eul_wid: djs-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Gods and Time by Hermippus the Comic Poet

The Fragments on Gods and Time is a modern compilation of 168 surviving passages attributed to the lost comedies of Hermippus, an Athenian poet of Old Comedy active during the latter half of the 5th century BCE. As no complete play by Hermippus has survived antiquity, these fragments exist solely through their quotation by later Greek authors, primarily lexicographers, grammarians, and commentators seeking to illustrate linguistic or cultural points. The modern title reflects two of the collection's most prominent thematic threads: the parody of divine figures and mythological conventions, and observations on societal change and the nature of time. Active during the peak of Old Comedy, a genre characterized by its bold political satire, personal invective, and imaginative, often absurd plots, Hermippus wrote for performance at leading Athenian civic festivals such as the City Dionysia. The fragments, which consist of dialogue and choral lyrics composed in Attic Greek verse, provide piecemeal insights into the broader landscape of classical Athenian comedy beyond the limited corpus of complete plays preserved from Aristophanes and Menander. Scholars utilize these textual remnants to reconstruct aspects of Hermippus's poetic style, his comedic targets, and the wider theatrical and social concerns of his era, thereby illuminating a voice otherwise lost from the historical record.

ΑΘΗΝΑΣ ΓΟΝΑΙ
ὁ Ζεὺς «δίδωμι Παλλάς» ἠσί «τοὔνομα».
ἀπὸ τῆς τραπέζης τουτονὶ τὸν στήμονα
ἄττεσθʼ ἐπινοῶ.
τὴν μὲν διάλεκτον καὶ τὸ πρόσωπον ἀμνίου
ἔχειν δοκεῖς, τὰ δʼ ἔνδον οὐδὲν διαφέρεις
δράκοντος.
ἐκεῖνός ἐστι στρογγύλος τὴν ὄψιν, ὦ πονηρέ,
ἐντὸς δʼ ἔχων περιέρχεται κύκλῳ τὰ πάντʼ ἐν αὑτῷ,
ἡμᾶς δὲ τίκτει περιτρέχων τὴν γῆν ἁπαξάπασαν·
ὀνομάζεται δʼ ἐνιαυτός, ὢν δὲ περιφερὴς τελευτὴν
οὐδεμίαν οὐδʼ ἀρχὴν ἔχει, κυκλῶν δʼ ἀεὶ τὸ σῶμα
οὐ παύσεται διʼ ἡμέρας ὁσημέραι τροχάζων.
καιροσπάθητον ἀνθέων ὕφασμα καινὸν Ὡρῶν.
λεπτοὺς διαψαίρουσα πέπλους ἀνθέων γέμοντας.
ΑΡΤΟΠΩΛΙΔΕΣ
φέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦσʼ ἐγώ,
καὶ θυμιάσω τοῦ τέκνου σεσῳσμένου.
ὦ σαπρὰ καὶ πᾶσι πόρνη καὶ κάπραινα.
καὶ τάριχος πίονα
δοκικῶ·
γελγοπωλεῖν
ΔΗΜΟΤΑΙ
οἴμοι, τί δράσω σύμβολον κεκαρμένος;
νῦν δʼ οὐδʼ ἀφύην κινεῖν δοκεῖς.
ἔχοντες ἴσον ἀσπίδιον ὀγκίῳ.
οὐ φροντὶς Ἱπποκλείδῃ
αὐτοσχεδίς
βᾶ
κακκάβη
κατόχως
λεπτολογίαν
πάρισθι
ΕΥΡΩΠΗ
ῥύζων ἅπαντας ἀπέδομαι τοὺς δακτύλους.
ΘΕΟΙ
ἔπειθʼ ὅταν πινώμεθʼ ἢ διψώμεθα,
εὐχόμεθα πρὸς τοῦθʼ ὁ οἶνος, ὠκερασγενου.
οὐκαστοῦ καὶ πηλοῦ ʼγὼ φέρω παίζων ἅμα,
καυθεὶς γεγένηται τοῦτο πέντε καὶ δύο.
ὥσπερ αἱ κανηφόροι
λευκοῖσιν ἀλφίτοισιν ἐντετριμμένος.
Β. ἐγὼ δʼ ἐνέκαψα λανθάνων τὴν διφροφόρον.
καὶ πρὸς κύβους ἕστηκʼ ἔχων τὸ κήθιον.
ἐξ ἀγορᾶς δʼ ἐγὼ
ὠνήσομαι λύχνον τινʼ ἢ στίλβην.
τόν τε κότυλον πρῶτον ἤνεγκʼ ἐνέχυρον τῶν γειτόνων.
φήμης ἱερᾶς ἐξοιγνυμένης ὥσπερ πέπονος δοθιῆνος.
λεπάδας δὲ πετρῶν ἀποκόπτοντες κρεμβαλιάζουσι.
καὶ σέ τι χρὴ παραταιναρίζειν.
πεντελιθίζειν
ΚΕΡΚΩΠΕΣ
οἱ γὰρ πενόμενοι
ἀνάπηρά σοι θύουσιν ἤδη βούδια
Λεωτροφίδου λεπτότερα καὶ Θουμάντιδος.
ἤδη τεθέασαι κόκκον ἐν χιόνι ῥόας;
χρυσίδʼ οἴνου πανσέληνον ἐκπιὼν ὑφείλετο.
Κολακοφωροκλείδης
φρεατιαῖον ὕδωρ
διαλέγειν
ΜΟΙΡΑΙ
ὁ Ζεὺς δὲ τούτων οὐδὲν ἐνθυμούμενος
μύων ξυνέπλαττε Θετταλικὴν τὴν ἔνθεσιν.
μείζων γὰρ ἢ νυνδή ʼστι, καὶ δοκεῖ γέ μοι,
ἐὰν τοσοῦτον ἐπιδιδῷ τῆς ἡμέρας,
μείζων ἔσεσθαι Διαγόρου τοῦ Τερθρέως.
οἶσθά νυν ὅ μοι ποίησον; τήνδε νῦν μή μοι δίδου,
ἐκ δὲ τοῦ κέρατος αὖ μοι δὸς πιεῖν ἅπαξ μόνον,
ἢν ἐγὼ πάθω τι τήνδε τὴν λεπαστὴν ἐκπιών,
τῷ Διονύσῳ πάντα τἀμαυτοῦ δίδωμι χρήματα.
εἰ δʼ ἦν τὸ γένος τῶν ἀνθρώπων τῶν νῦν τοιόνδε μάχεσθαι,
καὶ βατὶς αὐτῶν ἡγεῖτʼ ὀπτὴ μεγάλη καὶ πλευρὸν ὕειον,
τοὺς μὲν ἄρʼ ἄλλους οἰκουρεῖν χρῆν, πέμπειν δὲ Νόθιππον ἕνʼ ὄντα·
εἷς γὰρ μόνος ὢν κατεβρόχθισεν ἂν τὴν Πελοπόννησον ἅπασαν.
βασιλεῦ Σατύρων, τί ποτʼ οὐκ ἐθέλεις
δόρυ βαστάζειν, ἀλλὰ λόγους μὲν
περὶ τοῦ πολέμου δεινοὺς παρέχει,
ψυχὴν δὲ Τέλητος ὑπέστης;
κἀγχειριδίου δʼ ἀκόνῃ σκληρᾷ
παραθηγομένης βρύχεις κοπίδος,
δηχθεὶς αἴθωνι Κλέωνι.
χλανίδες δʼ οὖλαι καταβέβληνται,
θώρακα δʼ ἅπας ἐμπερονᾶται,
κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται,
βλαύτης δʼ οὐδεὶς ἔτʼ ἔρως λευκῆς,
ῥάβδον δʼ ὄψει τὴν κοτταβικὴν
ἐν τοῖς ἀχύροισι κυλινδομένην,
Μανῆς δʼ οὐδὲν λατάγων ἀίει,
τὴν δὲ τάλαιναν πλάστιγγʼ ἂν ἴδοις
παρὰ τὸν στροφέα τῆς κηπαίας
ἐν τοῖσι κορήμασιν οὖσαν.
ῥάμμʼ ἐπέκλωσας
βελονίδας
ΣΤΡΑΤΙΩΤΑΙ
τίς ἔσθʼ ὁ πωλῶν τἀνδράποδʼ; Β. ὅδʼ ἐγὼ πάρα.
τῶν φιβάλεων μάλιστʼ ἂν ἢ τῶν κοράκεων.
οἴμοι τάλας, δάκνει, δάκνει,
ἀπεσθίει μου τὴν ἀκοήν.
ὥρα μάττειν ἐπὶ τοῖς ἱεροῖς καὶ τὴν ᾤαν περιδεῖσθαι
περὶ τὴν ὀσφύν.
ὥρα τοίνυν μετʼ ἐμοῦ χωρεῖν τὸν κωπητῆρα λαβόντα
καὶ προσκεφάλαιον, ἵνʼ ἐς τὴν ναῦν ἐμπηδήσας ῥοθιάζῃς.
Β. ἀλλʼ οὐ δέομαι πανικτὸν ἔχων τὸν πρωκτὸν προσκεφαλαίου.
Χία δὲ κύλιξ ὑψοῦ κρέμαται
περὶ πασσαλόφιν.
ῥάβδον δʼ ὄψει τὴν κοτταβικὴν
ἐν τοῖς ἀχύροισι κυλινδομένην.
νικᾷ δʼ ᾤα λιθίνην μάκτραν.
Α. χαῖρʼ, ὦ διαπόντιον
στράτευμα, τί πράττομεν;
τὰ μὲν πρὸς ὄψιν μαλακῶς
ἔχειν ἀπὸ σώματος,
κόμῃ τε νεανικῇ
σφρίγει τε βραχιόνων.
Β. ᾔσθου τὸν Ἄβυδον ὡς
ἀνὴρ γεγένηται;
ἀνερίναστος εἶ
ἠριστάναι
ΦΟΡΜΟΦΟΡΟΙ
παρὰ τῶν καπήλων λήψομαι τὸ σύμβολον.
τῇδʼ ἐξιόντι δεξιᾷ, ὦ λυχνίδιον.
ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,
ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπʼ οἴνοπα πόντον,
ὅσσʼ ἀγάθʼ ἀνθρώποις δεῦρʼ ἤγαγε νηὶ μελαίνῃ.
ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον·
ἐκ δʼ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη·
ἐκ δʼ αὖ Ἰταλίας χόνδρον καὶ πλευρὰ βόεια·
καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι
καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς.
αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσιν.
καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειεν
ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσιν.
ταῦτα μὲν ἐντεῦθεν. ἐκ δʼ Αἰγύπτου τὰ κρεμαστὰ
ἱστία καὶ βύβλους, ἀπὸ δʼ αὖ Συρίας λιβανωτόν.
ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν,
ἡ Λιβύη δʼ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν·
ἡ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους.
αὐτὰρ ἀπʼ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα·
ἀνδράποδʼ ἐκ Φρυγίας, ἀπὸ δʼ Ἀρκαδίας ἐπικούρους.
αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσιν.
τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα
Παφλαγόνες παρέχουσι· τὰ γάρ τʼ ἀναθήματα δαιτός.
Φοινίκη καρπὸν φοίνικος καὶ σεμίδαλιν·
Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια.
ἀπεδημηκότες
ἕπτυσχλοι
ΙΑΜΒΟΙ
τὰς λευκερίνεως δὲ χωρὶς ἰσχάδας.
εἰς τὸ Κυλικράνων βαδίζων σπληνόπεδον ἀφικόμην·
εἶδον οὖν τὴν Ἡράκλειαν καὶ μάλʼ ὡραίαν πόλιν.
ὕστερον δʼ αὐτὸν στρατηγὸν οὓς ἀνειλωτημένην
καὶ κασαλβάζουσαν εἶδον καὶ σεσαλωκισμένην.
σύνθετον
ΑΔΗΛΩΝ ΠΟΙΗΜΑΤΩΝ
μὰ τὸν Δίʼ οὐ μέντοι μεθύειν τὸν ἄνδρα χρὴ
τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, ἃ σὺ ποιεῖς.
ἃ τόθʼ ἥσθην, ταῦτα νῦν ἀνήδομαι.
σὺ δὲ τὴν κεφαλὴν ψάθαλλέ μου.
τὴν κεφαλὴν ὅσην ἔχει.
ὅσην κολοκύντην.
ἐγώ σου σήμερον
τύπτων τὸ πρόσωπον αἱμορυγχίαν ποιήσω.
ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπʼ ἀγαθῷ μεμνημένοι
πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον εἰς τὰς ἁλμάδας.
Μενδαῖον, τοῦ μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ
στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον
καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή,
ταῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον
τῶν ἄλλων οἴνων, μετʼ ἀμύμονα Χῖον ἄλυπον.
ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσιν,
οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων
ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δʼ ὑακίνθου.
ὀσμὴ θεσπεσίη κατὰ πᾶν δʼ ἔχει ὑψερεφὲς δῶ.
ἀμβροσία καὶ νέκταρ ὁμοῦ τοῦτʼ ἐστὶ τὸ νέκταρ.
τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ
τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δʼ ἐχθροῖς ἐκ Πεπαρήθου.
προδόσει πίνειν
ἀδηφαγεῖν
ἀκολουθοῦντε
ἀνεψιαδοῦν
ἀφεῦσαν
δειλοκοπήσας
λολλοῦν
ναικισήρεις
ὀξίνην
περιλέγειν
πωλητῆρα
σέων
σκοπιωροῦνται
σωδάριον
ψῦχος