Παυσανίας … Ἴωνι δὲ τῶι ποιήσαντι τραγωιδίαν ἔστιν ἐν τῆι συγγραφῆι τοιάδε εἰρημένα· Ποσειδῶνα ἐς τὴν νῆσον ἔρημον οὖσαν ἀφικέσθαι καὶ νύμφηι τε ἐνταῦθα συγγενέσθαι, καὶ ὑπὸ τὰς ὠδῖνας τῆς νύμφης χιόνα ἐξ οὐρανοῦ πεσεῖν ἐς τὴν γῆν, καὶ ἀπὸ τούτου Ποσειδῶνα τῶι παιδὶ ὄνομα θέσθαι Χίον. συγγενέσθαι δὲ αὐτὸν καὶ ἑτέραι νύμφηι, καὶ γενέσθαι οἱ παῖδας Ἄγελόν τε καὶ Μέλανα. ἀνὰ χρόνον δὲ καὶ Οἰνοπίωνα ἐς τὴν Χίον κατᾶραι ναυσὶν ἐκ Κρήτης, ἕπεσθαι δέ οἱ καὶ τοὺς παῖδας Τάλον καὶ Εὐάνθην καὶ Μέλανα καὶ Σάλαγόν τε καὶ Ἀθάμαντα. ἀφίκοντο δὲ καὶ Κᾶρες ἐς τὴν νῆσον ἐπὶ τῆς Οἰνοπίωνος βασιλείας καὶ Ἄβαντες ἐξ Εὐβοίας. Οἰνοπίωνος δὲ καὶ τῶν παίδων ἔλαβεν ὕστερον Ἄμφικλος τὴν ἀρχήν· ἀφίκετο δὲ ἐξ Ἱστιαίας ὁ Ἄμφικλος τῆς ἐν Εὐβοίαι κατὰ μάντευμα ἐκ Δελφῶν. Ἕκτωρ δὲ ἀπὸ Ἀμφίκλου τετάρτηι γενεᾶι — βασιλείαν γὰρ ἔσχε καὶ οὗτος — ἐπολέμησεν Ἀβάντων καὶ Καρῶν τοῖς οἰκοῦσιν ἐν τῆι νήσωι, καὶ τοὺς μὲν ἀπέκτεινεν ἐν ταῖς μάχαις, τοὺς δὲ ἀπελθεῖν ἠνάγκασεν ὑποσπόνδους. γενομένης δὲ ἀπαλλαγῆς πολέμου Χίοις, ἀφικέσθαι τηνικαῦτα ἐς μνήμην Ἕκτορι ὡς σφᾶς καὶ Ἴωσι δέοι συνθύειν ἐς Πανιώνιον· τρίποδα δὲ ἆθλον λαβεῖν αὐτὸν ἐπὶ ἀνδραγαθίαι παρὰ τοῦ κοινοῦ φησι τοῦ Ἰώνων. τοσαῦτα εἰρηκότα ἐς Χίους Ἴωνα εὕρισκον· οὐ μέντοι ἐκεῖνό γε εἴρηκε, καθʼ ἥντινα αἰτίαν Χῖοι τελοῦσιν ἐς Ἴωνας.
Ἀθήναιος περὶ δὲ ταύτης κράσεως Ἴων ὁ ποιητὴς ἐν τῶι Περὶ Χίου φησὶν ὅτι εὑρὼν ὁ μάντις Παλαμήδην ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους· οἱ δʼ ἐπιτεταμένως χρώμενοι τῶι ποτῶι δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος.
Ὤριον ὁ Θηβαῖος λόγχη· λόγχας τὰς μερίδας Ἴωνες λέγουσιν. Ἴων ἐν Χίου Κτίσει· «ἐκ τῆς Τέω λόγχης λόγχας ποιεῖν πεντήκοντα».
Ἀθήναιος τῶν δὲ χημῶν μνημονεύει Ἴων ὁ Χῖος ἐν Ἐπιδημίαις.
Ἀθήναιος καὶ ὁ Χῖος δὲ Ἴων ἐν ταῖς Ἐπιδημίαις ἔφη· «τῶι ἐπίπλωι ἐπικαλύψας».
Ἀθήναιος φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης. Ἴων γοῦν ὁ ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις Ἐπιδημίαις γράφει οὕτως· «Σοφοκλεῖ τῶι ποιητῆι ἐν Χίωι συνήντησα, ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἄνδρι παιδιώδει παρʼ οἶνον καὶ δεξιῶι. Ἑρμεσίλεω δὲ ξένου οἱ ἐόντος καὶ προξένου Ἀθηναίων ἑστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς ὁ τὸν οἶνον ἐγχέων παῖς … ἐὼν δῆλος ἦν εἶπέ τε “βούλει με ἡδέως πίνειν;” φάντος δʼ αὐτοῦ, “βραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπόφερε τὴν κύλικα”. ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος τοῦ παιδός, εἶπε πρὸς τὸν συγκατακείμενον· “ὡς καλῶς Φρύνιχος ἐποίησεν εἴπας “λάμπει δʼ ἐπὶ πορφυρέαις παρῆισιν φῶς ἔρωτος”. καὶ πρὸς τόδε ἠμείφθη ὁ Ἐρετριεὺς, γραμμάτων ἐὼν διδάσκαλος· “σοφὸς μὲν δὴ σύ γε εἶ, ὦ Σοφόκλεις, ἐν ποιήσει· ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε Φρύνιχος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ. εἰ γὰρ ὁ ζωγράφος χρώματι πορφυρέωι ἐναλείψειε τουδὶ τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο. οὐ κάρτα δὴ καλὸν τὸ καλὸν τῶι μὴ καλῶι φαινομένωι εἰκάζειν.” ἀνγελάσας δʼ ἐπὶ τῶι Ἐρετριεῖ Σοφοκλῆς “οὐδὲ τόδε σοι ἀρέσκει ἄρα, ὦ ξένε, τὸ Σιμωνίδειον κάρτα δοκέον τοῖς Ἕλλησιν εὖ εἰρῆσθαι «πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνὰν παρθένος», οὐδʼ ὁ ποιητὴς ἔφη ὁ λέγων «χρυσοκόμαν Ἀπόλλωνα» χρυσέας γὰρ εἰ ἐποίησεν ὁ ζωγράφος τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. οὐδὲ ὁ φὰς «ῥοδοδάκτυλον»; εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς ποιήσειεν ἄν”. γελασάντων δέ, ὁ μὲν Ἐρετριεὺς ἐνωπήθη τῆι ἐπιραπίξει, ὁ δὲ πάλιν τοῦ παιδὸς τῶι λόγωι εἴχετο. εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῶι μικρῶι δακτύλωι ἀφαιρετέοντα, εἰ καθοραῖ τὸ κάρφος. φάντος δὲ καθορᾶν, “ἀπὸ τοίνυν φύσησον αὐτό, ἵνα μὴ πλύνοιτο ὁ δάκτυλός σοι”. προσαγαγόντος δʼ αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα, ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἦγεν, ἵνα δὴ ἡ κεφαλὴ τῆι κεφαλῆι ἀσσοτέρα γένηται· ὡς δʼ ἦν οἱ κάρτα πλησίον, περιλαβὼν τῆι χειρὶ ἐφίλησεν. ἐπικροτησάντων δὲ πάντων σὺν γέλωτι καὶ βοῆι ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, “μελετῶ — εἶπεν — στρατηγεῖν, ὦ ἄνδρες, ἐπειδήπερ Περικλῆς ποιεῖν μέν με ἔφη, στρατηγεῖν δʼ οὐκ ἐπίστασθαι. ἆρʼ οὖν οὐ κατʼ ὀρθόν μοι πέπτωκεν τὸ στρατήγημα;” τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν, ὅτε πίνοι. τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτήριος ἦν, ἀλλʼ ὡς ἄν τις εἷς τῶν χρηστῶν Ἀθηναίων».
Αἰσχύλου Σχόλια Ἴων ἐν ταῖς Ἐπιδημίαις παρεῖναι Αἰσχύλον ἐν τοῖς Σαλαμινιακοῖς φησίν.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης παρὰ δʼ Ἴωνι τῶι τραγικῶι ἐν τῶι ἐπιγραφομένωι Συνεκδημητικῶι καὶ «σπανοπώγων» τις ὀνομάζεται.
Λαέρτιος Διογένης Ἴων δὲ ὁ Χῖος καὶ νέον ὄντα εἰς Σάμον σὺν Ἀρχελάωι ἀποδημῆσαι.
Ἴων εἴρηκεν «αὐτοφρόνων καὶ ὁμοσπόνδων».
Φώτιος .... ἀντὶ τοῦ Ἀθηναίας φασὶν ἀστὰς λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμαστρίδι καὶ Ἴων δὲ τὴν Θεμιστοκλέους θυγατέρα «Ἀθηναίαν ξένην» φησί, καὶ Πίνδαρος ἐν Σκολίοις …
Πλούταρχος ἦν δὲ καὶ τὴν ἰδέαν οὐ μεμπτός, ὡς Ἴων ὁ ποιητής φησιν, ἀλλὰ μέγας, οὔληι καὶ πολλῆι τριχὶ κομῶν τὴν κεφαλήν.
Πλούταρχος συνδειπνῆσαι δὲ τῶι Κίμωνί φησιν ὁ Ἴων, παντάπασι μειράκιον ἥκων εἰς Ἀθήνας ἐκ Χίου, παρὰ Λαομέδοντι. καὶ τῶν σπονδῶν γενομένων, παρακληθέντος ἆισαι καὶ ἄισαντος οὐκ ἀηδῶς, ἐπαινεῖν τοὺς παρόντας ὡς δεξιώτερον Θεμιστοκλέους· ἐκεῖνον γὰρ ἄιδειν μὲν οὐ φάναι μαθεῖν οὐδὲ κιθαρίζειν, πόλιν δὲ ποιῆσαι μεγάλην καὶ πλουσίαν ἐπίστασθαι. τοὐντεῦθεν, οἷον εἰκὸς ἐν πότωι, τοῦ λόγου ῥυέντος ἐπὶ τὰς πράξεις τοῦ Κίμωνος καὶ μνημονευομένων τῶν μεγίστων, αὐτὸν ἐκεῖνον ἓν διελθεῖν στρατήγημα τῶν ἰδίων ὡς σοφώτατον. ἐπεὶ γὰρ ἐκ Σηστοῦ καὶ Βυζαντίου πολλοὺς τῶν βαρβάρων αἰχμαλώτους λαβόντες οἱ σύμμαχοι τῶι Κίμωνι διανεῖμαι προσέταξαν, ὁ δὲ χωρὶς μὲν αὐτοὺς χωρὶς δὲ τὸν περὶ τοῖς σώμασι κόσμον αὐτῶν ἔθηκεν, ἠιτιῶντο τὴν διανομὴν ὡς ἄνισον. ὁ δὲ τῶν μερίδων ἐκέλευσεν αὐτοὺς ἑλέσθαι τὴν ἑτέραν, ἣν δʼ ἂν ἐκεῖνοι καταλίπωσιν ἀγαπήσειν Ἀθηναίους. Ἡροφύτου δὲ τοῦ Σαμίου συμβουλεύσαντος αἱρεῖσθαι τὰ Περσῶν μᾶλλον ἢ Πέρσας, τὸν μὲν κόσμον αὐτοὶ ἔλαβον, Ἀθηναίοις δὲ τοὺς αἰχμαλώτους ἀπέλιπον. καὶ τότε μὲν ὁ Κίμων ἀπήιει γελοῖος εἶναι δοκῶν διανομεύς, τῶν μὲν συμμάχων ψέλια χρυσᾶ καὶ μανιάκας καὶ στρεπτοὺς καὶ κάνδυας καὶ πορφύραν φερομένων, τῶν δʼ Ἀθηναίων γυμνὰ σώματα κακῶς ἠσκημένα πρὸς ἐργασίαν παραλαβόντων. μικρὸν δʼ ὕστερον οἱ τῶν ἑαλωκότων φίλοι καὶ οἰκεῖοι καταβαίνοντες ἐκ Φρυγίας καὶ Λυδίας ἐλυτροῦντο μεγάλων χρημάτων ἕκαστον, ὥστε τῶι Κίμωνι τεσσάρων μηνῶν τροφὰς εἰς τὰς ναῦς ὑπάρξαι καὶ προσέτι τῆι πόλει χρυσίον οὐκ ὀλίγον ἐκ τῶν λύτρων περιγενέσθαι.
Πλούταρχος πέμπουσιν οὖν οἱ Λακεδαιμόνιοι Περικλείδαν εἰς Ἀθήνας δεόμενοι βοηθεῖν ..... Ἐφιάλτου δὲ κωλύοντος καὶ διαμαρτυρουμένου μὴ βοηθεῖν .... Κίμωνά φησι Κριτίας .... ἀναπείσαντα τὸν δῆμον ἐξελθεῖν βοηθοῦντα μετὰ πολλῶν ὁπλιτῶν. ὁ δʼ Ἴων ἀπομνημονεύει καὶ τὸν λόγον, ὧι μάλιστα τοὺς Ἀθηναίους ἐκίνησε, παρακαλῶν μήτε τὴν Ἑλλάδα χωλὴν μήτε τὴν πόλιν ἑτερόζυγα περιιδεῖν γεγενημένην.
Πλούταρχος ὁ δὲ ποιητὴς Ἴων μοθωνικήν φησι τὴν ὁμιλίαν καὶ ὑπότυφον εἶναι τοῦ Περικλέους, καὶ ταῖς μεγαλαυχίαις αὐτοῦ πολλὴν ὑπεροψίαν ἀναμεμεῖχθαι καὶ περιφρόνησιν τῶν ἄλλων· ἐπαινεῖ δὲ τὸ Κίμωνος ἐμμελὲς καὶ ὑγρὸν καὶ μεμουσωμένον ἐν ταῖς συμπεριφοραῖς. ἀλλʼ Ἴωνα μὲν ὥσπερ τραγικὴν διδασκαλίαν ἀξιοῦντα τὴν ἀρετὴν ἔχειν τι πάντως καὶ σατυρικὸν μέρος ἐῶμεν.
Πλούταρχος θαυμαστὸν δέ τι καὶ μέγα φρονῆσαι καταπολεμήσαντα τοὺς Σαμίους φησὶν αὐτὸν ὁ Ἴων, ὡς τοῦ μὲν Ἀγαμέμνονος ἔτεσι δέκα βάρβαρον πόλιν, αὐτοῦ δὲ μησὶν ἐννέα τοὺς πρώτους καὶ δυνατωτάτους Ἰώνων ἑλόντος.
Πλούταρχος Ἴων μὲν οὖν ὁ ποιητὴς ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῶι γεγραμμένοις φησὶν ἀνομοιότατον πρᾶγμα τῆι σοφίαι τὴν τύχην οὖσαν ὁμοιοτάτων πραγμάτων γίνεσθαι δημιουργόν· αὔξουσιν ἀμφότεραι πόλεις, κοσμοῦσιν ἄνδρας, εἰς δόξαν ἀνάγουσιν, εἰς δύναμιν, εἰς ἡγεμονίαν.
Πλούταρχος οὐ φαύλως εἰπεῖν Ἴωνα περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστʼ αὐτῆι ὅμοια ποιεῖ.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης, Τζέτζης ὁ δὲ Νικοκλέους τοῦ Κυπρίου πατὴρ .... — τὸ μὲν ὄνομα αὐτῶι Τίμαρχος ἦν —, διστοίχους δʼ εἶχεν ἄρα τῶι Ἀριστοτέλους λόγωι τοὺς ὀδόντας, κατὰ δὲ τὴν Ἴωνος τοῦ Χίου δόξαν τριστοίχους Ἡρακλῆς.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης βομβυλιὸς δὲ τὸ στενὸν ἔκπωμα καὶ βομβοῦν ἐν τῆι πόσει, ὡς Ἀντισθένης ἐν Προτρεπτικῶι· τὸ δὲ ποτήριον Ἴων ἐκάλεσεν.
Φρύνιχος ὁ Βιθυνός παραθήκην Ἱππίαν καὶ Ἴωνά τινα συγγραφέα φασὶν εἰρηκέναι· ἡμεῖς δὲ τοῦτο παρακαταθήκην ἐροῦμεν ὡς Πλάτων καὶ Θουκυδίδης καὶ Δημοσθένης.
Πλούταρχος, Ἰωάννης ὁ Στοβαῖος ἀλλʼ οἵ γε μᾶλλον ἔτι προκόπτοντες οὐκ ἀπὸ λόγων μόνον ἀλλὰ καὶ θεαμάτων καὶ πραγμάτων πάντων ὠφελεῖσθαι δύνανται .... οἷα καὶ περὶ Αἰσχύλου λέγεται καὶ περὶ ἄλλων ὁμοίων. Αἰσχύλος μὲν γὰρ Ἰσθμοῖ θεώμενος ἀγῶνα πυκτῶν, ἐπεὶ πληγέντος τοῦ ἑτέρου τὸ θέατρον ἐξέκραγε, νύξας Ἴωνα τὸν Χῖον «ὁρᾶις» ἔφη, «οἷον ἡ ἄσκησίς ἐστιν· ὁ πεπληγὼς σιωπᾶι, οἱ δὲ θεώμενοι βοῶσιν».
Σοφοκλέους βίος ἠθοποιεῖ τε καὶ ποικίλλει καὶ τοῖς ἐπινοήμασι τεχνικῶς χρῆται, Ὁμηρικὴν ἐκματτόμενος χάριν, ὅθεν εἰπεῖν Ἰωνικόν τινα μόνον Σοφοκλέα τυγχάνειν Ὁμήρου μαθητήν.
Οὐαλέριος Ἁρποκρατίων φιλόσοφόν τι σύγγραμμα τὸν Τριαγμὸν ἐπιγραφόμενον, ὅπερ Καλλίμαχος ἀντιλέγεσθαί φησιν ὡς Ἐπιγένους … ἐν ἐνίοις δὲ καὶ πληθυντικῶς ἐπιγράφεται «Τριαγμοί», καθὰ Δημήτριος ὁ Σκήψιος καὶ Ἀπολλωνίδης ὁ Νικαεὺς ἀναγράφουσιν. … δὲ ἐν αὐτῶι τάδε « … ἀρχὴ δέ μοι τοῦ λόγου· πάντα τρία καὶ πλείω οὐδὲν οὐδὲ ἐλάσσω. ἑνὸς ἑκάστου ἀρετὴ τριάς, σύνεσις καὶ κράτος καὶ τύχη».
Ἰσοκράτης ὁ Ἀθηναῖος τῶν παλαιῶν σοφιστῶν, ὧν ὁ μὲν ἄπειρον τὸ πλῆθος ἔφησεν εἶναι τῶν ὄντων, Ἐμπεδοκλῆς δὲ τέτταρα καὶ νεῖκος καὶ φιλίαν ἐν αὐτοῖς, Ἴων δʼ οὐ πλείω τριῶν, Ἀλκμαίων δὲ δύο μόνα, Παρμενίδης δὲ καὶ Μέλισσος ἕν, Γοργίας δὲ παντελῶς οὐδέν.
Ἰωάννης ὁ Φιλόπονος πῦρ μὲν καὶ γῆν ὑπέθετο Παρμενίδης, ταὐτὰ δὲ μετὰ τοῦ ἀέρος Ἴων ὁ Χῖος ὁ τραγωιδοποιός, Ἐμπεδοκλῆς δὲ τὰ τέσσαρα ὑπέθετο.
Λαέρτιος Διογένης Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς φησιν αὐτὸν ἔνια ποιήσαντα ἀνενεγκεῖν εἰς Ὀρφέα.
Κλήμης ὁ Ἀλεξανδρεύς Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς Ὀρφέα ἀνενεγκεῖν τινα ἱστορεῖ. Ἐπιγένης δὲ ἐν τοῖς Περὶ τῆς εἰς Ὀρφέα ἀναφερομένης ποιήσεως Κέρκωπος εἶναι λέγει τοῦ Πυθαγορείου τὴν Εἰς Ἅιδου κατάβασιν καὶ τὸν Ἱερὸν λόγον, τὸν δὲ Πέπλον καὶ τὰ Φυσικὰ Βροντίνου.
Σοῦδα Ὀρφεὺς Λειβήθρων· .... ἔγραψε Τριασμούς — λέγονται δὲ εἶναι Ἴωνος τοῦ τραγικοῦ· ἐν δὲ τούτοις τὰ Ἱεροστολικὰ καλούμενα, Κλήσεις κοσμικαί, Νεοτευκτικά, Ἱεροὺς λόγους ἐν ῥαψωιδίαις κδ — λέγονται δὲ εἶναι Θεογνήτου τοῦ Θεσσαλοῦ, οἱ δὲ Κέρκωπος τοῦ Πυθαγορείου .... καὶ Φυσικά, ἃ Βροντίνου φασίν.
Ἀέτιος Περὶ σελήνης οὐσίας ..... Ἴων σῶμα τῆι μὲν ὑελοειδὲς διαυγές, τῆι δὲ ἀφεγγές.