Διά τε σκόλοπας καὶ τάφρον ἔβησαν. Τὸ ἑξῆς· διέβησαν τούς τε σκόλοπας καὶ τὴν τάφρον. Ὑπερβατὸν γὰρ, ὁ τρόπος.
Ἐρητύοντο. Κατείχοντο.
Ὑπαὶ δείους. Ὑπὸ τοῦ δέους, ὅ ἐστι, φόβου. Τὸ ὑπαὶ δείους δύναται καὶ, χλωροὶ ὑπαὶ δείους, καὶ, πεφοβημένοι ὑπὸ δέους. Πεφοβημένοι. Εἰς φυγὴν τετραμμένοι. Ἔγρετο. Ἐγρηγόρησεν, ἀνέστη.
Ἀναΐξας. Ἀνορμήσας, ἀναστάς.
Ὀρινομένους. Ταρασσομένους. Κλονέοντας. Ταράσσοντας.
Ἔχετʼ ἄσθματι. Ὑπὸ ἄσθματος συνείχετο. ὅ ἐστιν, ὑπὸ πολλοῦ πνεύματος, καὶ συνεχοὺς ἀναπνοῆς. Κῆρ ἀπινύσσων. Ἐξεστηκὼς τῇ ψυχῇ, καὶ οὐ διακείμενος συνετῶς, ἀλλʼ ἀσυνέτως.
Οὐκ ἀφαυρότατος. Οὐκ ἀσθενής.
Ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη. Ὄντως δὴ ὁ ἐπὶ κακῷ σου τετεχνασμένος δόλος, ὦ Ἥρα, τὸν Ἕκτορα ἔοικε τῆς μάχης πεπαυκέναι. Ἀμήχανε. Πανοῦργε. πρὸς ὃν, οὐ δύναταί τις μηχανήσασθαι καὶ ἐπινοῆσαί τι.
Κακοῤῥαφίης. Κακοσυνθεσίας, κακοβουλίας.
Ἐπαύρηαι. Ἐπιψαύσῃ, ἀπολαύσῃς τῆς κακοβουλίας. Ἱμάσσω. Μαστίξω.
Ἐκρέμω. Ἐκρέμασο. Ὑψόθεν. Ἐκ τοῦ αἰθέρος, ἀπὸ ὕψους. Ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθι, ἐκ δὲ ποδοῖϊν Ἄκμονας ἧκα δύο, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα. Τοὺς τῆς Ἥρας δεσμοὺς νοητέον φυσικὴν τοῦ ἀέρος πρὸς τὸν αἰθέρα συμπλοκήν. Διὰ τοῦτο οὖν φησι, χρύσεον, ἄῤῥηκτον. ἵνʼ ᾖ, δυσδιαχείριστον. ἐπεὶ καὶ τὸ πῦρ χρυσαυγὲς καὶ δυσδιάλυτον. Ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω. Καὶ ἔμπροσθεν περὶ τούτου εἴρηται ἱκανῶς. Ἀκριβέστερον δὲ νῦν. Διὰ γὰρ τούτων ὁ Ποιητὴς τὴν κοσμικὴν αἰνίττεται φύσιν. Δία μὲν καὶ Ζῆνα τὸν ἀνωτάτω ὑποτιθέμενος διάπυρον ἀέρα, Ἥραν δὲ τὸν δεύτερον· καὶ ταύτην φησὶν ὑπὸ Ὠκεανοῦ τετράφθαι, ἐπειδὴ ἐκ τῆς τῶν ὑγρῶν ἀναθυμιάσεως γίγνεται ἀήρ. Ἄκμονας δὲ γῆν καὶ θάλασσαν λέγει. Χρυσοῦν δὲ δεσμὸν, τὸ αἰθέριον πῦρ, ὅτι ἐν τῷ ἀνωτάτῳ μέρει συνῆπται αὐτῷ ὁ ἀήρ. Καὶ ῥιπτόμενον τὸν Ἥφαιστον εἰς θάλασσαν, παρʼ ὅσον μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα· πῦρ μὲν εἰς ἀέρα, ἀὴρ δὲ εἰς ὕδωρ. Χαλκεύοντα δὲ ἐν Ὠκεανοῦ, ὅτι τὰ στερεὰ τῆς διʼ ὕδατος καὶ πυρὸς ἐργασίας τυγχάνει. Καὶ Ἡσίοδος οὐρανὸν μὲν λέγει τὴν ἐκπύρωσιν. Κρόνον δὲ τὸν ἄνω κρουνηδὸν ἐπιφερόμενον ὄμβρον. Ῥέαν δὲ, τὴν ἐπιῤῥεομένην ὕδασιν. Ἐκτομὴν δὲ οὐρανοῦ, τὴν τοῦ πυρώδους ἐξ ὑγρῶν σβέσιν. Λίθον δὲ καταπινόμενον ὑπὸ Κρόνου, ἐπειδήπερ ἡ μεταβολὴ τῶν ὑγρῶν εἰς στεῤῥότητα πήγνυται. Κρύπτεσθαι δὲ τὸν Δία, διὰ τὸ τοῦ ζῇν ἐπικρατεῖν τῷ τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων τῶν ὑγρῶν. Καὶ ἐν τῷ· Τριχθὰ δὲ πάντα δέδασται, φυσικὴ γίγνεται διάταξις γεγενημένη. Ὁ μὲν γὰρ τὸ ζῆν παρεχόμενος, Ζεὺς ὠνόμασται· ὁ δὲ τὴν ὑγρὰν οὐσίαν, ἀπὸ τῆς πόσεως Ποσειδῶν· Ἅδης δὲ ὁ θάνατος, παρὰ τὸ σκοτεινὸν καὶ ἀηδὲς τῆς τῶν ἀνθρώπων ἀπωλείας.
Ἄκμονας. Βάρη σιδηρὰ καθέλκοντα. Ἄκμονας δύο. Τὰ βαρύτατα τῶν στοιχείων, γῆν, καὶ θάλασσαν. Ἐζήτηται δὲ, διὰ ποίαν αἰτίαν οὕτως ἀσχημόνως ὑβρίζει τὴν Ἥραν ὁ Ζεὺς διὰ θνητόν. φησὶ γὰρ, Οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθι. Ῥητέον δὲ, ὅτι νῦν φιλοσοφεῖ Ὅμηρος· μυθικῶς γὰρ Ζεὺς ἐνταῦθα ὁ αἰθὴρ οὐρανοῦ τοῦ περὶ τὸν ἀέρα δεσμός ἐστιν ὁ ἄγων τὰ ὑγρά. καὶ ἐξ αὐτοῦ δεσμεύονται πάντα. Μετʼ αὐτὸν δὲ ὁ ἀὴρ μέσος γῆς καὶ ἀέρος, ὃ δεῖ νοεῖν ἡμᾶς τὴν Ἥραν ὑπάρχειν, τοῦ δὲ ἀέρος ἐκκρέμαται ὕδωρ τε καὶ γῆ. οὓς δεῖ νῦν ἄκμονας λέγειν, παρὰ τὸ ἀκοπίαστα εἶναι τὰ στοιχεῖα. Καλῶς δὲ οὐ δύνανται οἱ θεοὶ τὸν δεσμὸν λῦσαι. ἰσχὺς γὰρ τῶν ὅλων, τὸ συνδεδέσθαι. Ἧκα. Ἀπεκρέμασα. Ἴηλα. Περιέβαλον.
Ἄῤῥηκτον. Στερεόν.
Ἠλάστεον. Ἐδεινοπάθουν, συνήλγουν.
Παρασταδὸν ὃν δὲ λάβοιμι. Ὃν δʼ ἂν λάβοιμί σοι παρεστῶτα. ἀντὶ τοῦ, ὃν δὲ ἔλαβον παριστάμενόν σοι. Δῆλον δὲ, ὅτι λέγει τὸν Ἥφαιστον.
Ῥίπτασκον. Ἐῤῥίπτουν. Παραγωγὴ, ὁ τρόπος. Βηλοῦ. Βαθμοῦ. Ὄφρʼ ἄν. Ἕως ἄν.
Ὀλιγηπελέων. Ὀλιγοδρανῶν, ὀλίγον ἰσχύων, καὶ ὀλιγοψυχῶν. Ἀνίει. Εἴα, κατελίμπανεν.
Ἀζηχής. Ἀδιάλειπτος. ἢ κακὸν ἦχον ἀποτελοῦσα.
Πεπιθοῦσα. Πείσασα. Θυέλλας. Συμβολὰς ἀνέμων.
Μητιόωσα. Βουλευομένη, ἐργαζομένη.
Ἀπένεικας. Ἀπαχθῆναι ἐποίησας.
Ἀθλήσαντα. Κακοπαθήσαντα.
Αὖτις. Ἐκ δευτέρου, πάλιν. Ἀπολλήξῃς. Παύσῃ.
Ἤν τοι. Ἐάν σοι.
Ἴστω. Γιγνωσκέτω.
Κατειβόμενον. Καταῤῥέον. Στυγὸς ὕδωρ. Ἐπεὶ ἡ Στὺξ κατὰ τὸν Ἡσίοδον ἐστὶν ἱερὰ πηγὴ, θυγάτηρ Ὠκεανοῦ, ἢ, ὥς τινές φασιν, ὅτι ὁμώνυμος ταύτῃ ἐστὶν ἡ πηγὴ ἡ ἐν Ἅιδου, ὅρκον αὐτὴν φρικτὸν οἱ θεοὶ πεποίηνται βουλήσει Διός.
Νωΐτερον. Ἡμέτερον.
Μάψ. Ψευδῶς, ματαίως.
Μὴ διʼ ἐμήν. Οὐ διʼ ἐμήν. Ἰότητα. Βούλησιν.
Πημαίνει. Βλάπτει, κακοῖ.
Παραμυθησαίμην. Συμβουλεύσαιμι, εἴποιμι.
Τῇ ἴμεν. Ταύτην ἔρχεσθαι, καὶ προαίρεσιν καὶ γνώμην ὁμοίαν σοι ἔχειν.
Εἰ μὲν δή. Ἐὰν, ὅπου δή.
Ἶσον ἐμοὶ φρονέουσα. Ὅμοια καὶ τὰ αὐτὰ ἐμοὶ φρονοῦσα.
Ἄλλῃ. Ἄλλως, ἢ ἀλλαχοῦ.
Μεταστρέψειε. Μεταβάλοι. Μετὰ σὸν, καὶ ἐμόν. Ἐπὶ τὸ σοὶ καὶ ἐμοὶ ἀρέσκον.
Ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις. Ἀλλʼ ἐὰν δή φησιν ἀληθῆ λέγῃς. Δὶς δὲ τὸ αὐτό φησιν, ἐπιτάσεως χάριν.
Ἔρχεο. Ἔρχου. Δεῦρο. Εἰς τοῦτον τὸν τόπον.
Τὰ ἅ. Τὰ ἑαυτοῦ ἴδια.
Ἐμπνεύσησι. Ἐμβαλῇ. Λελάθῃ. Εἰς λήθην ἀγάγοι, λήθην ποιήσειε.
Φύζαν. Δειλίαν, φυγήν.
Τοῦ δὲ χολωσάμενος. Ὑπὲρ τούτου ὀργισθείς.
Ἐκ τοῦδʼ ἄν. Ἀπὸ τούτου τοῦ χρόνου. Παλίωξιν. Τὴν ἐξ ὑποστροφῆς τῶν φευγόντων δίωξιν. ὅτʼ ἂν οἱ πρότερον φεύγοντες, ὕστερον πάλιν αὐτοὶ διώκωσι θαῤῥήσαντες.
Ἴλιον αἰπὺ ἕλοιεν. Σημείωσαι τοῦτο, ὅτι οὐδετέρως τὸ Ἴλιον ἐνθάδε φησὶ μόνον. Διὸ καὶ ἀθετεῖται ὁ στίχος οὗτος.
Ὡς δʼ ὅτʼ ἀναΐξῃ νόος ἀνέρος. Καὶ τὰ ἑξῆς· ὥσπερ δὲ νοῦς ἀνδρὸς πολλὴν ἐπεληλυθότος γῆν, καὶ πολλὰ ἱστορηκότος, ἐν ὑπομνήσει ποιεῖται τὰ ἱστορημένα, καὶ ταχέως ἄλλοτε ἐπʼ ἄλλο μεταβαίνει· οὕτω καὶ ἡ Ἥρα τότε ἐκ τῆς Ἴδης εὐθέως παρεγένετο εἰς τὸν Ὄλυμπον.
Πευκαλίμῃσι. Συνεταῖς.
Ἔνθα ἢ ἔνθα. Ἐνταῦθα, ἢ ἐκεῖ. Ἔνθʼ εἴην ἢ ἔνθα. Τὸ εἴην σὺν τῷ ν Ἀριστάρχειοι· καὶ σημαίνει τὸ, ὑπῆρχον. ὡς αὐτοῦ τοῦ ἀνδρὸς ἐπιλογιζομένου· Εἴην, πορευοίμην. Ὁ δὲ λόγος· εἰς ἐκείνην τὴν χώραν πορευθείην, ἢ εἰς ταύτην πορευοίμην. Μενοινήσειε. Ἐνθυμηθῇ, διανοηθῇ.
Διέπτατο. Διέπτη.
Δεικανόωντο. Ἐδεξιοῦντο.
Θέμιστι. Ἀντὶ τοῦ παρὰ Θέμιδος. Θέμις δέ ἐστι μία τῶν Τιτάνων.
Ἀτυζομένη. Τεταραγμένη, ἠπορημένη.
Ἦ μάλα δή σε φόβησεν. Ἀκριβῶς δή σε ἐπτόησεν. Ἀκοίτης. Ἀνήρ.
Διείρεο. Διερώτα.
Ὑπερφίαλος. Ὑπερήφανος, ἄδικος. Ἀπηνής. Χαλεπὸς, σκληρός.
Πιφαύσκεται. Ἐμφανίζει, λέγει, μηχανᾶται.
Κεχαρησέμεν. Χαρῆναι.
Εὔφρων. Εὐφραινόμενος, ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ ὑπάρχων.
Ἡ δʼ ἐγέλασσε χείλεσιν. Οὗτος ὁ γέλως Σαρδόνιος καλεῖται, ὅτʼ ἄν τις μὴ ἐκ διαθέσεως γελᾷ.
Ἰάνθη. Διεχύθη, εὐφράνθη. Νεμεσσηθεῖσα. Μεμψαμένη.
Μενεαίνομεν. Προθυμούμεθα, ὀργιζόμεθα. Ἀφρονέοντες. Μωραίνοντες.
Μέμαμεν. Προθυμούμεθα.
Ἀφήμενος. Ἀποτέρω καὶ πόῤῥω καθεζόμενος.
Οὐδʼ ὄθεται. Οὐδʼ ἐπιστρέφεται.
Κάρτεϊ. Ἰσχύει. κράτει. Διακριδόν. Διακεκριμένως, κεχωρισμένως.
Τῷ ἔχετε. Διὸ ἀνέχεσθε, καὶ ὑπομένετε.
Πῆμα. Βλάβην, πένθος. Τετύχθαι. Γεγονέναι.
Θαλερώ. Θάλλοντας, ἰσχυρούς. Δυϊκῶς. Πεπλήγετο. Ἔπληξε.
Καταπρηνέεσσι. Κατεστραμμέναις, κατωφερέσιν. Ὀλοφυρόμενος. Νῦν, ὀδυρόμενος.
Νεμεσήσετε. Μεμφθήσεσθε.
Δεῖμον. Ὄνομα δαίμονος. Φόβον. Νῦν, ὄνομα δαίμονος.
Πᾶσι περιδδείσασα θεοῖσι. Περὶ πάντων εὐλαβηθεῖσα θεῶν.
Θάασσεν. Ἐκαθέζετο.
Καθάπτετο. Νῦν, ἐπέπληττε.
Φρένας ἠλέ. Ἀνόητε καὶ μάταιε τὰς φρένας. Διέφθορας. Διέφθαρσαι. Ἦ νύ τοι αὕτως Οὔατʼ ἀκουέμεν ἐστίν. Ἢ ματαίως πάρεστί σοι τὰ ὦτα πρὸς τὸ ἀκούειν;
Νόος. Νῦν, τὸ τῆς ψυχῆς κυριώτατον, ᾧ νοοῦμεν. Ἀιδώς. Νῦν, τὸ αἰδεσθῆναι.
Οὐκ ἀΐεις. Οὐκ ἀκούεις. Ἅτε. Ἅτινα δή. Φησί. Λέγει.
Ἀναπλήσας. Ἀναπληρώσας.
Εἶσιν. Ἐλεύσεται. Κυδοιμήσων. Συνταράξων.
Μάρψει. Συλλήψεται ἐπὶ τιμωρίᾳ.
Πεφήσεται. Φονευθήσεται.
Γενεήν τε τόκον τε. Τοὺς γονεῖς καὶ τὸ γένος. Δισσολογεῖ διʼ ἀμφοτέρων τὴν γένεσιν. Ὁ δὲ νοῦς· οὐ δυνατόν ἐστι θεῷ, ῥύσασθαι τὴν ἐξ αὐτοῦ ἀνθρωπίνην γένεσιν. Τὸ γὰρ ἀργαλέον νῦν ἀντὶ τοῦ ἀδύνατον κεῖται, τοῦ θανάτου ῥύεσθαι.
Σφώ. Ὑμᾶς. Ὅττι τάχιστα. Σφόδρα ταχέως.
Εἰς ὦπα ἴδησθε. Εἰς ὄψιν ἔλθητε.
Τὼ δʼ ἀΐξαντε πετέσθην. Ὑπερβολικῶς εἴρηται, ἢ συλληπτικῶς. οὐ γὰρ Ἀπόλλων πτερωτός.
Πολυπίδακα. Πολύϋδρον.
Γαργάρῳ. Γάργαρον, τὸ ἀκρωτήριον τῆς Ἴδης.
Θυόεν νέφος. Τὸ εὐῶδες καὶ τεθυμιαμένον, ἀπό τε τῶν ἀναδοθέντων ἐκ τῆς γῆς ἀνθέων, καὶ ἀπὸ τοῦ μύρου τῆς Ἥρας. Ἐστεφάνωτο. Περιέκειτο.
Σφῶϊν. Αὐτοῖς.
Ἀγγεῖλαι. Ἀντὶ τοῦ, ἀνάγγειλον. Εἶναι. Ἀντὶ τοῦ, ἔστω. Ἀπαρέμφατον ἀντὶ προστακτικοῦ.
Ἀλογήσει. Λόγον οὐ ποιήσεται, καταφρονήσει.
Φραζέσθω. Λογιζέσθω, σκοπείτω.
Ταλάσσῃ. Καρτερήσῃ, ὑπομείνῃ.
Ἕο. Αὐτοῦ.
Φάσθαι. Εἰπεῖν.
Πτῆται. Ταχέως ἐνεχθῇ, πτῇ, κατέρχηται. Νιφάς. Ψεκὰς, ἢ χιών.
Ὑπαὶ ῥιπῆς. Ὑπὸ τῆς σφοδρᾶς φορᾶς. Αἰθρηγενέος. Αἰθρηγενέτου.
Ὑπεξαλέασθαι. Ὑπεκκλῖναι. Φυγεῖν.
Ὑπέροπλον. Ὑπερήφανον.
Ἐνέροισι. Τοῖς ὑπὸ γῆν, τοῖς νεκροῖς.
Τριχθά. Τριμερῶς, τριχῆ.
Ἔλαχον. Ἔτυχον. Πολιήν. Λευκὴν, διὰ τὸν ἀφρόν. Ἢ ἁπλῶς, λευκήν.
Παλλομένων. Κλήρῳ μεριζομένων. Πάλος γὰρ ὁ κλῆρος. Ἔλαχεν. Ἔτυχε. Ζόφον. Σκότος. Λέγει δὲ τὸν κατωτάτω τόπον. Ἠερόεντα. Τὸν ὁμιχλώδη καὶ σκοτεινόν.
Ξυνή. Κοινὴ ὅλων τῶν στοιχείων. Ἐν αὐτῇ γὰρ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα. Τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται. καὶ πυρὸς ἀναδόσεις περὶ αὐτὴν γίγνονται. καὶ ὁ ἀὴρ δὲ περὶ αὐτήν ἐστι. Καλῶς δὲ καὶ τὸν Ὄλυμπον κοινόν φησιν, ἐπεὶ καὶ οὐρανὸς τὴν γένεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων.
Τῷ ῥα καὶ οὔτι Διὸς βέομαι φρεσί. Διὸ καὶ οὐδαμῶς τοῦ Διὸς ἐπιστροφὴν ποιοῦμαι. οὐκ ἂν κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι, ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ. Δημήτριος δὲ, ἀποβήσομαι, ἢ ζῶ, φησιν. Οὕτως ἔχει καὶ τό· Οὐ γάρ μοι δηρὸν βέῃ. οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον.
Δειδισσέσθω. Ἐκπλησσέτω, ἐκφοβείτω. Χερσὶ δὲ μήτι με πάγχυ κακὸν ὣς δειδισσέσθω.Ὁ νοῦς· Μὴ δὲ ὡς χερσὶ κακὸν ὄντα εἰς δέος ἀγέτω. Ἢ, ὡς κακὸν ὄντα εἰς τὸν διὰ τῶν χειρῶν ἀγέτω πόλεμον. Ἢ, ὡς χερσὶν ὑπερέχων.
Ἐνισσέμεν. Κακολογεῖν, ἐπιπλήσσειν.
Ἀπηνέα. Σκληρὸν, χαλεπόν.
Μεταστρέψεις. Μεταθήσεις, μεταβαλεῖς. Στρεπταί. Εὐμετάστρεπτοι, εὔπιστοι εἰς τὸ ἀγαθόν.
Πρεσβυτέροισι. Τοῖς προγενεστέροις. Ἐριννύες. Αἱ ἀπὸ τῶν Ἐριννύων ἐκδικίαι.
Αἴσιμα. Καθήκοντα, συμφέροντα.
Ἰσόμορον. Τῆς ἴσης μερίδος μεθέξοντα, ἰσόμοιρον. Ὁμῇ. Ὁμοίᾳ καὶ τῇ αὐτῇ.
Νεικείειν. Ὀνειδίζειν, ἐπιπλήσσειν. Χολωτοῖσιν. Ὀργίλοις.
Νεμεσσηθείς. Αἰδεσθείς. ὅ ἐστι, μεμπτὸν ἡγησάμενος. Ὑποείξω. Ὑπείξω, ὑποχωρήσω.
Πεφιδήσεται. Φείσεται, φεισθείη.
Νῶϊν. Ἡμῖν. Ἀνήκεστος. Ἀνίατος.
Πόθεσαν. Ἐν πόθῳ ἐγίγνοντο.
Χαλκοκορυστήν. Χαλκῷ καθωπλισμένον. τουτέστι, πολεμικόν.
Αἰπύν. Χαλεπὸν, νῦν.
Μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι. Πάνυ γὰρ ἀπόπειραν τῆς ἡμετέρας δυνάμεως ἔλαβον καὶ οἱ περὶ Κρόνον Τιτᾶνες ἐν τῷ Ταρτάρῳ ὄντες.
Ἐνέρτεροι. Οἱ κατώτεροι.
Ἀλλὰ τόδʼ ἠμὲν ἐμοί. Παρὰ τοῦτο μὲν καὶ ἐμοί.
Ἀνιδρωτί. Χωρὶς κακοπαθείας.
Ἐπισσείων. Ἐπάνω κινῶν.
Ἔγειρε. Παρώρμα. Ὄφρʼ ἄν. Ἕως ἄν.
Ἀνηκούστησε. Παρήκουσεν.
Ἵρηκι. Ἱέρακι.
Φασσοφόνῳ. Τῷ φάσσας φονεύοντι.
Νεόν. Νεωστί. Ἐσαγείρατο. Νῦν, ἀθροίζετο.
Ἀμφί ἑ γιγνώσκων ἑτάρους. Τοὺς περὶ αὐτὸν γιγνώσκων, ὅ ἐστιν, ἐπιστάμενος τῇ διανοίᾳ.
Ὀλιγηπελέων. Ὀλιγοθυμῶν. Κῆδος. Κακὸν, λύπη.
Ὀλιγοδρανέων. Ὀλίγον ἰσχύων, ἐξησθενηκώς.
Φέριστε. Βέλτιστε, ἀνδρειότατε. Ὅς με. Ὅστις με.
Οὐκ ἀΐεις. Οὐκ ἀκούεις.
Ἐπεὶ φίλον ἄϊον ἦτορ. Ἀπέπνευσα τὴν ψυχήν. Ἢ, ἐπεὶ ᾐσθόμην ἀλγήσας τοῦ ψύχους. Ἄϊον γὰρ νῦν τὸ ᾐσθόμην.
Ἀοσσητῆρα. Βοηθόν.
Χρυσάορον. Ἤτοι χρυσοφάσγανον. Ἢ χρυσοῦν τὸν ἀορτῆρα τῆς φαρέτρας ἢ τῆς κιθάρας ἔχοντα. Οὐκ ἔτι δὲ ξίφους. ἁγνὸς γὰρ ὁ θεός. Φοῖβον Ἀπόλλωνα χρυσάορον. Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος εὗρε λύραν. Καὶ τοὺς Ἀπόλλωνος βόας κλέψας, εὑρέθη ὑπὸ τοῦ θεοῦ διὰ τῆς μαντικῆς. Ἀπειλουμένου δὲ τοῦ Ἀπόλλωνος, ἔκλεψεν αὐτοῦ καὶ τὰ ἐπὶ τῶν ὤμων τόξα. Μειδιάσας δὲ ὁ θεὸς, ἔδωκεν αὐτῷ τὴν μαντικὴν ῥάβδον. ἀφʼ οὗ καὶ χρυσόῤῥαπις ὁ Ἑρμῆς προσηγορεύθη. Ἔλαβέ τε παρʼ αὐτοῦ τὴν λύραν. Ὅθεν καὶ χρυσάορ ὠνομάσθη, ἀπὸ τοῦ τῆς κιθάρας ἀορτῆρος.
Λειανέω. Λείαν καὶ ὁμαλὴν ποιήσω. Τρέψω. Εἰς φυγὴν ἀγάγω.
Στατός. Ἀναπεπαυμένος, ἱστάμενος.
Κροαίνων. Κρούων.
Ἐνώμα. Ἔστρεφεν, ἐκίνει.
Ἐσσεύοντο. Ἐδίωκον.
Ἠλίβατος. Ὑψηλὴ, ἀπρόσβατος. ἧς ἄν τις διαμάρτοι τῆς ἐπιβάσεως, διὰ τὸ πολὺ ὕψος. Ἀλιτεῖν γὰρ τὸ διαμαρτεῖν. Ἢ, ἧς ὁ ἥλιος μόνος ἐπιβαίνει. Δάσκιος ὕλη. Πολύσκιος. λίαν πυκνή.
Εἰρύσατο. Νῦν, ἐῤῥύσατο, ἔσωσε. Κιχήμεναι. Καταλαβεῖν. Αἴσιμον. Εἱμαρμένον.
Ἠϋγένειος. Δασὺ γένειον ἔχων.
Ὁμιλαδόν. Ἀθρόως.
Παραὶ ποσὶ κάππεσε θυμός. Τὰς ψυχὰς ἐταπείνωσαν, ἅπαντες λειποψυχήσαντες τὴν σωτηρίαν παρὰ τοῖς ποσὶν εἶχον.
Ἀγορῇ. Νῦν, λόγῳ.
Νίκων. Ἐνίκων.
Ἀλύξας. Ἐκφυγών.
Ὃ δὴ πολλῶν. Ἀντὶ τοῦ, ὃς δὴ πολλῶν.
Μενοινῶν. Προθυμούμενος.
Ἀνώξομεν. Κελεύσωμεν.
Στείομεν. Στῶμεν. Ἐρύξομεν. Ἐπίσχωμεν, κωλύσομεν.
Ἤρτυον. Κατεσκεύαζον.
Ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. Ἐν σχήματι πέφρασται, ἀντὶ τοῦ, οἱ πολλοί.
Εἱμένος. Ἠμφιεσμένος, περικείμενος.
Ἀμφιδάσειαν. Πανταχόθεν δασεῖαν. Καὶ, οἱ μὲν, ἀμφίμαλλον· οἱ δὲ, κύκλῳ δασεῖαν, διὰ τοὺς θυσάνους. Ὑφʼ ἓν δὲ τὸ ὄνομα.
Ὀξεῖα. Νῦν, δριμεῖα, χαλεπή.
Ἐπαυρεῖν. Ἐπιτυχεῖν.
Λιλαιόμενα. Ἐφιέμενα, ἐπιθυμοῦντα ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυντο. τοῦ χρωτὸς ἐπιθυμοῦντα τῶν ἐφʼ οὓς ἐβάλλετο. Ἔστι λῶ λαίω, ὡς κερῶ κεραίω· Ζωρότερον κέραιε. Χροὸς ἆσαι. Τοῦ σώματος κορεσθῆναι.
Ὄφρα μὲν αἰγίδα. Καὶ τὰ ἑξῆς. Κρόνος χρησμὸν λαβὼν, ὅτι ὁ ἴδιος αὐτὸν τῆς βασιλείας μεταστήσει υἱὸς, τὰ γεννώμενα κατέπινε. Ῥέα δὲ τεκοῦσα Δία, Κρόνῳ μὲν, λίθον ἀντʼ αὐτοῦ σπαργανώσασα, ἔδωκε καταπιεῖν. τὸ δὲ παιδίον εἰς Κρήτην διακομίσασα ἔδωκε Θέμιδι καὶ Ἀμαλθείᾳ, ἣ ἦν αἴξ. Ταύτην οἱ Τιτᾶνες ὁπόταν θεάσαιντο, ἐφοβοῦντο. Αὕτη δὲ τοὺς ἑαυτῆς μαζοὺς ἐπέχουσα, ἔτρεφε τὸ παιδίον. Αὐξηθεὶς δὲ ὁ Ζεὺς, μετέστησε τῆς βασιλείας τὸν πατέρα. Πολεμούντων δὲ αὐτῷ τῶν Τιτάνων, Θέμις συνεβούλευσε τῷ τῆς Ἀμαλθείας δέρματι σκεπαστηρίῳ χρήσασθαι. εἶναι γὰρ αὐτὸ ἀεὶ φόβητρον. Πεισθεὶς δὲ ὁ Ζεὺς ἐποίησε, καὶ τοὺς Τιτᾶνας ἐνίκησεν. Ἐντεῦθεν αὐτόν φασιν αἰγίοχον προσαγορευθῆναι.
Κατενῶπα. Κατὰ πρόσοψιν.
Ἔθελξεν. Ἐγοήτευσεν, ἠπάτησεν.
Οἰῶν. Προβάτων.
Θῆρε. Λέοντες, κατʼ ἐξοχήν.
Σημάντορος. Ἄρχοντος. Νῦν δὲ, φύλακος, νομέως.
Ὣς ἐφόβηθεν Ἀχαιοί. Οὕτω καὶ οἱ Ἕλληνες εἰς φυγὴν ἐτράπησαν ὑπὸ τοῦ φόβου ὡς ἀσθενεῖς.
Ὄπαζε. Περιεποίει, ἐδίδου.
Κεδασθείσης. Διαλυθείσης, σκορπισθείσης, ἀλλαχοῦ ἄλλου τραπέντος.
Νόθος. Ὁ μὴ ἐκ νομίμης γυναικός.
Ἔσκεν. Ἦν, ἐγεγόνει.
Φυλάκῃ. Πόλις Θεσσαλίας. Βαρυτόνως δὲ ἀναγνωστέον, ὡς Ἰθάκη, πρὸς ἀντιδιαστολὴν τοῦ δεσμωτηρίου. Κατακτάς. Ἀνελών.
Γνωτόν. Νῦν, ἀδελφόν.
Μηκιστῆ. Ἀντὶ τοῦ, Μηκιστέα.
Πρώτῃ ἐν ὑσμίνῃ. Ἐν τῇ πρώτῃ τάξει, ἐν τοῖς προταγωνισταῖς.
Δηΐοχον δὲ Πάρις. Εἴρηται καὶ ἔμπροσθεν, ὅτι Ἑκάβη, τεκοῦσα Ἀλέξανδρον, διὰ τὸν ὄνειρον ἐξέθηκεν εἰς Ἴδην. Ὁ δὲ ποιμὴν εὑρὼν αὐτὸν, διὰ τὸ μὴ γνωρισθῆναι, ἐν πήρᾳ ἔτρεφεν. Ἀφʼ οὗ ὠνομάσθη Πάρις.
Ἐνάριζον ἀπʼ ἔντεα. Ἕως οὗ αὐτοὶ τούτους ἐσκύλευον, ἀφαιρούμενοι τὰ ᾑμαγμένα ὅπλα.
Ἐνιπλήξαντες. Ἐμπεσόντες.
Δύοντο. Ἐσῄεσαν.
Ἐπισσεύεσθαι. Ἐφορμῆσαι.
Μητίσσομαι. Μηχανήσομαι, ἐργάσομαι.
Πυρὸς λελάχωσι. Τῆς διὰ πυρὸς ταφῆς λαχεῖν ποιήσουσι.
Κατωμαδόν. Κατὰ τῶν ὤμων τῶν ἵππων.
Ἐρυσάρματας. Τοὺς ἐλαύνοντας τὰ ἅρματα, τοὺς ὑποζυγίους.
Ὄχθας. Κυρίως μὲν τὰ τῶν ποταμῶν χείλη· νῦν δὲ, τῆς τάφρου. Καπέτοιο. Τῆς τάφρου. Ἐρείπων. Καταβάλλων.
Γεφύρωσε. Διαβατὴν ἐποίησεν.
Ἧσιν. Ἀφῇ, βάδην ἀκοντίσῃ.
Φαλαγγηδόν. Κατὰ φάλαγγας, ὅ ἐστι, τάξεις.
Ἀθύρματα. Παίγνια. Καὶ ἀθύρων παίζων. Νηπιέῃσι. Ταῖς ἀφροσύναις.
Ἤϊε. Τοξικέ. Παρὰ τὴν ἄφεσιν τῶν βελῶν. Ἔστι δὲ ἐπίθετον Ἀπόλλωνος. Εἴρηται δὲ κατὰ ἀφαίρεσιν τῆς πρώτης συλλαβῆς. ἵνʼ ᾖ, ἰήϊε. Ἰὸς γὰρ λέγεται τὸ βέλος, παρὰ τὸ ἱέναι. Ἔνιοι δὲ, ψιλῶς ἀναγιγνώσκοντες, ἀπέδοσαν, ἰατρέ· οὐκ ὀρθῶς. Ἐπεὶ θεῶν ἰατρὸν Παιήονα Ὅμηρος παραδίδωσι. Κάματον καὶ ὀϊζύν. Πολλοὺς καμάτους καὶ ταλαιπωρίας αὐτῶν.
Σύγχεας. Συνετάραξας, συνέχεας. Φύζαν. Φόβον. Φυγήν.
Πολυπύρῳ. Σιτοφόρῳ.
Ἀράων ἀΐων. Νῦν τῶν εὐχῶν ἀκούων.
Εὐρυπόροιο. Εὐρυχώρου. πλατείας ἐν τῷ περάσαι.
Νηὸς ὑπὲρ τοίχων καταβήσεται. Ὑπὲρ τοὺς τοίχους τῆς νεώς.
Ναύμαχα. Μακρὰ δόρατα, τὰ πρὸς ναυμαχίαν ἐπιτήδεια. Κολλήεντα. Ἐκ πολλῶν συγκεκολλημένα, ἵνα γένηται μακρά. οἷον σύνθετα, καὶ οὐ μονόξυλα. Κατὰ στόμα. Νῦν κατὰ τὴν ἀρχήν. μεταφορικῶς. Εἱμένα χαλκῷ. Ἀντὶ τοῦ, κατὰ τὸ ἄκρον σεσιδηρωμένα.
Ἀγαπήνορος. Ἤτοι ἀγαπῶντος τοὺς ἄνδρας. ἢ ἀνδρείου.
Ἀκήματα. Ἰάματα.
Χατέοντι. Χρῄζοντι, δεομένῳ.
Δὴ γὰρ μέγα νεῖκος. Μάλα γὰρ μεγάλη μάχη.
Ποτιτερπέτω. Παρηγορείτω.
Εἰς Ἀχιλῆα. Ἀντὶ τοῦ πρὸς Ἀχιλλέα.
Παραίφασις. Παραμυθία, παραίνεσις.
Στάθμη. Ἐργαλεῖον τεκτονικὸν, ἡ καὶ κατευθυντηρία λεγομένη. Τούτῳ δὲ κανονίζεται τὸ ξύλον. Ἔστι δὲ καὶ σχοινίον λεπτὸν, ἐρυθρῷ ἢ μέλανι χρώματι κεχρισμένον. Νήϊον. Τὸ εἰς ναυπηγίαν ξύλον. Ἐξιθύνη. Ἶσον ποιεῖ, ὀρθοῖς.
Δαήμονος. Ἐμπείρου.
Εὖ εἰδῇ σοφίης. Ἔμπειρος τεκτονικῆς. Τὸ γὰρ παλαιὸν, πᾶς τεχνίτης, σοφὸς ἐκαλεῖτο, συγκεχυμένῳ ὀνόματι. ὕστερον δὲ Πυθαγόρας, τοῦτο μεμψάμενος, σοφὸν μὲν μόνον εἶπε τὸ θεῖον ὀνομάζεσθαι· σοφίαν δὲ μόνην τὴν ἔχουσαν τὸ τέλειον καὶ ἄπταιστον τῆς ἐπιστήμης, ἥτις ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. Ὑποθημοσύνῃσιν. Ὑποβολαῖς. διδασκαλίαις.
Τέτατο. Ἐπετέτατο.
Ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο. Ἄλλοι δὲ κατʼ ἄλλο μέρος τῶν νεῶν ἐμάχοντο.
Ἀντʼ Αἴαντος. Ἀντικρὺ τοῦ Αἴαντος. Ἐείσατο. Ἐφάνη.
Ἂψ ὤσασθαι. Εἰς τοὐπίσω ἀπώσασθαι.
Ἔνθʼ υἷα Κλυτίοιο. Τότε τὸν υἱὸν τοῦ Κλυτίου. Κλύτιος, ἀδελφὸς Πριάμου. Καλλήτωρ, ἀνεψιὸς Ἕκτορος. Ἔστι δὲ καὶ ἕτερος Κλύτιος ὁμώνυμος.
Χάζεσθε. Ἀναχωρεῖτε. Στείνεϊ. Στενοχωρίαν ἔχοντι τόπῳ. Ἢ, τῇ μάχῃ τῇ στενοχωρούσῃ, καὶ πανταχόθεν πεπυκνωμένῃ.
Σαώσατε. Ἀνακομίσατε. τῆς μάχης σώσατε.
Νεῶν ἐν ἀγῶνι. Ἐν τῷ ἀθροίσματι τῶν νεῶν. τῷ ναυστάθμῳ.
Κυθήριον. Ἀπὸ Κυθήρων. Κύθηρα δὲ νησίδιον τῆς Λακωνικῆς, Ἀφροδίτης ἱερόν. ὅθεν καὶ Κυθέρειαν ἐπιθετικῶς ὀνομάζουσι τὴν θεάν.
Δὴ νῶϊν. Ἡμῶν δή.
Κυθηρόθεν ἔνδον ἐόντα. Ἀντὶ τοῦ ἀπὸ Κυθήρων ἐνδεδημηκότα.
Ὠκύμοροι. Ταχύμοροι. Θάνατον ἐπιφέροντες. ταχυθάνατοι.
Παλίντονον. Εἰς τοὐπίσω ἑλκόμενον.
Ἰοδόκον. Ἰοὺς δεχομένην. Ὅ ἐστι, βέλη.
Πεπόνητο. Ἐπεπόνητο, ἐνήργει.
Τῇ γὰρ ἔχε. Ἐκεῖ γὰρ ἤλαυνεν. Ἧι ῥά. Ὅπου δή. Κλονέοντο. Ἐταράσσοντο.
Ἐρύκακεν. Εἶργεν, ἐκώλυσεν. Ἱεμένῳ. Προθυμουμένῳ, σπεύδοντι.
Αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός. Ἤτοι, ὁ ὀδυνηρὸς, ἢ πολλῶν στεναγμῶν αἴτιος. Ἀποστρεφόντων δὲ τὰ ἅρματα τῶν Τρώων, πρὸς τὸ ἐξίσου πολεμεῖν ἐπιβεβηκόσιν τῶν νεῶν τοῖς Ἕλλησιν, οὕτως ὁ ἡνίοχος τετραμμένος πρὸς τοὺς ἵππους βέβληται κατὰ τοῦ αὐχένος.
Ὑπερώησαν. Ὑπεχώρησαν.
Κεῖνʼ ὄχεα κροτέοντες. Κενὰ τὰ ἅρματα κροτοῦντες.
Ἴσχειν. Κατέχειν.
Αἴνυτο. Ἐλάμβανε, ἀφῃρεῖτο.
Πυκινόν. Νῦν, συνετόν.
Ἀπηύρα. Ἀφείλετο.
Ἐϋστρεφέα. Καλῶς περιστρεφομένην. Ἀμύμονι τόξῳ. Ἤτοι, κατὰ μετουσίαν τοῦ φοροῦντος· ἢ, πανταχόθεν ἀμέμπτῳ καὶ ὑγιεῖ.
Παρεπλάγχθη. Παρηνέχθη, παρέπεσεν. Ἄλλῃ. Ἀλλαχόσε, καὶ οὐκ ἐπὶ τὸν Ἕκτορα.
Χαλκοβαρής. Χαλκῷ βαρούμενος.
Ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει. Πᾶσαν τὴν εἰς τὸν πόλεμον ἡμῶν προθυμίαν θεός τις κωλύει, καὶ παρασπᾷ. Ἐπὶ μήδεα κείρει. Ἐμποδίζει τὰ βουλεύματα.
Νεόστροφον. Καινήν. νεωστὶ ἐστραμμένην.
Πρώϊον. Ἕωθεν, ὄρθριον, ἢ πρόσφατον. Ἀνέχοιτο. Ὑπομένοι, ἀντέχοιτο. Θαμά. Πυκνῶς.
Μεγήρας. Φθονήσας.
Ἀσπουδεί. Χωρὶς σπουδῆς, καὶ κακοπαθείας.
Τετραθέλυμνον. Τετράπτυχον, τέσσαρας θέσεις ἔχον ἐπαλλήλους.
Βέλεμνα. Βέλη. ὑποκοριστικῶς.
Δὴ γὰρ ἴδον. Ἴδον γὰρ δή.
Διόθεν. Ἀναγκαίως τὸ Διόθεν, ἵνα τοὺς μὲν ἐπιῤῥώσῃ, τοὺς δὲ περιδεεῖς καταστήσῃ. Τῇ τῶν θεῶν οὖν ἐλπίδι ἀνεγείρει τὸν στρατόν.
Ἀλκή. Νῦν, βοήθεια.
Ὁτέοισιν. Οἷστισιν. Ὑπέρτερον. Ὑπερέχον, μέγα.
Μινύθῃ. Ἐλαττοῖ, μειοῖ.
Βλήμενος. Ἐκ βολῆς τρωθείς. Τυπείς. Ἐκ χειρὸς τρωθεὶς, ἐκ τοῦ σύνεγγυς. Πότμον. Μόρον, θάνατον.
Ἀεικές. Κακόν.
Σόη. Σεσωσμένη, ὑγιής.
Κλῆρος. Χωρικὴ περίκτησις καὶ οὐσία, ἐπεὶ οἱ πρῶτοι, καταλαβόντες χώραν, κλήρῳ αὐτὴν διενέμοντο. Ἀκήρατος. Ἀκέραιος, ἄφθαρτος.
Οἴχονται. Πορευθῶσιν.
Ἄρκιον. Αὔταρκες, ἱκανόν.
Ἐμβαδόν. Πεζῇ βαίνοντες. Ἵξεσθαι. Ἀφίξεσθαι, ἐλθεῖν.
Ἐνιπρῆσαι. Ἐμπρῆσαι, καῦσαι.
Χορόν. Εἰς χορείαν.
Μῆτις. Βουλή.
Αὐτοσχεδίῃ. Τῇ ἑαυτοῦ σύνεγγυς μάχῃ.
Βέλτερον ἢ ἀπολέσθαι. Βέλτιον πρὸς βραχὺ κινδυνεῦσαι, ἢ ζῶντας καὶ κατʼ ὀλίγον ἀπολλυμένους ταλαιπωρεῖν. Ἕνα χρόνον. Ἐν μιᾷ ῥοπῇ. Βιῶναι. Ζῆσαι.
Στρεύγεσθαι. Ταλαιπωρεῖν, κακοπαθεῖν.
Αὕτως. Ἀπράκτως, ματαίως.
Πρυλέων. Πεζῶν, ὁπλιτῶν.
Κυλλήνιον. Ἀρκάδα. Κυλλήνη δὲ ὄρος Ἀρκαδίας ἱερὸν Ἑρμοῦ. καὶ ὑπʼ αὐτὸ πόλις ὁμώνυμος.
Ὕπαιθα λιάσθη. Εἰς πλάγιον ἐξέκλινεν, εἰς τοὔμπροσθεν.
Ἀπήμβροτεν. Ἀφήμαρτεν, ἀπέτυχε.
Δόλοψ. Νῦν ὄνομα κύριον. Αἰχμῆς εὖ εἰδώς. Πολεμικὸς, ἐμπειροπόλεμος.
Πυκινός. Πυκνὸς, καὶ ἀσφαλής. Ἤρκεσεν. Ἐβοήθησεν, ἀπέστρεψε.
Γυάλοισιν ἀρηρότα. Ἐν ταῖς συναφαῖς τῶν κοιλωμάτων ἐπιμελῶς ἡρμοσμένον.
Ἐξ Ἐφύρης. Τῆς ἐν Ἤλιδι. ἣ νῦν καλεῖται Οἰνόη.
Ἀλεωρήν. Φυλακὴν, ἀσφάλειαν, ἄδειαν.
Κύμβαχον. Τὸ κάτακρον τῆς περικεφαλαίας, ἐν ᾧ ἐμβάλλεται ὁ λόφος.
Λόφον. Δὲ αὐτὸ τὸ ἐπανάστημα.
Νέον φοίνικι φαεινός. Νεωστὶ φοινικῷ χρώματι βεβαμμένος. ὅ ἐστιν, ἐρυθρῷ τῷ αἵματι.
Ἀμύντωρ. Βοηθός.
Εὐράξ. Ἐκ πλαγίου.
Διέσσυτο. Διεξῆλθε. Μαιμώωσα. Ἐνθουσιωδῶς ὁρμῶσα.
Ἐεισάσθην. Νῦν, ἐπῆλθον, καὶ ὥρμησαν.
Ἕκτωρ δὲ κασιγνήτοισι. Νῦν, πᾶσι τοῖς συγγενέσι. Σημείωσαι γὰρ ὅτι καὶ τοὺς ἀνεψιοὺς κασιγνήτους ἐκάλουν. Ὁ γὰρ Μελάνιππος ἀνεψιὸς ἦν Ἕκτορος. Ἀνεψιοὶ δέ εἰσιν οἱ τῶν ἀδελφῶν παῖδες. ὥσπερ Αἴας καὶ Ἀχιλλεὺς, ὁ μὲν Τελαμῶνος, ὁ δὲ Πηλέως.
Ἐνένισπεν. Ἐκακολόγησεν, ἐπέπληξεν.
Ὄφρα μέν. Ἕως οὗ, τέως.
Περκώτῃ. Πόλις Ἑλλησπόντου. οἱ δὲ, Θρᾴκης.
Μετέπρεπεν. Ἐκπρεπὴς ἦν.
Μεθήσομεν. Ἀμελήσομεν, ἐάσομεν.
Ἐντρέπεται. Ἐπιστρέφεται. οἷον ἐντροπὴν ἐπὶ τὸ βέλτιον λαμβάνει.
Οἷον. Ὁποῖον. Περὶ τεύχεʼ ἕπουσι. Περὶ τὰ ὅπλα ἀσχολοῦνται. Ἕπουσιν. Ἐνεργοῦσιν, ἀσχολοῦνται.
Ἀποσταδόν. Ἀφεστῶτες πόῤῥω, ἐκ διαστήματος.
Κατʼ ἄκρης. Κατὰ κεφαλῆς, ἀπὸ τῆς ἀκροπόλεως.
Αἰπεινήν. Ὑψηλήν. Κτᾶσθαι. Ἀναιρεθῆναι.
Αἰδὼ θέσθε. Αἰδέσθητε.
Πέφανται. Φονεύονται.
Ὄρνυται. Ὥρμηται.
Φράξαντο. Ἔφραξαν.
Ἕρκεϊ χαλκείῳ. Τῷ κύκλῳ τῶν ἀσπίδων, ταῖς ἀσπίσιν. Ἔγειρε. Παρώρμησε.
Θάσσων. Ταχύτερος.
Εἴτινά που Τρώων. Εἴτινα τῶν Τρώων.
Κεκάδοντο. Νῦν, ὑπεχώρησαν, διέστησαν.
Νεβρῷ. Νεογνῷ ἐλάφῳ.
Ἐξ εὐνῆφιν. Ἐκ τῆς κοίτης. Θορόντα. Ὁρμῶντα.
Ἐτύχησε. Κατεστοχάσατο.
Ἔτρεσε. Μετὰ δέους ἔφυγεν.
Ἀολλισθήμεναι. Συναθροισθῆναι.
Χέοντο. Ἔχεον, ἑτοίμως ἔῤῥιπτον.
Λείουσι. Λέουσιν.
Ἐπεσσεύοντο. Ἐφώρμησαν.
Θέλγε. Ἐγοήτευσεν. ἠπάτα καὶ παρῃτεῖτο τὴν τοῦ ἀμύνασθαι δύναμιν.
Ἀπαίνυτο. Ἀφῃρεῖτο.
Ὀρέξαι. Δοῦναι, παρασχεῖν.
Θεσπιδαές. Τὸ ὑπὸ θεῶν ἀναπτόμενον, θεῖον.
Ἐξαίσιον. Παρὰ τὸ καθῆκον γενομένην, μεγάλην. ἢ, οὐκ ἀγαθήν. Ἀρήν. Ἰκεσίαν, εὐχήν. Ὅτε δὲ, βλάβην.
Ἐπικρήνειεν. Ἐπιτελέσειε.
Σέλας. Λαμπηδόνα.
Μαίνετο. Νῦν, σφοδρότερον ἐκινεῖτο, καὶ ἐνήργει ἐνθουσιαστικῶς. Ἐγχέσπαλος. Πολεμικός. Ὀλοόν. Ὀλέθριον.
Τάρφεσι. Τοῖς πυκνώμασι. Τάρφεσιν ὕλης. Οὐκ ἔστιν ἐπιθετικῶς ὡς ὀξέσιν, ἄλλʼ ὡς βέλεσιν. ἂν δʼ ἐπιθετικὸν ᾖ, ταρφέσιν ὡς ὀξέσιν. ταρφέσιν ὀϊστοῖς.
Ἀφλοισμός. Ὁ ἀφρισμός. κατὰ Αἰτωλούς. Λαμβάνεται δὲ καὶ πεποιημένως ἐπὶ ἰδιώματος ὕδατος ἤχου.
Βλοσυρῇσι. Καταπληκτικαῖς. Πήληξ. Περικεφαλαία.
Τινάσσετο. Ἐτινάσσετο, ἐσείετο.
Ἐπώρνυεν. Ἐφώρμα. ἔπεμπε. Μόρσιμον. Εἱμαρμένον.
Ἧι δή. Ὅπου δή.
Ἴσχον. Ἐπεῖχον, ἐκώλυον. Πυργηδόν. Πυκνῶς, ἀσφαλῶς, ἐν τάξει καὶ δίκην πύργου.
Τροφόεντα. Εὐτραφῆ, μεγάλα, καὶ ηὐξημένα. Προσερεύγεται. Μετὰ ἤχου φέρεται, πρόεισι. Κυρίως δὲ ἐπὶ ὕδατος τίθεται ἡ λέξις.
Λαμπόμενος πυρί. Ὑπὸ τῶν ὅπλων λαμπόμενος.
Πέσῃσιν. Ἐμπέσῃ.
Λάβρον. Ἀθρόον. συνεχές. πολύ. Ὑπαὶ νεφέων. Ἀντὶ τοῦ, ἐκ νεφῶν. Ἀνεμοτρεφές. Ὑπὸ ἀνέμου ηὐξημένον. ὑψηλόν. Ὅτʼ ἂν δὲ τὸ Ἀγαμέμνονος ἀνεμοτρεφές φησιν, ὥσπερ ἐν τῇ Λ, ἀντὶ τοῦ ἰσχυρόν. Τὰ γὰρ ὑπεύδια καὶ κατασκιαζόμενα τῶν δένδρων, εὐγενῆ μὲν καὶ λεῖον τὸν ὅρπηκα ποιεῖ, ἀσθενῆ δὲ καὶ μαλακὸν καὶ ἀγύμναστον ἀναδίδωσιν. Οἷς δὲ προσπίπτει τραχὺς ἀὴρ καὶ ἀνεμώδης, ταῦτα, ταῖς τῶν ἀνέμων τριβόμενα πνοαῖς, εὔτονον καὶ δύσθραυστον ἔχει τὴν στεῤῥότητα. ὥς φησι Πλούταρχος ἐν Μελέταις Ὁμηρικαῖς. Ἡ δέ τε πᾶσα Ἄχνῃ ὑπεκρύφθη. Ἡ ναῦς δηλονότι ὑπὸ τῆς ἄχνης ἐσκεπάσθη. Ἄχνη δὲ τὸ ἀφρῶδες καὶ χορτῶδες τῆς θαλάσσης ἀπόβλημα.
Δεινὸς ἀήτης. Χαλεπὸν ἀνέμου πνεῦμα.
Ἐμβρέμεται. Ἐνηχεῖ, πνεῖ.
Τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται. Βραχὺ γάρ ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα. ὅ ἐστι, παρʼ ὀλίγον θνήσκουσιν, ἐγγὺς ὄντες τοῦ θανάτου.
Ἐδαΐζετο. Διεμερίζετο, ἐκόπτετο.
Ὀλοόφρων. Ὀλέθρια καὶ δεινὰ φρονῶν.
Ἐν εἰαμενῇ. Ἐν καθύγρῳ καὶ ποώδει χωρίῳ. Ἕλεος. Ἕλους. ὅ ἐστι, συμφύτου καὶ ὑγροῦ τόπου.
Ἕλικος βοὸς ἀμφὶ φονῇσι. Περὶ ἀνῃρημένης βοός. Ἢ, ὑπὲρ τοῦ μὴ ἀναιρεθῆναι. Ἕλικος δὲ, ἤτοι μελαίνης, ἢ ἑλικοειδῆ κέρατα ἐχούσης, ἢ τῆς ἐν ἕλει τεθραμμένης.
Ἤτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσιν. Ἐν πρώταις καὶ ὑστάταις. Ὁ δὲ, καὶ, σύνδεσμος, ἀντὶ τοῦ, ἢ, διαζευκτικοῦ, κεῖται. Ὅπερ ἄμεινον. ἵνʼ ᾖ, ταῖς πρώταις καὶ ὑστάταις.
Ὁμοστιχάει. Ἅμα πορεύεται, συμπαρακολουθεῖ.
Ἔδει. Ἐσθίει. Ὑπέτρεσαν. Ὑπὸ δέους ἔφυγον.
Θεσπεσίως. Θείως.
Κοπρῆος. Κοπρέως. Οὗτος δὲ ὁ Κοπρεὺς ἦν κήρυξ Εὐρυσθέως τοῦ τῶν Ἀργείων βασιλέως, ὃς τὰς παρʼ ἐκείνου ἐντολὰς ἔλεγε τῷ Ἡρακλεῖ, τῶν ἄθλων ἕνεκα ἔξωθεν τῆς πόλεως μένοντι. Δεδοικὼς γὰρ αὐτὸν ὁ Εὐρυσθεὺς, οὐκ εἴα ἔνδον εἰσελθεῖν.
Ἀγγελίης. Ἀγγελίας, ἄγγελος. Οἴχνεσκε. Παρεγένετο, ἐπορεύετο.
Παντοίας. Παντοδαπάς.
Ἐν ἀσπίδος ἄντυγι πάλτο. Ἐνήλατο καὶ ἐνεπλάκη τῷ ἔξωθεν τῇς ἀσπίδος κύκλῳ.
Ποδηνεκές. Μέχρι τῶν ποδῶν διϊκνουμένην. μεγάλην.
Εἰσωποὶ δʼ ἐγένοντο νεῶν. Ἐν ὄψει τὰς ναῦς ἔβλεπον. ὅ ἐστιν, εἰσῆλθον εἰς αὐτάς. τουτέστιν, ὑπὸ τὴν στέγην αὐτῶν ἐγένοντο. Περὶ δʼ ἔσχεθον. Περίεσχον, περιεκάλυπτον. Ἄκραι. Αἱ πρῶραι.
Ἐπέχυντο. Ἐπηνέχθησαν.
Ἐχώρησαν. Ὑπεχώρησαν.
Προτέρων. Τῶν πρώτων καὶ ἄκρων.
Ἐκέδασθεν. Ἐχωρίσθησαν, ἐσκορπίσθησαν. Αἰδώς. Αἰσχύνη.
Ἀζηχές. Ἀδιάλειπτον. Ὁμόκλεον. Ἠπείλουν, παρεκελεύοντο.
Οὖρος. Νῦν, φύλαξ.
Γουνούμενος. Ἱκετεύων.
Κτήσιος. Κτήσεως.
Ὅτεῳ. Ὧιτινι.
Οὐ παρεόντων. Οὐ παρόντων.
Τροπάασθαι. Τρέπεσθαι.
Ἀχλύος. Σκοτίας.
Ὁμοιΐου. Τοῦ ὁμοίως πᾶσιν ἐπιόντος, χαλεποῦ.
Ἐφράσσαντο. Ἐθεάσαντο.
Ἴκρια. Τὰ καταστρώματα τῶν νεῶν. Τὰ σανιδώματα. Βιβάσθων. Βαίνων.
Νώμα. Νῦν, διέφερεν, ἐκίνει. Ξυστόν. Ἐξυσμένον.
Κολλητόν. Κεκολλημένον. Βλήτροισι. Τοῖς κατὰ τὰς ἁρμονίας γόμφοις, τοῖς ἐπιούροις.
Κελητίζειν. Ἵππον κέλητα ἐλαύνειν. Κέλης, ὁ μονάμπυξ, παρὰ τὸ κέλειν, τὸ βαδίζειν. Ὅθεν καὶ κέλευθος. Ἐπεὶ τὸ παλαιὸν, ὡς ἐπίπαν τοῖς ἅρμασιν ἐχρῶντο.
Πίσυρας. Τέσσαρας. Συναγείρεται. Συλλέγεται.
Σεύας. Ὁρμήσας.
Λαοφόρον. Λεωφόρον. διʼ ἧς ὁ λεὼς ἔρχεται, ὅ ἐστιν, ὁ ὄχλος. Θηήσαντο. Μετὰ θαύματος εἶδον.
Ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται. Ἐν μέρει ἐπέρχεται. ὅ ἐστιν, ἄλλοτʼ ἐπʼ ἄλλον μεθιζάνει.
Σμερδνόν. Φοβερόν.
Ὁμάδῳ. Θορύβῳ, πλήθει.
Αἴθων. Διάπυρος, ὀξύς. ἢ, σφοδρὸς κατὰ τὴν πτῆσιν. Μέλας.
Ἔθνος. Πλῆθος.
Κυανοπρώροιο. Κυανῷ τὴν πρώραν κεχρισμένης.
Χειρί. Δυνάμει.
Δριμεῖα. Ὀξεῖα, θερμή.
Ἀκμῆτας. Μὴ κεκοπωμένους, ἀπόνους. Ἀτειρέας. Ἀκαταπονήτους.
Ἄντεσθαι. Συμβαλεῖν, ἀπαντῆσαι.
Ὠκυάλου. Τῆς ταχέως πλεούσης. Ἐζήτηται δὲ, διὰ ποίαν αἰτίαν μόνην τὴν Πρωτεσιλάου παρέδωκε ναῦν καιομένην. Ῥητέον, ὅτι ᾐδέσθη τινὸς τῶν ζώντων ἐμπρῆσαι, μή πως ἀνανδρίαν αὐτοῦ τὶς δόξῃ καταγιγνώσκειν.
Ἀϊκάς. Διώξεις. ὁρμάς. Ἀμφὶς μένον. Ἀντὶ τοῦ, περιέμενον.
Μελάνδετα. Σιδηρόδετα, ἢ μέλαινας λαβὰς ἔχοντα. Ἔστι γὰρ ἡ λαβὴ δεσμός τις τοῦ ξίφους.
Ἄφλαστον. Τὸ λεγόμενον ἀκροστόλιον τῆς νεὼς πρύμνης. Καὶ εἴρηται κατὰ ἀντίφρασιν· εὔθλαστον γάρ ἐστι.
Νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε. Νῦν ἀντὶ τοῦ, πάντων τῶν τολμηθέντων εἰς ἡμᾶς ἀξίαν ἀμοιβὴν παρέσχεν ἡμῖν ὁ Ζεὺς πρὸς τὸ ἑλεῖν τὰς ναῦς.
Ἰσχανάασκον. Κατεῖχον, ἐκώλυον. Ἐρητύοντο. Κατείχοντο.
Βιάζετο. Κατεπονεῖτο.
Ὀϊόμενος. Ὑπολαμβάνων.
Θρῆνυν. Ὑποπόδιον. Βέλτιον δὲ, θρῆνυν καλεῖσθαι ὑπὸ Ὁμήρου τὰς καθέδρας τῶν ἐρετῶν. ἀναχωρῶν γὰρ ἀπὸ τῆς νεὼς τῶν καταστρωμάτων, ἐπὶ ταύτας ἀφικνεῖται. Τινὲς δὲ, τόπον τῆς νεὼς, βάσιν ἔχοντα, ἐφʼ οὗ τὸν κυβερνήτην τοὺς πόδας τιθέναι, ὃ καὶ ἐδώλιόν φασιν. Ἄλλοι δὲ, τὴν ὑποδεχομένην τὸν ἱστὸν τράπεζαν εἶπον. Οἱ δὲ, διαβάθραν ἀπὸ νηὸς ἐπὶ νῆα. Ἑπταπόδην. Ἑπτὰ ποδῶν τὸ μέγεθος ἔχοντα.
Δεδοκημένος. Ἐπιτηρῶν.
Ἄμυνεν. Ἤμυνεν.
Ἀοσσητῆρας. Βοηθούς.
Ἧι κʼ ἀπαμυναίμεσθα. Διʼ ἧς ἀμυνοίμεθα τοὺς πολεμίους. Ἑτεραλκέα δῆμον. Δυνάμενον ὄχλον ἐν μέρει πρὸς τὰ κατεπείγοντα βοηθεῖν τοῖς κατεπτοημένοις.
Πόντῳ κεκλιμένοι. Παρακεκλιμένοι τῇ θαλάσσῃ, περιεχόμενοι.
Τῷ ἐν χερσὶ φόως. Διὸ ἐν ταῖς χερσὶν ἡμῶν, καὶ τῷ μάχεσθαι, ἡ σωτηρία. οὐ γὰρ ἐν τῷ, μειλιχίους ἡμᾶς καὶ πράους εἶναι τοῖς πολεμίοις. Ὅ ἐστιν· οὔτις περὶ τὸν πόλεμον φιλανθρωπία. Τὸ δὲ ἑξῆς· οὐχ ἡ προσήνεια πολέμου οἰκεία, ἀλλʼ εἰρήνης. Ἢ ἐπὶ δοτικῆς πτώσεως· οὐκ ἐν τῷ πολεμεῖν προσηνῶς, ἡ ἐπιφάνεια τῆς σωτηρίας, ἀλλʼ ἐν ταῖς χερσὶν ἡμῶν. Οὐ μειλιχίη πολέμοιο. Ἀρίσταρχος κατὰ δοτικήν. ἵνʼ ᾖ ὁ λόγος· φῶς ἡμῖν ἐν ταῖς χερσίν ἐστιν, οὐκ ἐν τῇ μειλιχίᾳ τοῦ πολέμου. Ὁ δὲ Θρᾷξ φησίν· οὐκ ἔστιν ἡ προσήνεια πολέμου, ἀλλʼ εἰρήνης.
Μαιμώων. Μανιωδῶς, ἀκατασχέτως. Ἔφεπεν. Ἐπεδίωκεν. ἢ, ἐπήρχετο.
Κηλείῳ. Καυστικῷ. Χάριν Ἕκτορος ὀτρύναντος. Εἰς χάριν τοῦ Ἕκτορος παρορμῶντος.
Οὔτασκεν. Ἐκ χειρὸς ἐτίτρωσκε. Δεδεγμένος. Ἐκδεχόμενος, ἐπιτηρῶν.
Αὐτοσχεδὸν οὖτα. Ἐκ τοῦ σύνεγγυς ἐτίτρωσκεν.