Ἀθήναιος καὶ ὁ Κρισαικὸς δὲ πόλεμος ὀνομαζόμενος, ὥς φησι Καλλισθένης ἐν τῶι Περὶ τοῦ Ἱεροῦ πολέμου, ὅτε Κιρραῖοι πρὸς Φωκεῖς ἐπολέμησαν, δεκαέτης ἦν, ἁρπασάντων Κιρραίων τὴν Πελάγοντος τοῦ Φωκέως θυγατέρα Μεγιστὼ καὶ τὰς Ἀργείων θυγατέρας ἐπανιούσας ἐκ τοῦ Πυθικοῦ ἱεροῦ. δεκάτωι δὲ ἔτει ἑάλω καὶ ἡ Κίρρα.
Δίδυμος ὁ Χαλκέντερος ἀλλὰ γὰρ καὶ Καλλισθένης ἐγκώμιόν τι συντάξας περὶ αὐτοῦ πολλά τε λέγει ἄλλα καὶ ταυτί· «οὐ μόνον τοιοῦτος ἐγίγνετο ἐκτὸς κινδύνων, ἀλλὰ καὶ πλησίον γενόμενος ἀεὶ ὅμοιος ὢν διετέλει. καὶ μέγιστον δήπου τεκμήριον ἔδωκε τῆς ἀρετῆς ἐν αὐτοῖς τοῖς τελευταίοις. οἱ μὲν γὰρ βάρβαροι θεωροῦντες ἀγόμενον ἐξεπλήττοντο τὴν ἀνδρείαν, ὁ δὲ βασιλεὺς παρὰ τῶν φίλων οὐδὲν ἀνακρινόμενος ἕτερον ἀλλʼ ἢ τοὺς αὐτοὺς λόγους ἀκούων, ἀγασθεὶς τὴν ἀνδρείαν καὶ τὴν βεβαιότητα τῶν τρόπων, διενοήθη μὲν αὐτὸν ὅλως ἀφεῖναι, νομίζων γενόμενον αὑτῶι φίλον πάντων ἔσεσθαι χρησιμώτατον. ἀντιπιπτόντων δὲ Βαγώου καὶ Μέντορος διὰ τὸ φθονεῖν καὶ φοβεῖσθαι, μὴ πρωτεύσηι μᾶλλον ὅδʼ αὐτῶν ἀφεθείς, ταύτην μὲν πάλιν μετεβάλετο τὴν γνώμην, δικάσων δὲ τῶν γιγνομένων παρʼ αὐτῶι κακοπαθιῶν ἄμοιρον αὐτὸν ἐποίησε διὰ τὴν ἀρετήν. ἡ μὲν οὖν τοιαύτη μετριότης ὑπῆρξε παρὰ τῶν ἐχθρῶν παραδοξοτάτη καὶ πολὺ παρὰ τὸν τῶν βαρβάρων τρόπον. ὁ δʼ οὖν τελευτήσειν μέλλων Φίλιστον πρὸς ἑαυτὸν εἰσκαλεσάμενος ἄλλο μὲν οὐδὲν εἶπεν, ἐπέσκηψε δʼ αὐτῶι πρὸς τοὺς φίλους καὶ τοὺς ἑταίρους ἐπιστέλλειν, ὡς οὐδὲν ἀνάξιον εἴη φιλοσοφίας οὐδʼ ἄσχημον διαπεπραγμένος.»
ἀλλὰ γὰρ ἔτι διαλλάττουσι καὶ περὶ τὴν σύλληψιν αὐτοῦ καὶ τὸν θάνατον. Ἕρμιππος γὰρ ἐν τῶι Περὶ Ἀριστοτέλους β ἐν τοῖς δεσμοῖς φησιν αὐτὸν τελευτῆσαι, οἱ δʼ ὑπὸ βασιλέως βασανισθέντα ἀνασταυρωθῆναι, καθάπερ προέκκειται, οἱ δὲ αὐτὸν εκ … ι … αι μηδὲν τῶν Φιλίππωι συνεγνωσμένων ὁμολογήσαντα, καθάπερ ὁ Καλλισθένης.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης Θουκυδίδης μὲν δὴ καὶ στατῆράς τινας Φωκαίτας κέκληκεν. ἦν δέ τι καὶ νομίσματος εἶδος οὕτως ὀνομαζόμενον. φησὶ γοῦν ἐν τοῖς Ἀποφθέγμασιν ὁ Καλλισθένης ὑπʼ Εὐβούλου τοῦ Ἀταρνείτου τὸν ποιητὴν Περσῖνον ἀμελούμενον εἰς Μιτυλήνην ἀπελθόντα θαυμάζοντι γράψαι, διότι τὰς Φωκαίδας, ἃς ἔχων ἦλθεν, ἥδιον ἐν Μιτυλήνηι μᾶλλον ἢ ἐν Ἀτάρνηι καταλλάττει.
Ἀθήναιος ἐκ τῶν Καλλισθένους Στρατονίκου Ἀπομνημονεύματα ἀναγράφει δὲ καὶ τάδε μετὰ τὰ προειρημένα τοῦ Στρατονίκου ἀπομνημονευμάτων οὕτως· Στρατόνικος πρὸς τὸν Χρυσογόνου πατέρα λέγοντα ὅτι πάντα αὐτῶι ὑπάρχει οἰκεῖα—αὐτὸς μὲν γὰρ ἐργολάβος εἶναι, τῶν δὲ υἱῶν ὁ μὲν διδάξει, ὁ δὲ αὐλήσει—«προσδεῖ γʼ», ἔφη ὁ Στρατόνικος, «ἔτι ἑνός». εἰπόντος δέ «τίνος»; «θεάτρου», ἔφη, «οἰκείου.» ἐρομένου δέ τινος ὅ τι τὴν Ἑλλάδα πᾶσαν περινοστεῖ, ἀλλʼ οὐκ ἐν μιᾶι πόλει διαμένει, παρὰ τῶν Μουσῶν ἔφη εἰληφέναι τέλος τοὺς Ἕλληνας ἅπαντας, παρʼ ὧν πράττεσθαι μισθὸν ἀμουσίας. τὸν Φάωνα δὲ ἔφη αὐλεῖν οὐχ ἁρμονίαν, ἀλλὰ τὸν Κάδμον. προσποιουμένου δὲ εἶναι Φάωνος αὐλητικοῦ καὶ ἔχειν φάσκοντος Μεγαροῖ χορόν, «ληρεῖς», ἔφη, «ἐκεῖ μὲν γὰρ οὐκ ἔχεις, ἀλλʼ ἔχει». μάλιστα δὲ θαυμάζειν ἔφη τὴν τοῦ σοφιστοῦ Σατύρου μητέρα, ὅτι ὃν οὐδεμία πόλις ἐνεγκεῖν οἵα τε δέκα ἡμέρας, ἐκείνη δέκα μῆνας ἤνεγκε. πυνθανόμενος δὲ ἐν Ἰλίωι ἐπιδημεῖν αὐτὸν ἐν τοῖς Ἰλιείοις «αἰεί», ἔφησεν, «Ἰλίωι κακά». Μυννάκου δʼ αὐτῶι περὶ μουσικῆς διαμφισβητοῦντος οὐ προσέχειν αὐτῶι ἔφη, ὅτι ἀνώτερον τοῦ σφυροῦ λέγει. τὸν δὲ φαῦλον ἰατρὸν ἀπαυθημερίζειν ἔφη ποιεῖν εἰς Ἅιδου τοὺς θεραπευομένους. ἀπαντήσας δέ τινι τῶν γνωρίμων ὡς εἶδεν ἐσπογγισμένα τὰ ὑποδήματα καλῶς συνηχθέσθη ὡς πράττοντι κακῶς, νομίζων οὐκ ἂν οὕτως ἐσπογγίσθαι καλῶς, εἰ μὴ αὐτὸς ἐσπόγγισεν. ἐν Τειχιοῦντι δὲ τῆς Μιλήτου μιγάδων οἰκούντων ὡς ἑώρα πάντας τοὺς τάφους ξενικοὺς ὄντας «ἀπίωμεν» ἔφη «παῖ· ἐνταῦθα γὰρ οἱ ξένοι ἐοίκασιν ἀποθνήισκειν, τῶν δʼ ἀστῶν οὐδείς». Ζήθου δὲ τοῦ κιθαριστοῦ διεξιόντος περὶ μουσικῆς, μόνωι δὲ αὐτῶι οὐκ ἔφη προσήκειν περὶ μουσικῆς λαλεῖν, «ὅς γε» ἔφη «τὸ ἀμουσότατον τῶν ὀνομάτων εἵλου, εἰ σεαυτὸν ἀντʼ Ἀμφίονος Ζῆθον καλεῖς». Μακεδόνα δέ τινα κιθαρίζειν διδάσκων ἐκπικρανθεὶς ἐπὶ τῶι μηδὲν αὐτὸν ποιεῖν τῶν δεόντων, «εἰς Μακεδονίαν» ἔφη. πρὸς βαλανείωι ψυχρῶι καὶ φαύλωι κεκοσμημένον ἰδὼν ἡρῶιον λαμπρῶς ὡς ἐξῆλθεν λελουμένος κακῶς «οὐ θαυμάζω» ἔφη «ὅτι πολλοὶ ἀνάκεινται πίνακες», ἕκαστον γὰρ τῶν λουομένων ὡς σωθέντα ἀνατιθέναι. ἐν Αἴνωι δὲ ἔφη τοὺς μὲν ὀκτὼ μῆνας εἶναι ψῦχος, τοὺς δὲ τέτταρας χειμῶνα. τοὺς δὲ Ποντικοὺς ἐκ τοῦ πολλοῦ ἥκειν πόντου, ὥσπερ ἐκ τοῦ ὀλέθρου. τοὺς δὲ Ῥοδίους ἐκάλει λευκοὺς Κυρηναίους καὶ μνηστήρων πόλιν· τὴν δʼ Ἡράκλειαν Ἀνδροκόρινθον· καὶ τὸ Βυζάντιον μασχάλην τῆς Ἑλλάδος· τοὺς δὲ Λευκαδίους ἑώλους Κορινθίους· τοὺς δʼ Ἀμβρακιώτας Μεμβρακιώτας. ἐκ τῆς δʼ Ἡρακλείας ὡς ἐξήιει τὰς πύλας καὶ περιεσκόπει, ἐρομένου τινὸς τί περισκοπεῖ, αἰσχύνεσθαι, ἔφη, μὴ ὀφθῆι, ὥσπερ ἐκ πορνείου ἐξιών. ἰδὼν δʼ ἐν τῶι κύφωνι δεδεμένους δύο «ὡς μικροπολιτικόν», ἔφη, «τὸ μὴ δύνασθαι συμπληρῶσαι». πρὸς δὲ ἁρμονικόν τινα, κηπουρὸν ὄντα πρότερον, ἀμφισβητοῦντʼ αὐτῶι περὶ ἁρμονίας ἔφη· «ἄρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.» ἐν Μαρωνείαι δὲ συμπίνων τισὶν ἐθέλειν ἔφη γνῶναι κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν· εἶθʼ ὡς ἦγον καὶ ἠρώτων, «κατὰ τὸ καπηλεῖον» ἔφη, ὅτι καπηλεῖα πάντα ἐδόκει εἶναι ἡ Μαρώνεια. τὸν δὲ Τηλεφάνην ἐπεὶ ἀναφυσᾶν ἤρχετο παρακατακείμενος, «ἄνω» ἔφη «ὡς οἱ ἐρυγγάνοντες». τοῦ δὲ βαλανέως ἐν Καρδίαι ῥύμμα γῆν μοχθηρὰν καὶ ὕδωρ ἁλμυρὸν παρέχοντος, πολιορκεῖσθαι ἔφη κατὰ γῆν καὶ κατὰ θάλατταν. νικήσας δʼ ἐν Σικυῶνι τοὺς ἀνταγωνιστὰς ἀνέθηκεν εἰς τὸ Ἀσκληπιεῖον τρόπαιον ἐπιγράψας «Στρατόνικος ἀπὸ τῶν κακῶς κιθαριζόντων». ἄισαντος δέ τινος, ἤρετο τίνος τὸ μέλος· εἰπόντος δʼ ὅτι «Καρκίνου», «πολύ γε μᾶλλον» ἔφη «ἢ ἀνθρώπου». ἐν Μαρωνείαι δʼ ἔφη οὐ γίνεσθαι ἔαρ, ἀλλʼ ἀλέαν. ἐν Φασήλιδι δὲ πρὸς τὸν παῖδα διαμφισβητοῦντος τοῦ βαλανέως περὶ τοῦ ἀργυρίου—ἦν γὰρ νόμος πλείονος λούειν τοὺς ξένους—«ὦ μιαρέ» ἔφη «παῖ, παρὰ χαλκοῦν με μικροῦ Φασηλίτην ἐποίησας». πρὸς δὲ τὸν ἐπαινοῦντα, ἵνα λάβηι τι, αὐτὸς ἔφη μείζων εἶναι πτωχός. ἐν μικρᾶι δὲ πόλει διδάσκων ἔφη «αὕτη οὐ πόλις ἐστίν, ἀλλὰ μόλις». ἐν Πέλληι δὲ πρὸς φρέαρ προσελθὼν ἠρώτησεν εἰ πότιμόν ἐστιν. εἰπόντων δὲ τῶν ἱμώντων «ἡμεῖς γε τοῦτο πίνομεν», «οὐκ ἄρʼ» ἔφη «πότιμόν ἐστιν». ἐτύγχανον δʼ οἱ ἄνθρωποι χλωροὶ ὄντες. ἐπακούσας δὲ τῆς Ὠδῖνος τῆς Τιμοθέου «εἰ δʼ ἐργολάβον» ἔφη «ἔτικτεν καὶ μὴ θεόν, ποίας ἂν ἠφίει φωνάς». Πολυίδου δὲ σεμνυνομένου ὡς ἐνίκησε Τιμόθεον ὁ μαθητὴς αὐτοῦ Φιλωτᾶς, θαυμάζειν ἔφη, «εἰ ἀγνοεῖς ὅτι αὐτὸς μὲν ψηφίσματα ποιεῖ, Τιμόθεος δὲ νόμους». πρὸς Ἄρειον δὲ τὸν ψάλτην ὀχλοῦντά τι αὐτὸν «ψάλλʼ ἐς κόρακας» ἔφη. ἐν Σικυῶνι δὲ πρὸς νακοδέψην γεγενημένον, ἐπεὶ ἐλοιδορεῖτό τι αὐτῶι καὶ «κακόδαιμον» ἔφη, «νακόδαιμον» ἔφη. τοὺς δὲ Ῥοδίους ὁ αὐτὸς Στρατόνικος σπαταλῶνας καὶ θερμοπότας θεωρῶν ἔφη αὐτοὺς λευκοὺς εἶναι Κυρηναίους, καὶ αὐτὴν δὲ τὴν Ῥόδον ἐκάλει μνηστήρων πόλιν, χρώματι μὲν εἰς ἀσωτίαν διαλλάττειν ἐκείνων ἡγούμενος αὐτούς, ὁμοιότητι δʼ εἰς καταφέρειαν ἡδονῆς τὴν πόλιν μνηστήρων εἰκάζων.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Καλλισθένης δὲ ἐν τῶι πρώτωι τοῦ Περίπλου κατʼ ἔχθραν φησὶ τοὺς οἰκοῦντας τὴν Κύζικον ἐπιθέσθαι νυκτὸς τοῖς Ἀργοναύταις.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια τῆμος ἐρημαίης νήσου λιμένʼ εἰσελάσαντες Θυνιάδος Καλλισθένης δὲ ἐν τῶι Περίπλωι ὑπὸ μὲν Ἑλλήνων φησὶ προσαγορεύεσθαι τήν τε χώραν καὶ τὴν νῆσον Θυνιάδα, ὑπὸ δὲ τῶν βαρβάρων Βιθυνίαν.
Ἀνώνυμα εἰς τὰ Ἠθικὰ Νικομάχεια ἱστορεῖ Καλλισθένης ἐν τῆι πρώτηι … τῶν Ἑλληνικῶν, ὅτι Θηβαίων εἰς τὴν Λακωνικὴν ἐμβαλλόντων ἔπεμψαν Λακεδαιμόνιοι πρὸς Ἀθηναίους περὶ συμμαχίας λέγοντες. καὶ ὅσα μὲν τοὺς Ἀθηναίους πεποιήκασιν οἱ Λακεδαιμόνιοι εὖ, τούτων ἑκόντες ἐπελανθάνοντο, ἃ δʼ αὐτοὶ πρὸς Ἀθηναίων χρηστὰ ἐπεπόνθεισαν, τούτων ἐμέμνηντο, ὡς διὰ τούτων αὐτοὺς ἐπαξόμενοι πρὸς συμμαχίαν μᾶλλον.
Οὐαλέριος Ἁρποκρατίων Σφοδρίας· ... στρατηγὸς Λακεδαιμονίων ... φησὶ δʼ αὐτὸν ὁ Καλλισθένης ἐν β Ἑλληνικῶν εὐήθη τε εἶναι λίαν καὶ κοῦφον πρὸς τὰς ἐλπίδας.
Σχόλια εἰς Εὐριπίδην Καλλισθένης ἐν β τῶν Ἑλληνικῶν οὕτως γράφει· «ἑάλω μὲν ἡ Τροία Θαργηλιῶνος μηνός, ὡς μέν τινες τῶν ἱστορικῶν, ιβ ἱσταμένου, ὡς δὲ ὁ τὴν Μικρὰν Ἰλιάδα, η φθίνοντος. διορίζει γὰρ αὐτὸς τὴν ἅλωσιν φάσκων συμβῆναι τότε τὴν κατάληψιν, ἡνίκα “νὺξ μὲν ἔην μέσση, λαμπρὰ δʼ ἐπέτελλε σελήνη”· μεσονύκτιος δὲ μόνον τῆι ὀγδόηι φθίνοντος ἀνατέλλει, ἐν ἄλληι δʼ οὔ.»
Πλούταρχος ἐνήνοχε δὲ καὶ ὁ Θαργηλιὼν μὴν τοῖς βαρβάροις ἐπιδήλως ἀτυχίας· καὶ γὰρ Ἀλέξανδρος ἐπὶ Γρανικῶι τοὺς βασιλέως στρατηγοὺς Θαργηλιῶνος ἐνίκησε, καὶ Καρχηδόνιοι περὶ Σικελίαν ὑπὸ Τιμολέοντος ἡττῶντο τῆι ἑβδόμηι φθίνοντος, περὶ ἣν δοκεῖ καὶ τὸ Ἴλιον ἁλῶναι Θαργηλιῶνος, ὡς Ἔφορος καὶ Καλλισθένης καὶ Δαμάστης καὶ Φύλαρχος ἱστορήκασιν.
Στέφανος ὁ Βυζάντιος Τεγύρα· πόλις Βοιωτίας, ἐν ἧι Ἀπόλλωνά φασι γεννηθῆναι ..... Καλλισθένης ἐν γ τῶν Ἑλληνικῶν εἶναι μαντεῖά φησι «τὸ μὲν Ἰσμήνιον ἐν Θήβαις, τὸ δὲ Τροφώνιον ἐν Λεβαδείαι, τὸ δὲ ἐν Ἀβαῖς λεγόμενον ἐν Φωκεῦσι, τὸ δὲ κυριώτερον ἐν Δελφοῖς, ὃ καὶ μάλιστά φασι μεμαρτυρηκέναι τὴν ἐν Τεγύραι … »
Ἰωάννης ὁ Λυδός ἀλλὰ καὶ Θρασυάλκης ὁ Θάσιος τοὺς ἐτησίους φησὶν ἐξωθεῖν τὸν Νεῖλον· τῆς γὰρ Αἰθιοπίας ὑψηλοῖς παρὰ τὰ καθʼ ἡμᾶς ὄρεσι διεζωσμένης ὑποδεχομένης τε τὰς νεφέλας πρὸς τῶν ἐτησίων ὠθουμένας ἐκδιδόναι τὸν Νεῖλον. ὡς καὶ Καλλισθένης ὁ Περιπατητικὸς ἐν τῶι τετάρτωι βιβλίωι τῶν Ἑλληνικῶν φησιν, ἑαυτὸν συστρατεύσασθαι Ἀλεξάνδρωι τῶι Μακεδόνι καὶ γενόμενον ἐπὶ τῆς Αἰθιοπίας εὑρεῖν τὸν Νεῖλον ἐξ ἀπείρων ὄμβρων κατʼ ἐκείνην γενομένων καταφερόμενον.
Στράβων φησὶ γὰρ Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν, παρὰ Ἀριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου — τῶν ἀρχαίων δὲ φυσικῶν εἷς οὗτος —, ἐκεῖνον δὲ παρʼ ἄλλου, τὸν δὲ παρʼ Ὁμήρου διιπετέα φάσκοντος τὸν Νεῖλον «ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο».
Καλλισθένης δʼ ὁ ἱστοριογράφος πρὸς τὰ μικρῶι πρότερον εἰρημένα ὑπʼ Ἀναξαγόρου τε καὶ Εὐριπίδου ἀντεῖπεν. αὐτὸς δὲ τὴν αὑτοῦ γνώμην φησίν, ὑδάτων πολλῶν καὶ λαμπρῶν γινομένων κατὰ τὴν Αἰθιοπίαν κατὰ τὰς τοῦ Κυνὸς ἀνατολὰς ἕως τῆς ἐπιτολῆς Ἀρκτούρου, καθʼ οὓς χρόνους καὶ οἱ ἐτησίαι πνέουσιν ἄνεμοι· τούτους γάρ φησι τοὺς ἀνέμους μάλιστα τὰ νέφη φέρειν πρὸς τὴν Αἰθιοπίαν· ὧν καὶ προσπιπτόντων πρὸς τὰ ὄρη καταρρήγνυσθαι πολὺ πλῆθος ὕδατος, ἀφʼ οὗ τὸν Νεῖλον ἀναβαίνειν.
Ἀθήναιος τοιοῦτόν τι καὶ Καλλισθένης ἐν ταῖς Ἑλληνικαῖς φησιν, ὡς Ἀρκάδων πολιορκούντων Κρῶμνον— πολίχνιον δʼ ἐστὶν ἱδρυμένον πλησίον Μεγάλης πόλεως—Ἱππόδαμος ὁ Λάκων εἷς ὢν τῶν πολιορκουμένων διεκελεύετο τῶι παρὰ Λακεδαιμονίων πρὸς αὐτοὺς ἥκοντι κήρυκι, δηλῶν ἐν αἰνιγμῶι τὴν περὶ αὐτοὺς κατάστασιν, ἀπαγγέλλειν τῆι μητρὶ λύεσθαι τὸ γύναιον δέχʼ ἡμερῶν τὸ ἐν Ἀπολλωνίωι δεδεμένον, ὡς οὐκ ἔτι λύσιμον ἐσόμενον ἐὰν αὗται παρέλθωσι. καὶ διὰ ταύτης τῆς γνώμης ἐμήνυεν σαφῶς τὸ μήνυμα. αὕτη γάρ ἐστιν ἐν τῶι Ἀπολλωνίωι παρὰ τὸν τοῦ Ἀπόλλωνος θρόνον διὰ γραφῆς ἀπομεμιμημένος Λιμὸς ἔχων γυναικὸς μορφήν. φανερὸν οὖν ἐγένετο πᾶσιν ὅτι δέκα ἡμέρας ἔτι καρτερῆσαι δύνανται οἱ πολιορκούμενοι διὰ τὸν λιμόν. συνέντες οὖν οἱ Λάκωνες τὸ λεχθὲν ἐβοήθησαν κατὰ κράτος τοῖς ἐν τῆι Κρώμνηι.
Στράβων διόπερ καὶ τὸ ἐν Ἄμμωνι σχεδόν τι ἐκλέλειπται χρηστήριον, πρότερον δὲ ἐτετίμητο. δηλοῦσι δὲ μάλιστα τοῦτο οἱ τὰς Ἀλεξάνδρου πράξεις ἀναγράψαντες, προστιθέντες μὲν πολὺ καὶ τὸ τῆς κολακείας εἶδος, ἐμφαίνοντες δέ τι καὶ πίστεως ἄξιον. ὁ γοῦν Καλλισθένης φησὶ τὸν Ἀλέξανδρον φιλοδοξῆσαι μάλιστα ἀνελθεῖν ἐπὶ τὸ χρηστήριον, ἐπειδὴ καὶ Περσέα ἤκουσε πρότερον ἀναβῆναι καὶ Ἡρακλέα. ὁρμήσαντα δʼ ἐκ Παραιτονίου, καίπερ νότων ἐπιπεσόντων, βιάσασθαι· πλανώμενον δʼ ὑπὸ τοῦ κονιορτοῦ σωθῆναι γενομένων ὄμβρων καὶ δυεῖν κοράκων ἡγησαμένων τὴν ὁδόν, ἤδη τούτων κολακευτικῶς λεγομένων. τοιαῦτα δὲ καὶ τὰ ἑξῆς· μόνωι γὰρ δὴ τῶι βασιλεῖ τὸν ἱερέα ἐπιτρέψαι παρελθεῖν εἰς τὸν νεὼ μετὰ τῆς συνήθους στολῆς, τοὺς δʼ ἄλλους μετενδῦναι τὴν ἐσθῆτα· ἔξωθέν τε τῆς θεμιστείας ἀκροάσασθαι πάντας πλὴν Ἀλεξάνδρου, τοῦτον δʼ ἔνδοθεν. εἶναι δὲ οὐχ ὥσπερ ἐν Δελφοῖς καὶ Βραγχίδαις τὰς ἀποθεσπίσεις διὰ λόγων, ἀλλὰ νεύμασι καὶ συμβόλοις τὸ πλέον, ὡς καὶ παρʼ Ὁμήρωι «ἦ καὶ κυανέηισιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων», τοῦ προφήτου τὸν Δία ὑποκριναμένου· τοῦτο μέντοι ῥητῶς εἰπεῖν τὸν ἄνθρωπον πρὸς τὸν βασιλέα ὅτι εἴη Διὸς υἱός. προστραγωιδεῖ δὲ τούτοις ὁ Καλλισθένης, ὅτι τοῦ Ἀπόλλωνος τὸ ἐν Βραγχίδαις μαντεῖον ἐκλελοιπότος, ἐξ ὅτου τὸ ἱερὸν ὑπὸ τῶν Βραγχιδῶν σεσύλητο ἐπὶ Ξέρξου περσισάντων, ἐκλελοιπυίας δὲ καὶ τῆς κρήνης, τότε ἥ τε κρήνη ἀνάσχοι καὶ μαντεῖα πολλὰ οἱ Μιλησίων πρέσβεις κομίσαιεν εἰς Μέμφιν περὶ τῆς ἐκ Διὸς γενέσεως τοῦ Ἀλεξάνδρου καὶ τῆς ἐσομένης περὶ Ἄρβηλα νίκης καὶ τοῦ Δαρείου θανάτου καὶ τῶν ἐν Λακεδαίμονι νεωτερισμῶν. περὶ δὲ τῆς εὐγενείας καὶ τὴν Ἐρυθραίαν Ἀθηναίδα φησὶν ἀνειπεῖν· καὶ γὰρ ταύτην ὁμοίαν γενέσθαι τῆι παλαιᾶι Σιβύλληι τῆι Ἐρυθραίαι. τὰ μὲν δὴ τῶν συγγραφέων τοιαῦτα.
Πλούταρχος ... κόρακες ἐκφανέντες ὑπελάμβανον τὴν ἡγεμονίαν τῆς πορείας, ἑπομένων μὲν ἔμπροσθεν πετόμενοι καὶ σπεύδοντες, ὑστεροῦντας δὲ καὶ βραδύνοντας ἀναμένοντες. ὃ δὲ ἦν θαυμασιώτατον, ὡς Καλλισθένης φησί, ταῖς φωναῖς ἀνακαλούμενοι τοὺς πλανωμένους νύκτωρ καὶ κλάζοντες εἰς ἴχνος καθίστασαν τῆς πορείας.
Πλούταρχος Ἔφορος μὲν οὖν Τιθραύστην φησὶ τῶν βασιλικῶν νεῶν ἄρχειν καὶ τοῦ πεζοῦ Φερενδάτην, Καλλισθένης δʼ Ἀριομάνδην τὸν Γωβρύου κυριώτατον ὄντα τῆς δυνάμεως παρὰ τὸν Εὐρυμέδοντα ταῖς ναυσὶ παρορμεῖν, οὐκ ὄντα μάχεσθαι τοῖς Ἕλλησι πρόθυμον, ἀλλὰ προσδεχόμενον ὀγδοήκοντα ναῦς Φοινίσσας ἀπὸ Κύπρου προσπλεούσας.
Πλούταρχος τοῦτο τὸ ἔργον οὕτως ἐταπείνωσε τὴν γνώμην τοῦ βασιλέως, ὥστε συνθέσθαι τὴν περιβόητον εἰρήνην ἐκείνην, ἵππου μὲν δρόμον ἀεὶ τῆς Ἑλληνικῆς ἀπέχειν θαλάσσης, ἔνδον δὲ Κυανέων καὶ Χελιδονίων μακρᾶι νηὶ καὶ χαλκεμβόλωι μὴ πλέειν. καίτοι Καλλισθένης οὔ φησι ταῦτα συνθέσθαι τὸν βάρβαρον, ἔργωι δὲ ποιεῖν διὰ φόβον τῆς ἥττης ἐκείνης· καὶ μακρὰν οὕτως ἀποστῆναι τῆς Ἑλλάδος, ὥστε πεντήκοντα ναυσὶ Περικλέα καὶ τριάκοντα μόναις Ἐφιάλτην ἐπέκεινα πλεῦσαι Χελιδονίων καὶ μηδὲν αὐτοῖς ναυτικὸν ἀπαντῆσαι παρὰ τῶν βαρβάρων.
Οὐαλέριος Ἁρποκρατίων, Σοῦδα, Φώτιος ἀναγκαῖον· ἀντὶ τοῦ δεσμωτήριον Ἰσαῖος ἐν τῶι πρὸς Ἕρμωνα καὶ Ξενοφῶν Ἑλληνικαῖς. Καλλισθένης δὲ ἀνώγεων εἶπεν, ὃ δεῖ μᾶλλον λέγεσθαι.
Πλούταρχος ἦσαν δὲ δύο μόραι Λακεδαιμονίων τὴν δὲ μόραν Ἔφορος μὲν ἄνδρας εἶναι πεντακοσίους φησί, Καλλισθένης δʼ ἑπτακοσίους, ἄλλοι δέ τινες ἐνακοσίους, ὧν Πολύβιός ἐστιν.
Πολύβιος ὁ δὲ λόγος οὗτος ἔχει μὲν ἴσως καὶ διὰ τῶν πάλαι γεγονότων πίστιν. οἱ γὰρ Μεσσήνιοι πρὸς ἄλλοις πολλοῖς καὶ παρὰ τὸν τοῦ Διὸς τοῦ Λυκαίου βωμὸν ἀνέθεσαν στήλην ἐν τοῖς κατʼ Ἀριστομένην καιροῖς, καθάπερ καὶ Καλλισθένης φησίν, γράψαντες τὸ γράμμα τοῦτο· Πάντως ὁ χρόνος εὗρε δίκην ἀδίκωι βασιλῆι, εὗρε δὲ Μεσσήνης σὺν Διὶ τὸν προδότην ῥηιδίως· χαλεπὸν δὲ λαθεῖν θεὸν ἄνδρʼ ἐπίορκον. χαῖρε, Ζεῦ βασιλεῦ, καὶ σάω Ἀρκαδίαν.
ἐπεὶ γὰρ τῆς αὑτῶν ἐστερήθησαν, οἱονεὶ περὶ δευτέρας πατρίδος, ὡς γʼ ἐμοὶ δοκεῖ, τοῖς θεοῖς εὐχόμενοι σώιζειν τὴν Ἀρκαδίαν, τοῦτʼ ἀνέθεσαν τὸ γράμμα. καὶ τοῦτʼ εἰκότως ἐποίουν· οὐ γὰρ μόνον αὐτοὺς Ἀρκάδες ὑποδεξάμενοι κατὰ τὴν ἔκπτωσιν τὴν ἐκ τῆς ἰδίας ὑπὸ τὸν Ἀριστομένειον πόλεμον ὁμεστίους ἐποιήσαντο καὶ πολίτας, ἀλλὰ καὶ τὰς θυγατέρας ἐψηφίσαντο τοῖς ἐν ἡλικίαι διδόναι τῶν Μεσσηνίων. πρὸς δὲ τούτοις ἀναζητήσαντες τὴν Ἀριστοκράτους τοῦ βασιλέως προδοσίαν ἐν τῆι μάχηι τῆι καλουμένηι περὶ τάφρον αὐτόν τʼ ἀνεῖλον καὶ τὸ γένος αὐτοῦ πᾶν ἠφάνισαν. οὐ μὴν ἀλλὰ καὶ χωρὶς τῶν πάλαι τὰ τελευταῖα γεγονότα μετὰ τὸν Μεγάλης πόλεως καὶ Μεσσήνης συνοικισμὸν ἱκανὴν ἂν παράσχοι πίστιν .... καθʼ οὓς γὰρ καιροὺς τῆς περὶ Μαντίνειαν μάχης τῶν Ἑλλήνων ἀμφιδήριτον ἐχούσης τὴν νίκην διὰ τὸν Ἐπαμινώνδου θάνατον ἐκώλυον Λακεδαιμόνιοι μετέχειν τῶν σπονδῶν Μεσσηνίους, ἀκμὴν σφετεριζόμενοι ταῖς ἐλπίσι τὴν Μεσσηνίαν, ἐπὶ τοσοῦτο διέσπευσαν Μεγαλοπολῖται καὶ πάντες οἱ κοινωνοῦντες Ἀρκάδων τῆς αὐτῶν συμμαχίας ὥστε Μεσσηνίους μὲν ὑπὸ τῶν συμμάχων προσδεχθῆναι καὶ μετασχεῖν τῶν ὅρκων καὶ διαλύσεων, Λακεδαιμονίους δὲ μόνους ἐκσπόνδους γενέσθαι τῶν Ἑλλήνων.
Στράβων … καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῆι ἐλεγείαι ἣν ἐπιγράφουσιν Εὐνομίαν· «Αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης, Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν· οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα, εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα.»
ὥστʼ ἢ ταῦτα ἠκύρωται τὰ ἐλεγεῖα ἢ Φιλοχόρωι ἀπιστητέον τῶι φήσαντι Ἀθηναῖόν τε καὶ Ἀφιδναῖον, καὶ Καλλισθένει καὶ ἄλλοις πλείοσι τοῖς εἰποῦσιν ἐξ Ἀθηνῶν ἀφικέσθαι, δεηθέντων Λακεδαιμονίων κατὰ χρησμόν, ὃς ἐπέταττε παρὰ Ἀθηναίων λαβεῖν ἡγεμόνα.
ἡ μὲν τοίνυν ἐκλειφθεῖσα ὑπʼ αὐτῶν πόλις Πήδασος οὐκέτʼ ἐστιν. ἐν δὲ τῆι μεσογαίαι τῶν Ἁλικαρνασέων τὰ Πήδασα ὑπʼ αὐτῶν ὀνομασθέντα ἦν πόλις, καὶ ἡ νῦν χώρα Πηδασὶς λέγεται. φασὶ δʼ ἐν αὐτῆι καὶ ὀκτὼ πόλεις ὠικίσθαι ὑπὸ τῶν Λελέγων πρότερον εὐανδρησάντων, ὥστε καὶ τῆς Καρίας κατασχεῖν τῆς μέχρι Μύνδου καὶ Βαργυλίων καὶ τῆς Πισιδίας ἀποτεμέσθαι πολλήν. ὕστερον δʼ ἅμα τοῖς Καρσὶ στρατευόμενοι κατεμερίσθησαν εἰς ὅλην τὴν Ἑλλάδα καὶ ἠφανίσθη τὸ γένος. τῶν δʼ ὀκτὼ πόλεων τὰς ἓξ Μαύσωλος εἰς μίαν τὴν Ἁλικαρνασσὸν συνήγαγεν, ὡς Καλλισθένης ἱστορεῖ, Συάγγελα δὲ καὶ Μύνδον διεφύλαξε.
Πλούταρχος οἰκιζομένης δὲ Μεσσήνης ... χαλεπῶς δὲ καὶ βαρέως πρὸς τὸν Ἀγησίλαον εἶχον ... διὸ καὶ προτεινομένην ὑπὸ τῶν Θηβαίων τὴν εἰρήνην ὁ Ἀγησίλαος οὐκ ἐδέξατο. μὴ βουλόμενος δὲ τῶι λόγωι προέσθαι τοῖς ἔργωι κρατοῦσι τὴν χώραν, ἀλλὰ φιλονικῶν, ἐκείνην μὲν οὐκ ἀπέλαβε, μικροῦ δὲ τὴν Σπάρτην προσαπέβαλε καταστρατηγηθείς. ἐπεὶ γὰρ οἱ Μαντινεῖς αὖθις ἀπέστησαν τῶν Θηβαίων καὶ μετεπέμποντο τοὺς Λακεδαιμονίους, αἰσθόμενος ὁ Ἐπαμεινώνδας τὸν Ἀγησίλαον ἐξεστρατευμένον μετὰ τῆς δυνάμεως καὶ προσιόντα, λαθὼν τοὺς Μαντινεῖς ἀνέζευξε νυκτὸς ἐκ Τεγέας ἄγων ἐπʼ αὐτὴν τὴν Λακεδαίμονα τὸ στράτευμα· καὶ μικρὸν ἐδέησε παραλλάξας τὸν Ἀγησίλαον ἔρημον ἐξαίφνης καταλαβεῖν τὴν πόλιν. Εὐθύνου δὲ Θεσπιέως, ὡς Καλλισθένης φησίν, ὡς δὲ Ξενοφῶν, Κρητός τινος, ἐξαγγείλαντος τῶι Ἀγησιλάωι, ταχὺ προπέμψας ἱππέα τοῖς ἐν τῆι πόλει φράσοντα μετʼ οὐ πολὺ καὶ αὐτὸς παρῆλθεν εἰς τὴν Σπάρτην.
Στράβων ἐκαλεῖτο δὲ ἡ χώρα αὕτη Ἀδράστεια καὶ Ἀδραστείας πεδίον, κατὰ ἔθος τι οὕτω λεγόντων τὸ αὐτὸ χωρίον διττῶς, ὡς καὶ Θήβην καὶ Θήβης πεδίον καὶ Μυγδονίαν καὶ Μυγδονίας πεδίον. φησὶ δὲ καὶ Καλλισθένης ἀπὸ Ἀδράστου βασιλέως, ὃς πρῶτος Νεμέσεως ἱερὸν ἱδρύσατο, καλεῖσθαι Ἀδράστειαν.
φησὶ δὲ Καλλισθένης ἁλῶναι τὰς Σάρδεις ὑπὸ Κιμμερίων πρῶτον, εἶθʼ ὑπὸ Τρηρῶν καὶ Λυκίων, ὅπερ καὶ Καλλῖνον δηλοῦν τὸν τῆς ἐλεγείας ποιητήν, ὕστατα δὲ τὴν ἐπὶ Κύρου καὶ Κροίσου γενέσθαι ἅλωσιν. λέγοντος δὲ τοῦ Καλλίνου τὴν ἔφοδον τῶν Κιμμερίων ἐπὶ τοὺς Ἠσιονῆας γεγονέναι, καθʼ ἣν αἱ Σάρδεις ἑάλωσαν, εἰκάζουσιν οἱ περὶ τὸν Σκήψιον
ἠτύχησε δʼ ἡ πόλις ἀποκλείσασα Ἀλέξανδρον καὶ βίαι ληφθεῖσα, καθάπερ καὶ Ἁλικαρνασσός· ἔτι δὲ πρότερον ὑπὸ Περσῶν· καί φησί γε Καλλισθένης ὑπʼ Ἀθηναίων χιλίαις δραχμαῖς ζημιωθῆναι Φρύνιχον τὸν τραγικόν, διότι δρᾶμα ἐποίησε Μιλήτου ἅλωσιν ὑπὸ Δαρείου.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν, Εὐστάθιος ὁ Θεσσαλονίκης ὅπου γε Καλλισθένης τὸ Παμφύλιον πέλαγος Ἀλεξάνδρου παριόντος εἰ καὶ μὴ γηθόσυνον διαστῆναι, ὡς ἐν Ὁδοποιίαι, ἀλλʼ ἐξυπαναστῆναι λέγει αἰσθόμενον οἷον τῆς ἐκείνου πορείας καὶ οὐδʼ αὐτὸ ἀγνοῆσαι τὸν ἄνακτα, ἵνα ἐν τῶι ὑποκυρτοῦσθαί πως δοκῆι προσκυνεῖν.
Στράβων φασὶ δʼ ἐν τῶι μεταξὺ Φασηλίδος καὶ Ἀτταλείας δείκνυσθαι Θήβην τε καὶ Λυρνησσόν, ἐκπεσόντων ἐκ τοῦ Θήβης πεδίου τῶν Τρωικῶν Κιλίκων εἰς τὴν Παμφυλίαν ἐκ μέρους, ὡς εἴρηκε Καλλισθένης.
Καλλισθένης δʼ ἐγγὺς τοῦ Καλυκάδνου καὶ τῆς Σαρπηδόνος ἄκρας παρʼ αὐτὸ τὸ Κωρύκιον ἄντρον εἶναι τοὺς Ἀρίμους, ἀφʼ ὧν τὰ ἐγγὺς ὄρη λέγεσθαι Ἄριμα.
Φώτιος, Σοῦδα Σαρδαναπάλους· ἐν β Περσικῶν δύο φησὶ γεγονέναι Ἑλλάνικος, ὡσαύτως δὲ καὶ Καλλισθένης, ἕνα μὲν δραστήριον καὶ γενναῖον, ἄλλον δὲ μαλακόν. ἐν Νίνωι δʼ ἐπὶ τοῦ μνήματος αὐτοῦ τοῦτʼ ἐπιγέγραπται· «Ἀνακυνδαράξου παῖς Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν ἡμέρηι μιῆι. ἔσθιε πῖνε ὄχευε, ὡς τά γε ἄλλα οὐδὲ τούτου ἐστὶν ἄξια», τουτέστι τοῦ τῶν δακτύλων ἀποκροτήματος. τὸ γὰρ ἐφεστὸς τῶι μνήματι ἄγαλμα ὑπὲρ τῆς κεφαλῆς ἔχον τὰς χεῖρας πεποίηται ὡς ἂν ἀποληκοῦν τοῖς δακτύλοις. ταὐτὸ καὶ ἐν Ἀγχιάλωι τῆι πρὸς Ταρσῶι ἐπιγέγραπται, ἥτις νῦν καλεῖται Ζεφύριον.
Πολύβιος λέγω δὲ περὶ τῆς ἐν Κιλικίαι γενομένης Ἀλεξάνδρωι πρὸς Δαρεῖον ἐν ἧι φησι μὲν Ἀλέξανδρον ἤδη διαπεπορεῦσθαι τὰ στενὰ καὶ τὰς λεγομένας ἐν τῆι Κιλικίαι Πύλας, Δαρεῖον δὲ χρησάμενον τῆι διὰ τῶν Ἀμανίδων λεγομένων Πυλῶν πορείαι κατᾶραι μετὰ τῆς δυνάμεως εἰς Κιλικίαν. πυθόμενον δὲ παρὰ τῶν ἐγχωρίων προάγειν τὸν Ἀλέξανδρον ὡς ἐπὶ Συρίαν, ἀκολουθεῖν καὶ συνεγγίσαντα τοῖς στενοῖς στρατοπεδεῦσαι παρὰ τὸν Πίναρον ποταμόν. εἶναι δὲ τοῦ μὲν τόπου τὸ διάστημʼ οὐ πλείω τῶν τεττάρων καὶ δέκα σταδίων ἀπὸ θαλάττης ἕως πρὸς τὴν παρώρειαν· διὰ δὲ τούτου φέρειν τὸν προειρημένον ποταμὸν ἐπικάρσιον, ἀπὸ μὲν τῶν ὀρῶν εὐθέως ἐκρήγματα τῶν πλευρῶν, διὰ δὲ τῶν ἐπιπέδων ἕως εἰς θάλατταν ἀποτόμους ἔχοντα καὶ δυσβάτους λόφους.
ταῦτα δʼ ὑποθέμενος, ἐπεὶ συνεγγίζοιεν οἱ περὶ τὸν Ἀλέξανδρον ἐξ ὑποστροφῆς ἐπʼ αὐτοὺς ἀναχωροῦντες, κρῖναί φησι Δαρεῖον καὶ τοὺς ἡγεμόνας τὴν μὲν φάλαγγα τάξαι πᾶσαν ἐν αὐτῆι τῆι στρατοπεδείαι, καθάπερ ἐξ ἀρχῆς εἶχε, χρήσασθαι δὲ τῶι ποταμῶι προβλήματι διὰ τὸ παρʼ αὐτὴν ῥεῖν τὴν στρατοπεδείαν. μετὰ δὲ ταῦτά φησι τοὺς μὲν ἱππεῖς τάξαι παρὰ θάλατταν, τοὺς δὲ μισθοφόρους ἑξῆς τούτοις παρʼ αὐτὸν τὸν ποταμόν, ἐχομένους τούτων τοὺς πελταστὰς συνάπτοντας τοῖς ὄρεσι. πῶς δὲ προέταξε τούτους πρὸ τῆς φάλαγγος, τοῦ ποταμοῦ ῥέοντος παρʼ αὐτὴν τὴν στρατοπεδείαν, δυσχερὲς κατανοῆσαι, καὶ ταῦτα τῶι πλήθει τοσούτων ὑπαρχόντων. τρισμύριοι μὲν γὰρ ἱππεῖς ὑπῆρχον, ὡς αὐτὸς ὁ Καλλισθένης φησί, τρισμύριοι δὲ μισθοφόροι. εἰς ποῖον οὖν τόπον ἐτάττετο τὸ τῶν μισθοφόρων πλῆθος, εἰ μὴ νὴ Δία κατόπιν τῶν ἱππέων. ἀλλʼ οὔ φησιν, ἀλλὰ συμπεπτωκέναι τούτους τοῖς Μακεδόσι κατὰ τὴν ἐπαγωγήν. ἐξ ὧν ἀνάγκη ποιεῖσθαι τὴν ἐκδοχὴν διότι τὸ μὲν ἥμισυ τοῦ τόπου τὸ παρὰ θάλατταν ἡ τῶν ἱππέων ἐπεῖχε τάξις, τὸ δʼ ἥμισυ τὸ πρὸς τοῖς ὄρεσιν ἡ τῶν μισθοφόρων. ἐκ δὲ τούτων εὐσυλλόγιστον πόσον ὑπῆρχε τὸ βάθος τῶν ἱππέων καὶ ποῖον ἔδει τόπον ἀπέχειν τὸν ποταμὸν ἀπὸ τῆς στρατοπεδείας. μετὰ δὲ ταῦτα συνεγγιζόντων τῶν πολεμίων φησὶ τὸν Δαρεῖον αὐτὸν κατὰ μέσην ὑπάρχοντα τὴν τάξιν καλεῖν τοὺς μισθοφόρους ἀπὸ τοῦ κέρατος πρὸς αὑτόν. τὸ δὲ τελευταῖόν φησι τοὺς ἀπὸ τοῦ δεξιοῦ κέρατος ἱππεῖς ἐπαγαγόντας ἐμβαλεῖν τοῖς περὶ τὸν Ἀλέξανδρον, τοὺς δὲ γενναίως δεξαμένους ἀντεπάγειν καὶ ποιεῖν μάχην ἰσχυράν. ὅτι δὲ ποταμὸς ἦν ἐν μέσωι, καὶ ποταμὸς οἷον ἀρτίως εἶπεν, ἐπελάθετο. τούτοις δʼ ἐστὶ παραπλήσια τὰ κατὰ τὸν Ἀλέξανδρον. φησὶ γὰρ αὐτὸν ποιήσασθαι τὴν εἰς τὴν Ἀσίαν διάβασιν πεζῶν μὲν ἔχοντα τέτταρας μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους καὶ πεντακοσίους· μέλλοντι δʼ εἰς Κιλικίαν ἐμβάλλειν ἄλλους ἐλθεῖν ἐκ Μακεδονίας πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δʼ ὀκτακοσίους. ἀφʼ ὧν εἴ τις ἀφέλοι τρισχιλίους μὲν πεζούς, τριακοσίους δʼ ἱππεῖς, ἐπὶ τὸ πλεῖον ποιῶν τὴν ἀπουσίαν πρὸς τὰς γεγενημένας χρείας, ὅμως πεζοὶ μὲν ἀπολειφθήσονται τετρακισμύριοι δισχίλιοι, πεντακισχίλιοι δʼ ἱππεῖς. τούτων οὖν ὑποκειμένων, φησὶ τὸν Ἀλέξανδρον πυθέσθαι τὴν Δαρείου παρουσίαν εἰς Κιλικίαν ἑκατὸν ἀπέχοντα σταδίους ἀπʼ αὐτοῦ, διαπεπορευμένον ἤδη τὰ στενά. διόπερ ἐξ ὑποστροφῆς πάλιν ποιεῖσθαι τὴν πορείαν διὰ τῶν στενῶν, ἄγοντα πρῶτον μὲν τὴν φάλαγγα, μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς, ἐπὶ πᾶσι τὸ σκευοφόρον. ἅμα δὲ τῶι πρῶτον εἰς τὰς εὐρυχωρίας ἐκπεσεῖν, διασκευάζεσθαι παραγγείλαντα πᾶσιν ἐπιπαρεμβαλεῖν τὴν φάλαγγα καὶ ποιῆσαι τὸ βάθος. αὐτῆς ἐπὶ τριάκοντα καὶ δύο, μετὰ δὲ ταῦτα πάλιν εἰς ἑκκαίδεκα, τὸ δὲ τελευταῖον, σύνεγγυς ὄντα τοῖς πολεμίοις, εἰς ὀκτώ. ταῦτα δʼ ἐστὶ μείζω τῶν προειρημένων ἀλογήματα .... ἐκ δὲ τούτων εὐθεώρητον ὅτι καθʼ ὃν καιρὸν ἐποίησε τὴν δύναμιν Ἀλέξανδρος ἑκκαίδεκα τὸ βάθος, ἀναγκαῖον ἦν εἴκοσι σταδίων ὑπάρχειν τὸ τοῦ τόπου διάστημα καὶ περιττεύειν ἔτι τοὺς μὲν ἱππεῖς πάντας, τῶν δὲ πεζῶν μυρίους.
μετὰ δὲ ταῦτά φησι μετωπηδὸν ἄγειν τὴν δύναμιν, ἀπέχοντα τῶν πολεμίων περὶ τετταράκοντα σταδίους. ἓν δὲ τῶν ὑπʼ αὐτοῦ Καλλισθένους λεγομένων ἱκανὸν ὑπάρχει πρὸς πίστιν· τοὺς γὰρ ἀπὸ τῶν ὀρῶν χειμάρρους καταφερομένους τοσαῦτά φησι ποιεῖν ἐκρήγματα κατὰ τὸ πεδίον, ὥστε καὶ τῶν Περσῶν κατὰ τὴν φυγὴν διαφθαρῆναι λέγουσι τοὺς πλείστους ἐν τοῖς τοιούτοις κοιλώμασι. νὴ Δίʼ, ἀλλʼ ἕτοιμος ἐβούλετʼ εἶναι πρὸς τὴν τῶν πολεμίων ἐπιφάνειαν. τὸ δὲ δὴ πάντων μέγιστον· ἤδη γὰρ σύνεγγυς ὄντα τοῖς πολεμίοις αὐτὸν εἰς ὀκτὼ ποιῆσαί φησι τὸ βάθος. αὐτὸς δέ φησι λείπειν τῶν δεκατεττάρων σταδίων … καὶ τούτου μέρος μέν τι πρὸς θαλάττηι τοὺς ἡμίσεας ἐπὶ τοῦ δεξιοῦ … ἔτι δὲ τὴν ὅλην τάξιν ἀπὸ τῶν ὀρῶν ἱκανὸν τόπον ἀφεστάναι πρὸς τὸ μὴ τοῖς πολεμίοις ὑποπεπτωκέναι τοῖς κατέχουσι τὰς παρωρείας. ἴσμεν γὰρ ὃ ποιεῖ πρὸς τούτους ἐπικάμπιον. τὰ μὲν γὰρ ἅμα τούτοις ἀλογήματα μακρὸν ἂν εἴη λέγειν πάντα πλὴν τελέως ὀλίγων. φησὶ γὰρ τὸν Ἀλέξανδρον σπουδάζειν κατὰ τὴν τάξιν, ἵνα κατὰ τὸν Δαρεῖον αὐτὸν ποιήσηται τὴν μάχην· ὁμοίως δὲ κατὰ μὲν ἀρχὰς καὶ τὸν Δαρεῖον αὐτὸν βούλεσθαι κατὰ τὸν Ἀλέξανδρον, ὕστερον δὲ μετανοῆσαι.
Πλούταρχος τότε δὲ τοῖς Θετταλοῖς πλεῖστα διαλεχθεὶς καὶ τοῖς ἄλλοις Ἕλλησιν, ὡς ἐπέρρωσαν αὐτὸν βοῶντες ἄγειν ἐπὶ τοὺς βαρβάρους, τὸ ξυστὸν εἰς τὴν ἀριστερὰν μεταβαλὼν τῆι δεξιᾶι παρεκάλει τοὺς θεούς, ὡς Καλλισθένης φησίν, ἐπευχόμενος, εἴπερ ὄντως Διόθεν ἐστὶν γεγονώς, ἀμῦναι καὶ συνεπιρρῶσαι τοὺς Ἕλληνας.
οὐ μὴν τότε ἂν ἐδόκει διαφυγεῖν εἰ μὴ πάλιν ἧκον ἕτεροι παρὰ τοῦ Παρμενίωνος ἱππεῖς μετακαλοῦντες Ἀλέξανδρον, ὡς συνεστώσης ἔτι πολλῆς δυνάμεως ἐκεῖ καὶ τῶν πολεμίων οὐκ ἐνδιδόντων. ὅλως γὰρ αἰτιῶνται Παρμενίωνα κατʼ ἐκείνην τὴν μάχην νωθρὸν γενέσθαι καὶ δύσεργον, εἴτε τοῦ γήρως ἤδη τι παραλύοντος τῆς τόλμης εἴτε τὴν ἐξουσίαν καὶ τὸν ὄγκον, ὡς Καλλισθένης φησί, τῆς Ἀλεξάνδρου δυνάμεως βαρυνόμενον καὶ προσφθονοῦντα. τότε δʼ οὖν ὁ βασιλεὺς ἀνιαθεὶς τῆι μεταπέμψει τοῖς μὲν στρατιώταις οὐκ ἔφρασε τὸ ἀληθές, ἀλλʼ ὡς ἀνέχων τοῦ φονεύειν καὶ σκότους ὄντος ἀνάκλησιν ἐσήμανεν. ἐλαύνων δὲ πρὸς τὸ κινδυνεῦον μέρος ἤκουσε καθʼ ὁδὸν ἡττῆσθαι παντάπασι καὶ φεύγειν τοὺς πολεμίους.
Στράβων φησὶ γὰρ ἐκ Ματιηνῶν αὐτὸν ῥέοντα εἰς τετταράκοντα ποταμοὺς σχίζεσθαι, μερίζειν δὲ Σκύθας καὶ Βακτριανούς· καὶ Καλλισθένης δὲ ἠκολούθησεν αὐτῶι.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια τὴν δὲ Ὠρείθυιαν Σιμωνίδης ἀπὸ Βριλησσοῦ φησιν ἁρπαγεῖσαν ἐπὶ τὴν Σαρπηδονίαν πέτραν τῆς Θράικης ἐνεχθῆναι· ἔστι γὰρ καὶ τῆς Κιλικίας ὁμώνυμος, ὡς Καλλισθένης.
καὶ δὴ Παρθενίοιο ῥοάς ποταμὸς Παφλαγονίας .... Παρθένιον δέ φησιν αὐτὸν ὠνομάσθαι Καλλισθένης διὰ τὸ τὴν Ἄρτεμιν ἐν αὐτῶι λούεσθαι· ἔνιοι δὲ διὰ τὸ στάσιμον τοῦ ῥεύματος καὶ ἤρεμόν φασιν οὕτω προσαγορεύεσθαι.
Κλαύδιος Αἰλιανός ἐν Λυκίαι λέγει Καλλισθένης ὁ Ὀλύνθιος κείρεσθαι καὶ τὰς αἶγας ὥσπερ οὖν πανταχῆ τὰ πρόβατα· γίνεσθαι γὰρ δασυτάτας καὶ εὔτριχας δεινῶς τὰς αἶγας, ὡς εἰπεῖν βοστρύχους ἤ τινας ἕλικας κόμης ἐξηρτῆσθαι αὐτῶν· καὶ μέντοι καὶ τοὺς τεχνίτας τῆς τῶν νεῶν ἐργασίας καταχρῆσθαι αὐταῖς τὰς σειρὰς συμπλέκοντας ὡς καὶ τοὺς κάλως ἄλλοι.
Ἀριστοτέλης ἐν μιᾶι τῶν Αἰόλου προσαγορευομένων νήσων πλῆθός τί φασι γενέσθαι φοινίκων, ὅθεν καὶ Φοινικώδη καλεῖσθαι. οὐκ ἂν οὖν εἴη τὸ λεγόμενον ὑπὸ Καλλισθένους ἀληθές, ὅτι ἀπὸ Φοινίκων τῆς Συρίας τῶν τὴν παραλίαν οἰκούντων τὸ φυτὸν ἔλαβε τὴν προσηγορίαν.
Ἀθήναιος τοὺς περιτιθέντας Σωκράτει δύο γαμετὰς γυναῖκας, Ξανθίππην καὶ τὴν Ἀριστείδου Μυρτώ—οὐ τοῦ δικαίου καλουμένου — οἱ χρόνοι γὰρ οὐ συγχωροῦσιν —, ἀλλὰ τοῦ τρίτου ἀπʼ ἐκείνου. εἰσὶ δὲ Καλλισθένης, Δημήτριος ὁ Φαληρεύς, Σάτυρος ὁ περιπατητικός, Ἀριστόξενος, οἷς τὸ ἐνδόσιμον Ἀριστοτέλης ἔδωκεν ἱστορῶν τοῦτο ἐν τῶι Περὶ εὐγενείας ..... ἀντεῖπε δὲ τοῖς λέγουσι περὶ τῶν Σωκράτους γυναικῶν Παναίτιος ὁ Ῥόδιος.
Ἀθήναιος ὁ Μηχανικός ... ὀλίγα προπαραστησάμενοι διὰ τοὺς εἰωθότας εὐθύνειν πικρῶς τὰς συνθέσεις τῶν λέξεων. οὐ γὰρ ὑπολαμβάνω καθήκειν ἐξεργαζόμενον αὐτὰς ὑστερῆσαι τῆς προθέσεως, καθάπερ συνέβη τῶι Ἰσοκράτει ἐν τῶι συμβουλευτικῶι τῶι πρὸς Φίλιππον αὐτῶι γραφέντι· ἐλύθη γὰρ πρότερον ὁ πόλεμος ἢ ἐκεῖνος ἐτέλεσε τὴν συμβουλίαν. .... ἔτι δὲ καὶ καλῶς ἔχειν μοι δοκεῖ τοῖς ὀρθῶς παραινοῦσι πείθεσθαι περὶ τῶν τοιούτων. ὁ μὲν γὰρ ἱστοριογράφος Καλλισθένης φησί· «δεῖ τὸν γράφειν τι πειρώμενον μὴ ἀστοχεῖν τοῦ προσώπου, ἀλλʼ οἰκείως αὐτῶι τε καὶ τοῖς πράγμασι τοὺς λόγους θεῖναι.»
Οὐαλέριος Ἁρποκρατίων, Σοῦδα Βόθυνος· τόπος τις ἰδίως οὕτω καλούμενος ἐν τῆι Ἱερᾶι ὁδῶι. Ἰσαῖος ἐν τῶι Πρὸς Ἕρμωνα περὶ ἐγγύης μνημονεύει τοῦ τόπου καὶ Καλλισθένης.
Λουκιανός οὐ γὰρ ὡς τὸν Αἰσχύλον ὁ Καλλισθένης ἔφη που λέγων τὰς τραγωιδίας ἐν οἴνωι γράφειν ἐξορμῶντα καὶ ἀναθερμαίνοντα τὴν ψυχήν ....
Φώτιος, Σοῦδα ἀναρᾶσθαι· ἀντὶ τοῦ διαλύειν τὴν γενομένην καταράν. οὕτως Καλλισθένης.
Πλούταρχος καὶ τὰς μὲν θυγατέρας ἱστοροῦσιν ἐκ τοῦ πρυτανείου τοῖς νυμφίοις ἐκδοθῆναι δημοσίαι τῆς πόλεως τὸν γάμον ἐγγυώσης καὶ προῖκα τρισχιλίας δραχμὰς ἑκατέραι ψηφισαμένης· Λυσιμάχωι δὲ τῶι υἱῶι μνᾶς μὲν ἑκατὸν ἀργυρίου καὶ γῆς τοσαῦτα πλέθρα πεφυτευμένης ἔδωκεν ὁ δῆμος, καὶ ἄλλας δραχμὰς τέσσαρας εἰς ἡμέραν ἑκάστην ἀπέταξεν, Ἀλκιβιάδου τὸ ψήφισμα γράψαντος. ἔτι δὲ Λυσιμάχου θυγατέρα Πολυκρίτην ἀπολιπόντος, ὡς Καλλισθένης φησί, καὶ ταύτηι σίτησιν ὅσην καὶ τοῖς Ὀλυμπιονίκαις ὁ δῆμος ἐψηφίσατο.
Πλούταρχος τίς ὁ παρὰ Δελφοῖς ὁσιωτὴρ καὶ διὰ τί βύσιον ἕνα τῶν μηνῶν καλοῦσιν; .... ὁ δὲ βύσιος μήν, ὡς μὲν οἱ πολλοὶ νομίζουσι, φύσιός ἐστιν· ἔαρος γὰρ ἄρχει καὶ τὰ πολλὰ φύεται τηνικαῦτα καὶ διαβλαστάνει. τὸ δʼ ἀληθὲς οὐκ ἔχει οὕτως· οὐ γὰρ ἀντὶ τοῦ φ τῶι β χρῶνται Δελφοί, καθάπερ Μακεδόνες ...., ἀλλʼ ἀντὶ τοῦ π ... ἔστιν οὖν πύσιος ὁ βύσιος, ἐν ὧι πυστιῶνται καὶ πυνθάνονται τοῦ θεοῦ· τὸ γὰρ ἐννοεῖν καὶ πάτριον. ἐν τῶι μηνὶ γὰρ τούτωι χρηστήριον ἐγίγνετο, καὶ ἑβδόμην ταύτην νομίζουσι τοῦ θεοῦ γενέθλιον· καὶ πολύφθοον ὀνομάζουσιν οὐ διὰ τὸ πέττεσθαι φθοῖς, ἀλλὰ πολυπευθῆ καὶ πολυμάντευτον οὖσαν. ὀψὲ γὰρ ἀνείθησαν αἱ κατὰ μῆνα μαντεῖαι τοῖς δεομένοις· πρότερον δʼ ἅπαξ ἐθεμίστευεν ἡ Πυθία τοῦ ἐνιαυτοῦ κατὰ ταύτην τὴν ἡμέραν, ὡς Καλλισθένης καὶ Ἀναξανδρίδης ἱστορήκασιν.
Πολύβιος ἐπὶ δὲ τῶν Κρηταιῶν μεταβάντες ἄξιον ἐπιστῆσαι κατὰ δύο τρόπους, πῶς οἱ λογιώτατοι τῶν ἀρχαίων συγγραφέων, Ἔφορος Ξενοφῶν Καλλισθένης Πλάτων, πρῶτον μὲν ὁμοίαν εἶναί φασι καὶ τὴν αὐτὴν τῆι Λακεδαιμονίων, δεύτερον δʼ ἐπαινετὴν ὑπάρχουσαν ἀποφαίνουσιν· ὧν οὐδέτερον ἀληθὲς εἶναί μοι δοκεῖ.
Πρόκλος τοὺς δὲ Ἀθηναίους Καλλισθένης μὲν καὶ Φανόδημος πατέρας τῶν Σαιτικῶν ἱστοροῦσι γενέσθαι, Θεόπομπος δὲ ἀνάπαλιν ἀποίκους αὐτῶν εἶναί φησιν.
ἢ ὅτι τριγέννητος θεὰ ἡ Ἀθηνᾶ· Καλλισθένης γάρ φησι τρίτηι τοῦ μηνὸς γεννηθῆναι, διὸ καὶ παρʼ Ἀθηναίοις ἡ τρίτη ἱερὰ αὐτῆς καλεῖται. ἢ ὅτι παρὰ τῶι Τρίτωνι ποταμῶι γεννηθῆναι λέγεται ....
Στράβων τοὺς δὲ Καύκωνας, οὓς ἱστοροῦσι τὴν ἐφεξῆς οἰκῆσαι παραλίαν τοῖς Μαριανδυνοῖς μέχρι τοῦ Παρθενίου ποταμοῦ πόλιν ἔχοντας τὸ Τίειον, οἱ μὲν Σκύθας φασίν, οἱ δὲ τῶν Μακεδόνων τινάς, οἱ δὲ τῶν Πελασγῶν .... Καλλισθένης δὲ καὶ ἔγραφε τὰ ἔπη ταῦτα εἰς τὸν Διάκοσμον μετὰ τὸ «Κρῶμναν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους» τιθεὶς «Καύκωνας δʼ αὖτʼ ἦγε Πολυκλέος υἱὸς ἀμύμων, οἳ περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον». παρήκειν γὰρ ἀφʼ Ἡρακλείας καὶ Μαριανδυνῶν μέχρι Λευκοσύρων ... τό τε τῶν Καυκώνων γένος τὸ περὶ τὸ Τίειον μέχρι Παρθενίου καὶ τὸ τῶν Ἐνετῶν τὸ συνεχὲς μετὰ τὸν Παρθένιον τῶν ἐχόντων τὸ Κύτωρον· καὶ νῦν δʼ ἔτι Καυκωνίτας εἶναί τινας περὶ τὸν Παρθένιον.
Στράβων φήσας δὲ ἀγνώτων τινῶν μεμνῆσθαι τὸν ποιητήν, Καύκωνας μὲν ὀρθῶς λέγει καὶ Σολύμους καὶ Κητείους καὶ Λέλεγας καὶ Κίλικας τοὺς ἐκ Θήβης πεδίου, τοὺς δʼ Ἁλιζῶνας αὐτὸς πλάττει, μᾶλλον δʼ οἱ πρῶτοι τοὺς Ἁλιζῶνας ἀγνοήσαντες, τίνες εἰσί, καὶ μεταγράφοντες πλεοναχῶς καὶ πλάττοντες τὴν τοῦ ἀργύρου γενέθλην καὶ ἄλλα πολλὰ μέταλλα ἐκλελειμμένα ἅπαντα. πρὸς ταύτην δὲ τὴν φιλοτιμίαν κἀκείνας συνήγαγον τὰς ἱστορίας, ἃς ὁ Σκήψιος τίθησι παρὰ Καλλισθένους λαβὼν καὶ ἄλλων τινῶν οὐ καθαρευόντων τῆς περὶ τῶν Ἁλιζώνων ψευδοδοξίας· ὡς ὁ μὲν Ταντάλου πλοῦτος καὶ τῶν Πελοπιδῶν ἀπὸ τῶν περὶ Φρυγίαν καὶ Σίπυλον μετάλλων ἐγένετο, ὁ δὲ Κάδμου ἐκ τῶν περὶ Θράικην καὶ τὸ Παγγαῖον ὄρος, ὁ δὲ Πριάμου ἐκ τῶν ἐν Ἀστύροις περὶ Ἄβυδον χρυσείων — ὧν καὶ νῦν ἔτι μικρὰ λείπεται, πολλὴ δʼ ἡ ἐκβολὴ καὶ τὰ ὀρύγματα σημεῖα τῆς πάλαι μεταλλείας —, ὁ δὲ Μίδου ἐκ τῶν περὶ τὸ Βέρμιον ὄρος, ὁ δὲ Γύγου καὶ Ἀλυάττου καὶ Κροίσου ἀπὸ τῶν ἐν Λυδίαι καὶ … τῆς μεταξὺ Ἀταρνέως τε καὶ Περγάμου πολίχνης ἐρήμης ἐκμεμεταλλευμένα ἐχούσης τὰ χωρία.
ημος Παρράσιος παιδ πάλην ο καλλισ....
Ἰωάννης ὁ Στοβαῖος, Ψευδοπλούταρχος Καλλισθένους ἐν δευτέρωι Μεταμορφώσεων. κατὰ Κελαινὰς πόλιν τῆς Φρυγίας διὰ μῆνιν Ἰδαίου Διὸς χάσμα μεθʼ ὕδατος γενόμενον πολλὰς οἰκίας αὐτάνδρους εἰς τὸν βυθὸν καθείλκυσε. τοῦ δὲ δήμου κινδυνεύοντος Μίδας ὁ βασιλεὺς χρησμὸν ἔλαβε συνελεύσεσθαι τὴν γῆν, ἐὰν εἰς τὸ βάραθρον βάληι τὸ τιμιώτατον ἐν ἀνθρωπίνωι βίωι. τῶν δὲ Κελαινιτῶν χρυσόν τε καὶ ἄργυρον καὶ τὸν κόσμον τῶν γυναικῶν εἰς τὸ χάσμα ῥιψάντων, καὶ μηδʼ οὕτω τοῦ κακοῦ λήξαντος, Ἀγχοῦρος ὁ υἱὸς Μίδα λογισάμενος μηδὲν εἶναι τιμιώτερον ἐν βίωι ψυχῆς ἀνθρωπίνης, δοὺς περιπλοκὰς τῶι γεννήσαντι καὶ ἀποταξάμενος τῆι γυναικὶ Τιμοθέαι, μεθʼ ὁρμῆς ἔφιππος εἰς τὸν τόπον τοῦ χάσματος ἠνέχθη. τῆς δὲ γῆς εἰς τὴν φυσικὴν ἁρμονίαν συνελθούσης Μίδας βωμὸν ἱδρύσατο Διὸς Ἰδαίου, ὃν χρύσεον ἐποίησε ταῖς χερσὶν ἁψάμενος. οὗτος ὁ βωμὸς περὶ ἐκεῖνον τὸν καιρόν, ἐν ὧι τὸ χάσμα συνέβη γενέσθαι, λίθινος γίνεται· τῆς δʼ ὡρισμένης προθεσμίας παρελθούσης χρύσεος ὁρᾶται.
Ἰωάννης ὁ Στοβαῖος, Ψευδοπλούταρχος Καλλισθένους ἐν τρίτωι Μακεδονικῶν. Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς δύο καὶ τριάκοντα Χαλκιδικὰς πόλεις τοῖς ἰδίοις ὑποτάξας σκήπτροις Μεθωναίους καὶ Ὀλυνθίους λεηλατεῖν ἤρξατο. γενόμενος δὲ κατὰ γέφυραν ποταμοῦ Σάρδωνος καὶ εἰς τὸ πέραν διαβῆναι βιαζόμενος ὑπὸ τοῦ πλήθους τῶν Ὀλυνθίων ἐπεσχέθη. τοξότης δέ τις Ἀστὴρ τοὔνομα τόξον ἐντείνας ἐτύφλωσε τὸν Φίλιππον εἰπὼν «Ἀστὴρ Φιλίππωι θανάσιμον πέμπει βέλος.» ἀποβαλὼν δὲ ὁ βασιλεὺς τὸν ὀφθαλμὸν εἰς τὸν ποταμὸν ἑαυτὸν ἔρριψε καὶ πρὸς τοὺς οἰκείους διανηξάμενος τὸν κίνδυνον ἐξέφυγεν.
Ψευδοπλούταρχος Ἀθηναίων πόλεμον ἐχόντων πρὸς Εὔμολπον καὶ τῆς εὐθηνίας μὴ ἐπαρκούσης, Πύρανδρος ταμίας τῶν δημοσίων ὑπεσπάσατο τὸ μέτρον φειδωλῶς χρώμενος· οἱ δʼ ἐγχώριοι ὡς προδότην ὑποπτεύσαντες λιθόλευστον ἐποίησαν. ὡς Καλλισθένης ἐν τρίτωι Θραικικῶν.
Ψευδοπλούταρχος γεννᾶται δὲ παρʼ αὐτῶι βοτάνη παραπλησία βουγλώσσωι, ἣν λειοτριβοῦντες τὸν χυλὸν αὐτῆς τηροῦσι, καὶ νυκτὸς βαθείας τοὺς φωλεοὺς τῶν τίγρεων περιρραίνουσιν. αἱ δὲ διὰ τὴν δύναμιν τῆς ἐκχυθείσης ὑγρασίας προχωρῆσαι μὴ δυνάμεναι θνήσκουσι, καθὼς ἱστορεῖ Καλλισθένης ἐν γ τῶν Κυνηγετικῶν.
Τζέτζης Κτησίας καὶ Ἡρόδοτος … Διόδωρος καὶ Δίων, καὶ Καλλισθένης σὺν αὐτοῖς, Σιμόκατος καὶ ἄλλοι τῆς ἱστορίας μέμνηνται στενῶς, οἱ δὲ πλατέως.