eul_wid: qsg-ae
Ἀπόσπασμα περὶ Ἀναστάσεως καὶ ἈφθαρσίαςFragment-Resurrection and Incorruption
Hippolytus of Rome Fragment Resurrection and Incorruption PDF
| 1 | ΠΕΡΙ ΑΝΑΣΤΑΣΕΩΣ ΚΑΙ ΑΦΘΑΡΣΙΑΣ Ἱππολύτου ἐπισκόπου Ῥώμης ἐκ τοῦ Περὶ ἀναστάσεως καὶ ἀφθαρσίας λόγου. |
| 2 | Ἔσονται, φησίν, ἐν τῇ ἀναστάσει οἱ ἄνθρωποι ὡς οἱ ἄγγελοι τοῦ θεοῦ, ἐν ἀφθαρσίᾳ δηλονότι καὶ ἀθανασίᾳ καὶ ἀρρευσίᾳ. ἄφθαρτος γὰρ οὐσία οὐ γεννᾷ, οὐ γεννᾶται, οὐκ αὔξει, οὐχ ὑπνοῖ, οὐ πεινᾷ, οὐ διψᾷ, οὐ κοπιᾷ, οὐ πάσχει, οὐ θνήσκει, οὐ τιτρᾶται ὑπὸ ἥλων καὶ λόγχης, οὐχ ἱδροῖ, οὐχ αἱμορροεῖ. τοιαῦται οὐσίαι εἰσὶν ἥ τε τῶν ἀγγέλων, ἥ τε τῶν ψυχῶν τῶν ἐκ σωμάτων ἀπηλλαγμένων, ἐπειδὴ καὶ ἀμφότεραι ἑτερογενεῖς εἰσιν, καὶ ἀλλότριαι τῆς ὁρωμένης καὶ φθει ρομένης ταύτης τοῦ κόσμου κτίσεως. |