eul_wid: qsg-cc

Χρονικόν
Chronicle

Hippolytus of Rome Chronicle PDF

1 Συναγωγὴ χρόνων καὶ ἐτῶν ἀπὸ κτίσεως κόσμου ἕως τῆς ἐνεστώσης ἡμέρας. Τῆς γῆς διαμερισθείσης τοῖς τρισὶν υἱοῖς τοῦ Νῶε φανέρωσις τῶν ἐθνῶν· τίνες ἐκ τίνων γεγένηνται καὶ ποίας ἕκαστος αὐτῶν πόλεις καὶ χώρας κεκλήρωνται· πόσαι νῆσοι ἐπίσημοι.
3 Τίνες ἐκ ποίων ἄποικοι ἐγένοντο. Πόσοι ποταμοὶ ὀνομαστοί.
5 Πόσα ὄρη ὀνομαστά. Πόσοι κριταὶ καὶ τίς πόσα ἔτη ἔκρινε τὸν λαόν.
7 Πόσοι βασιλεῖς ἐν τῇ Ἰουδαίᾳ φυλῇ καὶ τίς πόσα ἔτη ἐβασίλευσεν. Ἀπόδειξις περὶ τοῦ Πάσχα καὶ 〈τίσ〉 πότε ἐτήρησεν ἀπὸ Μωυσέως συγκαταψηφιζομένων καὶ τῶν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας.
9 Βασιλεῖς Περσῶν ἀπὸ Κύρου καὶ τίς πόσα ἔτη ἐβασίλευσεν. Χρόνος ὀλυμπιάδων ἀπὸ Ἰφίτου ἕως τῆς ἐνεστώσης ὀλυμπιάδος.
11 Ὀνόματα πατριαρχῶν ἀπὸ γενέσεως. Ὀνόματα προφητῶν.
13 Γυναῖκες προφήτιδες. Βασιλέων Ἑβραίων ὀνόματα.
15 Βασιλεῖς οἱ ἐν Σαμαρείᾳ βασιλεύσαντες τῶν δέκα φυλῶν 〈καὶ〉 τίς ὁπόσα ἔτη ἐβασίλευσεν. Ἀρχιερέων ὀνόματα.
17 〈Βασιλεῖς Μακεδόνων ἀπὸ Ἀλεξάνδρου καὶ τίς πόσα ἔτη ἐβασίλευσεν. Βασιλεῖς Ῥωμαίων〉 ἀπὸ Αὐγούστου 〈καὶ〉 τίς πόσα ἔτη ἐβασίλευσεν.
19 [5] Ἐπειδήπερ δεῖ κατὰ πάντα ἕτοιμον τυγχάνειν τὸν τῆς ἀληθείας διάκονον, ἀναγκαῖον ἡγησάμην, ἀγαπητέ μου ἀδελφέ, ἐν συντόμῳ ποιήσασθαι λόγους ἐκ τῶν ἁγίων γραφῶν πρὸς καταρτισμόν σοι φιλομαθίας, ὅπως δι’ ἐπιτόμων ἀποδείξεων οὐκ ἀργῶς μεμεριμνημένων τὸν ἐξακριβασμὸν τῶν κατὰ τὴν ἀλήθειαν ἡμῖν ἀναγκαίως ἐπιζητουμένων ἐν ὀλίγῳ καταλαβώμεθα, ἐκκόπτοντες πρότερον τὴν δι’ ἀμαθίας γενομένην ἔριν, ἥτις σκοτίζουσα. τὸν νοῦν ἀμαθέστερον τὸν τοιοῦτον προβιβάσει.
20 [10] ἡμεῖς δὲ φιλομαθῶς ἱστορεῖν βουλόμενοι ἐπιγνωσόμεθα κατὰ ἀκρίβειαν τῶν τε ἐθνῶν τὸν διαμερισμὸν καὶ τὴν τῶν πατέρων ἐξαριθμουμένην γενεαλογίαν τόν τε τῆς παροικίας καιρὸν καὶ τῶν πολέμων συμβολὰς καὶ τῆς τῶν κριτῶν κατὰ χρόνους διοικήσεως καὶ τῶν βασιλέων καιροὺς καὶ προφητῶν χρόνους, τίνες ἐπὶ τίνων βασιλέων γεγένηνται· ὁποῖαι δὲ αἰχμαλωσίαι τῷ λαῷ ἐπὶ τίνων βασιλέων καὶ κριτῶν συμβεβήκασι· τίνες δὲ ἀρχιερεῖς τίσι χρόνοις ἱεράτευσαν· τίς δὲ ὁ μερισμὸς τῶν καιρῶν καὶ λαῶν γεγένηται· πῶς δὲ ἡ καταγωγὴ τοῦ σπέρματος Ἰσραὴλ ἐκ πατέρων εἰς Χριστὸν πεπλήρωται· καὶ τίνα καὶ πόσα τῶν χρόνων καταριθμεῖται ἔτη ἀπὸ κτίσεως κόσμου ἕως τῆς ἐνεστώσης ἡμέρας. ἔδοξε δὲ ἡμῖν ἐναρξαμένοις ἀπὸ τῆς γενέσεως τὴν κατὰ λόγον ἀπόδειξιν, καθὼς ἀπαιτεῖ, ἐν συντόμῳ φανερῶσαι, οὐκ ἐξ ἰδίας μαρτυρίας, 〈ἀλλ’ ἐκ τῶν ἁγίων γραφῶν τεκμηριωσαμένοισ〉.
21 ἐντεῦθεν τοίνυν ἀφορμὰς λαβόντες τὸν κατὰ τάξιν λόγον ἐκ τῆς γενέσεως πειρώμεθα ποιεῖσθαι. Βίβλος γενέσεως ἀνθρώπων.
23 Ἧι ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. Ἔζησε δὲ Ἀδὰμ ἔτη σλʹ καὶ ἐγέννησε τὸν Σήθ.
25 Καὶ ἔζησε Σὴθ ἔτη σεʹ καὶ ἐγέννησε τὸν Ἐνώς. Καὶ ἔζησε Ἐνὼς ἔτη ρϛʹ καὶ ἐγέννησε τὸν Καϊνάν.
27 Καὶ ἔζησε Καϊνὰν ἔτη ροʹ καὶ ἐγέννησε τὸν Μαλελεήλ. Καὶ ἔζησε Μαλελεὴλ ἔτη ρξεʹ καὶ ἐγέννησε τὸν Ἰάρεδ.
29 Καὶ ἔζησε Ἰάρεδ ἔτη ρξβʹ καὶ ἐγέννησε τὸν Ἐνώχ. Καὶ ἔζησε Ἐνὼχ ἔτη ρξεʹ καὶ ἐγέννησε τὸν Μαθουσάλα.
31 Καὶ ἔζησε Μαθουσάλα ἔτη ρξζʹ καὶ ἐγέννησε τὸν Λάμεχ. Καὶ ἔζησε Λάμεχ ἔτη ρπηʹ καὶ ἐγέννησε τὸν Νῶε.
33 Καὶ ἦν Νῶε ἐτῶν φʹ καὶ ἐγέννησε τρεῖς υἱοὺς τὸν Σὴμ τὸν Χὰμ τὸν Ἰάφεθ. Μετὰ δὲ ἔτη ρʹ τοῦ τεχθῆναι τὸν Σὴμ γίνεται ὁ κατακλυσμὸς ὄντος τοῦ Νῶε ἐτῶν χʹ.
35 Γίνονται οὖν ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ γενεαὶ δέκα ἔτη ͵ β〈σ〉μβʹ. Αὗται αἱ γενέσεις Σήμ.
37 Σὴμ ὢν ἐτῶν ρʹ ἐγέννησε τὸν Ἀρφαξὰδ ἔτους δευτέρου μετὰ τὸν κατακλυσμόν. Καὶ ἔζησεν Ἀρφαξὰδ ἔτη ρλεʹ καὶ ἐγέννησε τὸν Καϊνάν.
39 Καὶ ἔζησε Καϊνὰν ἔτη ρλʹ καὶ ἐγέννησε τὸν Σάλα. Καὶ ἔζησε Σάλα ἔτη ρλʹ καὶ ἐγέννησε τὸν Ἔβερ.
41 Καὶ ἔζησεν Ἔβερ ἔτη ρλʹ καὶ ἐγέννησε τὸν Φάλεγ. Ἐπὶ τούτου γενεαὶ πέντε ἔτη φκεʹ, ἀπὸ δὲ Ἀδὰμ γενεαὶ ιεʹ ἔτη ͵ βψξζʹ.
43 [5] Ἀρχὴ τοῦ χρονογράφου· ἀλλ’ ἐν ἄλλοις βίβλοις εὑρήσεις πλατυτέρως τὴν ἀρχήν, ἡμεῖς δὲ τὸν διαμερισμὸν μόνον ἐν συντόμῳ γεγράφαμεν. γίνονται οὖν ὁμοῦ ἀπὸ Ἀδὰμ ἕως τῆς πυργοποιίας καὶ συγχύσεως τῶν γλωσσῶν γενεαὶ μὲν ιεʹ, ἔτη δὲ ͵ βωʹ. Διαμερισμὸς τῆς γῆς.
45 Τῆς γῆς ὁ διαμερισμὸς τοῖς τρισὶν υἱοῖς τοῦ Νῶε μετὰ τὸν κατακλυσμὸν ἐγένετο οὕτως τῷ Σὴμ τῷ Χὰμ καὶ τῷ Ἰάφεθ. τῶν τριῶν ἀδελφῶν αἱ φυλαὶ διεμερίσθησαν, καὶ τῷ μὲν Σὴμ τῷ πρωτοτόκῳ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς τὸ μῆκος, πλάτος δὲ ἀπὸ τῆς Ἰνδικῆς ἕως Ῥινοκορούρων, Χὰμ δὲ τῷ δευτέρῳ ἀπὸ Ῥινοκορούρων ἕως Γαδείρων τὰ πρὸς νότον, Ἰάφεθ δὲ τῷ τρίτῳ ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βορρᾶν.
50 Ἔχει δὲ Ἰάφεθ ποταμὸν Τίγριν τὸν διορίζοντα Μηδίαν καὶ Βαβυλωνίαν, ὁ δὲ Χὰμ ἔχει ποταμὸν Γηὼν τὸν καλούμενον Νεῖλον [χρυσορρόαν], ὁ δὲ Σὴμ ἔχει [ποταμοὺς δύο] τὸν Εὐφράτην [καὶ τὸν Φισών].
53 [5] Συνεχύθησαν δὲ αἱ γλῶσσαι μετὰ τὸν κατακλυσμὸν ἐπὶ τῆς γῆς· ἦσαν οὖν αἱ συγχυθεῖσαι γλῶσσαι οβʹ, οἱ δὲ τὸν πύργον οἰκοδομήσαντες ἦσαν ἔθνη οʹ, οἳ καὶ ἐν γλώσσαις αὐτῶν ἐπὶ προσώπου τῆς γῆς διεμερίσθησαν. Νεβρὼδ δὲ ὁ γίγας, υἱὸς Χοὺς τοῦ Αἰθίοπος, οὗτος εἰς τὴν βρῶσιν αὐτοῖς κυνηγῶν ἐχωρήγει θηρία φαγεῖν.
55 Τὰ δὲ ὀνόματα τῶν ἑβδομήκοντά ἐστι ταῦτα Υἱοὶ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε· (1) Γάμερ, ἀφ’ οὗ Καππάδοκες, (2) Μαγώγ, ἀφ’ οὗ Κελτοὶ καὶ Γαλάται, (3) Μαδάι, ἀφ’ οὗ Μῆδοι, (4) Ἰωύαν, ἀφ’ οὗ Ἕλληνες καὶ Ἴωνες, (5) Θωβέλ, ἀφ’ οὗ οἱ Θετταλοί, (6) Μοσόχ, ἀφ’ οὗ οἱ Ἰλυριοί, (7) Θήρας, ἀφ’ οὗ οἱ Θρᾷκες, (8) Χαταίν, ἀφ’ οὗ οἱ Μακεδόνες.
65 Υἱοὶ Γάμερ τοῦ υἱοῦ τοῦ Ἰάφεθ τοῦ υἱοῦ τοῦ Νῶε· (9) Ἀσχανάθ, ἀφ’ οὗ Σαρμάται, (10) Ἐρισφάν, ἀφ’ οὗ οἱ Ῥόδιοι, (11) Θωργαμά, ἀφ’ οὗ Ἀρμένιοι.
69 Υἱοὶ Ἰωύαν υἱοῦ Ἰάφεθ τοῦ υἱοῦ τοῦ Νῶε· (12) Ἐλισσά, ἀφ’ οὗ οἱ Σικελοί, (13) Θαρσεῖς, ἀφ’ οὗ Ἴβηρες 〈οἱ〉 καὶ Τυρηνοί, (14) καὶ Κίτιοι, ἀφ’ οὗ Ῥωμαῖοι 〈οἱ〉 καὶ Λατῖνοι.
73 [5] Πάντες οὗτοι υἱοὶ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε· ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν, εἰσὶ δὲ καὶ (15) οἱ Κύπριοι ἐκ τῶν Κιτιέων ἐκ τῶν υἱῶν Ἰάφεθ. ὁμοῦ ἔθνη ιεʹ. Ἔτι δὲ εὑρίσκομεν καὶ τοὺς ἐν βορρᾷ ὄντας ἐξ αὐτῶν ὁμοφύλους τῶν Κιτιέων.
75 Ἔστι δὲ καὶ τὰ ἐκ τῆς Ἑλλάδος ἔθνη πάντα ἐξ αὐτοῦ ἐκτὸς τῶν μετῳκηκότων ὕστερον ἐκεῖ, οἷον Σαιτῶν, οἳ κατῴκησαν τιμωμένην πόλιν τὴν καλουμένην Ἀθήνας, καὶ τὰς 〈Θήβας, οἳ Σιδωνίων ἄποικοί εἰσιν ἐκ Κάδμου Ἀγή〉νορος, καὶ οἱ Χαλκηδόνιοι δὲ τῶν Τυρρηνίων εἰσὶν ἄποικοι, καὶ εἴ τινες ἄλλοι εἰς Ἑλλάδα μετῴκησαν.
79 [15] Ταῦτα δὲ τὰ τοῦ Ἰάφεθ ἔθνη ἀπὸ Μηδίας ἕως τοῦ ἑσπερίου κατέσπαρται ὠκεανοῦ βλέποντα πρὸς βορρᾶν· (1) Μῆδοι (2) Ἀλβανοί (3) Γαργανοί (4) Ἐρραῖοι (5) Ἀρμένιοι (6) Ἀμαζόνες (7) Κῶλοι (8) Κορζηνοί (9) Δενναγηνοί (10) Καππάδοκες (11) Παφλαγόνες (12) Μαριανδηνοί (13) Ταβαρηνοί (14) Χάλυβες 〈(15) Μοσσύνοικοι (16) Σαρμάται (17) Σαυρομάται (18) Μαιῶται (19) Σκύθες (20) Ταύριοι〉 (21) Θρᾷκες (22) Βασταρνοί (23) Ἰλυριοί (24) Μακεδόνες (25) Ἕλληνες (26) Λίγυρες 〈(27) Ἴστροι (28) Οὐεννοί (29) Δαυνεῖς (30) Ἰάπυγες (31) Καλαβροί (32) Ὀππικοί (33) Λα〉τῖνοι οἱ καὶ Ῥωμαῖοι (34) Τυρρηνοί (35) Γάλλιοι 〈οἱ καὶ〉 Κελτοί (36) Λυγιστινοί (37) Κελτίβηρες (38) Ἴβηρες (39) Γάλλοι (40) 〈Ἀ〉κουατινοί (41) Ἰλλυρικοί〉 (42) Βάσαντες (43) Κυρ〈τανοί (44) Λυσιτάνιοι (45) Οὐακκαῖοι (46) Κόννιοι (47) Βρεττανοί οἱ ἐν νή〉σοις οἰκοῦντες.
81 Οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματά εἰσιν (1) Ἴβηρες (2) Λατῖνοι οἷς χρῶνται οἱ Ῥωμαῖοι (3) Σπάνοι (4) Ἕλληνες (5) Μῆδοι (6) Ἀρμένιοι.
83 [15] Ἔστι δὲ τὰ ὅρια αὐτῶν ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βορρᾶν, εὖρος δὲ ἀπὸ Ποταμίδος ποταμοῦ ἕως Μαστουσίας τῆς κατὰ ἥλιον. Αἱ δὲ χῶραί εἰσιν αὗται· (1) Μηδία (2) Ἀλβανία (3) Ἀμαζονίς (4) Ἀρμενία μικρὰ καὶ μεγάλη (5) Καππαδοκία (6) Παφλαγονία (7) Γαλατία (8) Κολχίς (9) Ἰνδικὴ Ἀχαΐα (10) Βοσπορινή (11) Μαιῶτις (12) Δέρρης (13) Σαρματίς (14) Ταυριανή (15) Βασταρνίς (16) Σκυθία (17) Θρᾴκη (18) Μακεδονία (19) Δελματία (20) Μολχίς (21) Θεσσαλία (22) Λωκρίς (23) Βοιωτία (24) Αἰτωλία (25) Ἀττική 〈(26) Ἀχαία〉 (27) Πελοπόννησος 〈(28) Ἀκαρνία〉 (29) Ἠπειρώτης (30) Ἰλλυρίς (31) ἡ Λυχνῖτις (32) Ἀδριακή, ἀφ’ ἧς τὸ Ἀδριακὸν πέλαγος (33) Γαλλία (34) Θουσκηνή (35) Λυσιτανία (36) Μεσαλία (37) Ἰταλία (38) Κελτίς (39) Σπανογαλία (40) Ἰβηρία (41) Σπανία ἡ μεγάλη.
85 ὁμοῦ μαʹ. ἐνταῦθα καταλήγει τὰ ὅρια τοῦ Ἰάφεθ ἕως Βρεταννικῶν νήσων πᾶσαί τε πρὸς βορρᾶν βλέπουσαι.
87 [5] Εἰσὶ δὲ αὐτοῖς καὶ νῆσοι ἐπίκοιναι αὗται· (1) Σικελία (2) Εὔβοια (3) Ῥόδος (4) Χῖος (5) Λέσβος (6) Κυθήρα (7) Ζάκυνθος (8) Κεφαληνία (9) Ἰθάκη (10) Κέρκυρα καὶ (11) αἱ Κυκλάδες καὶ (12) μέρος τι τῆς Ἀσίας τὸ καλούμενον Ἰωνία.
89 [αὗται αἱ νῆσοι τῷ μέρει τοῦ Ἰάφεθ.] Ποταμὸς δέ ἐστιν αὐτοῖς 〈Τίγρισ〉 διορίζων Μηδίαν 〈καὶ〉 Βαβυλωνίαν.
91 Ταῦτά ἐστι τὰ ὅρια τοῦ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε. Γενεαλογία τοῦ Χὰμ 〈τοῦ〉 δευτέρου υἱοῦ τοῦ Νῶε· οἱ δὲ υἱοὶ Χὰμ τοῦ δευτέρου υἱοῦ τοῦ Νῶε (1) πρῶτος Χούς, ἐξ οὗ Αἰθίοπες, (2) 〈καὶ〉 Μεστραείμ, ἐξ οὗ Αἰγύπτιοι, (3) καὶ Φούδ, ἐξ οὗ Τρωγλοδύται, (4) καὶ Χανάν, ἐξ οὗ 〈Ἄφροι〉 καὶ Φοίνικες.
98 Οἱ δὲ υἱοὶ Χοὺς τοῦ Αἰθίοπος 〈τοῦ υἱοῦ Χὰμ τοῦ δευτέρου〉 υἱοῦ Νῶε. (5) Σαβὰ (6) καὶ Εὐηλὰτ (7) καὶ Σεβακαθὰθ (8) καὶ Ῥεγμὰ (9) καὶ Σεκατθὰ οὗτοι Αἰθίοπες πρῶτοι κατὰ τὰς φυλὰς αὐτῶν.
105 Καὶ υἱοὶ Ῥεγμὰ τοῦ υἱοῦ Χοὺς τοῦ Αἰθίοπος 〈τοῦ υἱοῦ Χὰμ〉 τοῦ 〈δευτέρου〉 υἱοῦ Νῶε (10) Σάβατον (11) καὶ Ἰουδὰδ (12) καὶ Νεβρὼδ ὁ γίγας ὁ Αἴθιοψ.
109 [γέγραπται γάρ· καὶ Χοὺς ἐγέννησε τὸν Νεβρὼδ τὸν Αἰθίοπα γίγαντα κυνηγόν—ὡς Νεβρὼδ γίγας κυνηγός.] Καὶ Αἰγυπτίων πατριαὶ σὺν Μεστραεὶμ τῷ πατρὶ αὐτῶν ὀκτώ.
110 λέγει γὰρ οὕτως· Καὶ Μεστραεὶμ ἐγέννησε (13) τοὺς Λυδιείμ, ἐξ οὗ ἐγένοντο Λύδιοι, καὶ (14) τοὺς Τενιείμ, ἐξ οὗ Πάμφυλοι, καὶ (15) τοὺς Λαβιείμ, ἐξ οὗ Λίβυες, καὶ (16) τοὺς Νεφθαλείμ, ἐξ οὗ Φυγάδες, καὶ (17) τοὺς Πατροσονιείμ, ἐξ οὗ Λύκιοι, καὶ (18) τοὺς Φυλιστιείμ, ἐξ οὗ Φοίνικες (?), καὶ (19) τοὺς Καφθοριείμ, ἐξ οὗ Κίλικες.
118 Χαναναίων δὲ πατριαὶ σὺν Χαναὰν τῷ πατρὶ αὐτῶν εἰσι ιβʹ. λέγει γὰρ οὕτως· Καὶ Χαναὰν ἐγέννησε τὸν (20) Σιδῶνα πρωτότοκον καὶ (21) τὸν Χετταῖον καὶ (22) τὸν Ἀμορραῖον καὶ (23) τὸν Γεργεσσαῖον καὶ (24) τὸν Εὐαῖον καὶ (25) τὸν Ἀρουκαῖον, ἐξ οὗ Τριπολῖται, καὶ (26) τὸν Ἀσενναῖον, ἐξ οὗ Ὀρθωσιασταί, καὶ (27) τὸν Ἀράδιον, ἐξ οὗ Ἀράδιοι, καὶ (28) τὸν Σαμορραῖον, ἐξ οὗ Σαμαρεῖται, 〈καὶ (29) τὸν Φερεζαῖον, ἐξ οὗ Φερεζαῖοι〉, καὶ (30) τὸν Ἀματθῆ, ἐξ οὗ Ἀμαθούσιοι.
130 Ἔστι δὲ καὶ αὐτῶν ἡ κατοικία ἀπὸ Ῥινοκορούρων ἕως Γαδείρων τὰ πρὸς νότον ἐπὶ μῆκος. Τὰ δὲ ἐκ τούτων γεννηθέντα ἔθνη.
132 [10] (1) Αἰθίοπες (2) Τρωγλοδύται (3) Ἀγγαῖοι (4) Ταγηνοί (5) Ἰσακηνοί (6) Ἰχθυοφάγοι (7) Ἑλλανικοί (8) Αἰγύπτιοι (9) Φοίνικες (10) Λίβυες (11) Μαρμαρίδες (12) Κᾶρες (13) Ψυλλῖται (14) Μυσοί (15) Μοσυνοί (16) Φυγάδες (17) Μάκονες (18) Βιθυνοί (19) Νομάδες (20) Λύκιοι (21) Μαριανδηνοί (22) Πάμφυλοι 〈(23) Μοσοσυνοί (?)〉 (24) Πισιδηνοί (25) Αὐγαλαῖοι (26) Κίλικες (27) Μαυρούσιοι (28) Κρῆτες (29) Μαγάρται (30) Νούμιδες 〈(31) Μακάριοι (?)〉 (32) Νασαμ〈ων〉ίδες. οὗτοι διακατέχουσιν ἀπὸ Αἰγύπτου ἕως τοῦ νοτιαίου ὠκεανοῦ.
134 Οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα (1) Φοίνικες (2) Αἰγύπτιοι (3) Πάμφυλοι (4) Φρύγες.
136 Ἔστι δὲ τὰ ὅρια τοῦ Χὰμ ἀπὸ Ῥινοκορούρων τῆς ὁριζούσης Συρίαν καὶ Αἴγυπτον καὶ Αἰθιοπίαν ἕως Γαδείρων ἐπὶ μῆκος. Τὰ δὲ ὀνόματα τῶν χωρῶν ἐστι ταῦτα.
138 (1) Αἴγυπτος σὺν τοῖς περὶ αὐτὴν πᾶσιν. (2) Αἰθιοπία ἡ βλέπουσα κατὰ Ἰνδούς, (3) καὶ ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται Γηὼν ὁ 〈τῶν Αἰθιόπων〉 ποταμὸς ὁ καλούμενος Νεῖλος, (4) Ἐρυθρὰ ἡ βλέπουσα κατὰ ἀνατολάς, (5) Θηβαῒς ὅλη, (6) Λιβύη ἡ παρεκτείνουσα μέχρι Κορκυρίνης, (7) Μαρμαρὶς καὶ τὰ περὶ αὐτὴν πάντα, (8) Σύρτις ἔχουσα ἔθνη τρία, Νασαμόνας Μάκας Ταυταμαίους, (9) Λιβύη ἑτέρα ἡ παρεκτείνουσα 〈ἀπὸ Λέπτεωσ〉 μέχρι μικρᾶς Σύρτεως.
147 (10) Νουμίδα, (11) Μασσυρίς, (12) Μαυριτανία ἡ παρεκτείνουσα μέχρι Ἡρακλείων στηλῶν κατέναντι Γαδείρων.
150 [5] Ἔχει δὲ ἐν τοῖς κατὰ βορρᾶν τὰ πρὸς θάλασσαν, (13) Κιλικίαν (14) Παμφυλίαν (15) Πισιδίαν (16) Μυσίαν (17) Λυγδονίαν (18) Φρυγίαν (19) Καμηλίαν (20) Λυκίαν (21) Καρίαν (22) Λυδίαν (23) Τρῳάδα (24) Αἰολίαν (25) Βιθυνίαν (26) τὴν ἀρχαίαν καλουμένην Φρυγίαν.
152 [5] Εἰσὶ δὲ αὐτοῖς καὶ νῆσοι ἐπίκοινοι αἵδε. (1) Κόρσυλα (2) Λαπάδουσα (3) Γαῦλος (4) Μελίτη (5) Κέρκινα (6) Μηνίς (7) Ταυριανίς (8) Σαρδανίς (9) Γαλάτη (10) Γορσύνη (11) Κρήτη (12) Γαυλορίδη (13) Θήρα (14) Καρίαθος (15) Ἀστυπάλια (16) Χῖος (17) Λέσβος (18) Τένεδος (19) Ἴμβρος (20) Ἰασός (21) Σάμος (22) Κῶος (23) Κνίδος (24) Νίσυρος (25) μεγίστη Κύπρος, ὁμοῦ νῆσοι κεʹ.
155 [5] Αὗται αἱ νῆσοι δουλεύουσι τῷ Χὰμ καὶ τῷ Ἰάφεθ τοῖς δύο υἱοῖς τοῦ Νῶε. Ἔχει δὲ Χὰμ ποταμὸν Γηὼν τὸν καλούμενον Νεῖλον τὸν κυκλοῦντα πᾶσαν τὴν Αἴγυπτον 〈καὶ〉 Αἰθιοπίαν· ὁρίζει δὲ μεταξὺ τοῦ Χὰμ καὶ τοῦ Ἰάφεθ τὸ στόμα τῆς ἑσπερινῆς θαλάσσης.
157 Αὕτη τοῦ Χὰμ ἡ γενεαλογία 〈τοῦ δευτέρου υἱοῦ τοῦ Νῶε〉. Γενεαλογία τοῦ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε.
159 Ἐκ δὲ τοῦ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε εἰσὶ φυλαὶ κεʹ· οὗτοι πρὸς ἀνατολὰς ᾤκησαν. (1) Ἐλάμ, ὅθεν οἱ Ἐλυμαῖοι, (2) καὶ Ἀσούρ, ὅθεν οἱ Ἀσσύριοι, (3) καὶ Ἀρφαξάδ, ὅθεν οἱ Χαλδαῖοι, (4) καὶ Λούδ, ὅθεν οἱ Ἀλαζονεῖς (5) καὶ Φούδ, ὅθεν οἱ Πέρσαι, (6) καὶ Ἀράμ, ὅθεν οἱ Αἰΐται.
166 Καὶ υἱοὶ Ἁρὰμ υἱοῦ Σὴμ υἱοῦ Νῶε· (7) Ὧς καὶ Οὔλ, ὅθεν γεννῶνται Λυδοί, (8) καὶ Γαθέρ, ὅθεν Γασφηνοί, (9) καὶ Μοσόχ, ὅθεν Μοσυνοί.
170 Καὶ Ἀρφαξὰδ ἐγέννησε (10) τὸν Καϊνάν, ὅθεν γίνονται οἱ πρὸς ἀνατολὰς Σαμίται, καὶ Καϊνὰν ἐγέννησε (11) τὸν Σαλαθιήλ, ὅθεν γεννῶνται ο〈ἱ〉 Σαλαθιαῖοι, καὶ Σαλαθιὴλ ἐγέννησε (12) τὸν Ἔβερ, ὅθεν γεννῶνται Ἑβραῖοι.
173 Καὶ τῷ Ἔβερ ἐγεννήθησαν υἱοὶ δύο· (13) πρῶτος Φάλεχ, ὅθεν κατάγεται τὸ γένος τοῦ Ἀβραάμ, καὶ (14) Ἰεκτὰν ὁ ἀδελφὸς αὐτοῦ.
176 Ἰεκτὰν δὲ [ὁ ἀδελφὸς Φάλεχ] ἐγέννησε (15) τὸν Ἐλμωδὰδ, ὅθεν γεννῶνται οἱ Ἰνδοί, καὶ (16) τὸν Σαλέφ, ὅθεν οἱ Βακτριανοί, καὶ (17) τὸν Ἀράμ, ὅθεν οἱ Ἀράβ〈ι〉ες, καὶ (18) Ἰ〈δ〉ουράμ, ὅθεν Καρμήλιοι, καὶ (19) Αἰθήλ, ὅθεν οἱ Ἀρειανοί, καὶ (20) Ἀβιμεήλ, ὅθεν Ὑρκάνιοι, καὶ (21) Δεκλάμ, ὅθεν Κεδρούσιοι, καὶ (22) Γεβάλ, ὅθεν οἱ Σκύθες, καὶ (23) Σαβάτ, ὅθεν οἱ Ἀλαμοσινοί, καὶ (24) [Ι]Οὐήρ, ὅθεν Ἑρμαῖοι καὶ (25) Εὐεαί, ὅθεν Γυμνοσοφισταί.
187 [5] Οὗτοι πάντες ἐκ τοῦ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε. Πάντων δὲ τῶν υἱῶν τοῦ Σήμ ἐστιν ἡ κατοικία ἀπὸ Βάκτρων ἕως Ῥινοκορούρων τῆς ὁριζούσης Συρίαν καὶ Αἴγυπτον καὶ τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ στόματος τοῦ κατὰ τὸν Ἀρσινοΐτην τῆς Ἰνδικῆς.
189 [5] Ταῦτα δὲ τὰ ἐξ αὐτῶν γενόμενα ἔθνη· (1) Ἑβραῖοι 〈οἱ〉 καὶ Ἰουδαῖοι (2) Πέρσαι (3) Μῆδοι (4) Παίονες (5) Ἀρειανοί 〈(6) Ἀσσύριοι〉 (7) Ὑρκάνιοι (8) Ἰνδοί (9) Μαγαρδοί (10) Πάρθοι (11) Γερμανοί (12) Ἐλυμαῖοι (13) Κοσσαῖοι (14) Ἄραβες [οἱ] πρῶτοι οἱ καλούμενοι Κεδρούσιοι (15) Ἄραβες δεύτεροι [οἱ καλούμενοι] (16) Γυμνοσοφισταί.
191 Παρεκτείνε〈ι〉 δὲ αὐτῶν ἡ κατοικία ἀπὸ Ἡλιουπόλεως τῆς ἔσω ἕως Ῥινοκορούρων καὶ τῆς Κιλικίας. Οἱ δὲ ἐπιστάμενοι αὐτῶν γράμματα οὗτοί εἰσιν· (1) Ἑβραῖοι οἱ καὶ Ἰουδαῖοι (2) Πέρσαι (3) Μῆδοι (4) Χαλδαῖοι (5) Ἰνδοί (6) Ἀσσύριοι.
195 [5] Ἐστὶ δὲ ἡ κατοικία τῶν υἱῶν τοῦ Σὴμ τοῦ πρωτοτόκου υἱοῦ Νῶε μῆκος μὲν ἀπὸ τῆς Ἰνδικῆς ἕως Ῥινοκορούρων, πλάτος δὲ ἀπὸ τῆς Περσίδος καὶ Βάκτρων ἕως τῆς Ἰνδικῆς. Τὰ δὲ ὀνόματα τῶν χωρῶν τῶν υἱῶν τοῦ Σήμ ἐστι ταῦτα· (1) Περσὶς σὺν τοῖς ἐπικειμένοις αὐτῇ ἔθνεσιν (2) Βακτριανή (3) Ὑρκανία (4) Βαβυλωνία (5) Κορδυλία (6) Ἀσσυρία (7) Μεσοποταμία (8) Ἀραβία ἡ ἀρχαία (9) Ἐλυμαΐς (10) Ἰνδική (11) Ἀραβία ἡ εὐδαίμων 〈(12) Κοίλη Συρία〉 (13) Κομμαγηνή (14) καὶ ἡ Φοινίκη ἣπερ ἐστὶ τῶν υἱῶν τοῦ Σήμ.
196 [Τοῦ δὲ Χὰμ τοῦ δευτέρου υἱοῦ Νῶέ ἐστιν ἡ κατοικία ἀπὸ Ῥινοκορούρων τῆς ὁριζούσης Συρίαν καὶ Αἴγυπτον καὶ Αἰθιοπίαν ἕως Γαδείρων.] [Τοῦ δὲ Ἰάφεθ τοῦ τρίτου υἱοῦ Νῶε ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βορρᾶν μέρη καὶ νῆσοι ἐπίκοινοι.
197 ] Αἱ πᾶσαι ἐκ τῶν τριῶν τοῦ Νῶε ὁμοῦ φυλαὶ οβʹ.
199 [25] Τὰ δὲ ἔθνη, ἃ διέσπειρε κύριος ὁ θεὸς ἐπὶ προσώπου πάσης τῆς γῆς ἐν ταῖς ἡμέραις Φαλὲκ καὶ Ἰεκτὰν τῶν δύο ἀδελφῶν κατὰ τὰς ἰδίας γλώσσας αὐτῶν ἐν τῇ πυργοποιίᾳ, ὅτε συνεχύθησαν αἱ γλῶσσαι αὐτῶν, ἐστὶ ταῦτα· (1) Ἑβραῖοι οἱ καὶ Ἰουδαῖοι (2) Ἀσσύριοι (3) Χαλδαῖοι (4) Μῆδοι (5) Πέρσαι 〈(6) Ἄραβες πρῶτοι καὶ δεύτεροι〉 (7) Μαδιηναῖοι πρῶτοι καὶ δεύτεροι (8) Ἀδιαβηνοί (9) Ταιηνοί (10) Σαλαμοσηνοί (11) Σαρακηνοί (12) Μάγοι (13) Κάσπιοι (14) Ἀλβανοί (15) Ἰνδοὶ πρῶτοι καὶ βʹ (16) Αἰθίοπες πρῶτοι καὶ δεύτεροι (17) Αἰγύπτιοι καὶ Θηβαῖοι (18) Λίβυες [πρῶτοι καὶ βʹ] (19) Χετταῖοι (20) Χαναναῖοι (21) Φερεζαῖοι (22) Εὐαῖοι (23) Ἀμορραῖοι (24) Γεργεσαῖοι (25) Ἰεβουσσαῖοι (26) Ἰδουμαῖοι (27) Σαμαρρεῖοι (28) Φοίνικες (29) Σύροι (30) Κίλικες οἱ καὶ Θαρσεῖς (31) Καππάδοκες (32) Ἀρμένιοι (33) Ἴβηρες (34) Βιβρανοί (35) Σκύθαι (36) Κόλχοι (37) Σαῦνοι (38) Βοσπορανοί (39) Ἀσιανοί (40) Ἰσαυροί (41) Λυκάονες (42) Πισίδες (43) Γαλάται 〈(44) Παφλαγόνες (45) Φρύγεσ〉 (46) Ἕλληνες οἱ καὶ Ἀχαῖοι (47) Θεσσαλοί (48) Μακεδόνες (49) Θρᾷκες (50) Μυσοί (51) Βεσσοί (52) Δάρδανοι (53) Σαρμάται (54) Γερμανοί (55) Παννόνιοι οἱ καὶ Παίονες (56) Νωρικοί· (57) Δελμάται (58) Ῥωμαῖοι οἱ καὶ Λατῖνοι καὶ Κιτιαῖοι (59) Λίγυρες (60) Γάλ〈λ〉οι οἱ καὶ Κελταῖοι (61) Ἀκυατινοί (62) Βριτανοί (63) Σπάνοι 〈οἱ〉 καὶ Τυρρηνοί (64) Μαῦροι (65) Μακουακοί (66) Γαίτυλοι (67) Ἄφροι (68) Μάζικες (69) Ταράμαντες οἱ ἐξώτεροι (70) Σποράδες (71) Κελτίονες (72) Ταράμαντες ἐσώτεροι, οἳ ἕως τῆς Αἰθιοπίας ἐκτείνουσι.
201 [5] Ταῦτα τὰ ἔθνη, ἃ διέσπειρε κύριος ὁ θεὸς ἐπὶ προσώπου πάσης τῆς γῆς κατὰ τὰς ἰδίας γλώσσας αὐτῶν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν ταῖς πόλεσιν αὐτῶν. Ἀναγκαῖον δὲ ἡγησάμην καὶ τὰς ἀποικίας αὐτῶν τῶν ἀγνώστων ἐθνῶν καὶ τὰς προσηγορίας αὐτῶν δηλῶσαί σοι καὶ τὰ κλίματα αὐτῶν, πῶς οἰκοῦσι καὶ ποῖον ἔθνος πλησίον τίνος ἐστίν, ὅπως μηδὲ καὶ τούτων ἄπειρος ὑπάρχῃς.
203 Ἄρξομαι δὲ διαγράφειν ἀπὸ ἀνατολῆς καὶ μέχρι δύσεως 〈κατὰ τάξιν〉. Τῶν Περσῶν καὶ Μήδων ἄποικοι γεγόνασι Πάρθοι καὶ τὰ πέριξ ἔθνη τῆς Εἰρήνης ἕως τῆς Κοίλης Συρίας.
205 Ἀράβων δὲ ἄποικοι γεγόνασιν Ἄραβες οἱ εὐδαίμονες· τούτῳ γὰρ τῷ ὀνόματι προσαγορεύεται εὐδαίμων Ἀραβία. Χαλδαίων δὲ ἄποικοι γεγόνασιν οἱ Μεσοποταμῖται.
207 Μαδιηναίων δὲ ἄποικοι γεγόνασιν οἱ Κιναιδοκολπῖται 〈καὶ Τρωγλοδύται〉 καὶ Ἰχθυοφάγοι. Ἑλλήνων δὲ ἔθνη καὶ προσηγορίαι εἰσὶ πέντε· (1) Ἴωνες (2) Ἀρκάδες (3) Βοιωτοί (4) Αἰολεῖς (5) Λάκωνες.
209 [5] Τούτων δὲ ἄποικοι γεγόνασι· (1) Ποντικοί καὶ (2) Βιθυνοί (3) Τρῷες (4) Ἀσιανοί (5) Κᾶρες (6) Λύκιοι (7) Πάμφυλοι (8) Κυρηναῖοι (9) καὶ νῆσοι δὲ πλεῖσται αἱ καλούμεναι Κυκλάδες ιαʹ, αἳ τὸ Μυρταῖον πέλαγος περιέχουσιν. εἰσὶ δὲ αὗται· (1) Ἄνδρος (2) Τῆνος (3) Τήω (4) Νάξος (5) Κέως (6) Κοῦρος (7) Δῆλος (8) Σίφνος (9) Νήρεα (10) Κύρνος (11) Μαραθών [ὁμοῦ ιαʹ].
211 [5] Εἰσὶ δὲ αὐτοῖς καὶ ἕτεραι νῆσοι μείζονες ιβʹ, αἵτινες καὶ πόλεις ἔχουσι πλείστας αἱ καλούμεναι Σποράδες, ἐν αἷς ἀπῳκίσθησαν Ἕλληνες. Εἰσὶ δὲ αὗται· (1) Εὔβοια (2) Κρήτη (3) Σικελία (4) Κύπρος (5) Κῶος (6) Σάμος (7) Ῥόδος (8) Χῖος (9) Θάσος (10) Λῆμνος (11) Λέσβος (12) Σαμοθράκη.
212 [ὁμοῦ ιβʹ]. Ἐστὶν οὖν ἀπὸ τῶν Βοιωτῶν Εὔβοια ὥσπερ ἀπὸ τῶν Ἰώνων Ἰωνίδες πόλεις ιϛʹ ὀνομασταί.
214 [5] Εἰσὶ δὲ αὗται· (1) Κλαζομεναί (2) Μιτυλήνη (3) Φωκ〈α〉ία (4) Πριήνη (5) Ἐρυθραί (6) Σάμος (7) Τέως (8) Κολοφών (9) Χῖος (10) Ἔφεσος (11) Σμύρνα (12) Πέρινθος (13) Βυζάντιον (14) Χαλκηδών (15) Πόντος (16) Ἀμισὸς ἐλευθέρα. [πᾶσαι ιϛʹ]. Ῥωμαίων δὲ τῶν καὶ Κιτιέων [τῶν καὶ Λατίνων κεκλημένων] ἔθνη καὶ ἀποικίαι εἰσὶν ἑπτά· (1) 〈Τοῦσκοι〉 (2) Αἱμηλίσιοι (3) Σικηνοί (4) Κα〈μ〉πανοί (5) Ἀπουλούσιοι (6) Καλαβροί (7) Λουκανοί.
216 Ἄφρων δὲ ἔθνη καὶ ἀποικίαι εἰσὶ πέντε· (1) Νεβληνοί (2) Κνίθιοι (3) Νούμιδες (4) Σαῖοι (5) Νασαμόνες. εἰσὶ δὲ αὐτοῖς καὶ νῆσοι πέντε πόλεις ἔχουσαι· (1) Σαρδανία (2) Κόρσι〈κ〉α (3) Γίρβα (4) Κέρκινα (5) Γαλάτη.
218 [5] Μαύρων δὲ ἔθνη καὶ ἀποικίαι εἰσὶ τρεῖς· (1) Μοσσουλαμοί (2) Τι〈γγι〉τανοί (3) Καισαρηνσεῖς. Σπάνων δὲ τῶν καὶ Τυρρηναίων, καλουμένων δὲ Ταρακωννησίων ἔθνη καὶ ἀποικίαι εἰσὶ πέντε· (1) Λυσιτανοί (2) Βαιτικοί (3) Αὐτρίγονοι (4) Βάσκωνες (5) Καλλαϊκοὶ οἱ καλούμενοι Ἄσπορες.
220 Γάλλων δὲ τῶν καὶ Να〈ρ〉βουδησίων καλουμένων ἔθνη καὶ ἀποικίαι εἰσὶ τέσσαρες· (1) Λουγδουνοί (2) Βελσικοί (3) Σικανοί (4) Ἔδνοι. Γερμανῶν δὲ ἔθνη καὶ ἀποικίαι εἰσὶ πέντε· (1) Μαρκόμανοι (2) Βάρδουλοι (3) Κουᾶδροι (4) Βέρδηλοι (5) Ἑρμόνδουλοι.
222 Σαρματῶν δὲ ἔθνη καὶ ἀποικίαι εἰσὶ δύο· (1) Ἀμαξόβιοι καὶ (2) Γρικοσαρμάτα〈ι〉. Ταῦτα τὰ ἔθνη καὶ αἱ ἀποικίαι αὐτῶν.
224 [5] Καὶ τοῦτο δὲ ἀναγκαῖον ἔδοξέ μοι δηλῶσαί σοι· τὰ κλίματα τῶν ἀγνώστων ἐθνῶν καὶ τὰ ὀνομαστὰ ὄρη καὶ τοὺς ἐπισήμους ποταμοὺς τοὺς ἀποχέοντας εἰς τὴν θάλασσαν, ὅπως μηδὲ τούτων ἄπειρος ὑπάρχῃς. Ἄρξομαι οὖν λέγειν περὶ τῶν ἀγνώστων ἐθνῶν ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν, πῶς οἰκοῦσι.
226 Ἀδιαβηνοὶ πέραν τῶν Ἀράβων, Ταϊνοὶ καταντικρὺς αὐτῶν, Ἀλαμοσινοὶ 〈δὲ πέραν τῶν Ἀράβων, Σακκηνοὶ〉 δὲ πέραν τῶν Ταϊνῶν, Ἀλβανοὶ δὲ πέραν τῶν Κασπίων πυλῶν, Μαδιηναῖοι δὲ οἱ μείζονες οἱ πολεμηθέντες ὑπὸ Μωϋσέως ἐντὸς τῆς ἐρυθρᾶς θαλάσσης οἰκοῦσιν· ἡ γὰρ μικρὰ Μαδιὰμ πέραν ἐστὶ τῆς ἐρυθρᾶς θαλάσσης, ὅπου ἐβασίλευσε Ῥαγουὴλ καὶ Ἰώθωρ ὁ πενθερὸς Μωϋσέως.
232 Καὶ πέραν δὲ τῶν Καππαδόκων εἰς τὰ δεξιὰ μέρη οἰκοῦσιν Ἀρμένιοι καὶ Ἴβηρες καὶ Βηρανοί, εἰς δὲ τὰ εὐώνυμα μέρη οἰκοῦσι Σκύθες καὶ Κόλχοι καὶ Βοσπορανοί, Σαῦνοι δὲ οἱ λεγόμενοι Σάνιγγες, οἱ ἕως τοῦ Πόντου ἐκτείνοντες, ὅπου ἐστὶ παρεμβολὴ Ἄψαρος 〈καὶ Σεβαστόπολισ〉 καὶ Ὕσσου λιμὴν καὶ Φάσις ποταμός.
234 [10] Καὶ ἕως Τραπεζοῦντος οἰκοῦσι καὶ παρεκτείνεται τὰ ἔθνη ταῦτα. Ὄρη δὲ ὀνομαστά εἰσιν ἐν τῇ γῇ δώδεκα· (1) Λίβανος ἐν τῇ Συρίᾳ μεταξὺ Βύβλου καὶ Βηρυτοῦ (2) Καύκασος ἐν τῇ Σκυθίᾳ (3) Ταῦρος ἐν τῇ Κιλικίᾳ καὶ Καππαδοκίᾳ (4) Ἄτλας ἐν τῇ Λιβύῃ ἕως τοῦ μεγάλου ποταμοῦ (5) Παρνασὸς ἐν τῇ Φωκίδι (6) Κιθαιρὼν ἐν τῇ Βοιωτίᾳ (7) Ἑλικὼν ἐν τῇ Τελμισῷ (8) Παρθένιον ἐν τῇ Εὐβοίᾳ (9) Ναυσαῖον τὸ καὶ Σινᾶ ἐν τῇ Ἀραβίᾳ (10) Λυκάβαντος ἐν Ἰταλίᾳ καὶ Γα〈λ〉λίᾳ (11) Πίνιον ὁ καὶ Μίμας ἐν τῇ Χίῳ (12) Ὄλυμπος ἐν τῇ Μακεδονίᾳ.
236 [15] Δεδειγμένων οὖν τῶν ὀνομάτων τῶν δώδεκα ὀρέων τῆς γῆς ἀναγκαῖόν ἐστι καὶ τοὺς ἐπισήμους ποταμοὺς δηλῶσαί σοι. Ποταμοὶ οὖν εἰσιν ὀνομαστοὶ τεσσαράκοντα ἐν τῇ γῇ οὗτοι· (1) Ἰνδὸς ὁ καλούμενος Φισών (2) Νεῖλος ὁ καλούμενος Γηών (3) Τίγρις (4) Εὐφράτης (5) Ἰορδάνης (6) Κηφισσός (7) Τάναϊς (8) Ἰσμηνός (9) Ἐρύμανθος (10) Ἅλυς (11) Αἰσωπός (12) Θερμώδων (13) Ἐρασῖνος (14) Ῥεῖος (15) Βορυσθένης (16) Ἀλφειός (17) Ταῦρος (18) Εὐρώτας (19) Μέανδρος (20) Ἄξιος (21) Πύραμος (22) Ὀρέντης (23) Ἔβρων (24) Σαγγάριος (25) Ἀχελῷος (26) Πινειός (27) Εὔηνος (28) Σπερχιός (29) Κάϋστρος (30) Σιμόεις (31) Σκάμανδρος (32) Στρυμών (33) Παρθένιος (34) Ἴστρος (35) Ῥῆνος (36) Βαίτης (37) Ῥόδανος (38) Ἠριδανός (39) Βαῖος (40) Θούβηρος ὁ νῦν καλούμενος Τιβέρης· ὁμοῦ ποταμοὶ μʹ.
238 Οὗτοι οὖν οἱ ποταμοὶ περιεχόμενοι τῇ γῇ. Φασὶ δέ τινες δοκοῦντες ἔμπειροι εἶναι, ὅτι οἱ πρῶτοι δ’ οἱ μεγάλοι ποταμοὶ οἷον Φισὼν Γηὼν Τίγρις Εὐφράτης ἀκατάληπτοι μέν εἰσι, πόθεν ἢ πῶς ἐξέρχονται, μὴ εἰδέναι τινά.
239 [5] λέγουσι δὲ τοῦτο, ὅτι, ὅτε πλημμυρεῖ Γηὼν ὁ καλούμενος Νεῖλος ὁ ποτίζων πᾶσαν γῆν Αἰγύπτου καὶ Αἰθιοπίας, οἱ τρεῖς ἄλλοι λήγουσι, ἐπὰν δὲ οὗτος μειωθῇ, ἐκεῖνοι ὑπερυψοῦνται τοῖς νάμασιν. Διὸ καὶ τὰ ὕδατα αὐτοὶ ὁμοχροοῦσιν· ὁ γὰρ Ἰορδάνης λευκώπιδα σύρει τὰ κύματα καὶ ἀποχέει ἐν τῇ πρασίᾳ θαλάσσῃ, ἥτις καλεῖται νεκρά. Δεδειγμένων οὖν τούτων τὸ φιλομαθὲς καὶ σπουδαῖον ἀγάμενος τῆς σῆς ἀγάπης, ἀδελφὲ τιμιώτατε, ἔδοξέ μοι καὶ τὸν τῆς μεγάλης θαλάσσης σταδιασμὸν ἢ περίπλουν δηλῶσαί σοι ἐπακριβέστατα, ὅπως καὶ τούτων ἀναγνοὺς ἔμπειρος ἔσῃ, ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος ἕως Διοσκουρίδος τῆς ἐν τῷ Πόντῳ κειμένης, καὶ τῆς Εὐρώπης ἀπὸ Ἱεροῦ τῆς πρὸς τῇ Χαλκηδόνι κειμένης μέχρις Ἡρακλεωτικῶν στηλῶν καὶ Γαδείρων, θέλων πάντας ἀνθρώπους ὠφελεῖν.
240 [10] ἐμφανιῶ δὲ καὶ τὰς διαιρέσεις ἀπὸ τῆς Ἀσίας πρὸς τὴν Εὐρώπην γράψας ὧδε καὶ τῶν νήσων τὰ ἐπ’ ἀλλήλων διαστήματα, πόσαι τέ εἰσι καὶ τίνες φαίνονται ἐν τῷ πλέειν αὐτὰς καὶ ὁπηλίκαι εἰσὶ καὶ τίσιν ἀνέμοις χρῶνται καὶ ποῖος ὁ πλοῦς, δείξω σοι κατὰ ἀλήθειαν. Σταδιασμὸς τῆς θαλάσσης.
242 (1) Ἀπὸ Ἀλεξανδρείας εἰς Χερσόνησον· λιμήν ἐστι· στάδιοι βʹ. (2) Ἀπὸ Χερσονήσου εἰς Δυσμάς· λιμήν ἐστι ἀγωγῆς χιλίων οὐ μείζων ζʹ 〈στάδιοι?〉.
244 (3) ἀπὸ Δυσμῶν εἰς Πλινθίνην· σάλος ἐστίν· ὁ τόπος ἀλίμενος· στάδιοι Ϟʹ. (4) Ἀπὸ Πλινθίνης ἐπὶ Ταπόσιριν· πόλις ἐστὶν ἀλίμενος· ἱερὸν τοῦ Ὀσίριδος· στάδιοι ζʹ.
246 (5) Ἀπὸ Ταποσίρεως ἐπὶ τὸ Χίω· κώμη ἐστίν· βράχη ἐπιφαινόμενα· στάδιοι ζʹ. (6) Ἀπὸ τοῦ Χίω ἐπὶ τὸν Γλαῦκον· στάδιοι πʹ.
248 (7) Ἀπὸ τοῦ Γλαύκου εἰς Ἀντίφρας· σάλος ἐστὶν ὁ τόπος· στάδιοι πʹ. (8) Ἀπὸ τὸ Ἄντιφρον ἐπὶ τὸ Δέρρον· ὕφορμός ἐστι θερινοῦ καὶ ὕδωρ ἔχει· στάδιοι ζʹ.
250 (9) Ἀπὸ τῆς Δέρρας εἰς τὸ Ζέφυρον· λιμήν ἐστι καὶ σάλος ἔχει· στάδιοι υʹ. (10) Ἀπὸ τοῦ Ζεφύρου εἰς Πεζώνην στάδιοι ριʹ· ἀπὸ σταδίων ταύτης σκόπελός ἐστι καὶ καλεῖται Μύρμηξ· καὶ ἀκρωτήριον καὶ καλεῖται Τραχεῖα.
252 (11) Ἀπὸ Πεζώνης εἰς τὸν Πνιγέα στάδιοι ζʹ· ἀκρωτήριόν ἐστι ταπεινόν· εἰσάγου δεξιῶς εἰς τὸν πλαταμῶνα. (12) Ἀπὸ τοῦ Πνιγέως εἰς τὸν Φοινικοῦντα στάδιοι ρμʹ· νησία εἰσὶ Δίδυμα· ὕφορμος ὑπ’ αὐτά· βάθος φορτηγοῖς· ὕδωρ ἔχει λακκαῖον ἐν τῇ φάραγγι.
254 [5] (13) Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδιοι ζʹ· ἐκ δεξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ πύργου. (14) Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κʹ· νησίον παράκειται ἐκεῖ ταπεινόν, ἀπέχων ἀπὸ τῆς γῆς σταδίους βʹ· ὕφορμός ἐστι φορτηγοῖς τοῖς ἀφ’ ἑσπέρας ἀνέμοις· ἐν δὲ τῇ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν.
256 (15) Ἀπὸ Λευκῆς ἀκτῆς ἐπὶ Ζύγριν στάδιοι ζʹ· νησίον ἐστίν· εὐώνυμον προσορμίζου· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ. (16) Ἀπὸ Ζύγρεως εἰς Λαδαμαντίαν στάδιοι κʹ· νῆσος ἱκανὴ παράκειται μεγάλη· αὐτὴν ἔχων δεξιὰν κατάγου· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει.
258 (17) Ἀπὸ Λαδαμαντίας ἐπὶ τὰ Καλαμαίου στάδιοι μʹ· ἀκρωτήριόν ἐστι ἔχων σκόπελον ἐκ δεξιῶν αὐτοῦ ὕφορμον. (18) Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θʹ· ἄκρα ἐστὶ τραχεῖα ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπελον, ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ καὶ ὕδωρ ἔχει ὑπὸ 〈τὸ〉 δένδρον· φυλάσσου νότον.
260 (19) Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκʹ· ἀκρωτήριόν ἐστι τραχὺ οὐκ ἔχων ὕφορμον καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες εἰς τὸ πέλαγος· ταύτην κάμψας ὄψει τὴν πόλιν Παραιτόνιον. Γίνονται ὁμοῦ οἱ πάντες ἀπὸ Ἀλεξανδρείας εἰς Παραιτόνιον στάδιοι ͵ αφνʹ.
262 (20) Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας στάδιοι ζʹ. (20) Ἀπὸ Δελφῖνας ἐπὶ τὸ Ζεφύριν στάδιοι ζʹ· νῆσοί εἰσι δύο καὶ ἀκρωτήριον· λιμήν ἐστι παντὶ ἀνέμῳ· καὶ ὕδωρ ἔχει.
264 (21) Ἀπὸ τοῦ Ζεφύρου καὶ τῶν Δελφίνων ἐπὶ τὸν Ἆπιν στάδιοι λʹ· κώμη ἐστί· ταύτην πλέεις στάδ. κʹ· ὅρμος ἐστίν· ὕδωρ ἔχει ἐν τῇ κώμῃ. (22) Ἀπὸ τοῦ Ἄπιος εἰς Νήσους στάδιοι ζʹ.
266 (23) Ἀπὸ τῶν Νήσων εἰς Λινύδας στάδιοι οʹ· ἄκρα ἐστὶν ἔχουσα ὕφορμον· ἔχει δὲ ἐκ δεξιῶν βράχη· καθορῶν τὸ βράχος κατάγου. (24) Ἀπὸ Λινύδος ἐπὶ Ἀζὺ στάδιοι νʹ.
268 (25) Ἀπὸ τῆς Ἀζὺ ἐπὶ Δαρείου στάδιοι ρκʹ· σκόπελοί εἰσιν· ὑπὸ τούτους ἐστὶ φορτηγοῖς ἀγκυροβολία. (26) Ἀπὸ 〈τῶν Δαρείου〉 σκοπέλων ἐπὶ τὸ Χαυταῖον στάδιοι ρμʹ· ὕφορμός ἐστι πλοίοις μικροῖς· ὕδωρ ἔχει πηγαῖον ἀνακτὸν ἐν τοῖς ἀγροῖς.
270 (27) Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδιοι ρμʹ. (28) Ἀπὸ Ζυγρῶν εἰς Ἐννησύφοραν στάδιοι σʹ· ὕφορμός ἐστι θερινός· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ καὶ ἐπὶ θαλάσσης σκόπελον.
272 (29) Ἀπὸ Ἐννησυφόρας εἰς Καβάθλιον στάδιοι ρκʹ· χώρα ἐστὶν ὑψηλή. λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει ἐν τῇ πρώτῃ νάπῃ εἰς τὸ πρὸς νότον μέρος ἐν τῷ φρουρίου ὄμβριον. (30) Ἀπὸ Καβαθλίου εἰς Πετράοντα στάδιοι ρνʹ.
273 [5] παραπλεύσας ὡς σταδίους λʹ ὄψει παρεμφαίνουσαν ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατ’ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίητος ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκὴ καλεῖται. [(33) Γίνονται ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Πετρεύοντος στάδιοι ͵ αϛʹ. Λοιπὸν Μαρμαρική.] (31) Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λʹ· νάπη ἐστὶ βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ καλόν.
275 (32) Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρείαν στάδιοι νʹ· φάραγξ ἐστί, ἔσω δὲ αἰγιαλὸς καὶ ἐπ’ αὐτοῦ συκαῖ. ὅρμος ἐστὶ καλός· ὕδωρ ἔχει γλυκύ. (33) Ἀπὸ Εὐρείας ἐπὶ τὸν Πετρεύοντα 〈στάδιοι μʹ〉· ὕδωρ ἔχει πολὺ ἐν ἑκατέροις τοῖς μέρεσιν.
277 (34) Ἀπὸ Πετρεύοντος ἐπὶ τὴν Κάρδαμιν στάδιοι ρνʹ· ὅρμος ἐστίν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμίζου ἐπ’ αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις. (35) Ἀπὸ τῆς Καρδάμ[ωσ]εως εἰς Μενέλαον στάδιοι ρʹ· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ.
279 (36) Ἀπὸ Μενελάου εἰς Κατανέας στάδιοι οʹ· προσφερόμενος ὄψει θῖνα λευκήν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ. (37) Ἀπὸ Κατανέων εἰς Πυρθμάνιον στάδιοι ρνʹ· ἀπὸ σταδίων ὀκτὼ παράπλεε—ἔχει γὰρ βράχη ὑψηλά—· ἔχει καὶ ὕδωρ.
281 (38) Ἀπὸ Πυρθμανίου εἰς Ἀντίπυργον στάδιοι σκʹ· ὅρμος ἐστὶ θερινός· νῆσος δέ ἐστι καὶ κατ’ αὐτὴν πύργος· ἱερὸν τοῦ Ἄμμωνος· ὕδωρ ἔχει ἐν τῷ αἰγιαλῷ τῷ ἐξ ἐναντίας. (39) 〈Ἀπὸ Ἀντιπύργου εἰς τὸν Μικρὸν Πετρεύοντα στάδιοι * .
282 〉 (40) Ἀπὸ τοῦ Μικροῦ Πετρεύοντος εἰς τὸν Βάτραχον στάδιοι λʹ· ὕφορμός ἐστι θερινός· ἄκρα ἐστὶ σκοπὰς ἔχουσα· ἔχει ὕδωρ πολὺ ἐν τῇ νάπῃ.
284 (41) Ἀπὸ τοῦ Βατράχου εἰς Πλατέαν στάδιοι σνʹ· πρὸς τῷ πελάγει κεῖται νῆσος καλουμένη Σιδωνία—ἔχει ὕφορμον θερινὸν φορτηγοῖς—ἀπὸ σταδίων λʹ· ἔχει δὲ ὕδωρ πρὸς τῇ γῇ ἐν τῷ πύργῳ. (42) Ἀπὸ Πλατέος εἰς τὸ Παλίουρον 〈στάδιοι * 〉· ὕδωρ ἔχει πλατύ.
286 (43) Ἀπὸ τοῦ Παλιούρου εἰς τὴν Φαίαν στάδιοι Ϟʹ· ὕδωρ ἔχει συνακτὸν ἀπὸ σταδίων ιεʹ. (44) Ἀπὸ τὴν Φαίας εἰς τὸν Διόνυσον στάδιοι Ϟʹ· ἐντεῦθεν 〈ἐν〉 ἀριστερᾷ κατάγου.
288 (45) Ἀπὸ τοῦ Διονύσου εἰς Χερρόνησον στάδιοι Ϟʹ. (46) Ἀπὸ Χερρονήσου ἐπὶ τὴν Ἄζαριν στάδιοι ρʹ.
289 ἐντεῦθεν ἀναχθεὶς παράπλεε· πέτραι εἰσὶν ὑψηλαί· ὕδωρ ἔχει καὶ ποταμὸν μέγαν. (47) Ἀπὸ τῆς Ἀζάριδος παραπλεύσαντι τὰ παράγαια εἰς Ζαρινὴν στάδιοι ρνʹ.
291 (48) Ἀπὸ Ζαρινῆς ἐπὶ τὸ Ζεφύριον στάδιοι ρνʹ· ἄκρα ἐστὶ δασεῖα· ὕφορμός ἐστι θερινός. (49) Ἀπὸ τοῦ Ζεφυρίου εἰς Χέρσιν στάδιοι οʹ· ἀναμέσον τοῦ Ζεφυρίου καὶ τοῦ Χερσίου ἀπέχων σταδίους ιʹ ἔστιν ὅρμος Ἀφροδισίας καλούμενος· ἔστι δ’ ἐπ’ αὐτῷ ἱερὸν Ἀφροδίτης.
293 (50) Ἀπὸ τοῦ Χερσίου ἐπὶ τὸ Ἐρυθρὸν στάδιοι Ϟʹ· κώμη ἐστίν. (51) Ἀπὸ τοῦ Ἐρυθροῦ εἰς Ναύσταθμον στάδιοι οʹ· σάλος ἐστὶν ἀνατείνων· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.
295 (52) Ἀπὸ Ναυστάθμου εἰς Ἀπολλωνιάδα στάδιοι ρκʹ. Πάντες ὁμοῦ ἀπὸ Παραιτονίου εἰς Ἀπολλωνιάδα στάδιοι ͵ γφνʹ.
296 [Λοιπὸν Κυρήνη.] (53) Ἀπὸ Ἀπολλωνιάδος εἰς Φοινικοῦντα στάδιοι ρʹ· κώμην ἔχει· ὁρμίζουσι ὑπ’ αὐτοῖς τοῖς ἀφ’ ἑσπέρας ἀνέμοις· ὅρμος ἐστὶ θερινός· ἔχει ὕδωρ.
298 (54) Ἀπὸ Φοινικοῦντος εἰς Ναυσίδα στάδιοι ρϞʹ· κώμη ἐστίν· ἔχει ὕδωρ ἐν τῷ αἰγιαλῷ. (55) Ἀπὸ Ναυσίδος εἰς Πτολεμαΐδα στάδιοι σνʹ· πόλις ἐστὶ μεγίστη· ἐπίσαλός ἐστιν ὁ τόπος καὶ νῆσον ἔχει· Ἴλος καλεῖται· ἀσφαλίζου.
300 (56) Ἀπὸ Πτολεμαΐδος εἰς Τεύχειρα στάδιοι σνʹ· πόλις ἐστὶ Πενταπόλεως ἀρχαία· αὕτη καλεῖται Ἀρσινόη. (57) Ἀπὸ Τευχείρων εἰς Βερνικίδα στάδιοι τνʹ.
301 [5] Ὁ πλοῦς κάμπτεται· πλεύσας ἐς σταδίους Ϟʹ ὄψει ἀκρωτήριον προτεῖνον πρὸς ἑσπέραν· παράκειται δὲ βράχη μετέωρα· φυλάσσου παραπλέων· ὄψει δὲ νησίον ταπεινὸν μέλαν[ον]· Βραχέα καλεῖται τὸ ἀκρωτήριον· εἰς τὰ εὐώνυμα ἔχει ὅρμον πλοιαρίοις μικροῖς. Οἱ πάντες ὁμοῦ ἐξ Ἀπολλωνιάδος εἰς Βερενικίδα στάδιοι ͵ αρνʹ.
302 [Λοιπὸν Σύρτις Κυρηναίων.] (58) Ἀπὸ Βερενικίδος εἰς Ῥίνον στάδιοι ξʹ.
304 (59) Ἀπὸ Ῥίνον ἐπὶ τὸν Πῖθον στάδιοι ιʹ. (60) Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στάδιον αʹ· ὅρμος ἐστὶ θερινός· αἰγιαλὸς βαθύς.
306 (61) Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς Ἅλας στάδιοι ψιʹ· αἰγιαλός ἐστιν. (62) Ἀπὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον στάδιοι νʹ· ἀκρωτήριόν ἐστι ἔχον ὕφορμον.
308 (63) Ἀπὸ τοῦ Βορείου εἰς Χέρσιν στάδιοι ρμʹ· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ φρουρίου. [Σύρτις Κυρήνης.] (64) Ἀπὸ τοῦ Χερσίου ἐπὶ τὴν Ἀμάστορος στάδιοι ριʹ.
310 (65) Ἀπὸ τῆς Ἀμάστορος ἐπὶ τὸ Ἡράκλειον στάδιοι πʹ. (66) Ἀπὸ τοῦ Ἡρακλείου εἰς τὸ Δρέπανον στάδιοι ζʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν τοῦ Ἡρακλέους ἔχον θῖνα ἄμμου λευκῆς· ὕδωρ ἔχει.
312 (67) Ἀπὸ τοῦ Δρεπάνου ἐπὶ τὸ Σεραπεῖον στάδιοι ρʹ· παράδρομον ὄψει θῖνα λευκὴν μεγίστην, ἀφ’ ἧς, ἂν ὀρύξῃς, ἕξεις ὕδωρ γλυκύ. (68) Ἀπὸ Σεραπείου εἰς Διαροάδα στάδιοι νʹ.
314 (69) Ἀπὸ Διαροάδος ἐπὶ τὸν Ἄπιν στάδιον αʹ· ὕφορμός ἐστιν. (70) Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδιοι ρνʹ· φρούριόν ἐστιν ἔρημον· ὕδωρ ἔχει· ἔστι δὲ ἀλίμενος.
316 (71) Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν Εὔσχοινον στάδιοι οʹ· αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ ἐστιν ἐν τῇ χώρᾳ περιφερής· ὕδωρ ἔχει. (72) Ἀπὸ Εὐσχοίνου ἐπὶ τοὺς Ὑφάλους στάδιοι οʹ· νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν.
318 (73) Ἀπὸ τῶν Ὑφάλων ἐπὶ τὸν Σκοπελίτην στάδ. πʹ· σκόπελός ἐστιν ἀπὸ τῆς γῆς στάδ. ιεʹ ὑψηλὸς ὅμοιος ἐλέφαντι. (74) Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα 〈ἐ〉ν σταδίοις βʹ νῆσός ἐστιν ὑψηλή.
319 Ποντία καλεῖται. (75) Ἀπὸ Ποντίας πρὸς μεσημβρίαν 〈ἐν〉 σταδίοις ζʹ νῆσός ἐστι καλουμένη Μαῖα καὶ ὑπ’ αὐτὴν ὕφορμος· ὕδωρ ἔχει ἀνακτόν.
321 (76) Ἀπὸ τῆς Μαίας ἐπὶ τὸν Ἀστροχονδα στάδιοι νʹ. (77) Ἀπὸ τοῦ Ἀστροχονδα ἐπὶ τὸν Κορκόδειλον στάδιοι πʹ· ὅρμος ἐστὶ θερινὸς καὶ ὕδωρ ἔχει ῥεύματα ἔχον.
323 (78) Ἀπὸ τοῦ Κορκοδείλου ἐπὶ τὸ Βόρειον στάδιοι πδʹ· κώμη ἐστί· φρούριον ἔρημον· ὅρμος καλὸς ἀπὸ λιβός· ὕδωρ ἔχει. (79) Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδιοι κʹ· ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον.
325 (80) Ἀπὸ τοῦ Ἀντιδρεπάνου ἐπὶ τὸ Μένδριον στάδιοι νʹ· ἄνυδρός ἐστιν. (81) Ἀπὸ τοῦ Μενδρίου ἐπὶ τὸ Κοζύνθιον στάδιοι ρκʹ· ἄκρα ἐστὶ τραχεῖα· ὅρμος καλὸς ἄνυδρος δέ.
327 (82) Ἀπὸ τοῦ Κοζυνθίου ἐπὶ Ἀμμωνίου Πηγὰς στάδιοι ριʹ· αἰγιαλός ἐστιν. (83) Ἀπὸ Ἀμμωνίου Πηγῶν εἰς Αὐτομάλακας στάδιοι ρπʹ.
329 (84) Ἀπὸ Αὐτομαλάκων ἐπὶ Φιλαίνων βωμοὺς στάδιοι ρπεʹ· ὅρμος ἐστὶ θερινὸς καλὸς καὶ ὕδωρ ἔχει. ἕως τούτου τοῦ ἀκρωτηρίου εἰσὶ Κυρηναίων ὄρη καὶ χώρα. Οἱ πάντες ὁμοῦ ἀπὸ Βερενικίδος ἕως Φιλαίνων βωμῶν στάδιοι ͵ β.
330 [Λοιπὸν Σύρτις μεγάλη.] (85) Ἀπὸ Φιλαίνων βωμῶν ἕως Ἵππου ἄκρας στάδιοι υʹ· ἀκρωτήριόν ἐστι τραχύ· ἔχει ὕφορμον καὶ ὕδωρ.
332 (86) Ἀπὸ Ἵππου ἄκρας ἐπὶ τὸν Ἔπηρον στάδιοι τνʹ· λιμήν ἐστι πλοίοις μικροῖς· ἔχει ὕδωρ· τοῦτό ἐστι φρούριον βαρβάρων. (87) Ἀπὸ Ἐπήρου ἐπὶ Κόρακα στάδιοι ρνʹ.
334 (88) Ἀπὸ Κόρακος εἰς Εὐφραντὰς στάδιοι σʹ· λιμήν ἐστι, καὶ ὕδωρ ἔχει. (89) Ἀπὸ Εὐφραντῶν ἐπὶ τὸν Δυσωπὸν στάδιοι ρνʹ.
336 (90) Ἀπὸ Δυσωποῦ ἐπὶ Ἀσπίδα στάδιοι τνʹ. (91) Ἀπὸ Ἀσπίδος εἰς Ταριχαίας στάδιοι τνʹ.
338 (92) Ἀπὸ Ταριχαίων ἐπὶ Κεφαλὰς στάδιοι υʹ. (93) Προσφερόμενος ἐκ τοῦ πελάγους ὄψει χώραν ταπεινὴν νησία ἔχουσαν.
339 ὅταν δὲ αὐτοῖς ἐγγίσῃς, ὄψει τὴν πόλιν παραθαλάσσιον καὶ θῖνα λευκὸν καὶ αἰγιαλόν· ἡ δὲ πόλις ἐστὶ λευκὴ ὅλη· λιμένα δὲ οὐκ ἔχει· ἀσφαλῶς ὁρμίζου ἐπὶ τοῦ Ἑρμαίου· αὕτη καλεῖται Λέπτης. Οἱ πάντες ὁμοῦ ἀπὸ Φιλαίνων βωμῶν εἰς Λέπτην τὴν Μεγάλην στάδιοι ͵ δσʹ.
341 (94) Ἀπὸ Λεπτέων ἐπὶ τὸν Ἑρμαῖον στάδιοι εʹ· ὅρμος ἐστὶ πλοίοις μικροῖς. (95) Ἀπὸ Ἑρμαίου εἰς Γάφαρα στάδιοι τʹ· ἄκρα ἐστὶν ἔχουσα ὅρμον ἐξ ἑκατέρων τῶν μερῶν· ἔχει ὕδωρ· καλεῖται 〈Αἰ〉νεόσπορα· ἔστι γὰρ ὁμοία νήσῳ.
343 (96) Ἀπὸ τῶν Γαφάρων ἐπὶ τὸν Ἀμαραίαν στάδιοι μʹ, πύργος ἐστὶν ὕφορμος· ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ. Οἰνολάδων ὁ ποταμὸς καλεῖται. (97) Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδιοι μʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.
345 (98) Ἀπὸ Μεγερθέων εἰς Μακαραίαν στάδιοι υʹ. (99) Ἀπὸ Μακαραίας εἰς Σαράθραν στάδιοι υʹ· πόλις ἐστὶν ἀλίμενος· σάλος ἔχει.
346 [Λοιπὸν Σύρτις μικρά.] (100) Ἀπὸ Ἀλάθρης ἐπὶ Λοκροὺς στάδιοι τʹ· κώμη ἐστὶ καὶ ὑπεράνω τῆς κώμης πύργος ὑψηλός.
348 (101) Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδιοι τʹ· φρούριον ἔχον πύργον· ὁ δὲ πύργος * λιμήν ἐστιν ἐπίσημος. (102) Ἀπὸ Ζεύχαριν εἰς Γέργην στάδιοι τνʹ· πύργος ἐστὶ καὶ φρούριον ἔχει καὶ λιμένα καὶ ὕδωρ.
350 (103) Ἀπὸ Γεργέων εἰς Μήνιγγα στάδιοι ρνʹ· πόλις ἐστὶν ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς σταδίους ηʹ· ἔχει δὲ πόλεις ἱκανάς, μητρόπολις δέ ἐστιν. αὕτη οὖν ἐστιν ἡ τῶν Λωτοφάγων νῆσος. ἔστι δὲ ἐν αὐτῇ βωμὸς Ἡρακλέους· μέγιστος καλεῖται. ἔστι δὲ λιμὴν καὶ ὕδωρ ἔχει. Οἱ πάντες ὁμοῦ ἀπὸ Λεπτέως εἰς Μήνιγγα στάδιοι ͵ βτʹ.
352 (104) Ἀπὸ Μήνιγγος εἰς τὴν Ἤπειρον στάδιοι σʹ· πόλις ἐστί, ἔχει δὲ καλὸν λιμένα καὶ ὕδωρ. (105) Ἀπὸ δὲ τῆς Γεργέων εἰς Κιδιφθαν στάδιοι ρπʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
354 (106) 〈Ἀπὸ Κιδιφθης εἰς Τακάπην στάδιοι * 〉. (107) Ἀπὸ Τακάπης εἰς Νεάπολιν στάδιοι ρʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
356 (108) 〈Ἀπὸ Νεαπόλεως εἰς Θύθναν στάδιοι * 〉. (109) 〈Ἀπὸ Θύθνης εἰς Ἀγχόλαν στάδιοι * 〉.
358 (110) Ἀπὸ Ἀγχολῆς εἰς Ἁλιπόταν στάδιοι ρκʹ. (111) 〈Ἀπὸ Ἁλιπότης εἰς Θάψον στάδιοι * 〉.
360 [10] (112) Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ 〈δὲ〉 τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας πλέουσι σύμμετρα πλοῖα. τῇ δὲ Ἀγχόλα καὶ τῇ Ἀλιπότα καὶ τῇ Κιδιφθὰ ἐπίκειται Κέρκινα ἡ νῆσος ἀπέχουσα σταδίους ρκʹ· ἀπὸ δὲ τῆς Λωτοφάγων, ἥπερ ἐστὶ Μῆνιξ, ἐπὶ τὴν Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψνʹ. ἀπὸ Θύθνης εἰς Κέρκιναν 〈νῆσον καὶ〉 πόλιν στάδιοι * . βράχη ἐστὶ φερόμενα πρὸς τὴν πόλιν. ἀπὸ Κερκίνης εἰς Θάψον στάδιοι ψʹ· ἔχει δὲ νῆσον καλὴν πελαγίαν κειμένην κατὰ Θάψον πρὸς βορρᾶν ἀπέχουσαν σταδίους πʹ· ἔχει δὲ λιμένα καὶ ὕδωρ. αὗται αἱ νῆσοι περιέχουσι τὸ Ἰκάριον πέλαγος. [Λοιπὸν Φοινίκη] (113) Ἀπὸ Θάψου εἰς Λέπτην τὴν μικρὰν στάδιοι ροʹ· πόλις μικρά ἐστιν.
361 καταφανῆ ἔχει βράχη καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πάνυ. (114) Ἀπὸ Λεπτέων εἰς Θερμας στάδιοι ξʹ· κώμη ἐστί· τὸν δ’ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατάγωγα.
363 (115) Ἀπὸ Θερμῶν πλεύσας σταδίους μʹ ὄψει ἀκρωτήριον ἐπ’ αὐτῷ ἔχον δύο νησία ἐσκολοπισμένα· ὕφορμός ἐστιν. (116) Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ σταδίων μʹ· ἀλίμενος.
365 [5] (117) Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στάδιοι φʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανὲς οἷον ἀσπίς. ἐπ’ αὐτὴν πλέε τὴν ἄρκτον παραφαίνων ἐξ εὐωνύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ καὶ τραχέα· εἶτα ἐκφανήσεταί σοι ἡ Ἀσπὶς καὶ ἐπ’ αὐτῇ Νεάπολις. ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʹ [ὑψηλός ἐστιν ὁ τόπος καὶ ἐπ’ αὐτῷ ἡ πόλις]. ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ιʹ ἀνώτερον τῆς πόλεως. (118) Ἀπὸ Ἀσπίδος 〈ἐπὶ τὴν Ἑρμαίαν ἄκραν στάδιοι * 〉.
367 (119) 〈Ἀπὸ τῆς Ἑρμαίας ἄκρας ἐπὶ Μισούαν λιμένα στάδιοι * 〉. (120) 〈Ἀπὸ Μισούας λιμένοσ〉 ἐπὶ Θερμὰ στάδιοι ξʹ· κώμη ἐστὶ καὶ ἐπάνω τὰ θερμά.
369 (121) Ἀπὸ τῶν Θερμῶν εἰς Κάρπην στάδιοι ρξʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει. (122) Ἀπὸ Κάρπην εἰς Μάξυλαν στάδιοι κʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
371 (123) Ἀπὸ Μαξύλων εἰς τὸν Γαλάβραντα στάδιοι νʹ· ὅρμος ἐστὶν ἕως 〈τῆς τῶν〉 ἀμμώδων ἀγωγῆς. (124) Ἀπὸ τοῦ Γαλάβραντος εἰς Καρχηδόνα στάδιοι ρκʹ· πόλις ἐστὶ μεγίστη καὶ λιμένα ἔχει, ἐν δὲ τῇ πόλει πύργος ἐστί· δεξιὰν ὁρμίζου ὑπὸ τὸ χῶμα.
373 Οἱ πάντες ὁμοῦ ἀπὸ Μήνιγγος τῆς τῶν Λωτοφάγων νήσου ἕως εἰς Καρχηδόνα στάδιοι φνʹ. (125) Ἀπὸ δὲ Καρχηδόνος εἰς Κάστρα Κορνηλίου στάδιοι τγʹ· λιμήν ἐστι παραχειμαστικός, ἐν τούτῳ παραχειμάζει μεγάλα πλοῖα.
375 (126) Ἀπὸ Κάστρων Κορνηλίου εἰς Οὔστικα στάδιοι κδʹ· πόλις ἐστί· λιμένα οὐκ ἔχει, ἀλλὰ σάλον ἔχει· ἀσφαλίζου. (127) Ἀπὸ Οὐστίκων **** (128) 〈Ἀπὸ * 〉 εἰς Καρνας στάδιοι κδʹ· σάλος ἐστί· κοιτῶνας δὲ ἔχει πλοίοις μικροῖς· ἀσφαλῶς κατάγου.
378 (129) Ἀπὸ Καρνων ἐπ’ ἀκρωτήριον καλούμενον Βαλανέας στάδιοι σʹ· (—) 〈Ἀπὸ Βαλανέων〉 ἐπὶ χωρίων 〈Βαλανεώτων στάδιοι * 〉.
380 (130) Ἀπὸ ἀκρωτηρίου Βαλανέων ἐπ’ ἀκρωτήριον Πάλτον στάδιοι Ϟʹ. (131) Ἀπὸ ἀκρωτηρίου Πάλτου κάμψαντες ἐπ’ ἀκρωτήριον Βραγχίων στάδιοι ιʹ.
382 (132) Ἀπὸ δὲ Βαλανέων ἄκρας ἐπ’ εὐθείας εἰς Πάλτον στάδιοι σʹ. Οἱ πάντες ἐκ Πτολεμαΐδος παρὰ γῆν παραπλέοντες [εἰςελθεῖν] εἰς Πάλτον στάδιοι ͵ βʹ.
383 [Καὶ λοιπὸν Κοιλὴ Συρία] (133) Ἀπὸ Πάλτου ἐπὶ χωρίον Πελληταν στάδιοι λʹ.
385 (134) Ἀπὸ Πελλήτων ἐπὶ λιμένα κείμενον ἐπ’ αἰγιαλῷ ἔχοντι καθ’ αὑτὸν φάραγγα στάδιοι κʹ. (135) Ἀπὸ Πελλήτων εἰς Γάβαλα στάδιοι λʹ.
387 (136) Ἀπὸ Γαβάλων εἰς ποταμὸν πλωτὸν καλούμενον * στάδιοι μʹ. (137) Ἀπὸ 〈τοῦ〉 πλωτοῦ ποταμοῦ εἰς ἄκραν, ἐφ’ ἧς κεῖται πόλις Λαοδίκεια, στάδιοι σʹ· ἀπὸ δὲ τοῦ ποταμοῦ εἰς Βαλανέας στάδιοι οʹ· ἀπὸ Βαλανέων εἰς Λαοδίκειαν εὐθυδρομοῦντι λευκονότῳ ἐπὶ τὰ πρὸς ἠὼ τῆς ἄρκτου στάδιοι σʹ.
389 (138) Ἀπὸ Λαοδικείας 〈ἄκρασ〉 εἰς Ἡράκλειαν στάδιοι κʹ. (139) Κάμψαντι δὲ τὸ ἀκρωτήριον λιμήν ἐστι καλούμενος Λευκός· στάδιοι λʹ.
391 (140) Ἀπὸ Λευκοῦ λιμένος ἐπὶ κώμην καλουμένην Πασιερίαν στάδιοι λʹ. (141) Ἀπὸ τῆς κώμης ἐπ’ ἄκραν Πολιὰν καλουμένην στάδιοι ρκʹ.
393 (142) Ἀπὸ Ἡρακλείας ἐπὶ Ποσείδιον τὸν ἐπίτομον στάδιοι ρʹ. (143) Ἀπὸ δὲ τῆς ἄκρας τοῦ ἐπὶ Ποσειδίου εἰς πόλιν Σιδῶνα στάδιοι τʹ· ὑπὲρ ἧς ἐστιν ὄρος ὑψηλὸν καλούμενον Θρόνος.
395 (144) Ἀπὸ Σιδωνίας πόλεως εἰς τόπον ὁρίζοντα τὸν Κάσιον, καλούμενον δὲ Χαλαδρόπολιν στάδιοι ξʹ. (145) Ἀπὸ Χαλάδρου ἐπὶ νῆσον καλουμένην Μακρὰν στάδιοι ιʹ.
397 (146) Ἀπὸ Μακρὰν νῆσον ἐπὶ τὸ Νυμφαῖον στάδιοι νʹ. ὁ δὲ ὅλος περίπλους τραχύς ἐστιν ἀπὸ τοῦ Κασίου. τοῦτον τὸν τόπον παράπλεε ἀπὸ τῆς γῆς σταδίοις κʹ. (147) Ἀπὸ τοῦ Νυμφαίου ἐπὶ πόλιν Ἀντιόχειαν ἔχουσαν ἐμπόριον καὶ παρ’ αὑτὴν ποταμὸν Ὀρόντην καλούμενον στάδιοι υʹ.
398 ἔστι δὲ ὁ ποταμὸς ἀπὸ σταδίων ιεʹ. (148) Ἀπὸ τοῦ ποταμοῦ εἰς Σελεύκειαν στάδιοι μʹ· ἀπὸ δὲ τοῦ Ποσειδίου τὸν ἐπίτομον εἰς Σελεύκειαν πλέοντι ζεφύρῳ στάδιοι ριʹ.
400 (149) Ἀπὸ Σελευκείας ἐπὶ τὰ Γεώργια στάδιοι ρμβʹ. (150) Ἀπὸ τῶν Γεωργίων ἐπὶ τὸν Ῥωσσαίων κόλπον στάδιοι τʹ· ἀπὸ δὲ τοῦ Ποσειδίου ἀκρωτηρίου ἐπὶ τὸν κόλπον οὐριώτατα στάδιοι σʹ.
402 (151) Ἀπὸ Ῥώσσου Τερδνίας εἰς πόλιν Μυρίανδρον στάδιοι Ϟʹ. (152) Ἀπὸ τοῦ Μυριάνδρου εἰς Ἀλεξάνδρειαν κατ’ Ἴσσον στάδιοι ρκʹ.
404 (153) Ἀπὸ Ἀλεξανδρείας εἰς τὰς Κιλικίας πύλας στάδιοι σʹ. Ὁμοῦ οἱ πάντες ἀπὸ Πάλτου ἕως τῶν Κιλικίων πυλῶν στάδιοι ͵ βφʹ.
406 (154) Ἀπὸ τῶν Κιλικίων πυλῶν εἰς τὸ Ἱερὸν στάδιοι ρκʹ· τοῦτό ἐστιν ὑπερβῆναι εἰς τὸν τόπον εἰς πόλιν. (155) Ἀπὸ τοῦ Ἱεροῦ εἰς πόλιν Ἀμινσὸν στάδιοι ψʹ.
408 (156) Ἀπὸ Ἀμινσοῦ εἰς τὰς Ἀμανικὰς πύλας ἐν τῷ κοιλοτάτῳ τοῦ κόλπου στάδιοι Ϟʹ. (157) Ἀπὸ τῶν Πυλῶν εἰς κώμην Ἀλὰς στάδιοι νʹ· ἀπὸ τοῦ Μυριάνδρου οὐριοδρομοῦντος στάδιοι ρʹ.
410 (158) Ἀπὸ τῶν Ἀλῶν εἰς πόλιν Αἰγαίας στάδιοι ρʹ· ἀπὸ δὲ τοῦ Μυριάνδρου εὐθυδρομοῦντι ἐπὶ τὸν πόλον νότῳ στάδιοι ρʹ. (159) Ἀπὸ Αἰγαίων ὁ παράπλους κρημνώδης ἐπὶ κώμην Σερετίλην σταδίων ρνʹ.
411 [5] ἀπὸ δὲ Ῥωσοῦ εὐθυδρομοῦντι ἐπὶ τὴν Σερετίλην ἐπὶ τὸν πόλον νότῳ στάδιοι σνʹ. κατὰ δὲ τὴν Σερετίλλην κώμη ἐπάνω Πύραμος καλεῖται καὶ ὑπεράνω αὐτοῦ ὄρος καλούμενον Πάριον ἀπὸ σταδίων ξʹ. (160) Ἀπὸ τῆς Σερετίλλεως εἰς κώμην ἐπάκραν Ἰανουαρίαν στάδιοι ͵ αʹ.
413 (161) Ἀπὸ τῆς Ἰανουαρίας ἄκρας ἐπὶ τὰς Διδύμους νήσους στάδιοι λʹ. (162) Ἀπὸ τῶν Διδύμων νήσων εἰς πόλιν καλουμένην Μαλλὸν στάδιοι ρʹ.
415 (163) Ἀπὸ Μαλλοῦ εἰς Ἀντιόχειαν ἐπὶ Πύραμον ποταμὸν στάδιοι ρνʹ. (164) Ἀπὸ τῆς Ἀντιοχείας ἐπὶ τὴν Ἰωνίαν, ἣν νῦν Κεφαλὴν καλοῦσι, στάδιοι οʹ.
416 [5] παρὰ τὸ ἀκρωτήριον ποταμός ἐστι πλωτός, Πύραμος καλεῖται. ἀπὸ τοῦ * σκοπέλου δὲ μὴ κατακολπίζοντι, ἀλλ’ ἐπ’ εὐθείας πλέοντι εἰς Ἀντιόχειαν ἔπειτα πρὸς ἀνατολὴν τῆς ἠπείρου νότῳ τὰ εὐώνυμα μακρὸν διαραμένῳ στάδιοι τνʹ. (165) Ἀπὸ τοῦ Πυράμου ποταμοῦ εὐθυδρομοῦντι εἰς Σώλους ἐπὶ τὰ πρὸς ἑσπέραν μέρη τῆς ἄρκτου νότῳ μικρῷ παρέλκας στάδιοι φʹ.
418 (166) Ἀπὸ τῆς Κεφαλῆς τοῦ Πυράμου ἐπὶ τὸν ποταμὸν Σάρον στάδιοι ρκʹ. (167) Ἀπὸ Σάρου ποταμοῦ ἐπὶ στόμα τῆς λίμνης, ὃ καλεῖται Ῥηγμοί, στάδιοι οʹ.
420 (168) Ἀπὸ Ῥηγμῶν εἰς Ταρσὸν στάδιοι οʹ. ῥέει διὰ μέσης τῆς πόλεως ποταμὸς Κύδνος. (169) Ἀπὸ Ταρσοῦ ἐπὶ χωρίον Ζεφύριον στάδιοι ρκʹ.
422 (170) 〈Ἀπὸ Ζεφυρίου εἰς Σώλους στάδιοι * 〉. (171) Ἀπὸ δὲ Σώλων ἐπὶ κώμην Καλανθίαν στάδιοι νʹ.
424 (172) Ἀπὸ Καλανθίας κώμης εἰς Ἐλαιοῦντα στάδιοι ρʹ. (173) Ἀπὸ Ἐλαιούσης εἰς κώμην καλουμένην Κώρυκον στάδιοι κʹ.
425 ἀπὸ δὲ Σώλων εἰς Κώρυκον στάδιοι σπʹ· ὑπὲρ ὧν ἀπέχον ἐστὶν ἄντρον Κωρύκιον καλούμενον σταδίους ρʹ. (174) Ἀπὸ τοῦ Κωρύκου ἐπὶ λιμένα καλούμενον Καλὸν Κορακήσιον· στάδιοι ρκεʹ.
427 (175) Ἀπὸ τοῦ Κορακησίου ἐπὶ τὴν ποικίλην πέτραν, ἥτις ἔχει κλίμακα, δι’ ἧς ἐστιν ὁδὸς εἰς Σελεύκειαν τὴν ἐπὶ Καλυκάδνου σταδίων οʹ. (176) Ἀπὸ τῆς κλίμακος ἐπὶ τὸν ποταμὸν Καλυκάδνον στάδιοι μʹ.
429 (177) Ἀπὸ τοῦ ποταμοῦ ἐπὶ ἄκραν ἀμμώδη στενὴν Σαρπηδονίαν καλουμένην στάδιοι πʹ. ἀπ’ αὐτῆς ἀνατείνοντα βράχεα ὡς σταδίους κʹ. (178) Ἀπὸ τῆς ἄκρας ἔγγιστα πρὸς τὴν Κύπρον εἰς πόλιν Καρπασίαν οὐριώτατα στάδιοι υʹ.
431 (179) Ἀπὸ Σαρπηδονίας ἄκρας εἰς Σελεύκειαν στάδιοι ρκʹ. (180) Ὁμοίως καὶ εἰς Ὅλμους στάδιοι ρκʹ.
433 (181) Ἀπὸ δὲ τῶν Ὅλμων ἐπ’ ἄκραν καὶ κώμην καλουμένην Μύλας στάδιοι μʹ. (182) Ἀπὸ τῆς ἄκρας ἐπὶ λιμένα Νησούλιον καὶ ἄκραν ἐπινησίαν στάδιοι ξʹ.
435 (183) Ἀπὸ τῆς ἄκρας ἐπὶ χωρίον Φιλαίαν στάδιοι κʹ. Οἱ πάντες ἀπὸ Μυλαίων εἰς Φιλαίαν τὸν ἐπίτομον στάδιοι φʹ.
437 (184) Ἀπὸ τῆς Φιλαίας ἐπὶ νῆσον Πιτυοῦσαν στάδιοι ρλʹ. ἀπέχει ἡ Πιτυοῦσα ἀπὸ χερρονήσου τῆς πρὸς τῇ Μύλῃ σταδίους κʹ. ἀπὸ τῶν ἀκρῶν τῆς Πιτυούσης πρὸς τὴν Ἀφροδισιάδα στάδιοι μεʹ. (185) Ἀπὸ Ἀφροδισιάδος ἐκ τῶν εὐωνύμων ἔχοντι τὴν Πιτυοῦσαν ἐπὶ πύργον κείμενον πρὸς ἄκραν, ἣ προσονομάζεται Ζεφύριον, στάδιοι μʹ· ἀπὸ τοῦ Ζεφυρίου ἐπ’ ἄκραν καὶ πόλιν Ἀφροδισιάδα στάδιοι μʹ.
438 [5] ἀπὸ δὲ τῆς Σαρπηδονίας ἄκρας εἰς Ἀφροδισιάδα ὁ πλοῦς ἐπὶ τὴν καρκίνου δύσιν σταδίων ρκʹ. (186) Ἡ δὲ Ἀφροδισιὰς κεῖται ἔγγιστα τῆς Κύπρου πρὸς τὴν Αὐλιῶνα ἀκτὴν κατὰ πρύμναν ἔχοντι τὰ μέρη τῆς ἄρκτου στάδιοι φʹ.
440 (187) Ἀπὸ Ἀφροδισιάδος ἐπὶ χωρίον καλούμενον Κίφισον 〈καὶ Μέλανα ποταμὸν〉 στάδιοι λεʹ. (188) Ἀπὸ Μέλανος ποταμοῦ ἐπὶ ἄκραν Κραύνους στάδιοι μʹ.
442 (189) Ἀπὸ τῶν Κραυνῶν ἐπὶ τὰ Πισούργια εὐώνυμα ἔχοντι τὴν Κράμβουσαν στάδιοι μεʹ. ἀπὸ τῆς Ἀφροδισιάδος ἐπὶ τὰ Πισούργια στάδιοι ρκʹ. (190) Ἀπὸ τῶν Πισουργιῶν εἰς κόλπον Βερνίκην στάδιοι νʹ.
444 (191) 〈Ἀπὸ Βερνίκης ἐπὶ Κελένδεριν στάδιοι νʹ〉. (192) Ἀπὸ Κελενδέρεως εἰς Μανδάνην στάδιοι ρʹ.
446 (193) Ἀπὸ Μανδάνης ἐπ’ ἀκρωτήριον Ποσείδιον καλούμενον στάδιοι ξʹ. (194) Ἀπὸ Μανδάνης ἐπὶ τὰ Διονυσιοφάνους στάδιοι λʹ.
448 (195) Ἀπὸ 〈τῶν〉 Διονυσιοφάνους εἰς Ῥυγμανοὺς στάδιοι νʹ. (196) Ἀπὸ Ῥυγμανῶν εἰς Ἀνεμούριον στάδιοι νʹ.
450 (197) Ἀπὸ Ἀνεμουρίου ἐπὶ τὰ τῆς Κύπρου ἔγγιστα, ἐπὶ Κρομμύου ἄκρα, στάδιοι τʹ. (198) Ἀπὸ δὲ Ἀνεμουρίου εἰς Πλατανοῦντα στάδιοι τνʹ.
452 (199) Ἀπὸ Πλατανοῦντος ἐπὶ χωρίον Χάραδρον στάδιοι τνʹ. ὑπὲρ δὲ Χαράδρου κεῖται ὄρος μέγα Ἄνδροκος καλούμενον ἀπὸ σταδίων λʹ. (200) Ἀπὸ τοῦ Χαράδρου ἐπὶ χωρίον Κράγον καλούμενον στάδιοι ρʹ.
454 (201) Ἀπὸ τοῦ Κράγου ἐπὶ χωρίον ‘ἐπὶ θαλάσσης Νεφελίου‘, στάδιοι κεʹ. (202) Ἀπὸ τοῦ Νεφελίου ἐπὶ ἄκραν Νησιαζούσης στάδιοι πʹ.
456 (203) Ἀπὸ Νησιαζούσης ἄκρας εἰς Σελινοῦντα στάδιοι ρʹ. (204) Ἀπὸ Σελινοῦντος ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιοι ͵ ασʹ.
458 (205) Ἀπὸ δὲ Σελινοῦντος εἰς Ναύλους στάδιοι ρκʹ. (206) Ἀπὸ τῶν Ναύλων ἐπὶ χωρίον λεγόμενον ‘ἐπὶ θαλάσσης Λαέρτου‘ στάδιοι τκʹ.
460 (207) Ἀπὸ Λαέρτου εἰς Κορακήσιον στάδιοι ρʹ. (208) Ἀπὸ Κορακησίου εἰς Αὔνησιν ἐπὶ χωρίον Ἁμαξίαν στάδιοι πʹ.
462 (209) Ἀπὸ Ἀναξίων εἰς χωρίον καλούμενον Αὐγὰς στάδιοι οʹ. (210) Ἀπὸ Αὐγῶν ἐπ’ ἀκρωτήριον Λευκόθειον στάδιοι νʹ.
464 (211) Ἀπὸ Λευκοθείου εἰς Κύβερναν στάδιοι νʹ. (212) Ἀπὸ Κυβέρνης ἐπὶ Ἀρτέμιδος ναὸν στάδιοι νʹ.
466 (213) Ἀπὸ Ἀρτέμιδος ναοῦ ἐπὶ ποταμὸν πλωτὸν Μέλανον στάδιοι θʹ. Γίνονται οὖν οἱ πάντες ὁμοῦ ἀπὸ Κιλικίων πυλῶν ἕως τοῦ Μέλανος ποταμοῦ στάδιοι ͵ δνʹ.
467 [Λοιπὸν Παμφυλία] (214) Ἀπὸ Μέλανος ποταμοῦ εἰς Σίδην στάδιοι νʹ.
469 (215) Ἀπὸ Σίδης εἰς Ἀττάλειαν στάδιοι τνʹ. ἀπὸ Ἀτταλείας εἰς τὸ 〈Κωρύκιον〉 ἐμπόριον στάδιοι τʹ, ἀπὸ δὲ 〈τοῦ〉 Κωρυκίου 〈ἐμπορίου〉 εἰς Σίδην στάδιοι νʹ. ἀπὸ Σίδης εἰς τὸν Ἀκάμαντα στάδιοι ͵ ασʹ. (216) ἀπὸ Σίδης εἰς Σελεύκειαν στάδιοι πʹ.
471 (217) Ἀπὸ Σελευκείας εἰς ποταμὸν πλωτὸν καλούμενον Εὐρυμέδοντα 〈καὶ Κυνοσάριον〉 στάδιοι ρʹ. (219) Ἀπὸ Κυνοσαρίου ἐπὶ ποταμὸν καλούμενον Κέστρον στάδιοι ξʹ.
472 ἀναπλεύσαντι τὸν ποταμὸν πόλις ἐστὶ Πέργη. (220) 〈Ἀπὸ〉 τοῦ Κέστρου ἐπὶ Ῥουσκόποδα 〈στάδιοι * 〉.
474 (221) Ἀπὸ Ῥουσκόποδος ἐπὶ Μάσουραν καὶ τοὺς Καταράκτας στάδιοι νʹ. (222) Ἀπὸ Μασούρας εἰς Μυγδάλην στάδιοι οʹ.
476 (223) Ἀπὸ Μυγδάλων εἰς Ἀττάλειαν στάδιοι ιʹ. (224) Ἀπὸ Ἀτταλείας ἐπὶ χωρίον Τένεδον στάδιοι κʹ.
478 (225) Ἀπὸ Τενέδου εἰς Λύρναντα χωρίον στάδιοι ξʹ. (226) 〈Ἀπὸ Λύρναντος εἰς Φάσηλιν στάδιοι * ·〉 ὑπὲρ τῆς πόλεως ὄρος μέγα [ὑπερ]κεῖται [Φάσηλις].
480 (227) Ἐκ δὲ Φασίλιδος εἰς Κώρυκον στάδιοι * . (228) Ἀπὸ Κωρύκου ἐπὶ τὸν Φοινικοῦντα στάδιοι λʹ· ὑπὲρ 〈αὐτοῦ〉 μέγα ὄρος ὑψηλὸν κεῖται Ὄλυμπος καλούμενον.
482 (229) 〈Ἀπὸ Φοινικοῦντος εἰς Κράμβουσαν στάδιοι νʹ,〉 ἐκ δὲ Φασήλιδος ἐπ’ εὐθείας εἰς Κράμβουσαν στάδιοι ρʹ. (230) Ἀπὸ Κραμβούσης ἐπὶ χώρας Ποσιδαρισοῦντος στάδιοι λʹ.
484 (231) Ἀπὸ Ποσιδαρισοῦντος ἐπὶ Μωρὸν ὕδωρ καλούμενον στάδιοι λʹ. (232) Ἀπὸ Μωροῦ ὕδατος ἐπὶ ἄκραν Ἱερὰν καὶ νῆσον Χελιδονίαν στάδιοι νʹ.
486 Ὁμοῦ οἱ πάντες ἀπὸ τοῦ Μέλανος ποταμοῦ ἕως Χελιδονίων τῷ παρὰ γῆν πλέοντι στάδιοι φʹ· τὸν δὲ ἐπίτομον διὰ πόρου εἰς τὰς Χελιδονίας στάδιοι χʹ. (233) Ἔστι δὲ ἀπὸ τῶν Χελιδονίων 〈ἐπὶ〉 Μάριον καὶ τὸ τῆς Κύπρου ἀκρωτήριον τὸν Ἀκάμαντα ἐπ’ ἀνατολὰς τοῦ κριοῦ οὐριώτατα ζεφύρῳ στάδιοι ͵ αωʹ· ἀπὸ δὲ τοῦ Ἀνεμουρίου ἐπὶ τὰς Χελιδονίας νήσους στάδιοι ͵ αςʹ.
487 [5] [Λοιπὸν Λυκία] (234) Ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ Μελανίππην στάδιοι λʹ.
489 (235) Ἀπὸ δὲ Μελανίππης εἰς Γάγας στάδιοι ξʹ. (236) Ἀπὸ δὲ Μελανίππης ἐπὶ ποταμὸν Λάμυρον στάδιοι ξʹ· ὑπὲρ σταδίους ξʹ κεῖται πόλις Λάμυρα καλουμένη.
491 (237) Ἀπὸ Μελανίππης εἰς πύργον τὸν Ἴσιον καλούμενον στάδιοι ξʹ. (238) Ἀπὸ τοῦ Ἰσίου πύργου εἰς Ἀδριακὴν στάδιοι ξʹ.
493 (239) Ἀπὸ Ἀδριακῆς εἰς Σόμηνα〈ν〉 στάδιοι δʹ. (240) Ἀπὸ Σόμηναν εἰς Ἀπέρλας στάδιοι ξʹ.
495 (241) 〈Ἀπὸ Ἀπερλῶν ἐπὶ * ἀκρωτήριον στάδιοι * .〉 (242) Ἀπὸ ἀκρωτηρίου εἰς Ἀντίφελλον στάδιοι νʹ.
497 (243) Ἀπὸ Ἀντιφέλλου εἰς νῆσον Μεγίστην στάδιοι νʹ. (244) Ἀπὸ Μεγίστης εἰς νῆσον Ῥώγην στάδιοι νʹ.
499 (245) Ἀπὸ Ῥώγης ἐπὶ τὰς Ξεναγόρου νήσους στάδιοι τʹ. (246) Ἀπὸ τῶν Ξεναγόρου νήσων εἰς Πάταρα στάδιοι ξʹ.
501 (247) Ἀπὸ Πατάρων ἐπὶ ποταμὸν πλωτὸν 〈Ξάνθον〉—ὑπέρκειται πόλις Ξάνθος—στάδιοι ξʹ. (248) Ἀπὸ ποταμοῦ Ξάνθου εἰς Πύδνας ἐπ’ εὐθείας στάδιοι ξʹ.
503 (249) Ἀπὸ Πυδνῶν ἕως τῆς Ἱερᾶς ἄκρας στάδιοι πʹ. (250) Ἀπὸ Ἱερᾶς ἄκρας εἰς Καλαβαντίαν στάδιοι λʹ.
505 (251) Ἀπὸ Καλαβαντιῶν εἰς Περδικιας στάδιοι νʹ. (252) Ἀπὸ Περδικιων εἰς Κισσίδας στάδιοι νʹ.
507 (253) Ἀπὸ Κισσίδων ἐπὶ νῆσον Λάγουσαν στάδιοι πʹ. (254) Ἀπὸ Λαγουσῶν εἰς Τελεμενσὸν στάδιοι εʹ.
509 Γίνονται ὁμοῦ οἱ πάντες 〈ἀπὸ τῆς Ἱερᾶς ἄκρασ〉 ἕως Τελεμενσοῦ στάδιοι ͵ αφʹ. [Λοιπὸν Καρία] (255) Ἀπὸ Τελεμενσοῦ ἐπὶ Πηδάλιον κατὰ τὴν Ῥόπισαν στάδιοι σʹ.
511 (256) Ἐκ Τελμενσοῦ εἰς Δαίδαλα στάδιοι νʹ. (257) Ἐκ Δαιδάλων εἰς Καλλιμάχην στάδιοι νʹ.
513 (258) Ἐκ Καλλιμάχης εἰς Κρούαν στάδιοι ξʹ. (259) Ἐκ Κρούων εἰς τὸν Κοχλιαν στάδιοι νʹ.
515 (260) Ἐκ Κλυδῶν ἐπὶ τὸ Πηδάλιον ἀκρωτήριον στάδιοι λʹ. (261) Ἀπὸ τοῦ Πηδαλίου ἐπὶ τὸν ἀγκῶνα τὸν ἐπὶ τοῦ Γλαύκου στάδιοι πʹ.
517 (262) Ἀπὸ τοῦ ἀγκῶνος ἐπὶ τῶν Καυνίων Πάνορμον στάδιοι ρκʹ. (263) Ἀπὸ τοῦ Πανόρμου ἐπὶ τὴν Κυμαρίαν καλουμένην στάδιοι νʹ.
519 (264) Ἀπὸ Κυμαρίας εἰς Πασάδαν στάδιοι ξʹ. (265) Ἀπὸ Πασάδαν εἰς Καῦνον στάδιοι λʹ.
521 (266) Ἀπὸ Καῦνον εἰς τὴν Ῥόπουσαν στάδιοι ιεʹ. (267) Ἀπὸ τῆς Ῥοπούσης εἰς τὸ ἀπέναντι εἰς Λευκοπαγον στάδιοι μʹ· ἀπὸ δὲ τῆς Ῥοπούσης εἰς Σάμον στάδιοι ρʹ.
523 (268) Ἀπὸ τῆς Σάμου ἐπὶ 〈τὸ〉 Ποσείδιον στάδιοι ξʹ. (269) Ἀπὸ τοῦ Ποσειδίου ἐπὶ τὸν Φάλαρον στάδιοι νʹ.
525 (270) Ἀπὸ τοῦ Φαλάρου εἰς νῆσον Ἐλαοῦσαν καλουμένην στάδιοι νʹ. (271) Ἀπὸ τῆς Ἐλαούσης εἰς Ῥόδον στάδιοι ρνʹ, ἥτις ποιεῖ ἐπὶ Μαλλὸν μὲν σταδίους χʹ καὶ ἐπὶ τὸ ἱερὸν τοῦ Βυζαντίου σταδίους χʹ.
527 [5] (272) Ἐκ Ῥόδου εἰς Ἀλεξάνδρειαν στάδιοι ͵ δφʹ ἐκ Ῥόδου εἰς 〈Ἀσ〉κάλωνα στάδιοι ͵ γχʹ· ἐκ Ῥόδου εἰς Καισάρειαν στάδιοι ͵ γχʹ· ἐκ Ῥόδου εἰς Βηρυτὸν στάδιοι ͵ γχʹ· ἐκ Ῥόδου εἰς Σιδῶνα στάδιοι ͵ γχʹ· ἐκ Ῥόδου εἰς Βύβλον στάδιοι ͵ γχʹ· ἐκ Ῥόδου εἰς Τρίπολιν στάδιοι ͵ γχʹ· ἐκ Ῥόδου εἰς Σελεύκειαν στάδιοι ͵ γχʹ· ἐκ Ῥόδου εἰς Κιλικίαν στάδιοι ͵ αφʹ· ἐκ Ῥόδου εἰς Κώρυκον στάδιοι ͵ α· ἐκ Ῥόδου δὲ ἐπὶ τὴν Κύπρον ἐπὶ τὴν ἑσπερίαν τὴν ἐπ’ ἀνατολὰς τοῦ κριοῦ οὐριώτα〈τα〉 ζεφύρῳ στάδιοι ͵ βωʹ· ἐκ Ῥόδου εἰς Πάταρα στάδιοι ψʹ· ἐκ Ῥόδου ἐπὶ Καῦνον στάδιοι υνʹ· ἐκ Ῥόδου εἰς νῆσον Ῥόπουσαν στάδιοι τνʹ· ἐκ Ῥόδου εἰς Φύσκον στάδιοι υνʹ· ἐκ Ῥόδου εἰς Ἄγνην στάδιοι τνʹ· ἐκ Ῥόδου εἰς Κνίδον στάδιοι ψνʹ· ἐκ Ῥόδου εἰς Νήσυρον στάδιοι ωκʹ· ἐκ Ῥόδου εἰς Τίλον στάδιοι φνʹ· ἀπὸ Λεπαταλέων ἐπὶ τὸ Ποσείδιον τὸ Καρπάσου στάδιοι υκʹ· ἐκ Ῥόδου εἰς τὴν Κὼ στάδιοι ωνʹ· ἐκ Ῥόδου εἰς τὴν Χῖον στάδιοι ͵ γ· ἐκ Ῥόδου εἰς Μύνδον στάδιοι ͵ α· ἐκ Ῥόδου εἰς Σάμον στάδιοι ͵ αωʹ· ἐκ Ῥόδου εἰς Τένεδον στάδιοι ͵ γψʹ. (273) 〈Ἔστι δὲ ἀπὸ Ῥόδου εἰς τὸ Σκύλαιον τῆς Ἀργολίδος πλέειν οὐριώτατα σταδίοις * 〉· πλεύσεις δὲ ἔχων ἐκ τῶν εὐωνύμων νήσους Νήσυρον καὶ τὴν Ἀστυπαλαίαν, ἐκ δὲ τῶν δεξιῶν τὴν Κὼ καὶ τὴν Λέρον καὶ τὴν Ἀμουργὸν καὶ Ἴον καὶ Σίκινον καὶ τὴν Δάφνην καὶ τὴν Δήραν καὶ τὴν Σέριφον καὶ τὴν Κύδνον· τὸ λοιπὸν ἐπὶ τῆς Δονούσης λαβὲ εὐώνυμον, ὅθεν ὁρᾶται τὸ Σκύλαιον.
529 (274) Ἀπὸ Κνίδου εἰς τὴν Κῶ στάδιοι ρπʹ. (275) Ἀπὸ Κῶ εἰς Ἀλικαρνασὸν στάδιοι ρπʹ.
531 (276) Ἀπὸ Ἀλικαρνασοῦ εἰς Μύνδον στάδιοι σκʹ. (277) Ἀπὸ Μύνδου εἰς Λέρον στάδιοι τνʹ.
533 (278) Ἀπὸ Μύνδου εἰς τὴν Κω στάδιοι ρμʹ. (279) Ἀπὸ δὲ Κὼ εἰς Λέρον στάδιοι τνʹ.
534 [5] Ἀπὸ Κῶ εἰς Δῆλον στάδιοι ͵ ατʹ. Ἀπὸ Κῶ εἰς Σάμον [διὰ πόρου] στάδιοι ͵ α. (280) Ἔστι δὲ ἀπὸ Κῶ εἰς τὴν Δῆλον 〈διὰ πόρου〉 πλέειν 〈ἐπὶ τὴν δύσιν〉 τοῦ κριοῦ οὐριώτατα ἀπηλιώτῃ σταδίοις ͵ ατʹ· πλεύσεις δὲ εἰς Κάλυδναν· καταπλεύσεις δὲ ἐκ δεξιῶν ἔχων τὸ Ὑψίρισμα καὶ τὰς Καλύδνας καὶ [τὴν Κέλεριν καὶ] τὴν Λέρον καὶ τὴν Πάτμον [καὶ], 〈ἐκ τῶν εὐωνύμων δὲ〉 Κινάραν καὶ τὴν Ἀμουργόν· καὶ πλεύσεις ἐπὶ τῆς Δονούσης σταδίους ηʹ εὐωνύμως, δεξιοὺς δὲ λαβὼν τοὺς Μελανθίους καὶ τὴν Μήκωνον [ἐκ τῶν εὐωνύμων καὶ τείνων] καταχθῇς εἰς Δῆλον.
536 [5] (281) Ἀπὸ Μύνδου 〈εἰς * 〉, ἥτις ἐστὶ [διὰ] τῆς Ἀττικῆς, στάδιοι ͵ αφʹ. πλεύσεις δὲ διὰ τῶν Κορσικῶν καὶ τῆς τε Λέρου καὶ τῆς Καλύδνου καὶ τῆς Ὁρβίδας λαβὼν 〈δεξιὰν〉 πλέε ἐπὶ τὰς Ἀμουργίας τήν τε Δονοῦσαν καὶ τὴν Νάξον καὶ τὴν Κύδνον ἔχε δεξιάν. (282) Ἐὰν δὲ θέλῃς διὰ νήσων πλεῖν, οὕτως πλέεις· ἀπὸ Κῶ εἰς Λέρνον σταδίους σνʹ· ἐκ Λέρνου εἰς Λέβινθον σταδίους σνʹ· ἐκ Λεβίνθου εἰς Κίναρον σταδίους φʹ· ἐκ Κινάρου ἐπὶ τὰ ἔγγιστα τῆς Ἀμουργίας, ἐπὶ τὰ Κέρατα σταδίους πεʹ, καὶ ὁ παράπλους ἐπὶ 〈τὴν Μηνόαν〉 σταδίων πεʹ· ἀπὸ [Κορσίων εἰς] Μηνόας 〈ἐπὶ τὴν Κέρειαν〉 σταδίους πεʹ· ἐκ τῆς Κερείας, εὐώνυμον ἔχων τὴν Κερείαν, εἰς τὸν Ναξίων Πάνορμον σταδίους ξεʹ· ἀπὸ Πανόρμου εἰς Δῆλον σταδίους υκʹ.
538 [5] (283) ἀπὸ Κῶ εἰς Λέρον σταδίους τκʹ· ἀπὸ Λέρου ἐπὶ τὸ Παρθένιον σταδίους ξʹ· ἀπὸ 〈τοῦ Παρθενίου τῆσ〉 Λέρου ἐπὶ τὸ τῆς Πάτμου Ἀμαζώνιον σταδίους σʹ· ἀπὸ τοῦ Ἀμαζωνίου ἐπὶ τὴν Κορσίαν σταδίους υʹ· ἀπὸ τῆς ἅψης Ἀμαζωνίου εἰς Δῆλον σταδίους ψνʹ· ἀπὸ Δῆλον εἰς Σῦρον σταδίους ρνʹ· 〈ἀπὸ Σύρου εἰς Ἄνδρον σταδίους * ·〉 ἀπὸ Ἄνδρου εἰς λιμένα Γαυρίου σταδίους πʹ· ἀπὸ Γαυρίου ἐπὶ * ἀκρωτήριον σταδίους νʹ· ἀπὸ τοῦ ἀκρωτηρίου 〈εἰς Γεραιστὸν〉 ἔγγιστα τῆς ἄκρας σταδίους υνʹ· ἀπὸ τῆς Κρεγέας εἰς Κάρυστον σταδίους ρκʹ [Νῆσοι ἄλλαι]· ἐκ Ῥεγέας εἰς Πεταλέας σταδίους ρʹ. (284) Ἐπάνειμι πάλιν ἐπὶ τὰ ἐκ Δήλου διαστήματα πρὸς νήσους τάσδε· ἐκ Δήλου εἰς Θήραν στάδιοι τνʹ· ἐκ Δήλου ἐπὶ τὴν Ἀμουργίαν—εἰς τὴν Μίνωαν—στάδιοι χνʹ· ἐκ Δήλου εἰς Ἀνάφην στάδιοι ρʹ· ἐκ Δήλου εἰς Ἰὸν στάδιοι χνʹ· ἐκ Δήλου εἰς τὰς Κορσίας στάδιοι χνʹ· ἐκ Δήλου εἰς Κίμωλον στάδιοι ωʹ· ἐκ Δήλου εἰς Σίφνον στάδιοι χμʹ· ἐκ Δήλου εἰς Κύδνον στάδιοι τνʹ· ἐκ Δήλου εἰς Τῆνον στάδιοι τνʹ· ἐκ Δήλου εἰς Νάξον στάδιοι τνʹ· ἐκ Δήλου ἐπὶ τὴν Δόνουσαν στάδιοι τκʹ· ἐκ Δήλου εἰς Πάτμον στάδιοι ωνʹ· ἐκ Δήλου ἐπὶ τοὺς Μελαντέους σκοπέλους στάδιοι ρπʹ· ἐκ Δήλου εἰς Κέων στάδιοι τʹ· ἐκ Δήλου εἰς Ἄνδρον στάδιοι ωʹ· ἐκ Δήλου εἰς Πάρον στάδιοι υʹ.
540 (285) Ἐπάνειμι πάλιν εἰς Μύνδον, ἀφ’ ἧς κατέλιπον· ἐκ Μύνδου εἰς Πάνορμον στάδιοι πʹ. (286) ἐκ Μύνδου εἰς Βαργύλια στάδιοι σνʹ.
542 (287) Ἀπὸ Πάνορμον εἰς Ποσείδιον καὶ Ἄγκιστρον στάδιοι σνʹ. (288) Ἀπὸ Βαργυλίων εἰς Ἴασον στάδιοι σκʹ.
544 (289) Ἀπὸ Ἰασοῦ ἐπ’ ἀκρωτήριον Ποσείδιον στάδιοι ρκʹ. (290) Ἀπὸ Ἰασοῦ ἐπὶ τὸν Ἀκρίταν στάδιοι σμʹ.
546 (291) Κεῖται κατέναντι 〈Ἰασοῦ〉 Πάσσαλα πηγή, ὅθεν ἐστὶν ἀποβῆναι εἰς Μύλασσαν σταδίων κʹ. (292) Ἀπὸ δὲ τοῦ Ποσειδίου εἰς Πάνορμον στάδιοι μʹ.
548 (293) Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι πʹ. (294) Ἐπάνειμι πάλιν διὰ πόρου εἰς Μύνδον.
549 Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι τʹ. (295) Ἀπὸ δὲ τῆς Φαρμακούσης εἰς Μίλητον στάδιοι ρκʹ.
551 (296) Ἀπὸ Μιλήτου εἰς Σάμον στάδιοι τʹ. Οἱ πάντες ἀπὸ Τελεμενσοῦ ἕως Μιλήτου στάδιοι ͵ βφʹ.
553 (297) Ἀπὸ τοῦ Ἀκάμαντος τὴν Κύπρον εὐώνυμα ἔχοντι εἰς Πάφον στάδιοι τʹ· πόλις ἐστὶ κειμένη πρὸς μεσημβρίαν, ἔχει δὲ λιμένα τριπλοῦν παντὶ ἀνέμῳ καὶ ἱερὸν Ἀφροδίτης. (298) Ἀπὸ Πάφου εἰς Νουμένιον—νῆσός ἐστιν ἔχουσα πηγήν· ὁ δὲ πλοῦς βραχύς· ὅταν ἐγγίσῃς τῷ νησίῳ, τὴν γῆν θλῖβε δεξιᾷ—στάδιοι [ρ]κεʹ.
555 (299) Ἀπὸ Νουμενίου εἰς Παλαίπαφον στάδιοι [ρ]κεʹ. (300) Ἀπὸ Παλαιπάφου εἰς Τρήτους—ἀκρωτήριόν ἐστι—στάδιοι νʹ.
557 (301) 〈Ἀπὸ Τρήτων εἰς τὸ Κουριακὸν στάδιοι * 〉. (302) Ἀπὸ τοῦ Κουριακοῦ εἰς Ἀμαθοῦντα στάδιοι ρνʹ· πόλις ἐστὶν ἀλίμενος· ἀσφαλίζου τὸν τόπον.
559 (303) Ἀπὸ τοῦ Κουριακοῦ ἐπὶ Καραίας στάδιοι μʹ· ἀκρωτήριόν ἐστιν ἔχον λιμένα ὕφορμον καὶ ὕδωρ. ************ (304) Ἀπὸ δὲ τοῦ Πηδαλίου ἐπὶ νήσους στάδιοι πʹ· πόλις ἐστὶν ἔρημος λεγομένη Ἀμμόχωστος· ἔχει δὲ λιμένα παντὶ ἀνέμῳ· ἔχει δὲ ἐν τῇ καταγωγῇ χοιράδας· διαφυλάττου.
561 (305) Ἀπὸ τῶν νήσων εἰς Σαλαμῆνα στάδιοι νʹ· πόλις ἐστί· λιμένα ἔχει. (305α) Ἀπὸ Σαλαμῆνος εἰς Παλαιὰν στάδιοι ρκʹ· κώμη ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.
563 (306) Ἀπὸ Παλαιᾶς ἐπὶ τὸν Φιλεοῦντα στάδιοι τʹ. (307) Ἀπὸ Φιλεοῦντος ἐπὶ τὰ Ἄκρα στάδιοι ξʹ· ὅρμοι εἰσὶ δύο, ὁ μέν ἐστιν ἐπιχαρωπὸς ὁ δὲ λευκὸς ἔχοντες ἑκάτεροι ὕδωρ.
564 ἐπίκειται δὲ ἐπάνω ἱερὸν Ἀφροδίτης· ἐπίκεινται δὲ καὶ νῆσοι δύο ἔχουσαι ἀμφότεραι ἀνάπλους. (308) Ἀπὸ τοῦ Ἀνεμουρίου τῆς Κιλικίας ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιοι ψʹ.
566 (309) Ἀπὸ Ἀκάμαντος ἔχων δεξιὰν τὴν Κύπρον εἰς Ἀρσινόην τῆς Κύπρου στάδιοι σοʹ· πόλις ἐστί· λιμένα ἔχει ἔρημον· χειμάζει βορέου. (310) Ἀπὸ δὲ τοῦ Κρομυακοῦ ἐπὶ τὸ Μελαβρὸν στάδιοι νʹ· ὅρμος ἐστὶ θερινός.
568 (311) Ἀπὸ Μελάβρου εἰς Σώλους στάδιοι τʹ· πόλις ἐστὶν ἀλίμενος. (312) Ἀπὸ Σώλων εἰς Κυρήναιον στάδιοι τνʹ· πόλις ἐστίν· ἔχει ὕφορμον.
570 (313) Ἀπὸ Κυρηνίου εἰς Λάπαθον στάδιοι υνʹ· πόλις ἐστὶν ἔχουσα ὅρμον. (314) Ἀπὸ Λαπάθου εἰς Καρπάσειαν στάδιοι τνʹ· πόλις ἐστίν· ἔχει λιμένα μικροῖς πλοίοις· χειμάζει βορέου.
572 (315) Ἀπὸ Καρπασείας ἐπὶ τὰ Ἄκρα στάδιοι ρʹ· ἐντεῦθεν μετέβημεν εἰς τὸ Ἀνεμούριον. Ὁ πᾶς περίπλους τῆς Κύπρου στάδιοι ͵ ασνʹ.
574 (316) Ἀπὸ τοῦ [αὐτοῦ] Κουριακοῦ εἰς τὸ Πηλούσιον στάδιοι ͵ ατʹ. (317) Ἀπὸ δὲ τοῦ Κιτίου τῆς Κύπρου εἰς Ἀσκάλωνα στάδιοι ͵ γτʹ.
575 [Κρήτης περίπλους] (318) Ἀπὸ τοῦ Κασίου ἐπὶ τὸ Σαμώνιον τῆς Κρήτης στάδιοι φʹ· ἀκρωτήριόν ἐστι τῆς Κρήτης ἀνέχον πρὸς βορρᾶν ἐπίπολυ· ἔστι δὲ ἱερὸν Ἀθηνᾶς· ἔχει ὕφορμον καὶ ὕδωρ· τὰ δὲ ἄλλα ἠφανισμένα.
577 (319) Ἀπὸ Σαμωνίου εἰς Ἱερὰν Πύδναν στάδιοι πʹ· πόλις ἐστίν· ἔχει ὅρμον, ἔχει δὲ καὶ νῆσον, καλεῖται Χρύσεα· ἔχει λιμένα καὶ ὕδωρ. (320) Ἀπὸ Ἱερᾶς Πύδνης εἰς Βίενον στάδιοι οʹ· πολύδριόν ἐστιν ἀπέχον τῆς θαλάσσης.
579 (321) Ἀπὸ Βιένου εἰς Λέβηναν στάδιοι οʹ· ἐκεῖ παράκειται νησίον, ὃ καλεῖται Ὀξεῖα· ὕδωρ ἔχει. (322) Ἀπὸ Λεβῆνας εἰς Ἅλας στάδιοι κʹ.
581 (323) Ἀπὸ Ἁλῶν εἰς Μάταλαν στάδιοι τʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει. (324) Ἀπὸ Ματάλης εἰς Σουλίαν στάδιοι ξεʹ· ἀκρωτήριόν ἐστιν ἀνέχον πρὸς μεσημβρίαν· λιμήν ἐστι· καλὸν ὕδωρ ἔχει.
583 (325) Ἀπὸ Σουλήνας εἰς Ψυχέαν στάδιοι ιβʹ. (326) Ἀπὸ Ψυχέας ἐπὶ τὸν Λάμωνα στάδιοι ρνʹ· λιμήν ἐστι· καὶ πόλιν ἔχει καὶ ὕδωρ· ἀπὸ δὲ Πύδνης ἐπὶ τὸν Ψυχέα στάδιοι τνʹ· λιμὴν θερινός· καὶ ὕδωρ ἔχει.
585 (327) Ἀπὸ Ψυχέων ἐπὶ Ἀπολλωνιάδα στάδιοι λʹ. (328) Ἀπὸ Ἀπολλωνίας εἰς Φοίνικα στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ νῆσον.
586 ἀπὸ δὲ Κλαυδίας εἰς Φοινίκην στάδιοι τʹ· ἔχει πόλιν καὶ λιμένα. (329) Ἀπὸ Φοινίκης εἰς Τάρρον στάδιοι ξʹ· πόλις μικρά ἐστιν· ἔχει ὅρμον.
588 (330) Ἀπὸ Τάρρου εἰς Ποικιλασσὸν στάδιοι ξʹ· πόλις ἐστὶ καὶ ὅρμον ἔχει καὶ ὕδωρ. (331) Ἀπὸ Ποικιλασσοῦ εἰς Συβᾶν στάδιοι νʹ· πόλις ἐστὶ καὶ λιμένα καλὸν ἔχει.
590 (332) 〈Ἀπὸ Συΐας εἰς Λισσὸν στάδιοι λʹ.〉 (333) Ἀπὸ Λισσοῦ εἰς Καλαμύδην στάδιοι σνʹ.
592 (334) Ἀπὸ Καλαμύδην εἰς Κριοῦ Μέτωπον στάδιοι λʹ· ἀκρωτήριόν ἐστιν ὑψηλόν· ἔχει ὕδωρ καὶ ὕφορμον. (335) Ἀπὸ Κριοῦ Μέτωπον εἰς Βίεννον στάδιοι ιβʹ· λιμένα ἔχει καὶ ὕδωρ.
594 [5] (336) Ἀπὸ Βίεννον εἰς Φαλάνσαραν στάδιοι οξʹ· ὅρμος ἐστὶν ἐμπόριον πόλις παλαιά· νῆσος δὲ ἀπὸ σταδίων ξʹ Ἰουσαγουρα βλέπουσα πρὸς ἀνατολάς· ἔχει λιμένα, ἔχει δὲ ἱερὸν Ἀπόλλωνος ἐν τῷ λιμένι. ἔστι δὲ καὶ ἄλλη νῆσος ἀπὸ σταδίων γʹ· καλεῖται Μέση καὶ ὅρμον ἔχει. ἡ δὲ τρίτη καλεῖται Μύλη· ὁ δὲ πλοῦς βαθύς· ἀγορὰν ἔχει. (337) Ἀπὸ Μύλης ἐπὶ τὸν Τρητὸν στάδιοι νʹ· ἀκρωτήριόν ἐστι τετρημένον, κατάκρημνον τῆς Κρήτης.
596 (338) Ἀπὸ τοῦ Τρητοῦ εἰς Ἀγνεῖον στάδιοι νʹ· λιμήν ἐστιν ἔχων ἱερὸν Ἀπόλλωνος· ἔστι δὲ ἐσώτερος κόλπος καὶ καλεῖται Μυρτῖλος· καὶ ὕδωρ ἔχει. (339) Ἀπὸ Ἁγνείου εἰς Κίσαμον στάδιοι πʹ· πόλις ἐστὶν ἐν κόλπῳ κειμένη· ἐστὶ δὲ λιμήν· ἔχει καὶ ὕδωρ.
598 (340) Ἀπὸ Κισάμου ἐπὶ τὴν Τύρον στάδιοι κεʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν κατάδενδρον· βλέπει πρὸς ἄρκτον. (341) Ἀπὸ τὴν Τύρον ἐπὶ τὸ Δικτυνναῖον στάδιοι πʹ· ὅρμος ἐστὶν 〈καὶ〉 αἰγιαλός.
600 (342) Ἀπὸ τοῦ Δικτυνναίου ἐπὶ τὴν Κοίτην στάδιοι ροʹ· νῆσός ἐστιν· ἔχει ὅρμον καὶ ὕδωρ· βλέπει πρὸς τὴν Κρήτην πρὸς ἄρκτον. (343) Ἀπὸ τοῦ Ἀκοιτίου εἰς Κυδωνίαν στάδιοι ξʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ εἰς τὴν εἴσοδον βράχη ἔχει.
602 (344) Ἀπὸ Κυδωνίας εἰς Ἀπτέραν περιπλέεται σταδίοις ρνʹ· πεζῇ δὲ μίλια ρκʹ· ὁ τόπος Μίνω καλεῖται, εἰς ὃν κεῖνται νῆσοι τρεῖς, αἳ καλοῦνται Λευκαί. (345) Ἀπὸ τῆς Μίνωος εἰς Ἀμφιμάτριον στάδιοι ρνʹ· ποταμός ἐστι καὶ λιμὴν περὶ αὐτὸν παραχειμαστικὸς καὶ πύργον ἔχει.
604 (346) Ἀπὸ Ἀμφιματρίου εἰς Ὑδραμὸν στάδιοι ρʹ; πόλις ἐστίν· ἔχει αἰγιαλόν· καλεῖται δὲ ἡ πόλις Ἐλευθέρα· πεζῇ δὲ ἀναβῆναι ἀπὸ τοῦ Ἀμφιματρίου μίλια νʹ. (347) Ἀπὸ Ἀμφιματρίου εἰς Ἀστάλην στάδιοι λʹ· λιμήν ἐστιν εὐωνύμως· ἔχει ὕδωρ.
605 [ἐντεῦθεν Ἐλευθέρα ἀπὸ σταδίων νʹ.] (348) Ἀπὸ Ἀστάλης εἰς Ἡράκλειον στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ ὕδωρ· ἀπὸ σταδίων κʹ πόλις κεῖται Κνωσός· ἀπόκειται δὲ καὶ νῆσος ἀπὸ σταδίων μʹ πρὸς δύσιν· καλεῖται Δῖος.
607 (349) Ἀπὸ τοῦ Ἡρακλείου εἰς Χερρόνησον πόλιν στάδιοι λʹ· ὕδωρ ἔχει καὶ νῆσον ἔχουσαν πύργον καὶ λιμένα. (350) Ἀπὸ Χερρονήσου εἰς Ὀλοῦντα στάδιοι ξʹ· ἄκρα ἐστίν· ὕφορμον ἔχει καὶ ὕδωρ καλόν· ἀπέχει δὲ ἀπὸ τῆς γῆς σταδίους κʹ * .
609 (351) Ἀπὸ Ὀλοῦντος εἰς Καμάραν στάδιοι ιεʹ. (352) Ἀπὸ Καμάραν εἰς Ἴστρον στάδιοι κεʹ.
611 (353) Ἀπὸ τῆς Ἴστρου ἐπὶ τὴν Κητίαν ἄκραν στάδιοι ιεʹ· ὕφορμός ἐστιν, ἄνυδρος δέ. (354) Ἀπὸ τῆς Κητίας ἄκρας εἰς Διονυσιάδα στάδιοι τʹ· νῆσοί εἰσι δύο ἔχουσαι λιμένα καὶ ὕδωρ.
613 (355) Ἀπὸ Διονυσιάδος εἰς τὸ Σαμμώνιον, ὅθεν ἠρξάμεθα περιάγειν τὴν Κρήτην, στάδιοι ρκʹ. ἀκρωτήριον ....... περὶ τῶν βασιλέων τῶν Ἰουδαίων.
721 [30] αʹ ὁ Σαοὺλ πρῶτος ἐβασίλευσεν τοῦ Ἰσραὴλ ἐκ φυλῆς Βενιαμῖν [ἔτη μʹ] βʹ Δαουὶδ πρῶτος ἐκ φυλῆς Ἰούδα [ἔτη μʹ] γʹ Σολομὼν υἱὸς αὐτοῦ [ἔτη μʹ] δʹ Ῥοβοὰμ υἱὸς αὐτοῦ [ἔτη ιζʹ] εʹ Ἀβιᾶ υἱὸς αὐτοῦ [ἔτη ϛʹ] ϛʹ Ἀσᾶ υἱὸς αὐτοῦ [ἔτη μαʹ] ζʹ Ἰώσαφαθ υἱὸς αὐτοῦ [ἔτη κεʹ] ηʹ Ἰωρὰμ υἱὸς αὐτοῦ [ἔτη ηʹ] θʹ Ὀχοζίας υἱὸς αὐτοῦ [ἔτος αʹ] ιʹ Γοθολία μήτηρ αὐτοῦ [ἔτη ζʹ] ιαʹ Ἰωᾶς υἱὸς αὐτοῦ [ἔτη μʹ] ιβʹ Ἀμεσίας υἱὸς αὐτοῦ [ἔτη κθʹ] ιγʹ Ὀζίας υἱὸς αὐτοῦ [ἔτη νβʹ] ιδʹ Ἰωάθαμ υἱὸς αὐτοῦ [ἔτη ηʹ] ιεʹ Ἄχαζ υἱὸς αὐτοῦ [ἔτη ιϛʹ] ιϛʹ Ἐζεκίας υἱὸς αὐτοῦ [ἔτη κθʹ] ιζʹ Μανασσῆς υἱὸς αὐτοῦ [ἔτη νεʹ] ιηʹ Ἀμὼς υἱὸς αὐτοῦ [ἔτη βʹ] ιθʹ Ἰωσίας υἱὸς αὐτοῦ [ἔτη λαʹ] κʹ Ἰώαχαζ υἱὸς αὐτοῦ [μῆνας γʹ] καʹ Ἐλιακὶμ υἱὸς αὐτοῦ [ἔτη ιαʹ] κβʹ Ἰεχονίας υἱὸς αὐτοῦ [ἔτη γʹ] κγʹ Σεδεκίας υἱὸς Ἰωσίου [ἔτη ιαʹ]. Es folgen die Könige von Israel unten §722. ἕως τούτου ἡ βασιλεία τοῦ Ἰούδα γέγονεν καὶ κατελύθη [οἱ δὲ μετὰ τὴν διαίρεσιν τῶν δέκα σκήπτρων μερισθέντες εἰσὶν οὗτοι·] καὶ πάντες ἀπήχθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα. Δέκα σκήπτρων μερισθέντων εἰσὶ οὗτοι· αʹ Ἱεροβοὰμ υἱὸς Νάβατ ἔτη κβʹ.
724 βʹ Νάβατ υἱὸς αὐτοῦ ἔτη βʹ. γʹ Βαασὰ ἔτη κδʹ.
726 δʹ Ἐλαὰν υἱὸς αὐτοῦ ἔτη βʹ. εʹ Ζαμβρὶ ἔτη ιβʹ.
728 ϛʹ Ἀχαὰβ υἱὸς αὐτοῦ ἔτη κβʹ. ζʹ Ὀχοζίας υἱὸς αὐτοῦ ἔτη βʹ.
729 ηʹ Ἰωρὰμ υἱὸς αὐτοῦ ἔτη ιβʹ. θʹ Ἰοὺ ἔτη κηʹ.
731 ιʹ Ἰωάχαζ υἱὸς αὐτοῦ ἔτη ιζʹ. ιαʹ Ἰωὰς υἱὸς αὐτοῦ ἔτη ιϛʹ.
733 ιβʹ Ἱεροβοὰμ υἱὸς αὐτοῦ ἔτη λαʹ. ιγʹ Ζαχαρίας υἱὸς αὐτοῦ ἔτη ϛʹ.
735 ιδʹ Σελοὺδ μῆνα αʹ. ιεʹ Μαναῖν ἔτη δʹ.
737 ιϛʹ Φακίας υἱὸς αὐτοῦ ἔτη βʹ. ιζʹ Φακεὲ ἔτη κʹ.
739 [10] ιηʹ Ὠσεὲ ἔτη θʹ, ἕως τούτου γέγονεν ἡ βασιλεία τῶν δέκα σκήπτρων τοῦ Ἰσραὴλ καὶ τῆς Σαμαρίας· καὶ γὰρ ἡ πόλις ἑάλω. Es folgt, was oben § 721 Ende ausgeschrieben ist; dann die Propheten. Τίνες οἱ Ἱερεμίου τοῦ προφήτου πρόγονοι ἱερατικοί.
741 [15] αʹ Ἀαρὼν βʹ Φινεὲς γʹ Ὀζίας δʹ Ῥαζαζᾶς εʹ Μωριὰδ ϛʹ Ἀμωρίας ζʹ Ἀμητὼβ ηʹ Σεδοὺκ θʹ Ἀχιμὰς ιʹ τούτου υἱὸς Ἠλίας ὁ προφήτης καὶ Σαλὼμ ιαʹ Σαλώμου υἱὸς Ἰωρὰμ ιβʹ Ἀμὼς καὶ Ἰωδαὲ ιγʹ Σεδεκίας υἱὸς Ἰωδαὲ ιδʹ Ἰωὴλ ιεʹ Οὐρίας ιϛʹ Νηρὴ ιζʹ Σαλὼμ ιηʹ Χελκίας ιθʹ Ἱερεμίας ὁ τὴν αἰχμαλωσίαν ἐν τῇ Ἰουδαίᾳ προφητεύσας.