eul_wid: qsg-af

Σύνταγμα
Syntagma, Fragment from Paschal Chronicle

Hippolytus of Rome Syntagma, Fragment from Paschal Chronicle PDF

10.868.(45t) EX ALIIS S. HIPPOLYTI SCRIPTIS FRAGMENTA. Ἱππόλυτος τοίνυν τῆς εὐσεβείας μάρτυς, ἐπίσκοπος γεγονὼς τοῦ καλουμένου Πόρτου πλησίον τῆς Ῥώμης, ἐν τῷ πρὸς ἁπάσας αἱρέσεις συντάγματι ἔγραψεν ἐπὶ λέξεως οὕτως· Ὁρῶ μὲν οὖν, ὅτι φιλονεικίας τὸ ἔργον.
10.868.(50) Λέγει γὰρ οὕτως· Ἐποίησε τὸ πάσχα ὁ Χριστὸς τότε τῇ ἡμέρᾳ, καὶ ἔπαθε· διὸ κἀμὲ δεῖ ὃν τρόπον ὁ Κύριος ἐποίησεν, οὕτω ποιεῖν.
10.869 Πεπλάνηται δὲ μὴ γινώσκων, ὅτι [ἐν ᾧ] τῷ καιρῷ ἔπασχεν ὁ Χριστὸς, οὐκ ἔφαγε τὸ κατὰ νόμον πάσχα. Οὗτος γὰρ ἦν τὸ πάσχα τὸ προκεκηρυγμένον, καὶ τελειούμενον τῇ ὡρισμένῃ ἡμέρᾳ. Καὶ πάλιν ὁ αὐτὸς ἐν τῷ πρώτῳ λόγῳ τοῦ Περὶ τοῦ ἁγίου Πάσχα συγγράμματος εἴρηκεν οὕτως· Οὐδὲ ἐν τοῖς πρώτοις, οὐδ’ ἐν τοῖς ἐσχάτοις ὡς οὐκ ἐψεύσατο, πρόδηλον, ὅτι ὁ πάλαι προειπὼν, ‹Ὅτι οὐκ ἔτι φάγομαι τὸ πάσχα,› εἰκότως τὸ μὲν δεῖπνον ἐδείπνησε πρὸ τοῦ πάσχα, τὸ δὲ πάσχα οὐκ ἔφαγεν, ἀλλ’ ἔπαθεν· οὐδὲ γὰρ καιρὸς ἦν τῆς βρώσεως αὐτοῦ. Τοῦ ἁγίου Ἱππολύτου τοῦ ἐπισκόπου καὶ μάρτυρος, ἐκ τῆς πρὸς βασιλίδα τινὰ ἐπιστολῆς. ‹Ἀπαρχὴν› οὖν τοῦτον λέγει ‹τῶν κεκοιμημένων,› ἄτε ‹πρωτότοκον τῶν νεκρῶν.› Ὃς ἀναστὰς καὶ βουλόμενος ἐπιδεικνύναι, ὅτι τοῦτο ἦν τὸ ἐγηγερμένον ὅπερ ἦν καὶ ἀποθνῆσκον, δισταζόντων τῶν μαθητῶν, προσκαλεσάμενος τὸν Θωμὰν ἕφη· ‹Δεῦρο, ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα ὀστοῦν καὶ σάρκα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.› Τοῦ αὐτοῦ, ἐκ τῆς αὐτῆς ἐπιστολῆς. ‹Ἀπαρχὴν› τοῦτον εἰπὼν, ἐπεμαρτύρησε τῷ ὑφ’ ἡμῶν εἰρημένῳ, ὡς ἐκ τοῦ αὐτοῦ φυράματος σάρκα λαβὼν ὁ Σωτὴρ, ἤγειρε ταύτην, ἀπαρχὴν ποιούμενος τῆς τῶν δικαίων σαρκὸς, ἵν’ οἱ πάντες ἐπ’ ἐλπίδι τοῦ ἐγηγερμένου, προσδόκιμον τὴν ἀνάστασιν ἕξωμεν οἱ πιστεύσαντες.