, ποταμὸς τῆς Λοκρίδος.

Πέρην. Πέραν. Εὔβοια. Νῆσος παρακειμένη τῇ Ἀττικῇ, καὶ Βοιωτίᾳ, καὶ Φωκίδι, καὶ Λοκρίδι. ἥτις καὶ Μάκρις ἐκαλεῖτο. ἤτοι διὰ τὸ εἰς μῆκος κεῖσθαι. ἢ ἀπὸ Μακρίδος νύμφης, τῆς τροφοῦ Ἥρας. Ὠνομάσθη δὲ Εὔβοια ἀπὸ Εὐβοίας τῆς Ἀσωποῦ.

Μένεα πνείοντες. Θυμοῦ καὶ δυνάμεως πνείοντες, τουτέστι, γέμοντες. Θαρσαλέοι. Ἄβαντες δὲ, οἱ ἀπὸ Εὐβοίας, ἀπὸ Ἄβαντος, τοῦ, Ποσειδῶνος, βασιλέως αὐτῶν.

Χαλκίδα. Χαλκὶς, πόλις Εὐβοίας. Εἰρέτριάν τε. Καὶ τὴν Ἐρέτριαν. Εἴρηται δὲ ἀπὸ Ἐρετριέως τοῦ Φαέθοντος. Ἱστίαιαν. Αὕτη πρότερον ἐκαλεῖτο Ταλαντία, ὕστερον δὲ οὕτω προσηγορεύθη ἀπὸ Ἱστιαίας, τῆς Ὑριέως.

Κήρινθος. Πόλις Εὐβοίας ἐπιθαλάσσιος. Ἔφαλον. Παραθαλάσσιον. Δίου τʼ αἰπὺ πτολίεθρον. Τὸ ὑψηλὸν καὶ μέγιστον. Καλεῖται δὲ καὶ Δίων πληθυντικῶς. εἴρηται δὲ ἀπὸ Δίου τοῦ Πανδώρου.

Κάρυστον. Πόλιν Εὐβοίας. Ναιετάασκον. Ὤικουν.

Ὄζος Ἄρηος. Ἀπόγονος Ἄρεος. πολεμικός.

Χαλκωδοντιάδης. Χαλκώδοντος παῖς Ἐλεφήνωρ. Εἴρηται δὲ προληπτικῶς τὸ ὄνομα, ὡς ἔθος τοῖς παλαιοῖς τιθέναι τοῖς παισὶ, παρὰ τὸ ἐλεφαίρεσθαι αὐτὸν, καὶ βλάπτειν, τοὺς ἐναντίους. Μεγαθύμων. Μεγαλοψύχων, γενναίων. Ἀρχός. Ἄρχων, ἡγεμών.

Ὄπιθεν κομόωντες. Τὰ ὀπίσω μέρη τῆς κεφαλῆς κομῶντες, ἀνδρίας χάριν. Ἴδιον δὲ τοῦτο τῆς τῶν Εὐβοέων κουρᾶς τὰς ὄπισθεν τρίχας βαθείας ἔχειν.

Αἰχμηταί. Πολεμικοὶ, μαχηταί. Μεμαῶτες. Προθυμούμενοι. Ὀρεκτῇσι μελίῃσι. Τοῖς ἐκ χειρῶν δόρασιν, οἷς ὀρέγδην ἐχρῶντο, συνιστάμενοι, καὶ ἐκτείνοντες αὐτά. ἐξ οὗ, θαρσαλέοι. ὀρέξασθαι γάρ ἐστι, τὸ ἐκ χειρὸς πατάξαι. Μελίῃσι. Δόρασιν, ἀπὸ μελίας ξύλου γενομένοις.

Ῥήξειν. Διαῤῥήξειν. Δηΐων. Πολεμίων. Ἀμφὶ στήθεσσι. Περὶ τοῖς στήθεσιν αὐτῶν.

Οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον. Ἀντὶ τοῦ, ᾤκουν. Ἀθήνας δὲ νῦν κέκληκε τὴν πόλιν. τοὺς δὲ δήμους παρέλιπε, διὰ τὸ πλῆθος, ἢ διὰ τὸ μὴ δύνασθαι πάντας εἰς μετροποιΐαν καταταγῆναι.

Δῆμον. Ὄχλον. Ἐρεχθῆος. Τοῦ βασιλέως τῶν Ἀθηναίων, τοῦ καὶ Ἐριχθονίου καλουμένου, γεννηθέντος ἐκ τοῦ Ἡφαίστου. Οὗτος γὰρ ἐδίωκε τὴν Ἀθηνᾶν, ἐρῶν αὐτῆς· ἡ δὲ ἔφευγεν. Ὡς δὲ ἐγγὺς αὐτῆς ἐγένετο, πολλῇ ἀνάγκῃ — ἦν γὰρ χωλὸς — ἐπειρᾶτο συνελθεῖν. Ἡ δὲ, ὡς σώφρων, καὶ παρθένος, ὡς οὐκ ἠνείχετο, ἀπεσπέρμῃνεν εἰς τὸ σκέλος τῆς θεοῦ. Ἡ δὲ μυσαχθεῖσα, ἐρίῳ ἀπομάξασα τὸν γόνον, ἔῤῥιψεν εἰς γῆν. ὅθεν Ἐριχθόνιος, ὁ ἐκ τῆς γῆς ἀναδοθεὶς παῖς· κατά τινα ἐτυμολογίαν, ὡς ἀπὸ τοῦ ἐρίου, καὶ τῆς χθονός. Ἱστορεῖ Καλλίμαχος ἐν Ἑκάλῃ. Μεγαλήτορος. Μεγαλοψύχου, γενναίου. Ἀθήνη. Ἀθηνᾶ.

Ζείδωρος. Ἡ τὰ πρὸς ζωὴν δωρουμένη γῆ. Ἄρουρα. Ἡ γῆ. παρὰ τὸ ἀροτριᾶσθαι.

Κὰδ δʼ ἐν Ἀθήνῃσʼ εἷσε. Καθίδρυσε δὲ αὐτὸν Ἀθήνῃσιν ἐν τῷ ἰδίῳ αὐτῆς ἱερῷ ἡ θεὸς, καὶ ἔδωκε φυλάττειν ταῖς Κέκροπος θυγατράσιν. Ἑῷ ἐνί. Ἐν τῷ ἰδίῳ. Πίονι. Ἀντὶ τοῦ, πλουσίῳ, καὶ εὐδαίμονι. Νηῷ. Ναῷ.

Ἔνθα. Ἐκεῖ, ἐν ταῖς Ἀθήναις. Μίν. Αὐτὸν τὸν Ἐρεχθέα. Ἀρνειοῖς. Ἀρνοῖς, κριοῖς. Ἱλάονται. Ἐξευμενίζονται, ἐξιλεοῦνται.

Κοῦροι Ἀθηναίων. Οἱ Ἀθηναῖοι. περιφραστικῶς. Περιτελλομένων. Εἰς τὸ αὐτὸ κατὰ περίοδον περιερχομένων, καὶ τελειουμένων.

Ἐπιχθόνιος. Ἐπίγειος.

Κοσμῆσαι. Διατάξαι, καθοπλίσαι. Ἀσπιδιώτας. Ἐνόπλους.

Οἶος. Μόνος. Ἔριζεν. Ἐφιλονείκει, ἐξισοῦτο. Προγενέστερος ἦεν. Παλαιότερος ὑπῆρχεν.

Ἐκ Σαλαμῖνος. Σαλαμὶς, νῆσος πρὸ τῆς Ἀττικῆς. ὅθεν ἦν Αἴας ὁ Τελαμώνιος. Ἄγεν. Ἦγεν, ἔφερε.

Φάλαγγες. Τάξεις.

Ἄργος. Τὴν Πελοπόννησον. Τίρυνθα. Πόλιν Ἄργους. Τειχιόεσσαν. Τὴν καλῶς τετειχισμένην. ἐπεὶ δοκεῖ ὑπὸ Κυκλώπων τετειχίσθαι.

Ἑρμιόνην, Ἀσίνην τε. Πόλεις τοῦ Ἄργους. Ἔστι δὲ ἡ Ἑρμιόνη ἱερὰ Περσεφόνης. Βαθὺν κατὰ κόλπον ἐχούσας. Τὰς βαθὺν κατεχούσας κόλπον. Κόλπος δέ ἐστι θάλασσα ὑπὸ ἀκρωτηρίων περιεχομένη.

Τροιζῆνα. Τροιζὴν, ἀπὸ Τροιζῆνος υἱοῦ Πέλοπος. Ἠϊόνας τε. Οἱ παλαιοὶ ἑνικῶς. Ἀμπελόεντα. Πολυάμπελον, οἰνοφόρον. Ἐπίδαυρον. Πόλιν Ἄργους, ἐν τοῖς παραθαλασσίοις μέρεσι κειμένην.

Αἴγιναν. Νῆσον πρὸ τῆς Ἀττικῆς. Ἐκαλεῖτο δὲ πρότερον Οἰνώνη. ὕστερον δὲ Αἴγινα, ἀπὸ Αἰγίνης, τῆς Ἀσωποῦ μὲν θυγατρὸς, Αἰακοῦ δὲ μητρός.

Ἀγακλειτοῦ. Πάνυ ἐνδόξου.

Κίεν. Ἐπορεύετο. Ἰσόθεος φώς. Ἰσόθεος ἀνήρ. Τὸ δὲ φὼς, ὀξυτονούμενον, τὸν ἄνθρωπον δηλοῖ. ὡς τὸ, ἰσόθεος φώς. καὶ, φῶτʼ Ἀσκληπιοῦ υἱόν. Περισπώμενον δὲ, τὸ φέγγος. καὶ, τροπικῶς, τὴν σωτηρίαν συνῃρημένον ἐκ τοῦ φάος. Εἰκότως οὖν περισπᾶται. Φάος δʼ ἑτάροισιν ἔθηκε. Καὶ, Χρύσεον λύχνον ἔχουσα, φάος περικαλλές. Ἐπεὶ τὸ, πῶς, καὶ τὸ, ποῦ, ἐπιῤῥήματά ἐστι πευστικά. οἷον, Πῶς ἔθανʼ Ἀτρείδης; ποῦ Μενέλαος ἔην; Ὀξυτονούμενα δὲ, καὶ ἐγκλιτικά ἐστιν. ὡς τὸ, Ἀλλʼ οὔ πως ἅπαντα θεοὶ δόσαν ἀνθρώποισιν. Ἀλλά που ἐν μεγάροισι Λυκάονος ἕνδεκα δίφροι.

Μηκιστέως υἱός. Εὐρύαλος. Ταλαϊονίδαο. Ταλαοῦ παιδὸς, Ἀδράστου.

Ὀγδώκοντα. Ὀγδοήκοντα.

Μυκήνας. Πόλιν Ἄργους, ἧς ἐβασίλευεν Ἀγαμέμνων. ἀπὸ Μυκήνης, νύμφης Λακωνικῆς.

Ἀφνειόν. Πλούσιον. Ἐϋκτιμένας. Καλῶς ἐκτισμένας.

Ὀρνειάς. Κώμην Ἀργείας. Ἀραιθυρέην. Αὕτη ὕστερον Φλιοῦς προσηγορεύθη. ἀπὸ Φλιοῦντος τοῦ Διονύσου. Ἐρατεινήν. Ἐπιθυμητὴν, καλήν.

Καὶ Σικυῶνʼ. Τὸ πλῆρες Σικυῶνα. ἔστι δὲ αὕτη πόλις Ἄργους. Ὅθʼ ἄρʼ. Ὅπου δή.

Αἰπεινήν. Ὑψηλήν. Γονόεσσαν. Γονοῦσαν. Ἔστι δὲ ἀκρωτήριον Πελλήνης.

Πελλήνην. Διαφέρει Πελλήνη Παλλήνης. Παλλήνη μὲν γὰρ πόλις Θρᾴκης· Πελλήνη δὲ πολίχνιον τῆς Ἀχαΐας, ἥ ἐστι Πελοπόννησος.

Αἰγιαλόν. Οὕτως ἐκαλεῖτο παραθαλασσία χώρα, ἤτοι πλευρὰ τῆς Πελοποννήσου, ἡ παρατείνουσα ἀπὸ Σικυῶνος μέχρις Ἤλιδος. Αἰγιαλοὶ δὲ, τόποι πλεῖστοι. ὧν καὶ ὁ κατὰ Παφλαγωνίαν. Ἀμφʼ Ἑλίκην. Περὶ τὴν Ἑλίκην. Εὐρεῖαν. Πλατεῖαν.

Τῶν ἑκατὸν νηῶν. Ἀντὶ τοῦ, πάντων τῶν προειρημένων. Καὶ γὰρ ἑκατὸν νηῶν ἡγεμὼν ἦν ὁ Ἀγαμέμνων. Κρείων. Κρατῶν, ἄρχων.

Ἐν δʼ αὐτὸς ἐδύσατο. Ἐνεδύσατο δὲ αὐτός. Νώροπα. Λαμπρόν. ἀμαυροῦντα τοὺς ὦπας, ὅ ἐστι, τοὺς ὀφθαλμούς.

Κυδιόων. Γαυριῶν τῇ ἑαυτοῦ δόξῃ. Μετέπρεπε. Διέπρεπε, ἐκδηλότατος ἦν.

Κοίλην Λακεδαίμονα. Τὴν ὑπὸ ὀρῶν περιεχομένην. διὰ τὸ περικεῖσθαι αὐτῇ κύκλῳ τὸ Τηύγετον ὄρος. Διὸ καὶ ἀτείχιστον αὐτὴν ᾤκισαν. Λακεδαίμονα δὲ, τὴν χώραν λέγουσι· τὴν δὲ πόλιν, Σπάρτην. Ἕτεροι δὲ καὶ αὐτῆς τῆς πόλεως τὸ μέν τοι Λακεδαίμονα, τὸ δὲ Σπάρτην καλοῦσι. Κητώεσσαν. Μεγάλην. παρὰ τὸ κῆτος. ὅπερ δοκεῖ πάντων μεῖζον εἶναι τῶν ἐνύδρων ζώων. Τινὲς δὲ γράφουσι, καιετάεσσαν, ἵνʼ ᾖ, τὴν καλαμινθώδη. κατὰ γὰρ αὐτοὺς ἡ καλαμίνθη ἐστὶ πολλὴ ἐν Σπάρτῃ.

Μέσσην. Τὴν καλουμένην Μεσήνην.

Βρυσιαί. Πόλεις τῆς Λακωνικῆς.

Ἕλος. Πόλις τῆς Λακωνικῆς παραθαλάσσιος. ἧς οἱ πολῖται Εἵλωτες.

Λάαν. Πόλιν Λακωνικῆς. ἣν οἱ Διόσκουροι πορθήσαντες, Λαπέρσαι ἐκλήθησαν. Διὰ δὲ τὸ μέτρον ἀναγνωστέον δισυλλάβως. χρὴ γὰρ λέγειν, μονοσυλλάβως, Λᾶν. Οἳ δʼ Οἴτυλον. Καὶ Οἴτυλον. Ἔστι δὲ καὶ αὕτη πόλις Λακεδαιμονίας.

Ἀπάτερθεν. Ἄποθεν, χωρίς.

Κίεν. Παρεγένετο. Ἧισι προθυμίῃσι. Ταῖς ἑαυτοῦ προθυμίαις. Πεποιθώς. Πεπιστευκώς.

Ὀτρύνων. Παρορμῶν. Ἵετο. Προεθυμεῖτο. Θυμῷ. Τῇ ψυχῇ.

Τίσασθαι. Τιμωρήσασθαι. Ὁρμήματα. Μεριμνήματα. Στοναχάς τε. Καὶ στεναγμούς.

Πύλον. Πύλος, ὁ ὑπὸ Νέστορι, τῆς Μεσηνίας, τὸ καὶ Κορυφάσιον· ὁ δὲ τῆς Ἀρκαδίας, ἡ τοῦ Νέστορος πατρίς· ὁ δὲ τῆς Ἠλείας, παρὰ τὴν Ὠλενίαν πέτραν.

Θρύον. Πόλιν τῆς Ἤλιδος, ἣν ἑτέρως Θρυόεσσαν λέγουσιν. Ἀλφειοῖο πόρον. Καθʼ Ὅμηρον ποσὶ διαβατός ἐστιν ὁ Ἀλφειὸς ποταμός. πόρον γὰρ, τὸ διαβατὸν αὐτοῦ μέρος φησίν. Ἔστι δὲ ὁ Ἀλφειὸς τῆς Ἠλίας χώρας. Αἶπυ. Βαρυτόνως λεκτέον. ὄνομα γὰρ ἐστὶ πόλεως. Τὸ δὲ ὀξυτονούμενον, ἐπίθετόν ἐστι, καὶ σημαίνει τὸ ὑψηλόν. Τῶν μέν τοι εἰς υ ληγόντων οὐδετέρων τριγενῶν τὰ θηλυκὰ εἰς α λήγει, τῇ ει διφθόγγῳ παραληγόμενα. οἷον· αἰπὺ, αἰπεῖα Κολώνη· ὀξὺ, ὀξεῖα· ταχὺ, ταχεῖα.

Ἔνθα. Ὅπου. ἐν τῷ Δωρίῳ. Ἔστι δὲ ὄνομα πόλεως.

Ἀντόμεναι. Ἀπαντήσασαι. Θάμυριν. Οὗτος παῖς ἦν Φιλάμμωνος, καὶ Ἀρσίου τῆς νύμφης, τὸ γένος Θρᾴξ. Ὃς ἔσχεν αἰσχρὸν ἔρωτα, πρῶτος ἀρξάμενος ἐρᾷν ἀῤῥένων. Οὗτος, κάλλει πολλῷ διενεγκὼν, καὶ κιθαρῳδίᾳ, περὶ μουσικῆς ἐρίσας ταῖς Μούσαις, συνέθετο, ἂν μὲν κρείττων εὑρεθῇ, πλησιάσαι πάσαις· ἂν δὲ ἡττηθῇ, στερηθῆναι οὗ ἂν ἐκεῖναι θέλωσι. Καθυπέρτεραι δὲ αἱ Μοῦσαι γενόμεναι, τῶν ὀμμάτων αὐτὸν, καὶ τῆς κιθαρῳδίας, καὶ τοῦ νοῦ, ἐστέρησαν. Θρήϊκα. Θρᾷκα. Παῦσαν. Ἔπαυσαν, ἐπέσχον. Ἀοιδῆς. Τῆς ὠδῆς.

Ἰόντα. Πορευόμενον. Οἰχαλίηθεν. Ἀπὸ τῆς Οἰχαλίας, πόλεως τῆς Θεσσαλίας, ἧς ἐβασίλευσεν Εὔρυτος. Οἰχαλιῆος. Τοῦ ἀπὸ τῆς Οἰχαλίας.

Στεῦτο. Διεβεβαιοῦτο. ἔλεγεν. Εὐχόμενος. Μεγαλαυχῶν. Νικησέμεν. Νικήσειν. Εἴπερ ἂν αὐταὶ Μοῦσαι ἀείδοιεν. Εἰ αὐταὶ ᾄδοιεν αἱ Μοῦσαι.

Κοῦραι Διός. Αἱ τοῦ Διὸς θυγατέρες.

Χολωσάμεναι. Ὀργισθεῖσαι. Πηρὸν θέσαν. Ἤτοι, τῆς τέχνης ἔπαυσαν, καὶ ἔκφρονα αὐτὸν ἐποίησαν, ἢ περὶ τὴν φωνὴν ἔβλαψαν. Πηρὸς γὰρ καλεῖται, ὁ κατά τι μέρος τοῦ σώματος βεβλαμμένος.

Θεσπεσίην. Θείαν, θαυμαστήν. Ἀφέλοντο. Ἀφείλοντο. Καὶ ἐκλέλαθον κιθαριστύν. Καὶ ἐπιλαθέσθαι ἐποίησαν τὴν κιθαρῳδίαν. Ὁ δὲ σχηματισμὸς τῆς λέξεως Αἰολικός. ὁμοίως δὲ τῷ κιθαριστὺν καὶ ὀρχηστύν.

Ἱππότα. Ἱππικός.

Ἐστιχόωντο. Κατὰ τάξιν ἐπορεύοντο.

Κυλλήνης. Κυλλήνη, ὄρος ὑψηλὸν τῆς Ἀρκαδίας. καὶ πόλις οὖσα παρʼ αὐτῷ ὁμώνυμος. Ἐν ᾧ ὄρει δοκεῖ Ἑρμῆς γεγενῆσθαι ἐκ Μαίας τῆς Ἄτλαντος θυγατρὸς, καὶ Διός. ὅθεν καὶ Κυλλήνιον τὸν θεόν φασιν. Αἰπύ. Ὑψηλὸν, μέγα.

Αἰπύτιον παρὰ τύμβον. Παρὰ τὸν τοῦ Αἰπύτου τάφον. Ὁ δὲ Αἴπυτος ἀρχαιότατος ἥρως, Ἀρκὰς τὸ γένος. Ἵνα. Ὅπου. Ἀνέρες ἀγχιμαχηταί. Οἱ ἐγγὺς καὶ συστάδην μαχόμενοι ἄνδρες. Προσληπτέον δὲ τὸ, εἰσί.

Πολύμηλον. Πολλὰ θρέμματα ἔχοντα.

Ῥίπην τε, Στρατίην τε. Πόλεις Ἀρκαδίας. Ἠνεμόεσσαν. Ὑπὸ ἀνέμου καταπνεομένην, ὑψηλήν.

Καὶ Τεγέην. Τέγεα, πόλις Ἀρκαδίας. Καὶ Μαντινέην. Καὶ Μαντίνειαν.

Στύμφηλον. Ἣν οἱ κατοικοῦντες Στυμφήλιοι λέγονται. Καὶ Παῤῥασίην. Πόλιν Ἀρκαδίας.

Ἀγκαίοιο πάϊς. Ἀγκαίου παῖς Ἀγαπήνωρ. Κρείων. Καρτερὸς, ἰσχυρός.

Ἐπιστάμενοι. Ἐπιστήμονες, εἰδότες.

Αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. Τοῖς Ἀρκάσι, φησὶν, αὐτὸς ὁ βασιλεὺς Ἀγαμέμνων παρέσχε ναῦς, διὰ τὸ ἐν μεσογείῳ τῆς Πελοποννήσου αὐτοὺς οἰκοῦντας ἀπείρους εἶναι τῶν κατὰ θάλασσαν ἔργων.

Ἐϋσέλμους. Εὐκαθέδρους. Περάαν. Διαπερᾷν, διϊέναι. Ἐπὶ οἴνοπα. Μέλανα.

Ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει. Ἐπεὶ ἄπειροι ἦσαν τῶν κατὰ θάλασσαν ἔργων, καὶ οὐδαμῶς ἔμελεν αὐτοῖς τούτων.

Βουπράσιον. Πόλις τῆς Πελοποννήσου. Ἤλιδα. Πόλις ἐν Ἀρκαδίᾳ, καὶ αὕτη Πελοποννήσου. Δῖαν. Θαυμαστὴν, μεγάλην. Ἔναιον. Ὤικουν.

Ὅσσον ἐφʼ Ὑρμίνῃ. Ἐφʼ ὅσον ἥτε Ὑρμίνη, καὶ ὁ Μύρσινος, καὶ τὸ Ἀλείσιον, καὶ ἡ Ὠλενία πέτρα, ἐντὸς συνεῖχον, τοῦ παντὸς οἱ Ἠλεῖοι ἐβασίλευον. Μύρσινος. Πόλις.

Πέτρη Ὠλενίη. Ὄρος τῆς Ἠλίας. Ἐντὸς ἐέργει. Ἐμπεριέχει, περιορίζει.

Ἐπειοί. Οἱ Ἠλεῖοι.

Ἡγησάσθην. Ἡγοῦντο.

Υἷες, ὁ μὲν Κτεάτου, ὁ δʼ Εὐρύτου Ἀκτορίωνος. Ἄκτορος παῖδες Κτέατος, καὶ Εὔρυτος. Τετήρηκε δὲ τὴν σύνταξιν. Ἀμφίμαχος μὲν γὰρ ἦν Κτεάτου, Θάλπιος δὲ Εὐρύτου.

Ἀμαρυγκείδης. Ἀμαρυγκέως παῖς Διώρης.

Θεοειδής. Θεῷ τὸ εἶδος ὅμοιος.

Υἱὸς Ἀγασθένεος. Πολύξεινος. Αὐγηϊάδαο. Αὐγείου παιδὸς Ἀγασθένους.

Δουλιχίοιο. Δουλιχίου. Ἔστι δὲ νῆσος πρὸ τῆς Κεφαλληνίας. Οἱ δʼ ἐκ Δουλιχίου, φησὶ, καὶ τῶν λοιπῶν ἱερῶν Ἐχινάδων νήσων. Αἱ δὲ Ἐχινάδες, νῆσοί εἰσι τῆς Ἀκαρνανίας παρὰ ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου ποταμοῦ, ἐν αἷς οἱ κατοικοῦντες καλοῦνται Ἐπειοί.

Ἤλιδος ἄντα. Ἐπὶ τὴν Ἤλιδα βλέπουσαι.

Ἀτάλαντος. Ἀντὶ τοῦ, ἶσος τῷ Ἄρει. πολεμικός.

Φυλείδης. Φυλέως παῖς Μέγης.

Ὅς ποτε Δουλίχιόνδʼ ἀπενάσσατο, πατρὶ χολωθείς. Ὃς εἰς τὸ Δουλίχιον ποτὲ ἀπῳκίσθη, διὰ τὸ καταμαρτυρῆσαι τοῦ πατρὸς Αὐγείου πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ, ὃν ὑπέσχετο παρέξειν τῷ Ἡρακλεῖ ὁ Αὐγείας, εἰ καθάροι αὐτοῦ τὰς ἐπαύλεις, μεστὰς οὔσας τῆς κόπρου τῶν βοῶν. Ἡ ἱστορία παρὰ Καλλιμάχῳ. Ἀπενάσσατο. Ἀπῳκίσθη. Πατρὶ χολωθείς. Μισηθεὶς ὑπὸ τοῦ πατρός.

Νήριτον. Ὄρος Ἰθάκης. Εἰνοσίφυλλον. Κινησίφυλλον, καὶ πολύδενδρον. Ἐξ οὗ, κατήνεμον καὶ ὑψηλόν. Ἔνοσις γὰρ ἡ κίνησις.

Κροκύλειʼ, Αἰγίλιπα. Πόλεις τῆς Κεφαλληνίας. Τρηχεῖαν. Τραχεῖαν.

Ἠδʼ οἵ. Καὶ οἵτινες. Σάμον ἀμφενέμοντο. Τὰ περὶ τὴν Σάμον ᾤκουν.

Οἵ τʼ Ἤπειρον ἔχον. Καὶ γὰρ τινῶν χωρῶν, τῶν ἄντικρυς τῆς Ἠπείρου, ἐβασίλευεν ὁ Ὀδυσσεύς. Ἀντιπέραιʼ. Τὰ ἐξεναντίας τῆς Ἤλιδος κείμενα χωρία.

Μῆτιν. Βουλὴν, σύνεσιν.

Μιλτοπάρῃοι. Μίλτῳ τὰς πρώρας ἔχουσαι βεβαμμένας.

Πλευρῶνʼ. Τὸ πλῆρες, Πλευρῶνα. Αἰτωλίας ἐστὶ πόλις. Ὤλενος καὶ Πυλήνη. Πόλεις Αἰτωλίας. ὁμοίως δὲ καὶ ἡ Καλυδών.

Οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην. Ἐτετελευτήκει δὲ καὶ αὐτὸς, ἤτοι ὁ Οἰνεὺς, ἢ ὁ Μελέαγρος. δίληπτον γάρ. Κεχώρικε δὲ τῶν λοιπῶν τοῦ Οἰνέως παίδων τὸν Μελέαγρον κατʼ ἐξοχήν. Ξανθός. Καλός. ἢ, ὁ πυῤῥοκόμης. Μελέαγρος. Οἰνέως παῖς, βασιλεὺς Αἰτωλῶν. Θάνεν. Ἀπέθανεν, ἐτεθνήκει.

Τῷδʼ ἐπὶ πάντʼ ἐτέταλτο. Τούτῳ δὲ προσετέτακτο, ἐκεχείριστο, ἐπὶ τούτῳ δὲ ἦν τὸ πᾶν τῆς ἐξουσίας. Ἀνασσέμεν. Βασιλεύειν.

Δουρικλυτός. Ἔνδοξος περὶ τὸ δόρυ, πολεμικός.

Κνωσσός. Πόλις Κρήτης.

Ἀργινόεντα. Λευκόγειον. Λύκαστον. Πόλιν Κρήτης.

Ἑκατόμπολιν. Διατί ἐνταῦθα μὲν ἑκατόμπολιν εἴρηκε τὴν Κρήτην, ἐν δὲ τῇ Ὀδυσσείᾳ ἐνενηκοντάπολιν; Ῥητέον οὖν, ἤτοι, ἑκατόν φησιν, οὐ τῷ ἀριθμῷ, ἀλλʼ ἀντὶ τοῦ, πολλάς. Ἢ, καὶ ἀληθέστερον, ὡς ἔχει, ὅ, τι ἐξ ἱστορίας λέγεται. Λεῦκος γὰρ, ὁ Κρητῶν ἐπικρατήσας, τὰς δέκα πόλεις ἐπόρθησε εἰς φόβον τῶν ἄλλων. Ὅθεν εὐλόγως ἐν τῇ Ὀδυσσείᾳ ἐνενήκοντα εἶπεν αὐτὴν ἔχειν.

Ἐνυαλίῳ. Τῷ Ἄρεϊ. Ἀνδρειφόντῃ. Ἄνδρας φονεύοντι.

Ἡρακλείδης. Ἡρακλέος παῖς Τληπόλεμος. Ἠΰς τε, μέγας τε. Πλατύς τε καὶ μέγας, ἀφʼ οὗ γενναῖος.

Ἀγερώχων. Νῦν αὐθαδῶν, ὑβριστῶν, καὶ θρασέων. Δηλοῖ δὲ καὶ, τῶν λίαν ἐνδόξων.

Ῥόδος. Νῆσος πρὸ τῆς Καρίας. Διάτριχα κοσμηθέντες. Τριχῶς διαταχθέντες.

Ἀστυόχεια. Ὄνομα κύριον. Βίῃ Ἡρακληείῃ. Περιφραστικῶς· τῷ Ἡρακλεῖ.

Τὴν ἄγετʼ. Ἥντινα πρὸς γάμον ἤγετο ἐξ Ἐφύρης. Ἔφυραν. Τινὲς τὴν Θεσπρωτίαν ἣ μετωνομάσθη Κέρκυρα. Οὕτως ἐκαλεῖτο καὶ ἡ νῦν καλουμένη Κόρινθος.

Πέρσας. Πορθήσας. Ἄστεα. Πόλεις. Διοτρεφέων. Τῶν ὑπὸ τοῦ Διὸς τραφέντων. Αἰζηῶν. Νεανιῶν.

Ἐπεὶ οὖν. Ἐπειδὴ οὖν. Τράφη. Ἀνετράφη. Ἐϋπήκτῳ. Καλῶς κατεσκευασμένῳ.

Αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρῳα κατέκτα.Ἱστόρηται, ὅτι Τληπόλεμος, θεασάμενος Λικύμνιον τὸν μήτρῳα, ἤδη γεραιὸν ὑπάρχοντα, ὑπό τινος τῶν οἰκείων ἀμελῶς χειραγωγούμενον, ἀφῆκε τὴν βακτηρίαν ἐπὶ τὸν οἰκέτην. Καὶ τούτου μὲν ἥμαρτε. πλήξας δὲ τὸν Λικύμνιον, ἀκουσίως ἀπέκτεινε. Διὸ ἠναγκάσθη γενέσθαι φυγὰς τῆς πατρίδος. Πατρὸς ἑοῖο. Τοῦ ἰδίου πατρός. Μήτρῳα. Μητρὸς ἀδελφόν. Κατέκτα. Ἀπέκτεινε.

Γηράσκοντα. Γεγηρακότα. Λικύμνιον. Τὸν ἀδελφὸν Ἀλκμήνης. Ὄζον Ἄρηος. Πολεμικόν.

Νῆας ἔπηξε. Ναῦς κατεσκεύασε. Ἀγείρας. Συναθροίσας.

Υἱωνοί. Οἱ τῶν υἱῶν υἱοί. ἔγγονοι.

Ἷξε. Παρεγένετο, ὥρμησεν. Ἀλώμενος. Πλανώμενος.

Τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν. Τριχῶς δὲ οἰκισθέντες, ταῖς πατρώαις ἐχρήσαντο φυλαῖς. Ἠδὲ φίληθεν. Καὶ ἐφιλήθησαν.

Καί σφι θεσπέσιον πλοῦτον. Καὶ αὐτοῖς πολὺν καὶ ἀθρόον πλοῦτον κατέπεμψεν ὁ Ζεὺς, καὶ πάνυ πλουσίους αὐτοὺς ἐποίησεν. Ἱστόρηται γὰρ, ὅτι τοῖς Ῥοδίοις χρυσὸν ἔβρεξεν ὁ Ζεὺς, ἐπεὶ πρῶτοι γεννωμένῃ τῇ Ἀθηνᾷ ἔθυσαν.

Νιρεὺς δʼ αὖ Σύμηθεν. Ἀπὸ Σύμης. Ἐνταῦθα δὲ τρὶς ὀνομάσας τὸν Νιρέα, οὐκ ἔτι αὐτοῦ ἐμνήσθη. καὶ τούτου αὐτὸς τὴν αἰτίαν παραδίδωσι, λέγων· Ἀλλʼ ἀλαπαδνὸς ἔην· παῦρος δέ οἱ εἵπετολαός. Ἐΐσας. Ἰσοτοίχους.

Χαρόποιο. Τοῦ Χαρόπου.

Ὑπὸ Ἴλιον. Εἰς τὴν Ἴλιον.

Ἀλαπαδνός. Ἀσθενής. Παῦρος. Ὀλίγος. Εἵπετο. Ἠκολούθει.

Κράπαθόν τε, Κάσον τε. Κάρπαθος καὶ Κάσος νῆσοι περὶ τὴν Κῶν. Κράπαθον δὲ, κατὰ μετάθεσιν.

Εὐρυπύλοιο πόλιν. Τὴν Κῶν λέγει. ἐπεὶ Εὐρύπυλος ἦν Ἡρακλέους καὶ Χαλκιόπης παῖς, ὃς ἐβασίλευε τῆς Κῶ.

Τῶν αὖ. Τούτων δή.

Θεσσαλοῦ. Φείδιππος, καὶ Ἄντιφος. Ἡρακλείδαο. Ἡρακλέους παιδός.

Τὸ Πελασγικὸν Ἄργος. Τὸ Θεσσαλικόν. Πελασγία γὰρ πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο.

Τρηχῖνα. Πόλις Θεσσαλίας.

Ἑλλάς. Ὄνομα πόλεως. Καλλιγύναικα. Καλὰς γυναῖκας ἔχουσαν.

Ἐκαλεῦντο. Ἐκαλοῦντο.

Δυσηχέος. Κακὸν ἦχον ἀποτελοῦντος. Ἐμνώοντο. Μνείαν ἐποιοῦντο.

Ὅστις σφιν. Ὅστις αὐτοῖς. Ἐπὶ στίχας. Ἐπὶ τὰς τάξεις. οὐκ ἦν γάρ, φησιν, ὁ καθηγησόμενος.

Κεῖτο. Νῦν ἀργῶς διετέλει. Ἡ μεταφορὰ ἀπὸ τῶν ἐπὶ κλίνης ὄντων, καὶ ἀργῶς διατελούντων. Ποδάρκης. Ὁ τοῖς ποσὶ ταχὺς, καὶ ἐπαρκεῖν δυνάμενος.

Ἐξείλετο. Ὡς ἐξαίρετον ἔλαβε. Μογήσας. Κακοπαθήσας.

Λυρνησόν. Πόλις τῶν Ὑποπλακίων Θηβῶν.

Κὰδ δὲ Μύνητʼ ἔβαλε. Κατέβαλε δὲ καὶ τὸν Μύνητα. ὅ ἐστιν, ἀπέκτεινεν. Ὁ δὲ Μύνης τῆς Βρισηΐδος ἦν ἀνήρ. Ἐγχεσιμώρους. Τοὺς περὶ τὰ ἔγχεα μεμορηκότας, καὶ ἠσχολημένους. πολεμικούς.

Εὐηνοῖο. Εὐήνου. Σεληπιάδαο. Σεληπίου παιδός.

Τῆς ὅγε. Ταύτης οὗτος. Ἀχέων. Λυπούμενος. Τάχα. Ταχέως. Ἀνστήσεσθαι. Ἀναστήσεσθαι.

Φυλάκην. Φυλάκη, πόλις Θεσσαλίας. Ἀνθεμόεντα. Ἄνθη φέροντα, φυτοῖς θαλερόν.

Τέμενος. Ἱερὸν χωρίον, ἀφωρισμένον θεῷ κατὰ τιμὴν, ἢ ἥρωϊ. Μητέρα μήλων. Τροφὸν προβάτων.

Ἀγχίαλόν τʼ Ἀντρῶνα. Πόλιν Θεσσαλίας. Διάφοροι καὶ ἄριστοι ὄνοι ἐν Ἀντρῶνι τῆς Θεσσαλίας γίγνονται. ὅθεν εἰς παροιμίαν μετῆλθε. Λεχεποίην. Βαθείας βοτάνας ἔχουσαν, ἀφʼ ὧν ἦν καὶ λέχος καταστῆσαι, τοῦτʼ ἔστι, κοίτην.

Ἀρήϊος. Πολεμικός.

Ἔχε. Κατεῖχεν.

Ἀμφιδρυφής. Ἀμφοτέρας τὰς παρειὰς κατεξεσμένη, διὰ τὸν τοῦ ἀνδρὸς αὐτῆς θάνατον. Ἄλοχος. Γαμετὴ, γυνή. Καὶ ἔστι κατʼ ἐπίτασιν τὸ α ἐνταῦθα· οἱονεὶ ὁμόλεχός τις οὖσα. Ἐλέλειπτο. Κατελέλειπτο.

Δόμος. Ὁ οἶκος. Ἡμιτελής. Ἤτοι ἄτεκνος, ἢ ἀφῃρημένος τοῦ ἑτέρου τῶν δεσποτῶν. Ἢ ἀτελείωτος. Ἔθος γὰρ ἦν τοῖς γήμασι, θάλαμον οἰκοδομεῖσθαι. Διὸ οἱ πολλοί φασιν, οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλεμον. Βέλτιον δὲ, εἰρῆσθαι, ἡμιτελῆ, διὰ τὸ μὴ γεγενηκότα παῖδας πλεῦσαι. Οἱ δὲ ὅτι νεωστὶ καὶ οὐδέπω τελείως τὰ κατὰ τὸν γεγαμηκότα οἴκοι διεπράξατο, ἀλλὰ πρότερον ἐστράτευσε. Δάρδανος ἀνήρ. Οἱ μὲν τὸν Αἰνείαν ἀπέδοσαν, ὅτι βασιλεὺς ἦν Δαρδανίων· οἱ δὲ τὸν Εὔφορβον. ἕτεροι τὸν Ἕκτορα. τινὲς δὲ Ἀχάτην λέγουσιν, ἑταῖρον τοῦ Αἰνείου, φονέα Πρωτεσιλάου. Δύναται δὲ καὶ ἀνωνύμως ἕνα τῶν Δαρδανίων λέγειν.

Πολὺ πρώτιστον. Πάντων πρῶτον.

Οὐδὲ μὲν οὐδʼ οἵ. Οὐ μὲν οὐδὲ οὗτοι. Ἄναρχοι ἔσαν. Ἄνευ ἡγεμόνων ἦσαν. Πόθεον. Ἐπόθουν, ἐζήτουν.

Ἀλλὰ σφέας. Ἀλλʼ αὐτούς. Κόσμησε. Διέταξε, καθώπλισε. Ποδάρκης. Νῦν ὄνομα κύριον τοῦ ἀδελφοῦ τοῦ Πρωτεσιλάου. Ὄζος Ἄρηος. Ἀπόγονος Ἄρεος, πολεμικός.

Πολυμήλου. Πολυπροβάτου, πλουσίου. Φυλακίδαο. Ἰφίτου, Φυλάκου παιδός.

Αὐτοκασίγνητος. Ὁ ἀπʼ ἀμφοτέρων τῶν γονέων ἀδελφός. Κασίγνητος δὲ λέγεται ὁ καθʼ ἕτερον τῶν γονέων ἀδελφός. Μεγαθύμου. Μεγαλοψύχου, γενναίου.

Ὁπλότερος. Νεώτερος. Γενεῇ δέ. Τῇ ἡλικίᾳ, τῷ γένει.

Δεύοντο. Ἐνδεεῖς ὑπῆρχον. Ἐσθλόν. Ἀγαθὸν, γενναῖον.

Φεραί. Πόλις Θεσσαλίας. Βοιβηΐς. Λίμνη ἐν Θεσσαλίᾳ.

Ἀδμήτοιο πάϊς. Ἀδμήτου υἱὸς Εὔμηλος.

Ἀδμήτῳ. Συγγενομένη Ἀδμήτῳ. Δῖα γυναικῶν. Ἀντὶ τοῦ ὑπερθετικοῦ, διοτάτη. ὅ ἐστι, θαυμαστὴ καὶ διαφέρουσα παρὰ πάσας τὰς γυναῖκας. Καλεῖται δῖα, καὶ διʼ εὐγένειαν, καὶ διὰ σωφροσύνην.

Πελίας. Ποσειδῶνος καὶ Τυροῦς υἱὸς τῆς Σαλμονέως, Νηλέως ἀδελφὸς, βασιλεὺς Ἰωλκοῦ. Ἡ δὲ Ἰωλκὸς πόλις Θεσσαλίας. Θυγατρῶν. Θυγατέρων. Εἶδος ἀρίστη. Τὴν μορφὴν εὐειδὴς, καὶ καλή.

Οἳ δʼ ἄρα. Οἵτινες δή. Μηθώνη, καὶ Θαυμακία. Πόλεις Θεσσαλίας. ὅθεν ὁ Φιλοκτήτης ὁ Ποίαντος παῖς.

Τόξων εὖ εἰδώς. Τῆς τοξικῆς ἔμπειρος.

Ἐρέται. Κωπηλάται.

Ἐμβέβασαν. Ἐβήκεισαν.

Ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖτο κρατέρʼ ἄλγεα πάσχων. Ἱστόρηται, ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς χρυσῆς καλουμένης Ἀθηνᾶς, ἐδήχθη ὑπὸ ὕδρου, καὶ, ἀνιάτῳ τραύματι περιπεσὼν, κατελείφθη αὐτόθι ὑπὸ τῶν Ἑλλήνων. ᾔδεισαν γὰρ, τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους.

Ἠγαθέῃ. Πάνυ θείᾳ. ὅτι ἱερὰ τοῦ Ἡφαίστου ἦν ἡ Λῆμνος. Ὅθι. Ἔνθα, ὅπου. Λίπον. Κατέλιπον.

Ἕλκεϊ. Τραύματι. Μοχθίζοντα. Πονοῦντα, κάμνοντα. Ὕδρου κακοῦ. Ὄφεως κακωτικοῦ. Ὀλοόφρονος. Ὀλεθρίου.

Ἀχέων. Λυπούμενος. Τάχα δὲ μνήσεσθαι ἔμελλον. Ταχέως δὲ οἱ Ἕλληνες ἔμελλον μνημονεύειν, καὶ χρήζειν τοῦ Φιλοκτήτου· ἐπειδὴ εἵμαρτο, χωρὶς τῶν Ἡρακλέους τόξων μὴ ἁλῶναι τὴν Ἴλιον. Εἶχε δὲ ταῦτα ὁ Φιλοκτήτης, ἐαθέντα αὐτῷ ὑπὸ Ἡρακλέους, καθʼ ὃ, μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οἴτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ αὐτοῦ, ὑφῆψεν ὁ Φιλοκτήτης.

Κόσμησε. Διέταξεν. Ὀϊλῆος. Ὀϊλέος. Νόθος υἱός. Ὁ μὴ ἐκ νομίμης γυναικὸς γεννηθεὶς, ἀλλʼ ἐκ παλλακίδος.

Τόν ῥʼ ἔτεκε Ῥήνη ὑπʼ Ὀϊλῆϊ. Ἡ Ῥήνη — τοῦτο δὲ ἦν ὄνομα τῆς Ὀϊλέως γυναικὸς — συγγενομένη, φησὶ, τῷ Ὀϊλεῖ. Πτολιπόρθῳ. Πόλεις πορθοῦντι, πολεμικῷ.

Τρίκκη, καὶ Ἰθώμη. Πόλεις Θεσσαλίας. Κλωμακόεσσαν. Τραχεῖαν, ὀρεινὴν, ἢ ἀποκλίματα ἔχουσα.

Ἡγείσθην. Ἡγοῦντο. δυϊκῶς.

Ἰητῆρε ἀγαθώ. Ἰατροὶ ἀγαθοὶ, ἀνδρεῖοι.

Τιτάνοιό τε λευκὰ κάρηνα. Ἀντὶ τοῦ, λευκόγεων χωρίον. Τίτανος γὰρ, λευκή ἐστι γῆ. Τιτάνοιό τε. Τιτάνου ὄρους Θεσσαλίας. Κάρηνα. Ἀκρωτήρια.

Ἄργισα καὶ Γυρτώνη. Πόλεις Θεσσαλίας.

Ὄρθην. Βαρυτόνως ἀναγνωστέον· ἔστι γὰρ ὄνομα τόπου. Λευκήν. Λευκόγεων. ἢ, διὰ τὸ τιτάνῳ κεχρίσθαι τὰς οἰκίας.

Μενεπτόλεμος. Ὑπομονητικὸς ἐν τῷ πολέμῳ. Ὁ δὲ Πολυποίτης ἦν τοῦ Πειρίθου παῖς, ὅν φασι Πολυποίτην ὠνομάσθαι ὑπὸ τοῦ πατρὸς, οἱονεὶ πολυποινίτην, κατὰ συγκοπὴν, διὰ τὸ πολλοῖς τῶν κενταύρων ἐπιθεῖναι ποινὴν, ὅ ἐστι τιμωρίαν, ὁπότε εἰς τοὺς γάμους τῆς μητρὸς αὐτοῦ Μελανίππης ὑβρίσαι ἐπεχείρησαν.

Υἱὸς Πειριθόοιο. Πειρίθου υἱὸς Πολυποίτης. Τέκετο. Ἐγέννησε.

Κλυτός. Ἐν σχήματι πέφρακεν, ἀντὶ τοῦ, κλυτὴ, ὅ ἐστιν ἐνδοξοτάτη. Ἱπποδάμεια. Πειρίθου γυνή. τὸ σχῆμα Ἀττικόν.

Ἤματι τῷ. Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ὅτε φῆρας. Ὅτε τοὺς φῆρας. Λέγει δὲ τοὺς κενταύρους. Ἐτίσατο. Ἐτιμωρήσατο. Λαχνήεντας. Βαθύτριχας, δασεῖς.

Πήλιον. Ὄρος Θεσσαλίας, ὅπου διῆγεν ὁ Χείρων. Ὦσεν. Ἐξέωσεν, ἐδίωξε. Καὶ Αἰθίκεσσι. Αἴθικες, ἔθνος Θετταλικὸν, ὑπερκείμενον τῆς Ἡπείρου, ἢ, ὥς τινες, τῆς Μακεδονίας. ἄλλοι δὲ εἶπον, Περαιβίας. Ἀντὶ τοῦ, εἰς Αἴθικας αὐτοὺς ἐδίωξε. Πέλασσε. Προσήγαγεν.

Οὐκ οἶος. Οὐ μόνος. Ἅμα τῷγε. Ἅμα αὐτῷ.

Υἱὸς Κορώνου. Λεοντεύς. Ὑπερθύμοιο. Μεγαλοψύχου, γενναίου. Καινείδαο. Καινέως, παιδὸς Κορώνου.

Κύφος. Πόλις περὶ τὴν Περαιβίαν.

Αἰνιῆνες καὶ Περαιβοί. Ἔθνη περὶ τὴν Δωδώνην.

Δωδώνη. Χωρίον ἐν ὑπερβορέῳ τῆς Θεσπρωτίας, ἱερὸν Διός. ἔνθα τὸ ἐκ τῆς δρυὸς μαντεῖον τοῦ Δωδωναίου Διός. Δυσχείμερον. Κακὸν χειμῶνα ἔχουσαν. Οἰκίʼ ἔθεντο. Τὴν οἴκησιν ἐποιήσαντο.

Ἱμερτόν. Ἐπιθυμητὸν, καλόν. Τιταρήσιον. Ποταμὸς Θεσσαλίας, ὃς ἀπὸ τῆς Στυγὸς ῥεῖν λέγεται. ἢ Ἠπείρου. Ἔργα. Νῦν τὰ γεώργια, ἵνʼ ᾖ, ἐγεώργουν.

Πηνειόν. Πηνειὸς, ποταμὸς Θεσσαλίας, πλησίον Φθίας, πάντας τοὺς ἐν αὐτῇ δεχόμενος ποταμοὺς εἰς θάλασσαν ἐμβάλλει. Προΐει. Προπέμπει, ἐκδίδωσι. Καλλίῤῥοον. Καλῶς ῥέον.

Ἀργυροδίνῃ. Λαμπρὰ καὶ καλὰ ῥεύματα ἔχοντι. δῖναι γὰρ, αἱ τῶν ὑδάτων συστροφαί.

Καθύπερθεν. Ἄνωθεν.

Ὅρκου γὰρ δεινοῦ, Στυγὸς ὕδατος. Ὅπερ ὅρκος θεῶν νομίζεται. Δεινοῦ. Φοβεροῦ. Στύξ. Κρήνη ἐν ᾅδου, ὅρκος θεῶν.

Μαγνήτων. Νῦν τῶν τὴν Θεσσαλικὴν Μαγνησίαν οἰκούντων.

Πρόθοος θοός. Τοῦτο τὸ σχῆμα, παρονομασία καλεῖται.

Κοίρανοι. Βασιλεῖς.

Ἔννεπε. Λέγε.

Ἵπποι μὲν μέγʼ ἄρισται. Ἐξόχως καὶ μεγάλως ἄρισται, ὡς Θεσσαλικαί. Καὶ ὁ χρησμὸς φησίν· Ἵππον Θεσσαλικὸν, Λακεδαιμονίαν τε γυναῖκα, Ἄνδρας θʼ οἳ πίνουσʼ ἱερὰν πηγὴν Ἀρεθούσης.Φηρητιάδαο. Τοῦ Φέρητος, παιδὸς Ἀδμήτου.

Εὔμηλος. Παῖς Ἀδμήτου. Ἔλαυνεν. Ἤλαυνε. Ποδώκεας. Ταχύποδας. Ὄρνιθας ὥς. Καθάπερ ὄρνιθας.

Ὄτριχας. Ὁμότριχας. Οἰέτεας. Ἰσοετεῖς. ὁμήλικας. Σταφύλῃ ἐπὶ νῶτον ἐΐσας. Οὕτως ἴσας καὶ ἀναλόγους τοῖς νώτοις ὥσπερ στάθμη. σταφύλη γὰρ, ὁ τεκτονικὸς διαβήτης. οἱ δὲ τὴν στάθμην λέγουσιν. ἔστι δὲ ἡ στάθμη, σχοινίον λεπτὸν χριόμενον μίλτῳ ἢ μέλανι, ᾧ σημειούμενοι, ἀπορθοῦσι τὰ ξύλα.

Πιέρια. Πόλις Θεσσαλίας. Θρέψʼ ἀργυρότοξος Ἀπόλλων. Τὰς Ἀδμήτου ἵππους. Ἐπεὶ νόμιος ὁ θεὸς ἐξ ἐκείνου, ἀφʼ οὗ ἐθήτευσε τῷ Ἀδμήτῳ. Ἤτοι, ὡς Καλλίμαχος· Ἠϊθέου ὑπʼ ἔρωτι κεκαυμένος Ἀδμήτοιο. Ἢ, ὡς Εὐριπίδης ἐν Ἀλκήστιδι, ἐξ ἀνάγκης τοῦ Διός· διὰ τὸ πεφονευκέναι αὐτὸν τοὺς κύκλωπας.

Ἄμφω. Ἀμφοτέρους. Φόβον Ἄρηος φορεούσας. Ἐπισταμένας, ὁτὲ μὲν φεύγειν, ὁτὲ δὲ διώκειν πολέμιον.

Ἀνδρῶν αὖ. Ἀνδρῶν δὲ δή.

Ὄφρα. Ἀντὶ τοῦ, μέχρις οὗ. Ἐμήνιεν. Ὠργίζετο. Πολὺ φέρτατος. Καταπολὺ κρείσσων. Ἦεν. Ἦν, ὑπῆρχε.

Φορέεσκον. Ἔφερον.

Ποντοπόροισι. Θαλασσοπλόοις.

Ἀπομηνίσας. Ἐπιμόνως ὀργισθείς.

Παρὰ ῥηγμῖνι. Παρὰ τῷ αἰγιαλῷ.

Δίσκοισι. Δίσκος ἐστὶ βαρὺς λίθος, ὃν ἐῤῥίπτουν οἱ γυμναζόμενοι. Τὸν γὰρ σιδηροῦν, σόλον προσαγορεύουσι. Τέρποντο. Ἐτέρποντο, ἔπαιζον. Αἰγανέῃσιν. Ἀκοντίοις. ἤτοι παρὰ τὸ ἄγαν ἰέναι. ἢ παρὰ τὸ εὐθετεῖν αὐτὰς εἰς αἰγῶν ἄγραν. Ἱέντες. Ἀφιέντες, πέμποντες.

Παρʼ ἅρμασιν οἷσιν. Παρὰ τοῖς ἰδίοις ἅρμασι.

Λωτόν. Εἶδος βοτάνης. Ἐρεπτόμενοι. Ἐσθίοντες. Ἐλεόθρεπτον. Ἐν ἔλει τεθραμμένον, ὅ ἐστι φυόμενον.

Πεπυκασμένα. Ἐσκεπασμένα. Ἀνάκτων. Νῦν, δεσποτῶν.

Ἀρηΐφιλον. Πολεμικόν. Ποθέοντες. Ἐπιζητοῦντες.

Φοίτων. Περιήρχοντο.

Οἱ δʼ ἄρʼ. Οἵδε δὴ Ἕλληνες. Ἴσαν. Ἀπήεσαν. Ὡς εἴτε πυρὶ χθὼν πᾶσα νέμοιτο. Ὡς ἂν εἰ ἐπὶ πᾶσαν τὴν γῆν νέμοιτο καὶ κατεσθίοι τὸ πῦρ. χθὼν γὰρ, ἡ γῆ. Νέμοιτο. Περιεβόσκετο.

Ὑπεστενάχιζε. Ὑπέστενε, ἤχει.

Ἀμφὶ Τυφωέϊ. Περὶ τῷ Τυφῶνι. Τυφὼν δὲ εἷς τῶν γιγάντων, Γῆς ὢν καὶ Ταρτάρου, πολέμιος τοῖς θεοῖς, ὥς φησιν Ἡσίοδος. Ἱμάσσῃ. Μαστίζῃ. ὅ ἐστι, κεραυνοῖς πλήττῃ.

Ἀρίμοις. Τὰ Ἄριμα, οἱ μὲν ὄρος τῆς Κιλικίας φασὶν, οἱ δὲ, Λυδίας. Ἔμμεναι. Εἶναι, ὑπάρχειν. Εὐνάς. Κοίτας. ἐξ οὗ, διατριβάς.

Πεδίοιο. Διὰ τοῦ πεδίου.

Ποδήνεμος. Τοῖς ποσὶ ταχεῖα. Ὠκέα. Ταχεῖα.

Πὰρ Διός. Παρὰ τοῦ Διός. Ἀγγελίῃ. Ἐπὶ ἀγγελίᾳ. Ἀλεγεινῇ. Ἀλγεινῇ, χαλεπῇ, καὶ φροντίδος ἀξίᾳ.

Ἀγοράς. Νῦν ἀντὶ τοῦ, λόγους ἄκρους. Ἀγόρευον. Ἐν ἐκκλησίαις ἐδημηγόρουν, καὶ ἔλεγον. Ἐπί. Νῦν ἀντὶ τοῦ, παρά.

Ὁμηγυρέες. Ἐπὶ τὸ αὐτὸ συνηγμένοι.

Ἀγχοῦ. Ἐγγύς. Ἱσταμένη. Στᾶσα.

Εἴσατο. Ὡμοιώθη. Φθογγήν. Φωνήν.

Σκοπός. Κατάσκοπος. Ἷζεν. Ἐκάθητο. Ποδωκείῃσι. Τῇ τῶν ποδῶν ταχυτῆτι. Πεποιθώς. Πεπιστευκὼς, τεθαῤῥηκώς.

Τύμβῳ ἐπʼ ἀκροτάτῳ. Ἐπὶ τῷ ἄκρῳ τάφῳ. Αἰσυήταο. Αἰσυήτου.

Δέγμενος. Ἐκδεχόμενος, ἐπιτηρῶν. Ναῦφι. Ἀπὸ τῶν νεῶν. Ἐφορμηθεῖεν. Ἐφορμήσειαν.

Τῷ. Ἐκείνῳ. Ἐεισαμένη. Ὁμοιωθεῖσα.

Ἄκριτοι. Ἀδιάκριτοι. πολλοί.

Ὥς ποτʼ ἐπʼ εἰρήνης. Ὡς ἐν τῷ καιρῷ τῆς εἰρήνης. Ἀλίαστος. Ἀνέκκλιτος, πολύς. Ὄρωρε. Διήγερται.

Ἦ μὲν δή. Ὄντως μὲν δή.

Ὄπωπα. Ἑώρακα.

Λίην. Λίαν, πάνυ. Ψαμάθοισι. Ψάμμοις. Ἐοικότες. Ὡμοιωμένοι τῷ πλήθει.

Πεδίοιο. Διὰ τοῦ πεδίου. Περὶ ἄστυ. Περὶ τὴν πόλιν.

Ἐπιτέλλομαι. Ἐπιτέλλω, προστάσσω. Ῥέξαι. Πρᾶξαι.

Ἐπίκουροι. Οἱ τῶν πολεμουμένων βοηθοί. Σύμμαχοι δὲ οἱ τῶν πολεμούντων.

Γλῶσσα. Διάλεκτος, φωνή. Πολυσπερέων. Ἐπὶ πολλὰ μέρη τῆς γῆς διεσπαρμένων. πολυγενῶν, ἢ πολυεθνῶν.

Σημαινέτω. Προστασσέτω, κελευέτω. Οἷσίπερ ἄρχει. Ἀντὶ τοῦ, ὧν ἄρχει.

Τῶν. Τούτων. Ἐξηγείσθω. Ἀφηγείσθω. Κοσμησάμενος. Διατάξας. Πολιήτας. Πολίτας.

Ἠγνοίησεν. Ἀγνοηθῆναι ἐποίησεν.

Αἶψα. Ταχέως. Ἐπὶ τεύχεα. Ἐπὶ τὰ ὅπλα. Ἐσσεύοντο. Ὥρμων.

Πᾶσαι. Ἀντὶ τοῦ, ὅλαι. Μία γὰρ ἦν ἱππήλατος. Ὠΐγνυντο. Ἀνεώγνυντο. Ἐκ δʼ ἔσσυτο. Ἐξῄει δέ.

Ὀρυμαγδός. Θόρυβος. Ὠρώρει. Διεγήγερτο.

Προπάροιθεν. Ἔμπροσθεν. Αἰπεῖα. Ὑψηλή. Κολώνη. Τόπος εἰς ὕψος ἀνήκων, οὕτω καλούμενος. ἔστι γὰρ γεώλοφος ἐξοχή.

Ἀπάνευθεν. Ἔξω τῆς πόλεως. Περίδρομος. Περιφερής. στρογγύλος. πανταχόθεν περιτρέχεσθαι δυνάμενος, ἔνθα καὶ ἔνθα, εἰς πλάτος καὶ εἰς μῆκος.

Βατίεια. Πόλις Τρωϊκή. παρὰ τῶν περὶ αὐτὴν βάτων. Κικλήσκουσιν. Ἀντὶ τοῦ, καλοῦσι.

Σῆμα. Νῦν τάφον. ἄλλοτε δὲ σημεῖον. Πολυσκάρθμοιο. Πολυκινήτου, ταχείας. διὰ τὸ πολλὰ αὐτὴν ἐνεργεῖν ἐν τῷ πολέμῳ. σκαρθμὸς γὰρ, ἡ τῶν ποδῶν κίνησις. Μύρινα. Ὄνομα κύριον Ἀμαζόνος.

Τρῶες. Νῦν πάντες οἱ ἐν τῇ χώρᾳ Τρῶες. Διέκριθεν. Διεχωρίσθησαν, διετάχθησαν. Ἠδʼ ἐπίκουροι. Καὶ οἱ σύμμαχοι.

Τρωσὶ μὲν ἡγεμόνευε. Ἀντὶ τοῦ, τῶν Τρώων ἡγεῖτο. Κορυθαίολος. Ὁ αἰόλλων τὴν περικεφαλαίαν, ὅ ἐστι, κινῶν, διὰ τὰς ἐν πολέμῳ συνεχεῖς καὶ σφοδρὰς ἐνεργείας. Ἢ, ὁ αἰόλον καὶ ποικίλην ἔχων τὴν περικεφαλαίαν. Ἢ, ὁ εὐκίνητος ἐν τοῖς πολέμοις.

Μεμαότες. Προθυμούμενοι. Ἐγχείῃσι. Τοῖς δόρασι.

Δαρδανίων. Τῶν τὴν Δαρδάνου πόλιν Τροίαν οἰκούντων. Ἐΰς. Πλατὺς, μέγας. ἀφʼ οὗ, ἰσχυρός. Ἀγχίσαο. Ἀγχίσου.

Δῖα. Θαυμαστὴ, θεία.

Ἴδης. Ὄρος Τροίας. Ἔστι δὲ καὶ ἑτέρα Ἴδη τῆς Κρήτης. Κνημοῖσι. Ταῖς προβάσεσι τῶν ὀρῶν.

Ἀντήνορος υἷε. Ἀρχέλοχος καὶ Ἀκάμας.

Μάχης εὖ εἰδότε πάσης. Πάσης μάχης ἐπιστήμονες. Βροτοί. Ἄνθρωποι.

Ζέλεια. Πόλις ἐν μεθορίοις τῆς Τροίας, οὖσα ὑπὸ τῇ Ἴδῃ, πατρὶς Πανδάρου. Ὑπαὶ πόδα νείατον Ἴδης. Ὑπὸ τὰ ἔσχατα μέρη τῆς Ἴδης. πόδα γὰρ τὸ κατώτατον μέρος, μεταφορικῶς. τουτέστιν, ὃ καλοῦμεν ἡμεῖς ὑπόρειαν. Ἔναιον. Ὤικουν.

Μέλαν. Βαθύ. Αἰσήποιο. Ποταμὸς τῆς ὑπὸ τῇ Ἴδῃ Λυκίας.

Τρῶες. Οἱ ἀπὸ λυκίας, τῆς ἐν Τροίᾳ. οὗτοι Τρῶες ἐκαλοῦντο.

Τόξον. Τὴν τοξικὴν ἐμπειρίαν. Τὸ γὰρ τόξον αὐτὸς κατεσκεύασε. Τόξων εὖ εἰδώς. Ἀντὶ τοῦ, τὴν τοξικὴν ἀκριβῶς ἐπιστάμενος.

Ἀδρήστειαν. Ἀδράστειαν. Ἀπαισοῦ. Ὄνομα βασιλέως, ἀφʼ οὗ ἡ πόλις ὠνομάσθη Ἀπαισός.

Τηρείης ὄρος αἰπύ. Τήρεια, ὄρος Τροίας.

Λινοθώρηξ. Λινοῦν θώρακα ἔχων.

Περκωσίου. Τοῦ ἀπὸ Περικώτης, πόλεως Τροίας. Οἱ δέ φησιν, Ἑλλησπόντου. Περὶ πάντων. Ὑπὲρ πάντας.

Ἤιδεε. Ἤιδει. ἠπίστατο. Μαντοσύνας. Μαντείας. Οὐδὲ οὕς. Οὐδὲ τοὺς ἰδίους. Οὔτι. Οὐδέν. Εἴασκεν. Εἴα, συνεχώρει.

Στείχειν. Πορεύεσθαι. Φθισήνορα. Τὸν φθείροντα τοὺς ἄνδρας. Τὼ δέ οἱ. Οὗτοι δὲ αὐτῷ.

Πειθέσθην. Ἐπείθοντο. Κῆρες ἦγον. Ἀνάγκῃ γὰρ ἔφερον αὐτοὺς αἱ θανατηφόροι μοῖραι.

Πράκτιον. Πόλις Ἑλλησπόντου.

Σηστὸς καὶ Ἄβυδος. Πόλεις περὶ τὸν Ἑλλήσποντον, καθʼ ἃς Ξέρξης ἐπιστρατεύων τῇ Ἑλλάδι, συνέδησε ναῦς, καὶ ἐπλήρωσεν αὐτὰς γῆς, ὡς ποιῆσαι αὐτὸν τὸ στράτευμα ὅλον πεζὸν παρελθεῖν τὸν στενὸν ἐκεῖνον τῆς θαλάσσης πόρον. Ἑλλήσποντος δὲ λέγεται ὁ διείργων τὴν Θράκην καὶ τὴν Τρωάδα πορθμός.

Ὑρτακίδης. Ὑρτάκου παῖς. Ὄρχαμος. Ἡγεμὼν, ἔξαρχος.

Ἀρίσβηθεν. Ἀπὸ Ἀρίσβης, πόλεως Ἑλλησπόντου.

Ἐγχεσιμώρων. Περὶ τὰ δόρατα μεμορημένων.

Λάρισσα. Πόλις Θετταλίας. Ἐριβώλακα. Εὔγειον, λιπαράν.

Τευταμίδαο. Τευτάμου παιδός. Λήθοιο. Λήθου.

Πείροος. Πείρους.

Ὅσσους. Ὁπόσους. Θρήϊκας. Θρᾷκας. Ἀγάῤῥοος. Σφοδρῶς ῥέων. Ἐντός. Ἔσωθεν αὐτοῦ. Ἐέργει. Περικλείει, συνέχει.

Αἰχμητάων. Πολεμικῶν.

Τροιζήνοιο. Τροιζήνου. Κεάδαο. Κεάδου παιδός.

Παίονες. Οὗτοι ὁμοροῦσι Θρᾳξί. Τούτων δὲ ἄποικοι Κίκονες ἔθνος Θρᾳκικόν. Ἀγκυλοτόξους. Ἐπικαμπῆ τόξα ἔχοντας.

Ἀμυδῶν. Πόλις Παιονίας. Ἄξιος. Ποταμὸς Παιονίας. Εὐρὺ ῥέοντος. Εἰς πλάτος ῥέοντος.

Κάλλιστον. Γονιμώτατον. Ἐπικίδναται. Ἐπικλύζει, ἐπιῤῥεῖ. Αἴα. Γῆ. ἢ, ὥς τινες εἶπον, κρήνη οὕτω λεγομένη, ἐκδιδοῦσα εἰς τὸν Ἄξιον ποταμόν.

Παφλαγόνες. Ἔθνος τοῦ Πόντου. Πυλαιμένεος λάσιον κῆρ. Περιφραστικῶς, ὁ Πυλαιμένης. Λάσιον. Πυκνὸν, συνετόν. Κῆρ. Ψυχή.

Ἐνετῶν. Πόλεως Παφλαγονίας. Ὅθεν ἡμιόνων γένος ἀγροτεράων. Ὅπου τὸ τῶν ἡμιόνων γένος ἐπενοήθη πρῶτον, καὶ ἐξευρέθη. Ἀγροτεράων. Ἀγρίων καὶ δυσδαμάστων.

Κύτωρον. Χωρίον Παφλαγονίας.

Παρθένιον. Ποταμόν. Τοῦτον ἔνιοι λέγουσι διὰ τὴν πραότητα οὕτω προσαγορεύεσθαι. Ἢ, ἐπειδὴ παρθένος ἡ Ἄρτεμις οὖσα ἐν αὐτῷ ἐλούσατο.

Αἰγιαλόν. Πάντα τὸν παραθαλάσσιον τόπον τῆς Παφλαγονίας λέγει. Ἐρυθίνους. Ὄρη Παφλαγονίας, ἢ Πόντου.

Ἁλιζώνων. Ἔθνους τοῦ Πόντου. Εἰσὶ δὲ οὗτοι Βοιωτοί. οὕς τινας Οἴνοπάς φασιν· οἱ δὲ, ἔθνος Αἴα.

Ἀλύβης. Χωρίου Βιθυνίας. Ὅθεν ἀργύρου ἐστὶ γενέθλη. Ὅπου κάλλιστος ἄργυρος γεννᾶται. Γενέθλη γὰρ ἡ γέννησις.

Οἰωνιστής. Οἰωνοσκόπος. ὁ διʼ ὀρνίθων μαντευόμενος.

Ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσσατο κῆρα μέλαιναν. Ἀλλʼ οὐκ ἐξέφυγε τὸν θάνατον διὰ τὴν οἰωνοσκοπίαν. Ἐρύσατο. Ἐφυλάξατο.

Ἐδάμη. Ἀνῃρέθη, ἐδαμάσθη. Ποδώκεος. Ταχύποδος. Αἰακίδαο. Ἀπογόνου Αἰακοῦ, Ἀχιλλέως.

Ἐν ποταμῷ. Ἐν τῇ παρὰ τὸν Ξάνθον ποταμὸν μάχῃ. Ὅθι. Ὅπου. Κεράϊζε. Κατὰ κράτος ἠφάνιζε καὶ ἀνῄρει. Εἴρηται δὲ ἀπὸ τῶν τοῖς κεράτοις μαχομένων ζώων.

Φόρκυς αὖ Φρύγας ἦγεν. Ὁ ποιητὴς διαστέλλει Φρύγας καὶ Τρῶας. οἱ νεώτεροι δὲ συγχέουσι τὴν Φρυγίαν, καὶ τὴν Τρῳάδα. Θεοειδής. Θεοῖς τὸ εἶδος ὅμοιος.

Τῆλε. Πόῤῥω, μακράν. Ἀσκανίη. Πόλις Φρυγίας, καὶ λίμνη, ὁμοίως. Μέμασαν. Προεθυμοῦντο. Ὑσμῖνι. Μάχῃ.

Μῄοσι. Ἢ τῶν Μῃώνων.

Πυλαιμένεος. Πυλαιμένους. Τώ. Οὕστινας. δυϊκῶς. Γυγαίη. Λίμνη Λυδίας. ὅπου καὶ Γυγαίης Ἀθηνᾶς ἱερόν.

Μῄονες. Λυδοί. Τμῶλος. Ὄρος Λυδίας, ἀφʼ οὗ καταφέρεται ὁ Πακτωλὸς ποταμός.

Βαρβαροφώνων. Ἀγριοφώνων, καὶ τὴν Ἑλλάδα φωνὴν ἠχρηστωκότων, ὅτι τὰ μὲν ἀῤῥενικὰ θηλυκῶς ἔλεγον, τὰ δὲ θηλυκὰ ἀῤῥενικῶς.

Φθειρῶν ὄρος. Τῆς Καρίας, περὶ Μίλητον. Διὰ τὸ πολλὰς ἔχειν πίτυς. οἱ γὰρ τόποι τῶν πιτύων, φθεῖραι προσαγορεύονται. οἱ δὲ, ὅτι τὰ τῶν πιτύων μικρὰ στροβύλια οὕτως λέγονται, ἃ καὶ πιτυοκάμπας φασίν. Ἢ, ἀπὸ Φθείρωνος τοῦ Ἐνδυμίωνος. Ἢ, ὅτι τὰ ἐξανθήματα τῶν πιτύων ὅμοιά εἰσι φθειρσίν. Ἀκριτόφυλλον. Πολύφυλλον, σύνδενδρον.

Μαίανδρος. Ποταμὸς, ἀρχόμενος ἀπὸ Φρυγίας, ῥέων δὲ διὰ Καρίας εἰς θάλασσαν, πλησίον Μιλήτου. Ῥοάς. Ῥεύματα. Μυκάλη. Ὄρος Πριήνης, ἀντικρὺ Σάμου τῆς νήσου. Αἰπεινὰ κάρηνα. Ἐπὶ τὰς ὑψηλὰς κορυφάς.

Χρυσόν. Νῦν χρυσοῦν κόσμον.

Νήπιος. Ἀνόητος καὶ ἄφρων. Ἐπήρκεσεν. Ἐβοήθησε. Λυγρόν. Χαλεπόν. Ὄλεθρον. Λοιγόν.

Ἐκόμισσεν. Ἐπορίσατο. Δαΐφρων. Πολεμικὸν φρόνημα ἔχων.

Ἀμύμων. Ἀμώμητος, ἀγαθὸς καὶ ἄψογος.

Τηλόθεν ἐκ Λυκίης. Τῆς πόῤῥω διεστηκυίας, τῆς κατὰ Σαρπηδόνα. ἔστι γὰρ καὶ ἐγγὺς Τροίας Λυκία, ἧς ἦρχε Πάνδαρος. Ξάνθος. Ποταμὸς Λυκίας. Δινήεντος. Δίνας καὶ συστροφὰς ποιοῦντος ἐν τῷ καταφέρεσθαι.