eul_wid: qsg-bx

Περὶ τοῦ Κόσμου
On the Universe

Hippolytus of Rome On the Universe PDF

[45] καὶ οὗτος μὲν ὁ περὶ δαιμόνων λόγος. περὶ δὲ ᾅδου ἐν ᾧ συνέχονται ψυχαὶ δικαίων τε καὶ ἀδίκων ἀναγκαῖον εἰπεῖν. ὁ ᾅδης τόπος ἐστὶν ἐν τῇ κτίσει ἀκατασκεύαστος, χωρίον ὑπόγειον, ἐν ᾧ φῶς κόσμου οὐκ ἐπιλάμπει. φωτὸς τοίνυν ἐν τούτῳ τῷ χωρίῳ μὴ καταλάμποντος ἀνάγκη σκότος διηνεκῶς τυγχάνειν. τοῦτο τὸ χωρίον ὡς φρούριον ἀπενεμήθη ψυχαῖς, ἐφ’ ᾧ κατεστάθησαν ἄγγελοι, φρουροὶ, πρὸς τὰς ἑκάστου πράξεις διανέμοντες τὰς τῶν τόπων προσκαίρους κολάσεις. ἐν τούτῳ δὲ τῷ χωρίῳ τόπος ἀφώρισταί τις λίμνης πυρὸς ἀσβέστου ἐν ᾧ μὲν οὐδέπω τινὰ καταρερίφθαι ὑπειλήφαμεν, ἐσκευάσθαι δὲ εἰς τὴν προωρισμένην ἡμέραν παρὰ τοῦ θεοῦ, ἐν ᾗ δικαίας κρίσεως ἀπόφασις μία πᾶσιν ἀξίως προσενεχθῇ καὶ οἱ μὲν ἄδικοι καὶ θεῷ ἀπειθήσαντες τά τε μάταια ἔργα χειρῶν ἀνθρώπων, κατεσκευασμένα εἴδωλα, ὡς θεὸν τιμήσαντες ταύτης τῆς ἀϊδίου κολάσεως ὡς αἴτιοι μιασμάτων γενόμενοι προκριθῶσιν, οἱ δὲ δίκαιοι τῆς ἀφθάρτου καὶ ἀνεκλείπτου βασιλείας τύχωσιν, οἳ ἐν τῷ ᾅδῃ νῦν μὲν συνέχονται ἀλλ’ οὐ τῷ αὐτῷ τόπῳ ὡς καὶ οἱ δίκαιοι. μία γὰρ εἰς τοῦτο τὸ χωρίον κάθοδος, οὗ τῇ πύλῃ ἐφεστῶτα ἀρχάγγελον ἅμα στρατιᾷ πεπιστεύκαμεν, ἣν πύλην διελθόντες οἱ καταγόμενοι ὑπὸ τῶν ἐπὶ τὰς ψυχὰς τεταγμένων ἀγγέλων οὐ μιᾷ ὁδῷ πορεύονται, ἀλλ’ οἱ μὲν δίκαιοι εἰς δεξιὰ φωταγωγούμενοι καὶ ὑπὸ τῶν ἐφεστώτων κατὰ τόπον ἀγγέλων ὑμνούμενοι ἄγονται εἰς χωρίον φωτεινὸν, ἐν ᾧ οἱ ἀπ’ ἀρχῆς δίκαιοι πολιτεύονται, οὐχ ὑπ’ ἀνάγκης κρατούμενοι ἀλλὰ τῆς τῶν ὁρωμένων ἀγαθῶν θέας ἀεὶ ἀπολαύοντες καὶ τῇ τῶν ἑκάστοτε καινῶν ὁρωμένων προσδοκίᾳ ἡδόμενοι κἀκεῖνα τούτων βελτίονα ἡγούμενοι, οἷς ὁ τόπος οὐ καματηφόρος γίνεται, οὐ καύσων οὐ κρύος οὐ τρίβολος ἐν αὐτῷ, ἀλλ’ ἡ τῶν πατέρων δικαίων τε ὁρωμένη ὄψις πάντοτε μειδιᾷ ἀναμενόντων τὴν μετὰ τοῦτο τὸ χωρίον ἀνάπαυσιν καὶ αἰωνίαν βίωσιν ἐν οὐρανῷ· τοῦτον δὲ ὀνόματι κληΐζομεν κόλπον Ἀβραάμ. οἱ δὲ ἄδικοι ἀριστερὰ ἕλκονται ὑπὸ ἀγγέλων κολαστῶν οὐκέτι ἑκουσίως πορευόμενοι ἀλλὰ μετὰ βίας ὡς δέσμιοι ἑλκόμενοι, οἷς οἱ ἐφεστῶτες ἄγγελοι ἐπιγελῶντες διαπέμπονται ἐπονειδίζοντες καὶ φοβερῷ ὄμματι ἐπαπειλοῦντες καὶ εἰς τὰ κατώτερα μέρη ὠθοῦντες, οὓς ἀγομένους ἕλκουσιν οἱ ἐφεστῶτες ἕως πλησίον τῆς γεέννης, ἧς ἐγγίονες ὄντες τοῦ μὲν βρασμοῦ ἀδιαλείπτως ἐπακούουσι καὶ τοῦ τῆς θέρμης ἀτμοῦ οὐκ ἀμοιροῦσιν, αὐτῆς δὲ τῆς ἐγγίονος ὄψεως τὴν φοβερὰν καὶ ὑπερβαλλόντως ξανθὴν θέαν τοῦ πυρὸς ὁρῶντες καταπεπλήγασι, τῇ προσδοκίᾳ τῆς μελλούσης κρίσεως ἤδη δυνάμει κολαζόμενοι. ἀλλὰ καὶ οὗτοι τὸν τῶν δικαίων χῶρον καὶ τοὺς δικαίους ὁρῶσι, καὶ ἐπ’ αὐτῷ τούτῳ κολαζόμενοι· χάος γὰρ βαθὺ καὶ μέγα ἀνὰ μέσον ἐστήρικται, ὥστε μήτε δίκαιον συμπαθήσαντα προσδέξασθαι μήτε ἄδικον τολμήσαντα διελθεῖν. οὗτος ὁ περὶ ᾅδου λόγος, ἐν ᾧ αἱ ψυχαὶ πάντων κατέχονται ἄχρι καιροῦ, ὃν ὁ θεὸς ὥρισεν ἀνάστασιν τότε πάντων ποιησάμενος, οὐ ψυχὰς μετενσωματῶν ἀλλ’ αὐτὰ τὰ σώματα ἀνιστῶν ἃ ἀεὶ λελυμένα ὁρῶντες ἀπιστεῖτε Ἕλληνες.
(50) [115] μάθετε μὴ ἀπιστεῖν. τὴν γὰρ ψυχὴν γενητὴν καὶ ἀθάνατον ὑπὸ θεοῦ γεγονέναι πιστεύσαντες κατὰ τὸν Πλάτωνος λόγον χρόνῳ μὴ ἀπιστήσητε καὶ τὸ σῶμα ἐκ τῶν αὐτῶν στοιχείων σύνθετον γενόμενον δυνατὸς ὁ θεὸς ἀναβιώσας ἀθάνατον ποιεῖν. οὐ γὰρ τὸ μὲν δυνατὸς, τὸ δὲ ἀδύνατος ῥηθήσεται περὶ θεοῦ. ἡμεῖς μὲν οὖν καὶ σῶμα ἀνίστασθαι πεπιστεύκαμεν. εἰ γὰρ καὶ φθείρεται ἀλλ’ οὐκ ἀπόλλυται. τούτου γὰρ τὰ λείψανα γῆ ὑποδεξαμένη τηρεῖ καὶ δίκην σπόρου πιαινομένου καὶ τῷ γῆς λιπαρωτέρῳ συμπλεκομένου ἀνθεῖ καὶ τὸ μὲν σπαρὲν κόκκος γυμνὸς σπείρεται καὶ κελεύσματι τοῦ δημιουργήσαντος θεοῦ θάλλων ἠμφιεσμένος καὶ ἔνδοξος ἐγείρεται, οὐ πρότερον εἰ μὴ ἀποθανὼν λυθῇ καὶ γῇ συμμιγῇ. ὥστε τὴν ἀνάστασιν τοῦ σώματος οὐ μάτην πεπιστεύκαμεν, ἀλλ’ εἰ καὶ λύεται πρὸς καιρὸν διὰ τὴν ἀπ’ ἀρχῆς γενομένην παρακοὴν ὡς εἰς χωνευτήριον εἰς γῆν καθίσταται πάλιν ἀναπλασθησόμενον, οὐ τοιοῦτον φθειρόμενον ἀλλὰ καθαρὸν καὶ μηκέτι φθειρόμενον, ὡς ἑκάστῳ σώματι ἡ ἰδία ψυχὴ ἀποδοθήσεται καὶ τοῦτο ἐπενδυσαμένη οὐκ ἀνιαθήσεται ἀλλὰ συγχαρήσεται καθαρὰ καθαρῷ παραμείνασα, ὡς ἐν τῷ κόσμῳ νῦν δικαίως συνοδεύσασα καὶ μὴ ἐπίβουλον ἐν πᾶσιν ἔχουσα μετὰ πάσης ἀγαλλιάσεως ἀπολήψεται. οἱ δὲ ἄδικοι οὐκ ἀλλοιωθέντα τὰ σώματα οὐδὲ πάθους ἢ νόσου μεταστάντα οὐδὲ ἐνδοξασθέντα ἀπολήψονται ἀλλ’ ἐν οἷς νοσήμασιν ἐτελεύτων καὶ ὁποῖα ἦν τοιαῦτα ἀναβιώσαντα ἐπενδύσονται καὶ ὁποῖοι ἐν ἀπιστίᾳ γεγένηνται τοιοῦτοι πιστῶς κριθήσονται. πάντες γὰρ δίκαιοί τε καὶ ἄδικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται· τούτῳ γὰρ ὁ πατὴρ τὴν πᾶσαν κρίσιν δέδωκε καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ὃν Χριστὸν προσαγορεύομεν θεὸν ἐνανθρωπήσαντα. οὐδὲ γὰρ Μίνως καὶ Ῥαδάμανθυς κριταὶ οἱ καθ’ ὑμᾶς, Ἕλληνες, ἀλλ’ ὃν ὁ θεὸς καὶ πατὴρ ἐδόξασε, περὶ οὗ ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ἐπιζητοῦντας τὴν ἀλήθειαν. οὗτος τὴν πατρὸς εἰς πάντας δικαιοκρισίαν ποιούμενος ἑκάστῳ κατὰ τὰ ἔργα παρεσκεύασε τὸ δίκαιον, οὗ κρίσει παραστάντες οἱ πάντες, ἄνθρωποί τε καὶ ἄγγελοι καὶ δαίμονες, μίαν ἀποφθέγξονται φωνὴν οὕτως λέγοντες· δικαία σου ἡ κρίσις, ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ’ ἀμφοτέροις τὸ δίκαιον ἐπάγει, τοῖς μὲν εὖ πράξασι δικαίως τὴν ἀΐδιον ἀπόλαυσιν παρέχοντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασιν ἀπονέμοντος καὶ τούτοις μὲν τὸ πῦρ ἄσβεστον διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις ἔμπυρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων ἀπαύστως ὀδύνην ἐκ σώματος ἐκβράσσων παραμένει. τούτους οὐχ ὕπνος ἀναπαύσει, οὐ νὺξ παρηγορήσει οὐ θάνατος τῆς κολάσεως ἀπολύσει, οὗ παράκλησις συγγενῶν μεσιτευσάντων ὀνήσει. οὐ γὰρ ἔτι δίκαιοι ὑπ’ αὐτῶν ὁρῶνται οὐδὲ μνήμης γίνονται ἄξιοι, μόνοι δὲ οἱ δίκαιοι δικαίων μεμνήσονται ἔργων, δι’ ὧν ἐπὶ τὴν οὐράνιον βασιλείαν κατήντησαν, ἐν ᾗ οὐ πόνος οὐ λύπη οὐ φθορὰ οὐ φροντὶς οὐδὲ νὺξ οὐδ’ ἡμέρα χρόνῳ μετρουμένη, οὐχ ἥλιος ἀνάγκῃ κύκλον οὐρανοῦ δρόμῳ ἐλαυνόμενος, οὐκ ἄγγελοι ὡρῶν μέτρα ἢ κέντρα πρὸς εὔγνωστον ἀνθρώπων βίον διαμετρούμενα ὁροθετοῦντες, οὐ σελήνη φθίνουσα ἢ αὔξουσα ἢ τροπὰς καιρῶν ἐπάγουσα, οὐχ ὑγραίνουσα γῆ οὐδὲ ἥλιος ἐπικαίων οὐκ ἄρκτος στρεφομένη οὐκ ὠρίων γεννώμενος οὐκ ἄστρων πλάνη ἐνάριθμος οὐδὲ πλανητῶν ζήτησις ἀνάριθμος οὐ δύσβατος γῆ οὐδὲ δυσεύρετος παραδείσου πύλη οὐδὲ δεινὸν θαλάσσης φρύαγμα κωλύον ἐπιβάντα πατεῖν, εὔβατος δὲ καὶ αὐτὴ τοῖς δικαίοις γενήσεται οὔτε τοῦ ὑγροῦ στερουμένη οὐδὲ τοῦ στερροῦ διὰ τὸ κοῦφον τοῦ ἴχνους πατουμένη, οὐκ οὐρανὸς ἀοίκητος ἀνθρώποις οὐδὲ τούτου ὁδὸς ἀναβάσεως ἀνεύρετος, οὐ γῆ ἀνέργαστος οὐδὲ ἀνθρώποις ἐπίπονος αὐτόματος δὲ φύουσα καρποὺς πρὸς εὐκοσμίαν ᾗ προστάξει ὁ δεσπόζων, οὐ θηρίων γένεσις πάλιν οὐδὲ τῶν λοιπῶν ζῴων ἐκβρασσομένη οὐσία.
(100) [135] οὐδὲ γὰρ ἀνθρώποις πάλιν γέννα ἀλλ’ ὁ μετὰ δικαίων ἀριθμὸς διαμένει ἀνέκλειπτος ἅμα δικαίοις ἀγγέλοις καὶ πνεύμασι θεοῦ τε καὶ τῷ τούτου λόγῳ, ὃς τῶν δικαίων χορὸς ἀνδρῶν τε καὶ γυναικῶν ἀγήρως καὶ ἄφθαρτος διαμένει, ὑμνῶν τὸν ἐπὶ ταῦτα προαγόμενον θεὸν διὰ τῆς τοῦ ἐν βίῳ εὐτάκτου νομοθεσίας· σὺν οἷς καὶ πᾶσα ἡ κτίσις ἀδιάλειπτον ὕμνον ἀνοίσει καὶ αὐτὴ ἐλευθερωθεῖσα ἀπὸ τῆς φθορᾶς εἰς ἀφθαρσίαν διαυγῆ τε καὶ καθαρῷ πνεύματι δεδοξασμένη. οὐχ ὑπ’ ἀνάγκης δεσμοῦ συσχεθήσεται ἀλλ’ ἐλευθεριάζουσα ἑκούσιον τὸν ὕμνον ἅμα τοῖς ἐλευθερωθεῖσιν πάσης δουλείας, ἀγγέλοις τε καὶ πνεύμασι καὶ ἀνθρώποις, αἰνέσει τὸν πεποιηκότα. τούτοις ἐὰν πεισθέντες Ἕλληνες καταλείψετε τὴν ματαιότητα τῆς ἐπιγείου καὶ χρηματεμπόρου σοφίας καὶ μὴ περὶ λέξεις ῥημάτων ἀσχολούμενοι τὸν νοῦν εἰς πλάνην συνώσητε, ἀλλὰ τοῖς θεοπνεύστοις προφήταις καὶ θεολόγοις ἐξηγηταῖς ἐγχειρήσαντες τὰς ἀκοὰς θεῷ πιστεύσητε, ἔσεσθε καὶ τούτων κοινωνοὶ καὶ τῶν μελλόντων τεύξεσθε ἀγαθῶν ἀμέτρου τε οὐρανοῦ ἀνάβασιν καὶ τὴν ἐκεῖ βασιλείαν ὄψεσθε. φανερώσει γὰρ θεὸς, ἃ νῦν σεσιώπηται, ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.