eul_wid: taq-acg
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Lexicon Pi–Omega: Letter Chi by Hesychius the Alexandrian

Chi opens with chazesthai, to give way, and the greeting chairein that opened letters and took leave, with words for hair and for hail. The chth- words carry the chthonic glosses: Zeus Chthonios as Hades and the bath offerings carried to tombs. Among mounds, places and going at the close, Chōnē is the old name of Italy, cited from Antiochus's history of Italy.

Part of Lexicon Pi–Omega

Χαβόν· καμπύλον. στενόν

χαβῶνες· στέατα ὀπτώμενα ἀπὸ ἀλεύρου

χαδέειν· χωρῆσαι

χάδεν· ἐχώρησεν

χάζει· προσδεῖται. χαλᾶται

χάζειν· ἀναχωρεῖν. φυλάσσεσθαι

χάζεο τῆλε· ἀναχώρει μακράν

χάζεσθαι· ὑποχωρεῖν

χάζεται· ἀναχωρεῖ

χάζετο· ἀνεχώρει

χαζόμενον· ἀναχωροῦντα

χάἱα· ἀγαθή

χαίνας· στέαρ

χαίνει· ἀνοίγει τὸ στόμα

χάἱος· ἀγαθός

χαίρετε· θαῤῥεῖτε

χαίρειν· ἐῤῥῶσθαι. τὸ χαίρειν ταῖς ἐπιστολαῖς προσετίθεσαν. ἔστι δὲ καὶ ἀπαλλασσομένων προσαγόρευσις

χαίρειν θʼ ἐᾶσαι· καταφρονεῖν

χαίρειν· φράσαντες. ἀποταξάμενοι ......

χαιρέτω ληρῶν· ἐρυθριάτω ......

χαιρηδόνα· τὴν χαράν

χαιροσύνη· χαρά

χαιρωθῆναι· ἐκπλαγῆναι

χαῖται· αἱ κεχυμέναι τρίχες

χαιτήεντος· κομήτου

χαίτη· ἡ ἐπὶ τοῦ τραχήλου θρίξ

χαλαβεῖν· φοβεῖν, θορυβεῖν

χαλᾷ· χαλάσσει, καὶ πόδαι

χάλανδρον· κράββατον

χάλαζα· σημεῖον θυτικόν. καὶ πάθος περὶ τὰς σῦς

χαλεπαίνει· δυσχεραίνει, ἀγανακτεῖ

χαλαίρυπος· ὁ τῶν πλυνομένων ἱματίων ῥύπος

χαλαρὰ ἅλυσις· ........

Χαλάμβριοι ἵπποι· ἀπὸ τόπου τῆς Λιβύης

χαλαργούς· ........ τὰ ἄκρα τῶν ποδῶν ἢ τῶν ὀνύχων, οἷον ποδαργούς, ἢ ταχύποδας

χαλαρῶν· ὡραίων

Χαλαστραίων συῶν· πόλις τῆς Μακεδονίας καὶ λίμνη ἔνθα τὸ Χαλαστραῖον νίτρον γεγένηται

Χαλδαῖοι· γένος μάγων πάντα γινωσκόντων

χαλεπὰ τὰ καλά· ....... Σόλωνα ταῦτα πυθόμενον εἰπεῖν· χαλεπὰ τὰ καλά· καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν. Ἔνιοι δὲ τὸ χαλεπὸν ἀκούουσιν ἐπὶ τοῦ ἀδυνάτου. ἀδύνατον οὖν ἐστιν ἐφʼ ἅπαντι ἀγαθὸν εἶναι

χαλεπήνας· ἀγανακτήσας

χαλεπόν· δύσεργον, σκληρόν, δεινόν

χαλεπήνῃ· εἰς χαλεπότητα ἀγάγῃ

χαλέπτει· ἐρεθίζει. ἀπειλεῖ. φοβεῖ. ἀγανακτεῖ. κακίζει. βλάπτει. εἰς χαλεπότητα ἄγει

χαλεπτύς· χαλεπότης

χαλεπῶς· δυσκόλως

χαλεψάμενος· χολωθείς

χαλία· ἡσυχία

χαλίδιον· πινάκιον

χάλικες· οἱ εἰς τὰς οἰκοδομὰς μικροὶ λίθοι

χαλίκρατον· εὔκρατον, ἄκρατον

χάλιμα· φαρμακός

χαλιμάδες· ἀναίσχυντοι καὶ θρασεῖαι

χάλις· ὁ ἄκρατος οἶνος. καὶ ὁ μεμηνὼς καὶ κεχαλασμένος τὰς φρένας

χαλιστόν· σκαιόν. ἢ ἀγαθὸν καὶ δίκαιον

χαλίφρονας· παράφρονας, μαινομένας· βέλτιον δὲ τὰς καταφερεῖς καὶ κεχαλασμένας πρὸς συνουσίαν ὑφʼ ἡδονῆς

χαλιφροσύνη· ἡ τῆς ψυχῆς ἄνεσις

χαλίφρων· κεχαλασμένας ἔχων τὰς φρένας, ἤγουν ἀσύνετος

χάλκεα· τὰ ὅπλα συνήθως καὶ τὰ ἐκ σιδήρου

χάλκεα ἐπίσωτρα· τὰ ἔξωθεν τῶν τροχῶν οἱ κανθοί

χαλκεγχέων· πολεμιστῶν

χαλκεῖα· ὑπομνήματα τῆς τῶν τεχνῶν εὑρέσεως

χαλκεομήστορος· ἰσχυρόφρονος

χάλκεον· ὀχυρόν. σκληρόν. ἄλλοι ὕπνον· θάνατον

χάλκεος· ἰσχυρός

χάλκεος κέραμος· εἱρκτή. πίθος. καὶ ὄρος

χαλκεόφωνον· ἰσχυρόφωνον

χαλκεύς· πᾶς τεχνίτης, καὶ ὁ ἀργυροκόπος, καὶ ὁ χρυσοχόος

χαλκεῶνα· ......

χάλκιον· ἐν ᾧ τοὺς κοττάβους ἐποιοῦντο

χάλκη· πορφύρα

Χαλκηδών· πόλις

χαλκῆ μυῖα· εἶδός τι μυίας

χαλκήρεα· χαλκῷ ἀρηρότα

χαλκήρεας· χαλκῷ ἡρμοσμένους

χαλκήρη· χαλκῷ ἡρμοσμένα

χαλκόστομα· χαλκία κύμβαλα

Χαλκίδαι· γένος

χαλκιδεύς· δειλός

χαλκιδίζειν· ἀπὸ τῶν κατʼ Εὔβοιαν Χαλκιδέων. τίθεται δὲ καὶ ἐπὶ τῶν παιδεραστούντων, ἐπεὶ ἐπλεόναζον παρʼ αὐτοῖς οἱ παιδικοὶ ἔρωτες

Χαλκιδικὸν δίωγμα· διότι εἰς Χαλκίδα ἐγένετο ἡ ἐκδίωξις

χαλκιδικὸς λειμών· οἱ μὲν τὴν Κυκλωπίαν κώμην. οἱ δὲ Κυκλωπι.. λίμνη

χαλκιδίκων· χαλκίς, ὁ ἰχθῦς

Χαλκιδικός· εἶδος ἀλεκτρυόνος

Χαλκίναος· Χαλκίοικος

χαλκίνδα· τὸ εἰς χαλκὸν κυβεύειν

χαλκίον· τὸ χαλκοῦν

χαλκίον μακρόν· τὴν ἐλαιηρὰν ἐπίχυσιν

χαλκίς· εἶδος ὀρνέου, καὶ ἰχθύος. καὶ πόλις τῆς Βοιωτίας

χαλκοβάρεια· ἰσχυρά, ἡ ἐκ τοῦ χαλκοῦ βαρεῖα

χαλκοβαρής· ὁ ἐκ τοῦ σιδήρου βαρούμενος

χαλκοβατές· τὸ ἰσχυρῶς βεβηκός

χαλκόβατον· ἰσχυρῶς βεβηκότα

χαλκογλώχινος· χαλκὴν ἐπιδορατίδα ἐχούσης

Χαλκηδάνη· ταύτης ἱερὸν ἐν Σπάρτῃ

χαλκοδεσμωτήρ· χαλκόδερμος, ἐπεὶ ὥπλιστο. λέγεται δὲ καὶ χαλκοδεσμήτωρ

χαλκοκορυσταί· χαλκῷ καθωπλισμένοι

χαλκοκνήμιδες· οἷς σιδηραῖ ἧσαν, ἢ χαλκαῖ αἱ κνῆμαι

χαλκοκορυστήν· χαλκῷ ὡπλισμένον

χαλκοκράς· τὸ χαλκόκρατον νόμισμα

χαλκόκροτος· ἡ Ῥέα διὰ τὰ κύμβαλα

χαλκολογεῖ· νουμία συλλέγει

χαλκόν ..... λόφον ἱππιοχαίτην· τὸ ἐπανάστημα τῆς περικεφαλαίας, ἣ ἐξ ἱππείων τριχῶν κεκόσμητο ....

χαλκός· ὁ σίδηρος. καὶ νόμος ἀκίνητος

χαλκοπαρείη· χαλκᾶς παρειὰς ἐχούσης

χαλκόποδας· ἰσχυρόποδας

χαλκοῦν πινάκιον· Ἀθηναῖοι εἶχον ἕκαστος πινάκιον πύξινον ἐπιγεγραμμένον τὸ ὄνομα αὐτοῦ καὶ τοῦ δήμου πατρόθεν

χαλκοτύπους· χαλκοπλήκτους

χαλκοῦς· τοῦτο ἐπὶ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου ἔλεγον

χαλκοχιτώνων· χαλκοθωράκων, ἢ ἰσχυροθωράκων

χαλκώδοντας στόλους· χαλκοῦς ὀδόντας ἔχοντας. Ὀδόντας δὲ ἔλεγον τὰ ἔμβολα, ἅ τινες ἐμβόλια

χαλκώνητος· ἠγορασμένος

χαλκωτῆρα· κέραμός τις

Χάλυβοι· ἔθνος τῆς Σκυθίας, ὅπου σίδηρος γίνεται

Χαλυβδική· τῆς Σκυθίας, ὅπου σιδήρου μέταλλα

Χαλυβώνιος· εἶδος οἴνου ἀπὸ τόπου τινὸς τῆς Συρίας

χαλῶσα· χάσκουσα

χαμαιδύται· κοχλίαι

χαμᾶζε· χαμαί, χαμάδες

χαμάδις· τὰ αὐτά

χαμάδις χέει· χαμαὶ καταβάλλει

χαμαιευνάδες· οἱ σύες ἀπὸ τοῦ παρακολουθοῦντος αὐτοῖς. πολλὰ γὰρ τῶν ἄλλων τετραπόδων ὀρθὰ κοιμᾶται καὶ ἑστῶτα. Ἀπίων δὲ ὅτι βόθρους ὀρύσσουσι. ἢ χαμαικοιτοῦντες

χαμαίζηλα· ταπεινά, γήϊνα

χαμαίζηλοι· εὐτελεῖς

χαμαιλέων· ζῶον ὠοτόκον καὶ πεζόν

χαμαιπετεῖ· ταπεινῷ, ἢ χαμαὶ κειμένῳ

χαμαιπετῶς· ὥστε εἰς τοὔδαφος ῥῖψαι

χαμαιρεπῶς· χαμαιζήλως, ἢ εἰς τὰ γήϊα ῥέπων

χαμαιτύπη· πόρνη ἄδοξος

χαμαιτυπιῶν· τῶν πολυκοίνων συνουσιῶν, ἤτοι πορνείων

χαμερπής· γεωργός, ὁ ἐν τῇ γῇ κοιμώμενος

χαμεταιρίς· ἡ πόρνη

χάμευνα· ταπεινά

χαμευνεῖ· χαμαικοιτεῖ

χαμεύνη· στιβάς, καὶ ἡ ταπεινὴ κλινίς. καὶ χαμεύνης· ὁ χαμαὶ κοιμώμενος

χαμεύνιον· κλινίδιον πενιχρόν

χαμηλόν· χαμαίζηλον

χαμόθεν· ἐκ τῶν χαμαί

χαμόκοιτος· ὁ εἰς τὴν γῆν κοιμώμενος

χαμόν· καμπύλον

χανά· κόσμησις

χαναβίς· ἄλης

Χαναάμ· σάλος

χανακές· ἐπιεικές

χανάκτιον· τὸ μωρόν. Δωριεῖς

χαμᾶσθαι· χασμᾶσθαι

χανδάνειν· χωρεῖν, δέχεσθαι

χανδόν· πολύ, καὶ ὅσον δυνατόν, καὶ ἀθρόως, ἀπὸ τοῦ κεχηνέναι πλατύ

χανδὸν πιεῖν· κεχηνότως καὶ ἀθρόως πιεῖν ὅλῳ στόματι

χανεῖ· φυλάσσει. ἀνοίγει. ἀπαγγελεῖ

χανητός· τὸ ἐπὶ τὴν ἅμαξαν ἐπιτιθέμενον πλέγμα

χάνοι· χάσμα ποιήσαι

χάνοι εὐρεῖα χθών· εὐρὺ χάσμα ποιήσειεν ἡ γῆ

χάνοιμι· εἴποιμι

χάνος· στόμα

χανών· ἀνοίγων στόμα

χανύειν· βοᾶν

χανύσσει· βία καλεῖ

χάος· χώρησις. καὶ τὸ κενὸν ἀπὸ τοῦ κεχύσθαι. ἢ σκότος

χαρά· ἡδονή, ἀγαλλίασις, εὐφροσύνη

χαράβδη· λύμη σίτου

χαράδρα· χείμαῤῥος ποταμός. κατάγει δὲ οὗτος παντοῖα ἐν τῷ ῥεύματι, καὶ κατασύρει

χαράδραι· αἱ χαράξεις τοῦ ἐδάφους. καὶ οἱ κοῖλοι τόποι ἀπὸ τῶν καταφερομένων ὀμβρίων ὑδάτων

χαραδριός· εἶδος ὀρνέου

χάρακες· τάφροι. καὶ ἀκανθώδη φυτά. καὶ οἱ κάλαμοι

χαρακίαι· οἱ ἐν τοῖς χάραξι διατρίβοντες

χαράκια· ὑποστηρίγματα

χαρακίζειν· σπαίρειν. μετεωρίζειν. διαιρεῖν

χαρακτηρίζει· σημαίνει τοὺς χαρακτῆρας

χαρακτηριστικόν· σημεῖον δηλοῦν τοὺς χαρακτῆρας

χαρακτήρ· ὁμοίωσις

χαρακίας· τιθύμαλλος

χαραμός· ἡ τῆς γῆς διάστασις, οἷον χηραμός

χάρακα· χαράκωμα, περίφραγμα

χάραξ· φραγμός, ὀξέσι ξύλοις, οἱ δὲ καλάμοις, οἱ δὲ σταυροῖς ἐχόμενος

χάραξ τὴν ἄμπελον· παροιμία, ὅταν ὑπὸ τοῦ σωζομένου τὸ σῶζον ἀπατηθῇ

χαράξαι· κόψαι. κοιλᾶναι. τυπῶσαι

χαρή· χαρά

χαρείη· τερφθείη

χαρία· βουνός

Χαρίδαι· γένος ἐξ οὗ ὁ ἱερεὺς τοῦ Κραναοῦ

χαρίεν· καλόν, ἀγαθόν, ἀστεῖον, ὡραῖον

χαρίεντα· καλά, κεχαριτωμένα

χαρίζεσθαι· τὸ δρᾶν τὰ κεχαρισμένα

χαρίεια· φίλτρα

χάρις· δωρεά. χαρά. καὶ θῦμα ἐκ τριῶν ποπάνων συγκείμενον. τινὲς δὲ πλακούντων εἴδη, καὶ ἀρτοχάριτας καλεῖσθαι. καὶ ἀμοιβὴ κατὰ εὐεργεσίαν

χάρισμα· δῶρον

χαριστήρια· χαρίεντα δῶρα

χαρίσιον· εἶδος πλακούντων. οἱ δὲ ἄρτον ἀπὸ τῶν λειμμάτων

χαρίσασθαι· παρασχεῖν. λέγονται γὰρ χώρας γυναῖκες χαρίζεσθαι πρὸς συνουσίαν αὐτοῖς ἐκδιδοῦσαι .....

χάρμα· ἡδονή, χαρά

χάρματος· χαρᾶς

χάρμη· ἡ μετὰ χαρᾶς μάχη

χάρμης· μάχης

χαρά· ὀργή, ἢ ὀργίλος

χαρμονή· χαρά. συλλογή

χαρμόσυνα· ἑορταὶ Ἀθήνησι. καὶ χαρμόσυνα

χαρμοσύνη· ὀνομασία

Χαρμόφρων· ὁ Ἑρμῆς

χαροπός· περιχαρής. γλαυκός. ξανθός. φοβερός

χαρτός· χαρᾶς ἄξιος. ἢ βακτηρία

χάρυβδις· χάσμα θαλάσσης. ἢ καταιγίς

χάρυβδις ὠμόβροτος· ἡ ἀναπινομένη θάλασσα

χάρων· ὁ λέων, ἀπὸ τῆς χαροπότητος

χαροπόν· ξανθόν. γλαυκόν. φοβερόν. περιχαρῆ

Χαρώνειον· θύρα μία τοῦ νομοφυλακίου, διʼ ἧς οἱ κατάδικοι τὴν ἐπὶ θανάτῳ ἐξήγοντο

χαρά· ὀργίλον, ἢ ὀργή

χάσις· διάκρισις, χώρησις

χάσιος· ἀγαθός, χρηστός

χάσκοντες· ἀνοίγοντες

χασκωρεῖν· περιβλέπειν

χάσμα· στόμα ἢ σχίσμα γῆς

χάσμα θηρός· ὄψις θηρός. ἢ θαλάσσης πρόσωπον

χασμᾶται· ἀνοίγεται

χασσάμενος· ἀναχωρήσας

χάσσασθαι· ἀναχωρῆσαι, χωρῆσαι

χάσσεται· χωρήσει, ἀναχωρήσει

Χαστιᾶ· τὸν ἀπὸ δήμου. Χαστιεῖς γὰρ δῆμος

Χαστιεῖς· ὄνομα δήμου

χαστηρίᾳ· τῇ ἀνειργούσῃ

χατέων· χρείαν ἔχων

χατέοντα· δεόμενον, χρῄζοντα

χατέοντί περ· καίπερ χρῄζοντι

χατεύει· χατίζει. ἐπιθυμεῖ

χατεύουσα· χρῄζουσα, δεομένη

χᾶτις· ἐπιθυμία. χρῆσις

χαυλιόδοντα· τὸν ἐπικεχαλασμένους ἔχοντα τοὺς ὀδόντας ἔξω τῶν ἄλλων ὀδόντων καὶ τοῦ στόματος. οἱ δὲ ἀμφόδοντας

χαυλίξυν· ἀλαζόνα

χαυνάκων· χαυνοποιῶν, οἱ δὲ χαυνολόγων

χαυνιάζει· πλανᾷ

χαυνῶσαι· τὸ φυσῆσαι

χαυνῶνες· ἄρτοι ἐλαίῳ ἀναφυραθέντες

χεδροπά· ὄσπριον τι. οἱ δὲ πανσπερμίαν

χέδροψ· πᾶν ὄσπριον. σπέρμα

χει· ἐπὶ τῶν χιλιῶν δραχμῶν τοῦτο ἐχάραττον

χειά· ἡ κατάδυσις τῶν ὄφεων καὶ δρακόντων

χειαί· ὁμοίως

χειδροπῶν· ὀσπρίων

χειλεύει στρατόν· σιτοδοτεῖ στρατόν, τρέφει

χείλει ἄκρῳ· ......

χειλαί· αἱ συμπτώσεις τῶν βλεφάρων

χειλιοστύες· αἱ φυλαί

χειλός· τροφή, βρῶσις. χόρτος, καὶ πᾶν ἄλλο χόρτασμα

χειλοῦται· μεγαλύνεται, αὔξεται

χειλοῦσθαι· παχύνεσθαι. σιτίζεσθαι

χειλῶνες· τῶν ἀλεκτρυόνων τινές

χεῖμα· χειμῶνα

χειμάδα· ἱμάτιον χειμερινόν

χειμάδιον· εἰς τὸ χειμάζειν

χειμάμυνα· ἣν Ὅμηρος ἀλεξάνεμον λέγει

χειμάῤῥοι· καὶ οἱ ποταμοί, καὶ ῥύακες

χειμάς· χειμών

χειμασία· ζάλη. ταραχή

χείμαστρον· χειμερινὸν ἱμάτιον

χειμέρας· χειμερινάς

χειμεριοῦντας· διαχειμάσοντας

χειμεῶ· ῥιγῶ χειωσάμενος

χειμήβοτος· χειμερινὴ ὥρα

χειμών· ἡ ὥρα. καὶ κίνδυνος. ταραχή. ζάλη. διωγμός

χειμῶντα· ῥιγοῦντα

χείρ· ἡ δράξ. καὶ τὸ μέλος. καὶ μέρος

χιράδας· τὰς ἐν τοῖς ποσὶ ῥαγάδας. ἔνιοι δὲ φῷδας

χεῖρε· τὰς χεῖρας, δυϊκῶς

χειραγωγῶ· τῇ χειρὶ ἄγω

χείριον· ὑποχείριον, τιθασόν

χειρίζειν· διοικεῖν

χείριον· ὑποχείριον, χειροήθη

χεμβρῶν· ζυγή. ἡ ἑταιρεία

χείριος· χρήσιμος. ὑποχείριος

χειρίων· ἐλάττων, χείρων

χείριστα· δεινά, κάκιστα

χειροβοσκόν· τὸν διὰ χειρῶν ζῶντα

χειροβρῶτι δεσμῷ· τοῖς πυκτικοῖς ἱμᾶσι, διὰ τὸ τὰς σάρκας διακόπτειν καὶ ἀναλίσκειν

χειροβλήματα· δράγματα· οἱ δὲ χειρόβλητα

χειρογάστορες· οἱ διὰ τῶν χειρῶν ζῶντες

Χειρογονία· ἡ Περσεφόνη

χειρόγραφον· συμβόλαιον. γραμματεῖον

χειρόδοτον· ἀχρημάτιστον δάνειον

χειροέρκτης· χειρουργός

χειροήθεις· πρᾶοι, ἥμεροι

χειρόηθες· πρᾶον, ἥμερον

χειροθετεῖ· χεῖρας ἐπιτίθησι

χειρόκμητα· χειροποίητα, ἤγουν ὑπὸ χειρῶν γεγενημένα

χειρομάντεις· οἱ ἀπὸ χερῶν μαντευόμενοι

χειρόμακτρον· μανδήλιον

χεῖρον· κάκιστον. ἔλαττον

χείρονα· ὅμοια

χειρονόμος· ὀρχηστής

χείρονος· ἐλάττονος

χειροπόνια· ἑορτή, ἐν ᾗ τεχνῖται θύουσιν

χειροπόδες· ῥαγοπόδες

χειροτέρη· ἐλάττων

χειρότερον· χείρονα

χειροτονεῖν· καθιστᾶν. ψηφίζειν

χειροτονία· ἐκλογή .....

χειρουργεῖ· χερσὶν ἐργάζεται

Χείρων· Κρόνου καὶ Φιλύρας υἱός

χειρωνάκτας· χειροτέχνας

χειρῶναξ λεώς· ὁ χειροτέχνης

χειρωσάμενοι· καταγωνισάμενοι

χειρώσασθαι· ὑποτάξαι. φονεῦσαι

χειρωτόν· εὐάλωτον. καταγωνίσασθαι

χείσεται· χωρήσει

χελεῦ χελώνη

χελεύς· κιθάρα

χελεάρ· χελιδών. χελιδονίας. καὶ ἰχθῦς ποιός

χελιδών· τὸ κοῖλον τῆς ὁπλῆς τῶν ἵππων. καὶ τοῦ ἀνθρώπου τὸ ἄνωθεν τοῦ ἀγκῶνος τὸ κατὰ τὰς καμπάς

χελιδονισταί· οἱ τῇ χελιδόνι ἀγείροντες

χελιδόνος δίκην· τοὺς βαρβάρους χελιδόσιν ἀπεικάζουσι διὰ τὴν ἀσύνθετον λαλιάν

χελιδόνων φάρμακον

χελιδόνων μουσεῖον· ὡς βάρβαρα καὶ ἀσύνετα ποιούντων τῶν τραγικῶν

χελιδόνεως· εἶδος ἰσχάδων

χέλ … ιον· τὸ ἀπωστρακωμένον τῆς χελώνης δέρμα χέλυος νῶτος ὀστρακώδης

χελούειν· βήσσειν. καὶ χελούσειν ὁμοίως

χέλους· μουσικὸν ὄργανον

… χελλών· ἰχθῦς ποιός

χέλυν· μέρος τῶν ἱερείων

χελῦναι· χῆλαι

χέλυν ἔν τʼ ἀλύροις .....· χέλυς ἡ κιθάρα· ἀπὸ γὰρ ὀστράκου χελώνης κιθάρα γίνεται

χελυνέων· χημῶν

χελύνη· τὰ χείλη. ἄλλοι τὴν κιθάραν. καὶ τὴν χελώνην. καὶ λύραν. καὶ ὄργανον πολεμιστήριον

χελυνάζειν· χλευάζειν

χελύνιον· χελώνιον

χέλυς· χελώνη. λύρα. μηχάνημα

χέλυσμα· τὸ προσηλούμενον τῇ τρόπει ξύλον, ἕνεκα τοῦ μὴ πονεῖν τὰ ξύλα ἐν τῷ καθέλκεσθαι τὰ πλοῖα

χελύσσεται· βήσσει

χελώνη· τὸ ὑποπόδιον. καὶ νόμισμα Πελοποννησιακόν. καὶ ἡ τρόπις τῆς νεὼς διὰ τὸ ἐπικαμπές

χελωνίας· ἡ ποικίλη κανθαρίς

χελωνίδος· οὐδὸς τῆς θύρας τῆς σκηνῆς

χελωνός· τὴν θαλασσίαν χελώνην οὕτω λέγουσί τινες, ὣς τὴν ἀράχνην ἄραχνον

χελωνοφάγοι· ἀετοί τινες

χεννίον· ὀρνιθάριόν τι κατʼ Αἴγυπτον ταριχευόμενον. καὶ εἶδος ἰχθύος

χέραδος· ἡ μετʼ ὀστράκων καὶ λίθων ὕλη

χερεῖον· χείρονα. ἐλάττονα. χεῖρον

χέρηϊ· χείρονι, ἥττονι, ἢ ἥσσονι

χέρμα· ποίημα. χάλιξ

χερμαδίῳ· χειροπλήθει λίθῳ

χερμάς· λίθος χειροπλήθης, ὃν τῇ χειρὶ βαστάσαι καὶ ἀνελέσθαι δύναταί τις

χερματιστής· λίθος χειροπλήθης. καὶ δίσκος βακχεῖος

χερνής· πένης. λάτρις, χειροτέχνης, ὁ ἀπὸ χειρῶν ζῶν χειρόβιος ... χερνήτης· χέρνα γὰρ ἡ πενία

χερνῆτις· ἡ ἀπὸ χειρῶν ζῶσα, πενιχρά, χήρα

χέρνιβα· τὸ ἐπιχεόμενον ταῖς χερσὶν ὕδωρ

χερνιβεῖον· τὸ ἁγνισθῆναι διʼ ὕδατος ἔχοντος κριθὰς καὶ ἅλας

χέρνιβος· τοῦ προχεομένου ὕδατος

χερνιψάμενος· τὰς χεῖρας νιψάμενος

χέῤῥον· τὴν χέρσον γῆν. Λάκωνες

χεῤῥονησία γῆ· ἡ ἐκ δεξιῶν καὶ ἀριστερῶν ἔχουσα θάλασσαν

χερσεύει· Σοφοκλῆς Ἴωνι· κείμενος μὲν βουστάδας αὐλὰς ἐπὶ χέρσου ἢ διὰ χειρῶν ἔχει, ἢ οὕτως ἐμβατεύει

χερσεία· ἐρημία

χερσόνησος· γῆ εἰς θάλασσαν ἐκνεύουσα, ἡ μήτε χέρσος, μήτε θάλασσα .....

χέρσος· ἡ ἔρημος γῆ καὶ τραχεῖα, καὶ πᾶσα γῆ ἄκαρπος καὶ ἀνέργαστος

χερσωθήσονται· ἐρημωθήσονται

χερωίς· εἶδος δρυός

χεῦαι· ἐπιχέαι, καταχῶσαι ἐπὶ τῶν τελευτώντων

χευάμεναι· περιβαλόμεναι

χεύει· ῥεῖ

χεῦμα· ῥεῦμα, ὕδωρ

χεύμασι· προχόη.

χεύωσι· χύσωσι, χώσωσιν

χηλᾶς· ῥάπτης, πλέκτης ἢ τροφεύς

χηλεύει· ῥάπτει, πλέκει

χηλευτὰ κράνη· τὰ ῥαπτά, χηλὰς ἔχοντα ποιάς

χηλή· ὁπλή, ὄνυξ βοός. γνάθος

… χηλεύσεις· πλέξεις. Χηλεύματα γὰρ ἐλέγοντο οἷον ὀπήτια, οἷς πλέκουσιν ἢ ῥάπτουσιν

χήλινον· πλεκτόν

χηλοδευσεῖν· ἀδολεσχεῖν. οἱ δὲ τρίβειν

χηλός· κιβωτός

χηλῶι· ὅμοιον

χήλωμα· γλυφίς

χηλώτια· αἱ ῥαφίδες τῶν δικτυοπλόκων

χήμη· χάσμη. χηραμίς. λεία

χηνάλοπες· ὄρνεα ποιά. ὅπερ ἔνιοι χηναλώπεκες

χῆνα ὀμνύειν· ἔθος ἦν τὸ κατὰ τῶν τοιούτων ὀμνύειν τοῖς παλαιοῖς

χήνημα· καταμώκημα

χηνῆσαι· καταμωκήσασθαι

χηνοβοσία· χηνοβοσκία

χηνύστρα· αὐτὴν τὴν χάσμην. καὶ τὸ στραγγεύεσθαι

χηνυστρᾶσθαι· χασμᾶσθαι

χηνυστρεῖς· βοᾷς, κέκραγας. ἐνίοτε στραγγεύῃ

χήπτη· ἐν σπάνει καὶ χρείᾳ ἐστίν

χήρ· ἐχῖνος

χήρα· ἡ μετὰ γάμον μὴ συνοικοῦσα ἀνδρί, ἡ τὸν ἄνδρα στερηθεῖσα γυνή

χῆραι· αἱ μὴ ἔχουσαι ἄνδρας

χηράμβη· χηρῶν οἴκημα

χηραμοί· οἱ φωλεοὶ τῶν θηρίων, καὶ αἱ καταδύσεις, σπήλαια, καὶ πέτραι κοῖλαι

χῆροι· ἄνδρες μὴ ἔχοντες γυναῖκας

χηραμύδες· τὰ κοῖλα καὶ ἔχοντα κενώματα

χήρατο· ἐχάρη

χηρεύει· ἐνδεής ἐστιν, ἢ ἔρημος

χηρήϊον οἶκον· παρὰ Ἀντιμάχῳ τὸν ἄτεκνον

χῆρον· τὸν ὀρφανόν. ἢ ἐστερημένον, ἢ ἔρημον, καὶ χρείαν ἔχων τινός

χηροπτάζουσα· διὰ χειρὸς ἔχουσα

χηρῶσαι· ἐρημῶσαι

χήρωσας· χήραν εἴασας

χήρωσε· ἔξανδρον ἐποίησεν

χηρωσταί· οἱ μακρόθεν συγγενεῖς

χήτεϊ· στερήσει, ἐνδείᾳ, σπάνει

χήτει ἐνευναίων· ἐνδείᾳ τῶν ἐγκοιμησομένων ἤτοι περιβολαίων

χητεία· χρεία

χῆτος· ἔνδεια, στέρησις

χθαμαλός· ταπεινός. ἴσος, ὁμαλός. κοῖλος

χθαμαλώτερος· κατὰ σύγκρισιν

χθές· χθιζόν, ἐχθές

χθεσιφωνῶν· κακολογῶν

χθιζά· τὰ χθὲς καὶ πρώην

χθιζά τε καὶ πρωϊζά· χθὲς καὶ πρωΐ

χθιζοί· χθεσινοί

χθιζός· χθεσινός

χθόα· σῶμα

Χθόνιος Ζεύς· ὁ Ἅιδης

χθόνια· ὑπόγεια. κεκρυμμένα. βαρέα. φοβερά. μεγάλα

χθονίην· νεκρικεν

… χθόνια λουτρά· τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. ἐκόμιζον γὰρ ἐπὶ τοὺς τάφους λουτρά

χθονήρεις· χθονίους

χθονίαν λώβαν· ἀντὶ τοῦ μεγάλην ὕβριν, καὶ τὴν χθονὸς λώβην

χθόνιον· μέγα

χθονίους Ἰναχίδας· αὐτόχθονας καὶ οὐκ ἐπήλυδας

χθονίων· ἐπιγείων

χθονόπαιδα Ὥραν· καθʼ ὃ ἐκ Γῆς αἱ Ὧραι τὰ φυόμενα, ὡς Ἡμέρα Ἡλίου, καθʼ ἱστορίαν

χθονός· γῆς

χθών· ἡ γῆ ἀπὸ τῆς χύσεως

χιάζειν καὶ σιφνιάζειν· ......

χῖαι· ὑποδήματος ἀνδρείου εἶδος

χιαστὶ τίλλειν· ὡς τῶν Χίων κατεαγότων καὶ παρατιλλομένων

χιδαλέον· τυφλόν. ἄγαμον. πεφρικός

χίδαδον· τὸ παιδίον

χίδαι· ἀντὶ τοῦ Κρῆτες

χιδᾶν· χειμάζεσθαι. δειλιᾶν

χίδρα· στάχυες νεογενεῖς. ἢ τὰ ἐξ ὀσπρίων ἄλευρα. ἢ σῖτος νέος φρυττόμενος. ἢ τὰ ὀσπριώδη σπέρματα

χίδρυ· ὄνομα δειλόν

χίδρων· νέων καρπῶν. καὶ θερμῶν

χιλάγρα· ζωύφιόν τι

χιλίαρχος· χιλίων ἄρχων

χιλιοστή· τέλος ἀπὸ τῆς θυσίας

χιλός· ἡ τροφή. καὶ χιλὸν τὸ αὐτό. καὶ χόρτος τῶν βοσκημάτων.

χιλοῦσθαι· παχύνεσθαι. σιτίζεσθαι

χιλ … ωθῆναι· χιλίας δραχμὰς ζημιωθῆναι

χιλωτήρ· τὸ τοῖς ὑποζυγίοις ἀπὸ κορυφῆς ἐξαρτώμενον, ἐν ᾧ ἡ τροφή

Χίμαιρα· τρίμορφον θηρίον, ὃ πρόσθεν μὲν λέων, μέσον δὲ χίμαιρα, ὄπισθεν δὲ δράκων. φασὶν δὲ ἐν Λυκίᾳ γίνεσθαι ὡς κεφαλὴν μὲν λέοντος ἔμπροσθεν, καὶ ἀπὸ στόματος πῦρ ἀποπέμπον, ὄπισθεν δὲ δράκοντος ἔχον κεφαλήν

χιμᾶν· ῥιγοῦν

Χιμαρίδαι· γένος τι Ἀθήνησιν

χίμαροι· αἶγες χειμέριαι, ἢ τράγοι, ἢ ἔριφοι.

χίμετλον· τὸ ἐν χειμῶνι γενόμενον ἕλκος ὑπὸ ψύχους

Χίοις· τὰ ἀγαθὰ εὔχεσθαι Ἀθήνησιν ἱστορεῖ τὸν κήρυκα

χιονέα· λευκά. ἢ φωτώδη

χιονίζει· λευκαίνει

Χῖον ἐκ Λακαίνης· ἐκ κύλικος Λακαίνης οἶνον

χιονολόφον· τὸ ἀποταμῆναι τῆς κεφαλῆς τὸ μέσον

χίραι· αἱ ἐν ταῖς πτέρναις ῥαγάδες

χιραλέους· τοὺς πόδας κατειργασμένους

χιτών· ἐσθής, θώραξ, ἱμάτιον ἀνδρικόν

χλαβόν· εὐτραφές

χλαῖνα· χλανίς, ἢ ἱμάτιον χειμερινόν, ἀπὸ τοῦ χλιαίνειν, ὅ ἐστι θερμαίνειν

χλανίαι· περιβολαί

χλανίτιδες· αἱ ὅρμοι παρθένων

χλαμυρίς· πόα, ὁ κυρίως βρόμος

χλαμύς· πορφύρα ἢ χιτών

χλαμός· χλαῖνα

χλαμυραί· τρυφῶσαι. γρυπῶσαι

χλανίδες· λεπτὰ ἱμάτια

χλανίδιον· ἱμάτιον λεπτόν

χλάνος· τὸ περὶ τοὺς τραχήλους δάσος

χλαρόν· κόχλαξ

χλαρά· ψαιστὰ ἐν ἐλαίῳ

χλαρόν· ῥυπαρόν. λεπτόν. τρυχαλέον. ὠχρόν

χλαρόν· ἐλαιηρὸς κώθων

χλεμερόν· χλιαρόν. θερμόν

χλεμύρα· χλοανθοῦντα

χλεαίεται· θερμαίνεται

χλευάζει· ἐμπαίζει, γελᾷ

χλεύη· γέλως

χλευασμός· ἐμπαιγμός

χλευδόν· χύδην. σωρηδόν. πληθύοντα

χλῆδος· ὁ σωρὸς τῶν λίθων

χλήδης· σπάδων, θλαδίας, εὐνοῦχος

χλιδᾷ· φρίκη, ῥῖγος. τρυφᾷ

χλιδαί· ἀγλαΐσματα, τρυφαί

χλιδανή· τρυφηλή

χλιδανόν· τρυφερὸν ὁμοίως

χλιδή· τρυφή. ἱμάτιον χειμερινόν

χλιδός· σακκοπάθνιον

χλίδωνες· κόσμος ὃν αἱ γυναῖκες περὶ τοῖς βραχίοσιν εἰώθασι φορεῖν καὶ τοὺς τραχήλους

χλιδωνόπουν· χλίδωνας περὶ τοὺς πόδας ἔχοντα, τουτέστι περισκελίδας

χλιδώσαις· τρυφώσαις

χλίει· θρύπτει

χλιερόν· τὸ ἔνθερμον

χλιήνας· χλιάνας

χλιοῦται· σχίζεται

χλόα· βοτάνη

χλοάζει· ἀνθηρός ἐστιν, ἀνθηρεύεται

χλοάζεσθαι· γαστρίζεσθαι

χλοανθεῖν· χλωρὸν ἀνθεῖν

χλοάσουσι· βλαστήσουσιν

χλόδη· ἔκλυσις καὶ μαλακία

χλοερόν· χλωρόν. χεαρόν. ὠχρόν. νέον. ἁπαλόν

χλόη· βοτάνη. φύλλα

χλοιά· ἑορτὴ ἀπὸ τῶν κάλπων

χλοιδᾶν· διέλκεσθαι καὶ τρυφᾶν

χλοιδέσκουσαι· γαστρίζουσαι

χλοιδῶσι· θρύπτονται

χλόος· χλωρίασις, ὠχρότης

χλοσσός· ἰχθῦς ὑπὸ Ἰώνων

χλουνάζειν· κινύρεσθαι

χλοῦναι· λωποδύται, οἱ τῇ χλόῃ εὐναζόμενοι

χλούνην· τὸν τῇ χλόῃ εὐναζόμενον

χλουνός· χρυσός

χλοῦς· ὠχρότης

χλωραί· συκαῖ

χλωρός· τυρός

χλωρεύς· ὀρνιθάριον χλωρόν

χλωρηῒς ἀηδών· ἤτοι ἀπὸ τοῦ χρώματος ἡ χλωρά. ἢ διὰ τὸ ἐπὶ χλωρῶν καθέζεσθαι δένδρων. ἢ ἀπὸ Χλωρίδος τὸ γένος ἔχουσα

χλωροί· οἱ φάσηλοι. μήποτε δὲ ὦχροι γραπτέον

χλωροκυρτίδες· εἶδος καρίδων

χλωρόν· ὑγρόν. δεινόν, χαλεπόν

χλωρὸν δέος· τὸ χλωροποιόν. τοιοῦτος γὰρ ὁ φόβος, χλωριάσεως ποιητικός

χλωρόν τε καὶ βλέποντα· ἀντὶ τοῦ ζῶντα

χλωρὸν τυρόν· ἁπαλόν

χλωρός· ὠχρός

χλωρῷ πέδῳ· νεαρῷ

χναύει· λαμβάνει. κνίζει

χναύεται· περικνίζεται. λαμβάνει

χναῦμα· τὸ βρῶμα

χναύματα· τὰ βρώματα. καὶ τὰ τῶν κρεῶν ἀπανθρακίσματα

χναύων· περικνίζων. περιτίλλων

χνισμός· νῆστις

χνιαρωτέρα· χνοωδεστέρα

χνίει· ψακάζει. θρύττει

χνόαι· αἱ χοινικίδες, αἱ τοῦ ἄξονος σύριγγες

χνόην· τὸν τῶν ποδῶν ψόφον

χνόος· ὁ χνοῦς τοῦ γενειᾶν ἀρξαμένου

χνόος· ξυσμός. ψόφος, φθόγγος

χνοῦς· τὰ λεπτὰ τῶν ἀχύρων

χοᾶ· χοῦν. μέτρον ὑγρῶν

χοαί· θυσίαι. καὶ τὸ μελίκρατον. καὶ ἔλαιον

χοανεῦσαι· χωνεῦσαι

χοάνη· χώνη, τύπος, εἰς ὃν μεταχεῖται τὸ χωνευόμενον

χοάνοις· τοῖς φυσητῆρσι, ταῖς χώναις, καὶ κοιλώμασιν, εἰς ἃ ἐγχεῖται τὸ χωνευόμενον, ἢ τοῖς πηλίνοις τύποις

χοάρβηνα· τὰ γράμματα

χοάς· τὰς σπονδὰς τῶν νεκρῶν

χοᾶσθαι· καυχᾶσθαι

χοάσομαι· ἐπίξομαι

Χοάσπης· ποταμὸς Ἰνδίας

χοδιτεύειν· ἀποπατεῖν

χόδανον· τὴν ἕδραν

χόες· χῶναι

χοΐ· χώματι

χοΐας· τὸ ἀθροῖσθαι

χοϊκός· πήλινος, γήϊνος

χοίνικες· αἱ βαθεῖαι πέδαι. καὶ αἱ ἀπὸ μέρους τροφαί

χοινίκη· τοῦ τροχοῦ ἐν ᾧ στρέφεται ὁ ἄξων

χοῖνιξ· μέτρον τι. καὶ πέδη. καὶ νάρθηξ

χοιράδες· αἱ ἐγκείμεναι πέτραι. καὶ πάθος τι δεινόν

χοιρίημα· τὸ χοιρίδιον

χοιρῖναι· αἱ θαλάσσιαι ψῆφοι

χοιρογρύλλιον· ὁ ἐχῖνος

χοιροκομεῖον· λεπτόν τι πλεκτὸν ὡς ὀρνιθοτροφεῖον

χοῖροι· ὁμοίως. ἢ καὶ αὐτὰ τὰ ζῶα οἱ χοῖροι

χοῖρος· χοιρόσακα, μηχάνημά τι οὕτως ἐκαλεῖτο

χοιροσφάγος· θύτης

χοιροτροφεῖον· περίζωμα γυναικεῖον. καὶ συφεόν

χοιροφόρημα· χοιρίδιον

χολάδες· τὰ ἔντερα ἀπὸ τοῦ κεχαλάσθαι

χολαδία· τὸ σχολάζειν

Χολαργῆς· δῆμος φυλῆς Ἀκαμαντίδος

Χολάς· ἑορτὴ Διονύσου

χολέρα· ἔκκρισις κάτωθεν διὰ γαστρός, καὶ ἄνωθεν διὰ στόματος, ἐμετός

χολέρα· σωλήν, διʼ οὗ τὸ ὕδωρ ἀπὸ τῶν κεράμων φέρεται ἐξακοντιζόμενον

χολή· μανία πικρά

χόλικες· αἱ παχύταται κοιλίαι. οἱ δὲ τὰ τῆς κοιλίας γράμματα

χόλιξι· κοιλίαις

χολόβαφα· τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα

χολοβάφινον· τοῦτο λέγεται ἅμα μέν, ὅτι τὰ φαῦλα βαφέντα χολῇ βάπτεται, ἅμα δὲ τὰ χρυσῷ ἐμφερῶς βεβαμμένα

χολόεν· πικρόν, χολοποιόν

χόλος· ὀργή. ἐπιμονή. καὶ ἡ τῆς χολῆς διάθεσις

χολοῦται· πικραίνεται, θυμοῦται

χολωθείς· ὀργισθείς, εἰς χόλον ἀχθείς

χονδράς· χορδάς

χονδρίον· πίναξ. κέραμος

χονδρεύει· σεμίδαλιν ποιεῖ

χονδρίλη· ἄγριόν τι λάχανον

χονδρίτης· σεμίδαλις

χονδριτῶν· παχεῖα σεμίδαλις .....

χονδροκοπεῖα· μύλων ὅπου ὁ χόνδρος κόπτεται

χόνδρον· σεμίδαλιν μεμιγμένην ὡς πλακοῦντα

χόνδρος· τραγανός. οὗτος ὁ ἅλιξ. ἢ παχύς, ἢ μωρός

χόνδροι ἁλῶν· παχεῖς ἅλες

χόννος· ποτήριον χάλκεον

χοραγείων· διδασκαλείων

χοραγός· διδάσκαλος. ἔξαρχος

χορδαψός· πάθος ἐντέρων

χορδή· νευρὰ κιθάρας

χορδεῦσαι· κακοποιῆσαι. τεμεῖν

χορεῖον· καὶ αὔλημά τι. καὶ μέρος τι

χορεύει· μελῳδεῖ. βακχεύει. ὀρχεῖται

χορηγία· δόσις

χορηγεῖ· παρέχει, δίδωσιν

χορηγόν· παιδίον

χορηγός· διδάσκαλος. καὶ ὁ ἐπιδούς τι τῶν ἰδίων. τοῦ χοροῦ ἐξάρχων

χόρια· τὰ τῶν ἀρνῶν καὶ ἐρίφων ἀγγεῖα. ἄλλοι τὰ μέλιτος καὶ γάλακτος γενόμενα βρώματα

Χορίλα Ἐκφαντίδες· Κρατῖνος τὸν Ἐκφάντιδος οὕτως εἶπεν, αὐτὸν τὸν Χορίλλον

χορὸν δίδωμι· παροιμία ἐπὶ τῶν σκώμμασι νικώντων

χορός· κύκλος. στέφανος

χοροστασία· χορός

χοροστατῶν· χοροῦ κατάρχων

χοροῦ ἡγεῖται· χορὸν τρέφει

χορταῖος· δασὺς χιτών, οἷος τῶν Σειληνῶν

χορταιόβαμος· ὁ Σειληνός

χορταιοβάμων· χορταῖον τὸ ἔνδυμα τοῦ Σειληνοῦ

χόρτον οὐρανοῦ· τὸ περιόρισμα

χόρτος· ὁ συνήθης. καὶ ὁ περίβολος τῆς αὐλῆς, ὡς τό· αὐλῆς ἐν χόρτῳ οἱ δὲ εὐρυχωρίαν. δηλοῖ δὲ καὶ χώραν. καὶ χόρτασμα. καὶ τὸν ὅρον τὸν ἐκ γαίων, ὡς ἐν τῷ· σύγχορταναίω πεδία

χορῷ καλή· καλῶς χορεύουσα

χοῦαι· αἱ κατὰ ἀγροικίαν ἐπαγγηλίαι

χουμόν· χυλόν

χοῦς· ἄνθρωπος. καὶ τὸ ἐπιβαλλόμενον τῷ ὀρόφῳ. χῶμα. καὶ μέτρον κοτυλῶν. καὶ ἐρείπιον

χρᾷ· χρῄζει. θεσπίζει

χραίνει· μολύνει. σαίνει. χρίει

χραίνειν· μολύνειν. σαίνειν. χρίειν. μιαίνειν, ῥυπαίνειν

χραισμεῖν· βοηθεῖν

χραισμῆσαι· βοηθῆσαι

χραισμήσουσι· βοηθήσουσιν

χραισμῶσι· βοηθῶσιν

χρᾷν· χρῄζειν. μαντεύεσθαι. καὶ τὰ ὅμοια

χρᾶναι· χρῶσαι. καὶ τὰ ὅμοια

χράνας· μιάνας

χρανθείς· μιανθείς

χρανιεῖσθαι· χρανθήσεσθαι. ἐπικαυθήσεσθαι

χρᾶται· μολύνεται, καὶ τὰ τοιαῦτα. ἢ χρῆται

χραῦσαι· καταξύσαι. χρᾶναι. σκιάσαι. γράψαι. ἐπιτυχεῖν

χραύσῃ· καταξύσῃ. πλήξῃ

χραῦσις· ἄγκυρα μονόβολος

χρέα· δάνεια. μαντεύματα

χρεῖαι· ἔνδειαι

χρεαγωγός· ὁ ὑπὲρ ἑτέρου τὸν ὀφειλέτην ἄγων

χρέος· ὄφλημα. χρεία

χρει … τὴν ἔνδειαν. ποτὲ δὲ καὶ τῷ χρέει

χρειώ· χρέα. χρεία

χρείων· χρησμῳδῶν, χρησμολογῶν

χρείως· δέησις

χρεῖος· ὀφείλημα, χρέος

χρεμέδα· ἡγῆ ὡς Καλλίμαχος

χρεμετίζει· κιχλίζει ὡς ἵππος

Χρεμετίς· ὄνομα ποταμοῦ

χρεμετισμός· ἡ φωνὴ τῶν ἵππων

χρεμετᾷ· ἠχεῖ

χρεμίς· χρεμετίς

χρεμύς· ὁ ὀνίσκος ἰχθῦς

χρεμψιθέατρον· οἱ εἰσιόντες εἰς θέατρον .....

χρέοντες· προφητεύοντες

χρεολυτήσων· χρεοδοτήσων

χρεῦμα· ῥεῦμα

χρεώ· χρεία. ἢ τὸ εἱμαρμένον. ἢ τὸ ὀφειλόμενον

χρεώμενος· χρώμενος

χρεῶν· ὀφειλομένων. ἢ χρησμολόγων

χρεῶν ἀποκοπαί· ὅταν τὰ ὑπὸ τῶν πενήτων ὀφειλόμενα τοῖς πλουσίοις ἀκυρῆται

χρέως· χρέος, ὄφλημα

χρεωφειλέτης· ὁ τὸ χρῆμα ὀφείλων

χρή· δεῖ, πρέπει, καθήκει. χρησμῳδεῖ

χρήδανα· τὰ ὅπλα τοῦ ἱστοῦ

χρῆμα· πρᾶγμα. πλοῦτος, οὐσία. λῆμμα

χρήματα· οἷς τις δύναται χρῆσθαι. κτήματα. βοσκήματα

χρήϊα· πενία. ἢ χρήματα

χρηΐζοντα· ἐνδεόμενα, χρειώδη, χρείαν ἔχοντα

χρῆϊς· πονηρός

χρηματιεῖ· ποιεῖ

χρηματίζει· ἀποκρίνεται. λαλεῖ. πράττει. χρήματα συλλέγει

χρηματίσασθαι· πραγματεύσασθαι

χρηματισμός· ὀπτασίας νομοθεσία

χρῆναι· δέον εἶναι

χρῇς· θέλεις. χρῄζεις

χρῆσαι· θεσπίσαι

χρῆσθαι· καυχᾶσθαι. πράττειν. προσφέρεσθαι, χρησμῷ χρῆσθαι

χρησθήσεται· χρησιμεύσει

χρησμός· τιμωρία

χρῆσις· ἐνέργεια

χρησμολογεῖ· προφητεύει, μαντεύεται

χρησμόν· κλῃδόνα

χρησμός· προφητεία, πρόῤῥησις. ὁ παρὰ θεοῦ διδόμενος λόγος. ἢ μαντεία

χρησμῴδημα· τὰ αὐτά

χρησμῳδία· μάντευμα, μαντεία, προλεγόμενον

χρησμῳδούμενα· τὰ αὐτά

χρηστὰ ποιεῖν· τὸν ὑπὲρ ἑτέρου ὀφείλοντα

χρήστης· ὀφειλέτης. ὁ μάντις. καὶ ὁ δανειστής

χρηστήριον· μαντεῖον

χρηστοί· οἱ καταδεδικασμένοι. χρήσιμοι

χρηστός· χρήσιμος

χρηστῶν· χρησίμων

χρήστωρ· μάντις

χρῆται· χρᾶται

χρῖ· χρίει

χρίμπτεσθαι· ἐρείδειν. ἐγγίζειν. ἐκπίπτειν. στηρίζεσθαι. ἐκβαλεῖν. ἀλείφειν. προσπελάζειν

χρίμπτεται· προσεγγίζει, καὶ τὰ ὅμοια

χριμφθῆναι· ἐμπελασθῆναι. ἐκριφῆναι. ἀνορμῆσαι

χρίμψαι· πελάσαι

χρόα· τὸ σῶμα. ἢ χρῶτα

χροανθές· εὐφεγγές

χροΐ· σώματι. ἐπιφανείᾳ

χροιά· ἐπιφάνεια

χροϊζόμενον· λαμπρυνόμενον

χρόμαδος· κρότος, ψόφος

χρόμη· φρυαγμός. ὁρμή. θράσος

χρόμις· εἶδος ἰχθύος

Χρόμιος· ὄνομα κύριον

χρόμοις· χρεμετισμοῖς

χρόμος· ψύχος. ψόφος ποιός. οἱ δὲ χρεμετισμός

χρονίζει· διατρίβει

χρόνιον· ἀρχαῖον. ἢ μετὰ πολὺν χρόνον

χρονιώτερον· ὑπερχρονίζον

χρόος· χρώς, καὶ τὸ εις ἀπὸ τοῦ σώματος διῆλθεν

χροὸς ἆσαι· τοῦ χρωτὸς κορέσαι

χροιά· μακρά

χρυνάζει· καλεῖ

χρυσαΐζεται· κοσμεῖται

χρυσαλλίς· ζῶόν τι. οἱ δὲ τὴν ἀπὸ τῆς κάμπης γινομένην χρυσαλλίδα λέγουσιν

χρυσαμοιβός· ἀργυρογνώμων

χρυσάμπυκας· χρυσοχαλίνους. χρυσομίτρους

χρυσάμπυκες· χρυσόδεσμοι

χρυσάμπυκος· χρυσοδέσμου. χρυσοχαλίνου. οἱ δὲ χρυσοῦς δεσμοὺς ἔχοντος περὶ τὴν ἄμπυκα, ὅ ἐστιν ἡ τῶν τριχῶν εἰς τὸ ἄνω ἀνάληψις

χρυσάνθεμον· πόα. ἢ καὶ χρυσάνθιμον

χρυσάορον· χρυσοῦν ξίφος ἔχοντα

χρυσαόρου· χρυσοῦν ἄορ ἔχοντος, ὅ ἐστι φάσγανον, μάχαιραν, σπάθην

χρυσαυγοῦντα· ἀστράπτοντα, ἡ στίλβοντα

χρυσάωρ· χρυσόηλος. χρυσοκίθαρις. ἢ καλλιόμιλος

χρύσεον σκῆπτρον ἔχων· ἀντὶ τοῦ αὐτὸς ὁ Τειρεσίας, περιφραστικῶς

χρυσεοπήνητος· ἡ διὰ χρυσοῦ εἰργασμένη

χρυσέῳ· τῷ χρυσῷ. ἢ λαμπρῷ

χρυσῆ· ἐπὶ τῆς Ἀφροδίτης

χρυσηλάκατος· καλλίτοξος· ἠλακάτη γὰρ ὁ τοξικὸς κάλαμος

χρυσήλατος· χρυσῷ ἐληλασμένος καὶ κατεσκευασμένος

χρυσήνιος· χρυσᾶς ἡνίας ἔχων. οἱ δὲ καλάς. ἢ καλλίδιφρος

χρυσῆς Ἀφροδίτης· τῆς καλῆς

χρυσία· ὁ χρυσός

χρῶ· μολυσμῷ

χρυσίς· ποτήριον. οἱ δὲ φιάλη χρυσῆ

χρυσίον· τὸ τῶν παιδίων αἰδοῖον

χρυσῖτις λίθος· ἡ καλουμένη βάσανος ἢ Λυδία

χρυσοκόλλα· βρῶμά τι ἐκ λινοσπέρμου καὶ μέλιτος. καὶ χρῶμά τι χλωρόν

χρυσοκόλλητος σφραγίς· χρυσοδακτύλιος

χρυσόλοφοι δράκοντες· χρυσόλοποι. χρυσᾶς λεπίδας ἔχοντες

χρυσορανίς· ἡ χέρνιψ ἀπὸ τοῦ χρυσὸν ἔχειν

χρυσόθρονος· καλλίθρονος

χρυσόρραπις· ὁ Ἑρμῆς· ἀπὸ τῆς ῥάβδου καλομήχανος

χρυσοραγές· χρυσοβαφές

χρυσορραγὲς ἔρνος· ἀπεῤῥηγμένον ἢ ἀπεστραμμένον ἀπὸ τοῦ δένδρου

χρυσότευκτος· ἐκ χρυσίου κατασκευασθείς

χρυσοτόρευτα· χρυσόγλυφα

χρυσοῦς· Πολέμαρχός φησι δύνασθαι τὸν χρυσοῦν παρὰ τοῖς Ἀττικοῖς δραχμὰς δύο, τὴν δὲ τοῦ χρυσοῦ δραχμὴν νομίσματος ἀργυρίου δραχμὰς δέκα. μνᾶς δὲ λέγεσθαι τοὺς πέντε χρυσοῦς

Χρύσω· δαίμων

χρώζει· προσάπτει. ψηλαφᾷ

χρῶμα· φρυαγμός. ὁρμή. θράσος. καὶ παρὰ τοῖς μουσικοῖς χροιά

χρωματισθεὶς εὐθὺς ἐξ εὐνῆς φόνῳ· ἀντὶ τοῦ χρωτισθείς

χρῶσαι· χρωματίσαι. μολῦναι

χρώσω σῶμα· μολυνῶ σῶμα

χρωσθῆναι· μολύνεσθαι

χρώσειν· μολυνεῖν

χρὼς ζῶν· σῶμα ζῶν

χρῶμαι· μολύνομαι

χρωτός· σώματος

χύδην· κεχυμένως, ἀθρόως. εἰκῆ. σωρηδόν, δαψιλῶς

χυλός· πεμμάτων ὑγρῶν ἐκπίεσμα

χύμα· ῥεῦμα. πλῆθος

χύματα· τὰ ἐπὶ τοῖς τάφοις χεόμενα

χυμοί· γεύσεις

χυμός· σίελος.

χύνιν· τὴν χεῖρα

χύντο· ἐξεχύθησαν

χύῤῥα· οὕτως εἰώθασι ταῖς ὑσὶν ἐπιφθέγγεσθαι

χυῤῥάβιο· δεσμοὶ συῶν

χύῤῥαβος· ὄρνις τις ποιός

χυῤῥοίδια· τὰ ζῶα τὰ χυοιρροίδια

χυῤῥεῖον· στρεπτόν, ᾧ δεσμεύουσι τοὺς χοίρους. ἔστι δὲ ξύλινον

χυρβιάσαι· σκιρτῆσαι

χυτά· χωστά

χυτή· χωστή

χυτή· ἡ ἐπὶ τοῦ τύμβου χωννυμένη γῆ

… χυτοί· οἱ τῷ δικτύῳ τῶν ἰχθύων περιφερόμενοι

χυτόν· χωστόν. καὶ τὸ χῶμα. καὶ ὁ ξεστὸς λίθος

χύτλα· τὰ μετʼ ἐλαίου καὶ ὕδατος ἀλείμματα

χυτλάζει· κλυδάζεται

χύτλα· τὸ ἐφʼ ὕδατος ἔλαιον. καὶ εἶδός τι μαντείας διʼ ὕδατος καὶ ἐλαίου

χυτλάσαι· τρυφῆσαι. διαχέαι, ὑγρᾶναι

χύτλασον· ὕγρανον

χυτλὸς δὲ κράτος ὁ κοσεύσκιος παρῆν· ἐσπαρμένος εἰκῆ καὶ οὐκ ἐν τάξει μένουσιν

χυτλῶσαι· μετʼ ἐλαίου λούσασθαι

χυτλώσαιτο· ἀλείψαιτο μετὰ τὸ λούσασθαι

χύτραι· τὰ χυτροπώλια

χύτραις λημᾶν· μεγάλαις τισὶ ..... κωλύεσθαι βλέπειν, καὶ λίαν λημᾶν

χυτρεοῦν· ὀστράκινον

χυτρεῖα· τὰ τῶν χυτρῶν ὀστράκια

χυτρίδιον· μέτρον τι

χυτρίου· τοῦ κρανίου

χυτρίνδα· παιδιᾶς εἶδος τοιαύτης· καθέζεταί τις ἐν μέσῳ. εἶτα κύκλῳ περιτρέχοντες οἱ παῖδες περὶ τὸν καθεζόμενον, ποιοῦσιν αὐτὸν περιστρέφεσθαι, ἕως ἅψηταί τινος τύπτοντος αὐτόν· εἶτα καθέζεται ὁ ληφθείς

χυτρίζειν· ἐν χύτρᾳ ἐκτιθέναι

χυτρῖνοι· τὰ κοῖλα τῆς γῆς, διʼ ὧν αἱ πηγαὶ ἀνίενται

χυτρισμός· ἡ τῶν βρεφῶν ἐν ταῖς χύτραις ἔκθεσις

χώεσθαι· συγχεῖσθαι. χολοῦσθαι

χώεται· θυμοῦται. μέμφεται. ὀνειδίζεται. χολοῦται, καὶ τὰ ὅμοια

χωΐδα· τροφὴν

χωλάβει· θορυβεῖ

χωλεύει· νοσεῖ. σκάζει

χώλοθρον· ἡ κοιλασία

χῶμα· ὕψωμα γῆς, ὄχθη

χωματεπέκτης· τοῖς χώμασιν ἐπικείμενος

χωνευτήριον· χωνεῖον

χῶμος· χῶμα, σωρός.

Χωνήν· τὴν Ἰταλίαν οὕτως πάλαι ἔλεγον, ὥς φησιν Ἀντίοχος ὁ Ξενόφα... ἐν τῷ περὶ Ἰταλίας

χῶνος· βουνός. βόθυνος

χωόμενος· λυπούμενος. ὀργιζόμενος, χολούμενος. συγχεόμενος

χώρει· πορεύου

χωρεῖν· ἀπελθεῖν

χώρησαν· ἀνεχώρησαν

χωρήσαντα· καταβληθέντα. ὁρμήσαντα

χωρίον· δοχεῖον. κόπτρον.

χωρίς· δίχα. ἰδιαζόντως

χωρίτης· ἀγρότης, ἄγροικος. ἄλλοι τὸν ὁδηγόν

χωροβατεῖ· ἐν τῇ χώρᾳ περιπατεῖ

χῶρος· τόπος, ἀγρός. ἄνεμος. ἢ χωρίον

χωσάμενος· χολωσάμενος

χώσασθαι· συγχυθῆναι, ὀργισθῆναι. λυπηθῆναι

χωσθῆναι· τὰ αὐτά