Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐξέπλευσε τριήρης Ἀθήνηθεν οὐ μετὰ τῆς τοῦ δήμου γνώμης, ἦν δὲ Δημαίνετος ὁ κύριος αὐτῆς κοινωσάμενος ἐν ἀπορρήτῳ τῇ βουλῇ, ὡς λέγεται, περὶ τοῦ πράγματος ἐπειδὴ συνέστησαν αὐτῷ τῶν πολιτῶν· σὺν οἷς καταβὰς εἰς Πειραιᾶ καὶ καθελκύσας ναῦν ἐκ τῶν νεωσοίκων ἀναγόμενος ἔπλει πρὸς Κόνωνα. θορύβου δὲ μετὰ ταῦτα γενομένου, καὶ τῶν Ἀθηναίων ἀγανακτούντων ὅσοι γνώριμοι καὶ χαρίεντες ἦσαν καὶ λεγόντων ὅτι καταβαλοῦσι τὴν πόλιν ἄρχοντες πολέμου πρὸς Λακεδαιμονίους, καταπλαγέντες οἱ βουλευταὶ τὸν θόρυβον συνήγαγον τὸν δῆμον οὐδὲν προσποιούμενοι μετεσχηκέναι τοῦ πράγματος. συνεληλυθότος δὲ τοῦ πλήθους ἀνιστάμενοι τῶν Ἀθηναίων οἵ τε περὶ Θρασύβουλον καὶ Αἴσιμον καὶ Ἄνυτον ἐδίδασκον αὐτοὺς ὅτι μέγαν ἀναιροῦνται κίνδυνον εἰ μὴ τὴν πόλιν ἀπολύσουσι τῆς αἰτίας. τῶν δὲ Ἀθηναίων οἱ μὲν ἐπιεικεῖς καὶ τὰς οὐσίας ἔχοντες ἔστεργον τὰ παρόντα, οἱ δὲ πολλοὶ καὶ δημοτικοὶ τότε μὲν φοβηθέντες ἐπείσθησαν τοῖς συμβουλεύουσι, καὶ πέμψαντες πρὸς Μίλωνα τὸν ἁρμοστὴν τὸν Αἰγίνης εἶπον ὅπως δύναται τιμωρεῖσθαι τὸν Δημαίνετον, ὡς οὐ μετὰ τῆς πόλεως ταῦτα πεποιηκότα· ἔμπροσθεν δὲ σχεδὸν ἅπαντα τὸν χρόνον ἐτάραττον τὰ πράγματα καὶ πολλὰ τοῖς Λακεδαιμονίοις ἀντέπραττον. ἀπέπεμπον μὲν γὰρ ὅπλα τε καὶ ὑπηρεσίας ἐπὶ τὰς ναῦς τὰς μετὰ τοῦ Κόνωνος, ἐπέμφθησαν δὲ πρέσβεις ὡς βασιλέα π … οἱ περὶ … κράτη τε καὶ Ἁγνίαν καὶ Τελεσήγορον· οὓς καὶ συλλαβὼν Φάραξ ὁ πρότερον ναύαρχος ἀπέστειλε πρὸς τοὺς Λακεδαιμονίους, οἱ δʼ ἀπέκτειναν αὐτούς. ἠναντιοῦντο δὲ ταῦτα παροξυνόντων τῶν περὶ τὸν Ἐπικράτη καὶ Κέφαλον· οὗτοι γὰρ ἔτυχον ἐπιθυμοῦντες ἐκπολεμῶσαι μάλιστα τὴν πόλιν, καὶ ταύτην ἔσχον τὴν γνώμην οὐκ ἐπειδὴ Τιμοκράτει διελέχθησαν καὶ τὸ χρυσίον ἔλαβον, ἀλλʼ ἤδη πολὺ πρότερον. καίτοι τινὲς λέγουσιν αἴτια γενέσθαι τὰ παρʼ ἐκείνου χρήματα τοῦ συστῆναι τούτους καὶ τοὺς ἐν Βοιωτοῖς καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσι ταῖς προειρημέναις, οὐκ εἰδότες ὅτι πᾶσιν αὐτοῖς συνεβεβήκει πάλαι δυσμενῶς ἔχειν πρὸς Λακεδαιμονίους καὶ σκοπεῖν ὅπως ἐκπολεμώσουσι τὰς πόλεις. ἐμίσουν γὰρ οἱ μὲν Ἀργεῖοι καὶ Βοιωτοὶ … τωται τοὺς Λακεδαιμονίους ὅτι τοῖς ἐναντίοις τῶν πολιτῶν αὐτοῖς ἐχρῶντο φίλοις, οἱ δʼ ἐν ταῖς Ἀθήναις ἐπιθυμοῦντες ἀπαλλάξαι τοὺς Ἀθηναίους τῆς ἡσυχίας καὶ τῆς εἰρήνης καὶ προαγαγεῖν ἐπὶ τὸ πολεμεῖν καὶ πολυπραγμονεῖν, ἵνʼ αὐτοῖς ἐκ τῶν κοινῶν ᾖ χρηματίζεσθαι. τῶν δὲ Κορινθίων οἱ μεταστῆσαι τὰ πράγματα ζητοῦντες οἱ μὲν ἄλλοι παραπλησίως τοῖς Ἀργείοις καὶ τοῖς Βοιωτοῖς ἔτυχον δυσμενῶς διακείμενοι πρὸς τοὺς Λακεδαιμονίους, Τιμόλαος δὲ μόνος αὐτοῖς διάφορος γεγονὼς ἰδίων ἐγκλημάτων ἕνεκα, πρότερον ἄριστα διακείμενος καὶ μάλιστα λακωνίζων, ὡς ἔξεστι καταμαθεῖν ἐκ τῶν κατὰ τὸν πόλεμον συμβάντων τὸν Δεκελεικόν. ἐκεῖνος γὰρ ὁτὲ μὲν πενταναΐαν ἔχων ἐπόρθησε τῶν νήσων τινὰς τῶν ἐπʼ Ἀθηναίοις οὐσῶν, ὁτὲ δὲ μετὰ δύο τριήρων εἰς Ἀμφίπολιν καταπλεύσας καὶ παρʼ ἐκείνων ἑτέρας τέτταρας συμπληρωσάμενος ἐνίκησε Σίμιχον ναυμαχῶν τὸν στρατηγὸν τῶν Ἀθηναίων, ὥσπερ εἴρηκά που καὶ πρότερον, καὶ τριήρεις τὰς πολεμίας ἔλαβεν οὔσας πέντε καὶ ναῦς ἃς ἔπεμψαν τριάκοντα· μετὰ δὲ ταῦτα … ἔχων τριήρεις καταπλεύσας εἰς Θάσον ἀπέστησε ταύτην τῶν Ἀθηναίων. οἱ μὲν οὖν ἐν ταῖς πόλεσι ταῖς προειρημέναις διὰ ταῦτα πολὺ μᾶλλον ἢ διὰ Φαρνάβαζον καὶ τὸ χρυσίον ἐπηρμένοι μισεῖν ἦσαν τοὺς Λακεδαιμονίους. Ὁ δὲ Μίλων ὁ τῆς Αἰγίνης ἁρμοστής, ὡς ἤκουσε τὰ παρὰ τῶν Ἀθηναίων, συμπληρωσάμενος τριήρη διὰ ταχέων ἐδίωκε τὸν Δημαίνετον. ὁ δὲ κατὰ τοῦτον τὸν χρόνον ἔτυχε μὲν ὢν περὶ Θορικὸν τῆς Ἀττικῆς· ἐπειδὴ δὲ προσπλεύσας ἐκεῖνος πρὸς … ἐπεχείρησεν … ειν, ὥρμησεν ἐπὶ πο … λ … υ … ειν· κρατήσας δὲ μιᾶς νεὼς αὐτῶν τὴν μὲν ὑφʼ αὑτῷ ναῦν, ὅτι χεῖρον ἦν τὸ σκάφος, αὐτοῦ κατέλιπεν, εἰς δὲ τὴν ἐκείνων μεταβιβάσας τοὺς αὑτοῦ ναύτας προέπλευσεν ἐπὶ τὸ στράτευμα τὸ μετὰ τοῦ Κόνωνος. οὐδὲν δὲ πράξας ὁ Μίλων εἰς Αἴγιναν μετὰ τῆς αὑτοῦ νεὼς ἐπανῆκε. Τὰ μὲν οὖν ἁδρότατα τῶν κατὰ τὴν Ἑλλάδα τῷ χειμῶνι τούτῳ συμβάντων οὕτως ἐγένετο· ἀρχομένου δὲ τοῦ θέρους τῇ μὲν … ἔτος ὄγδοον ἐνειστήκει … αρος τὰς τριήρεις απα … ἐκεῖ δὲ καταπλεύσας τὰς … εν, ἔτυχεν γὰρ αἰεὶ του … κατεσκευακὼς ἦν νεώρια … ς ὅπου συνέπιπτεν … τὸν δὲ Φαρνάβαζον α … παραγενέσθαι βουλόμενος … αι καὶ μισθὸν ἀπολαβεῖν … ος μὲν οὖν αὐτοῦ διε … ἐπὶ δὲ τὰς ναῦς τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων ἀφικνεῖται Πόλλις ναύαρχος ἐκ Λακεδαίμονος εἰς τὴν ναυαρχίαν τὴν Ἀρχελαΐδα καταστὰς διάδοχος. κατὰ δὲ τὸν αὐτὸν χρόνον Φοινίκων καὶ Κιλίκων ἧκον ἐνενήκοντα νῆες εἰς Καῦνον, ὧν δέκα μὲν ἔπλευσαν ἀπὸ Κιλικίας, αἱ δὲ λείπουσαι … ας αὐτῶν ὁ Σιδώνιος δυνάστης … βασιλεῖ τοῖς ταύτης τῆς χώρας … περὶ τὴν ναυαρχίαν. Φαρνάβαζος … ντων αὐτὸν τῶν παρα … αρος τὰ περὶ τὴν ἀρχὴν … τὸ στρατόπεδον. Κόνων δὲ προσ … αἰσθόμενος ἀναλαβὼν … καὶ συμπληρώσας τὰς τριήρεις … ὡς τάχιστα ποταμὸν τὸν Καύνιον καλούμενον εἰς λίμνην τὴν Καυνίαν εἰσέπλευσε … τοῦ Φαρναβάζου καὶ τοῦ Κόνωνος … φέρνης ἀνὴρ Πέρσης πα … τῶν πραγμάτων, ὃς … ἠβούλετο λαβεῖν κατα … ν δὲ πρ … ν … με … υ φιλίαν … ος ἀπέπεμψεν ὡς βασιλέα σ … α … τὴν σκηνὴν αὐτοῦ … ῆλθε … ν … ἀπαγγείλας δὲ τὰ π … εασ … α … υ … α … φε … α … π … β … τα … τα … ποντα … ἀρχοντ … κους ἱστ … σιν τὰς μ … ωσιν πρ … τεκελ … νων οὐδ … ἔχοντες … εἶχον γὰρ …
[ … ], εἰσὶν δὲ κα[...|.................. ..........τῶ]ν ἱππέων [...|.................. ............], ἔνιοι δὲ πρ[...|................ ............]στιον. ἡ μὲν [οὖν | .............. ............] τοιαύτῃ κ[..]ι[.|................ .............]ις. Ἀγησίλα[ος] δὲ|[............. ..............τὸ] στρατόπ[ε]δον, | [........... ...................τὸ] Κ̣α[ΰσ]τ̣ρι|[ον πεδίον..... ..............] τὰ ὄρη ταξ̣άμε|[νος............ ............]ους, ταύτῃ πάλιν | [............. .........]ης τοιαύτῃ φθά|[σας................... ....]ς τὸ στρατόπεδον | [...................... ....]ειν. Τισσαφέρ[ν]ης | [..................... ἐπηκο]λούθει τοῖς Ἕλλη[σ]ιν| [..............ἱππέας μὲν ...α]κισχιλίους κα[ὶ] μυ|[ρίους, πεζοὺς δὲ ........ μυρίων ο]ὐκ ἐλάττους. | [Ἀγησίλαος δὲ ............. ἡγη]σάμενος χαλε|[πὸν προσβάλλοντας τοὺς πολεμίο]υς ἐκ παρατά|[ξεως ἀμύνεσθαι πολὺ τῶν Ἑλλήνων ὑ]περέχοντας, | [..............................]λ̣ως καὶ κρα|[τ...........................] στρατηγίας | [...........................]σαντα μάχεσθαι | [.........................]ων στρατευμα|[...........................]σας, οἱ δὲ βάρβα|[ροι ........................]ες καὶ συντετα|[γμέν........................] ἔχοντες τοσου|[τ......................... δ]υνατὸς ἀφορμᾶν | [........................κα]τεῖδον τοὺς Ἕλλη|[νας ....................... ο]ὔτε τὴν πορείαν | [............................] καταφρονεῖν | [............................]ντες αὐτοὺς | [............................] τοῦ στρατεύ|[ματος.......................] προσβαλόν-| [τ....................... ἔξ]ωθεν τοῦ πλιν|[θίου .......................]ον προσέτατ|[τε....... ..................], τοὺς δὲ Πελοπον|[νησίους καὶ τοὺς συμμάχους ....]ι προσῆγε π̣ο̣|[.............. .......... ὡς] ἑώρα τοὺς Ἕλλη|[νας............ ...........]λεον α[..]ων ἀεὶ | [............... .......... ὁ]μ̣ο̣ίως, ε[..]διε|[................... .......]ν ἐγγυτέρῳ μᾶλ|λο[ν.................. ....οὐ]δὲν ἀλλʼ ἢ τὸν | ποτ[αμὸν ................ ...] γὰρ ἀμφοτερ[..] | ηγ[...................... ...]ετ[.] προιόν[τ..] | δ̣ε̣[..................... ... ὀ]λίγ[...]σ̣[.....]|ει[.................... στρα]τευμ[α.......] | τε[...................... ..]αν[....].. Ἀ[γησί]|λα[ος δὲ ................. ........].υ[...]|τ[........................ στρ]ατ[ε]υμα[...|........................... ...]ιπονο[...|............................ π]αρασκευα[..]|.[.........................]ίους ἵνα τῇ ν.[...|........................κα]τα[ν]έμουσι[....] | κα[........................] ωνην πολλ[..] | .α[........................] βουλευσομ[εν..] | π.[........................]ν τὸν ενια.[...] | οι.[..........................] νοιτινει̣α̣[...] | ε.[.........................ο]υς ἔγνω κα.[..]|ο.[..........................] .των τῆς νυκτ[ὸς] | .ι[....................... μὲν] ὁπλίτας, [πεν]‖τακοσίους δ[ὲ ψ]ιλούς, καὶ το[ύτοις ἐπέστησεν ἄρχοντα] Ξενοκλέα [Σ]παρτιάτην, π[αραγγείλας ὅταν γένωνται] βαδίζοντε[ς] κατʼ αὐτοὺς [............ ..........] εἰς μάχην τ[άττ]εσθαι. [.............. ......]κ̣[..] | ἀναστήσας ἅ[μα τῇ ἡμ]έρᾳ [τ]ὸ̣ [στ]ρ̣ά̣[τε]υ̣[μα πάλιν] ἀνῆγεν εἰς τὸ πρ[όσθεν. οἱ] δὲ βάρβαροι συνα[κολουθήσ]αντες ὡς εἰώθεσα[ν οἱ μὲ]ν αὐτῶν προσέβαλλ[ον] τοῖς Ἕλλησιν, οἱ δὲ πε[ριίππε]υον αὐτούς, οἱ δὲ κ[α]τὰ τὸ πεδίον ἀτάκτ[ως ἐπ]ηκολούθουν. ὁ δὲ Ξ[ε]νοκλῆς, | ἐπειδὴ καιρ[ὸν ὑπ]έλαβεν εἶναι τοῖς πολεμίοις ἐπιχειρεῖν, ἀνα[στήσ]ας ἐκ τῆς ἐνέδρας τοὺς Πελοποννησίους ἔ{ω}θ[ει δρ]όμῳ· τῶν δὲ βαρβάρων ὡς εἶδον ἕκαστοι προσθέ[ον]τας τοὺς Ἕλληνας ἔφευγον καθʼ ἅπαν τὸ πεδίον. Ἀγ[ησίλ]αος δὲ κατιδὼν πεφοβημένους αὐ|τοὺς ἔπεμπεν ἀπὸ τοῦ στρατεύματος τούς τε κούφους [τ]ῶν στρατιωτῶν καὶ τοὺς ἱππέας διώξοντας ἐκείνους· οἱ δὲ μετὰ τῶν ἐκ τῆς ἐνέδρας ἀναστάντ〈ων〉 ἐνέκειντο τ〈οῖς〉 βαρβάρ〈οις〉. ἐπακολουθήσα̣ν̣τ̣ες δὲ τοῖς πολεμί[ο]ις οὐ λίαν πολὺ[ν] χρόνον, οὐ γὰρ [ἠδύ]ναντο καταλαμβά|νειν {ε}αὐτοὺς ἅτε τ[ῶ]ν πολλῶν [ἱππ]έων ὄντων καὶ γυμνήτων, καταβάλλουσιν μὲν [αὐ]τῶν περὶ ἑξακοσίους, ἀποστάντες δὲ τῆς διώ[ξεω]ς ἐβ[ά]δ[ι]ζον ἐπʼ αὐτὸ τὸ στρατόπεδον τὸ τῶν βα[ρβάρ]ων. [κα]ταλαβόντες δὲ φυλακὴν οὐ σπουδαί[ως κ]αθε[στῶ]σαν ταχέ-| ως αἱροῦσιν, κα[ὶ] λαμβάνουσιν [α]ὐτῶν [πολ]λὴν μὲν ἀγοράν, συχνο[ὺς] δὲ ἀνθρώπο[υ]ς, πολλ[ὰ δὲ] σκεύη καὶ χρήματα 〈τὰ〉 μὲν [τῶ]ν ἄλλων τὰ δ[ὲ] Τισσαφέ[ρνους] αὐτοῦ. Γενομένης δὲ τ[ῆς] μάχης τοιαύ[τ]ης οἱ μὲ[ν βά]ρβαροι καταπλαγέντες [τοὺς] Ἕλληνας ἀπεχώρησ[αν σὺν] τῷ Τις|σαφέρνει πρὸς τὰς Σάρδεις· Ἀγησίλαος δὲ περ[ιμε]ίνας αὐτοῦ τρεῖς ἡμέρας, ἐν αἷς τοὺς νεκροὺς ὑποσπ[όν]δους ἀπέδωκεν τοῖς π[ο]λεμίοις καὶ τροπαῖον ἔστη[σε] καὶ τὴν γῆν ἅπασαν ἐ[πόρθ]ησεν, προῆγεν τὸ στρ[άτε]υμα εἰς Φρυγίαν πάλιν [τὴν] μεγάλην. ἐποιεῖτο δὲ [τ]ὴν πορείαν | οὐκέτι συντεταγμένους ἔχων ἐν τῷ πλ[ι]νθίῳ τοὺς στρατιώτας, ἀλλʼ ἐῶν αὐτοὺς ὅσην ἠβούλοντο τῆς χώρας ἐπιέναι καὶ κακῶς ποιε[ῖν τοὺς] πολεμ[ί]ους. Τισσαφέρνης δὲ πυθόμενος τοὺς [Ἕλληνας β]αδίζειν εἰς τὸ πρόσθε〈ν〉 ἀναλαβὼν αὖθις τοὺς β̣[αρβάρους ἐ]πη[κολο]ύθει ὄπισθεν | αὐτῶν πολλοὺς σταδίο[υς διέχων. Ἀγ]ησίλ[αος] δὲ διεξελθ[ὼν] τὸ πε[δ]ίον τὸ τῶν Λυδῶν [ἦγε τὴν στρ]ατιὰν [......] διὰ τῶ[ν] ὀρῶν τῶν διὰ μέσου κε[ιμένων τῆ]ς̣ τ[ε Λυδίας] καὶ τῆς Φρυγίας· ἐπειδὴ δὲ διεπορ[εύθησαν ταῦτα, κατεβίβ]ασε τοὺς Ἕλληνας εἰς τὴν Φ[ρυγίαν, ἕως ἀφίκοντο πρὸς τ]ὸ̣ν̣ | Μαίανδρον ποταμόν, ὃ̣[ς ἔχει μὲν τὰς πηγὰς ἀπὸ Κελαι-] νῶν, ἣ τῶν ἐν Φρυγίᾳ μεγίστη [πόλις ἐστίν, ἐκδίδωσι δʼ] εἰς θάλατταν παρὰ Πριήνην κ̣[αὶ........ καταστρα-] τοπεδεύσας δὲ τοὺς Πελοπ[οννησίους καὶ τοὺς σ]υμμάχους ἐθύετο πότ[ερ]α χ̣[ρὴ] δ̣[ι]α̣β̣[αίνειν τὸν ποτ]α̣|μὸν ἢ μή, καὶ βαδίζειν ἐπὶ Κελα[ινὰς ἢ πάλιν το]ὺ̣ς στρατιώτας ἀπάγειν. ὡς δὲ συνέβ[αινεν αὐτῷ] μὴ γίγνεσθαι καλὰ τὰ ἱερά, περιμε[ί]να[ς ἐκεῖ τήν τ]ε ἡμέραν ἣν παρεγένετο καὶ τὴν ἐπιο[ῦσαν ἀπῆγ]εν τὸν ‖ [στρατὸν............. Ἀγησί]λαος μὲν οὖ[ν ...|...........τὸ πεδίον τὸ Μαιάν]δρου καλούμενο[ν] | δ̣[..................... ....]. νέμονται Λυδ[οὶ] | κ̣[αὶ .................... .......]. δὲ βασιλεὺς | .[............. ..............π]ερὶ τούτους | τ[................ .........στρ]ατηγόν, ἅμα̣ | δὲ [................. ............]. Τισσαφέρνῃ | ετ̣[................. ........ το]ὺς Ἕλληνας | μ̣.[.................. ..........]νου̣ν κ̣αὶ μᾶλ|λο[ν ................ .............]. δίχα κει|με[ν................. .....................] | εξ[................. ........................] | συ[............. Τισσ]αφ[έρν................] | οπ[............ Ἀρταξ]έρξ[..................] | δια[......... ......] απαρ[...................] | λο[........ ....]κα[..]οιτε[.....].σα[..........]| οργ̣[.... .......] αὐτῷ κατηγ̣[.].α[.]αδι[..........] | σα [...]τε βασιλεὺς ὁμολογουν̣τ̣[..] μάλιστ[α ........] | δι[ὰ Τισ]σαφέρνην καὶ πα̣[.].ν̣ ἐκεῖνο̣ν̣ [............] | πάντων καθʼ ἃ Τιθρα[ύστης α]ὐτὸν κα[.]..[....... ...] | ὃς ἐπειδὴ κατα̣φ[..... Φρυ]γίαν καὶ Λυδ[ίαν .......]|το[....]εν ἀνέπεμψ[εν ἐπιστ]ολὰς ἃς ἔφερ[ε.........]|ρα[......]ι πρὸς Ἀρι[αῖον Τι]σσαφ[έ]ρνη[..........] | ἐπ[.....]ο πρὸς Με̣.[..]αιον ὡς α̣.[..............]|στ.[....] λαβεῖν ἐκελ̣[...] αιδ[..................] | εὐ[.......]υτου γε[...] ται [.................]|πε[.......]ν̣ουτο[.....] ο̣υ[..................] | λω[.......].̣ν ἔ[μ]ελλεν ηχ̣[.................] | σιν[.......... Τ]ιθραύσ[τ.................] | τα.[.............]τ[... .................]δ̣ε|δο.[................... ..............]της | ἀποκ̣ρε[................. ..............] ν̣[..]|ρίζεσθ[αι............... .................] | ὁπότε α̣[................ .............] Τισσα]|φέρνη[ν ἀ]πέστειλεν τ̣[.... ....]ο̣α̣ρ[...........]ο̣ | Ἀρ[ι]α[ῖ]ος εἰς Σάρδεις το[.........]ονου[....... δυ]|νατὸς̣ Τισσαφέρνη[.........].ρια.[..........] | βέλτιστοι τῶν στρ[ατη]γ̣ῶ̣[ν..]. ιανετε.[.... ἀκιν]|δυν[ότ]ερον ἕξειν τ[ὰ κ]ατὰ τὴ[ν] σα[τ]ραπία[ν Ἀγησιλά]|ου κα[θ]ημένου περὶ [τ]ὴν Μαγν[η]σ̣[ί]α̣ν̣ ἐμι[........] | τῶν [πε]ζῶ[ν] καὶ τῶν ἱππέω[ν ...]ω προ[........]|ε[...]ον δ[ια-] κειμένου[.................. ἄλ]|λ[ο]υς ἄλλῃ ποι[..].α̣ν̣[.....................] | βουλόμενος δ[..]π̣[.].[.....................] | στράτευμα τα̣[.].[...........] ‖ [ … ] | [ … ] | [....]ν[ … ] | [...]προ[ … ]|πʼ Ἀρταξ[έρξ … ]|τα ἡμέρα[ς … ] | αὐτὸν α[ … Φρυ]|γίας ἐπια[ … ] | τὸν Τιθρ[αύστην[ … ]Τισσα]|φέρνης [ … ] | πρᾶξιν α̣[ … οἰ]|κοδομε[ῖν … ] | πόλεως .[ … ] | ὑπὸ τῶν [ … ] | .εβαδ[ι … ] | τῷ Τιθρα[ύστῃ … ]|σ[.]αι παρα[ … ] | ἐπιστολὰ[ς … ] | πρὸς τὴν α[ … ]|τιας κατα.[ … ]|.ε Μιλη[σι … ]|ψας καὶ τα.[ … κα]|τῆρεν εἰς [ … ] | Ἀριαῖον ε[ … με]|τὰ δὲ ταῦ[τα … ] | διατρίβω[ν … ] | ἱμάτια τ[ … ]|νον συναρ[πα … ] | καὶ μεταπ[ … ] | [..]λοι.ν ἱπ[π … ] | συνεχ[ … ] | μεν.[ … ]|τησδ[ … ] | ἔλεγ[ε … ]|τ[ο]υ βα[σιλ]έως [ … ] | τα[ῖ]ς ἐπιστολ[αῖς … ]|[..]ε τὸ βυβλ[ίον[] … | [..]ττεν βασιλ[ε … ] | [..] αὐτὸν ἀνα[ … ] | [..]...ειν εκ.[ … ] | [ἄ]λλην ἀναγ[ … ] | [τῶ]ν βαρβάρω[ν...]
… []να̣[.] []καγα-[] [πόλ]εμον [].ισωτη []λλην αὐ- [ … ]
[ … ] []λει []μφε-[] []τατον []κοσι-[] [ … ]
[ … ] []καὶ [π]αραγγει[]καταμα- []υ παραλα-[] [] Μακεδο- [ … ]
‖νοτη[.].ας̣[ … ] | ἅμα μὲν [.]ο̣υ̣.[ … ] | ἀφθό[ν]ω[ς ..]σ̣.[ … , ἅ]|μα δὲ̣ [γ]ε̣ν̣εσ[ … ] | ἐπὶ τη..ι̣μ̣ατ̣[ … ] | ᾑρημένον ὑπα̣ρ̣ξα̣[ … ] | διʼ ἐκειν̣[...]η̣τ̣[.]σ̣.[ … ]|[αλωνω̣.[ … ]|[τ]ερον π̣ω[ … ] | καὶ βιαζ. [ … ] | χρόνον μ̣[ … ] | πολλῆς δ̣υ̣ν̣ά̣[μεως … ] | ὁμοι[.]ν α.[.]ο.[.]α̣[ … ]|κως [.]ην.[.].ε̣[ … ἡτοί]|μασεν ἡγε̣[μ … ]|.τέρους Ἑλ[λ]η̣[ν … ] | ἢ̣ τοὺ[ς] ἐκ τ[ο]ῦ π[ο]λ[έμου] γιγνομ[ένους............]|νος δὲ τὴν [ἡ]σ̣[υ]χ[ί]αν ἄριστα τ[οῖς πράγμασι φαίνεται] | κεχρημέν[ος·] οὐ γὰρ ὥσπερ ο[ἱ πλεῖστοι τῶν πρὸ τοῦ δυ]|ναστευόντω[ν] ὥρμησεν ἐ̣[πὶ τὰς τῶν χρημάτων ἁρπα]|γάς, καὶ δη[μο]τικώτα̣[τ]ο̣ς̣ τ̣[.............. ......] | μεταπεμπό[μ]ενος ἐκ [..........τοὺς.... ......]|κέναι τι̣ δοκ̣[ο]ῦ̣ντας δ[................... ......] | τῶν πλε̣ί̣σ[τω]ν χ[...................... ......] | [....].[..]ε[...]τ[ … ]
[ … ] [..]ω̣σ̣[] ηλωσεν[] δοξαν [ … Λα-] κεδα[ιμον] των[] πασα[] των[] [ … ]
[ … ] []ην̣[] []κ̣αὶ δει̣[] [].[.]υτω[] []..μι̣[] []α̣τεδ[] [].[.]ελ[] []εοτ[] []αν ἐκε[] [τῶν] ἄ̣λλω̣ν βαρβάρω[ν] [].[.] ἀλλὰ τὴν με[] [].[.]το̣υ̣ δὲ βίον.ιρ.[.]τ̣[] []ς̣ π̣ε̣ρὶ πολλὴν στ...σ[] [κα]τ̣ήγαγεν· ἀντὶ ὧν ἠγα[πημένος] []ς ἐποίησε κα̣τ̣α̣κει̣[] []λλαις κατασκευα[] []περὶ δὲ τὴν του[]
[ … ] []...[] []. δὲ προστ[] []ω̣ν εἰλη[] []. τελευ̣[τ] []των παρʼ ἐκειν[] []αθα περιμε.[] []ν ἐπιτα[] []ιλαθε[] [ … ]
[ … ] []θ .[] []υτον[] []εν αὐτ[] []αιρεῖσθ[αι] [].[....]τ[] [ … ]
[ … ] []ων[] []ιακα[] []τιτ[] []τιδα[] [ … ]
[ … ] []μ[] []σε[.]ιο[] []ας πολ[] [].[] [ … ]
… ς βο … καθʼ ἑκάστην ἡμέραν ἐξήταζε τοὺς στρατιώτας σὺν τοῖς ὅπλοις ἐν τῷ λιμένι, προφασιζόμενος μὲν ἵνα μὴ ῥᾳθυμοῦντες χείρους γένωνται πρὸς τὸν πόλεμον, βουλόμενος δὲ παρασκευάζειν προθύμους τοὺς Ῥοδίους ἐὰν ἴδωσιν ἐν τοῖς ὅπλοις αὐτοὺς παρόντας τηνικαῦτα τοῖς ἔργοις ἐπιχειρεῖν· ὡς δὲ σύνηθες ἅπασιν ἐποίησεν ὁρᾶν τὸν ἐξετασμόν, αὐτὸς μὲν εἴκοσι λαβὼν τῶν τριήρων ἐξέπλευσεν εἰς Καῦνον, βουλόμενος μὴ παρεῖναι τῇ διαφθορᾷ τῶν ἀρχόντων, Ἱερωνύμῳ δὲ καὶ Νικοφήμῳ προσέταξεν ἐπιμεληθῆναι τῶν πραγμάτων οὖσιν αὑτοῦ παρέδροις. οἳ περιμείναντες ἐκείνην τὴν ἡμέραν, παρόντων ἐπὶ τὸν ἐξετασμὸν τῇ ὑστεραίᾳ τῶν στρατιωτῶν καθάπερ εἰώθεσαν, τοὺς μὲν αὐτῶν παρήγαγον ἐν τοῖς ὅπλοις εἰς τὸν λιμένα, τοὺς δὲ μικρὸν ἔξω τῆς ἀγορᾶς. τῶν δὲ Ῥοδίων οἱ συνειδότες τὴν πρᾶξιν, ὡς ὑπέλαβον καιρὸν ἐγχειρεῖν εἶναι τοῖς ἔργοις, συνελέγοντο σὺν ἐγχειριδίοις εἰς τὴν ἀγοράν, καὶ Δωρίμαχος μὲν αὐτῶν ἀναβὰς ἐπὶ τὸν λίθον οὗπερ εἰώθει κηρύττειν ὁ κῆρυξ, ἀνακραγὼν ὡς ἠδύνατο μέγιστον «ἴωμεν, ὦ ἄνδρες» ἔφη «πολῖται, ἐπὶ τοὺς τυράννους τὴν ταχίστην». οἱ δὲ λοιποὶ βοήσαντος ἐκείνου τὴν βοήθειαν εἰσπηδήσαντες μετʼ ἐγχειριδίων εἰς τὰ συνέδρια τῶν ἀρχόντων ἀποκτείνουσι τούς τε Διαγορείους καὶ τῶν ἄλλων πολιτῶν ἕνδεκα, διαπραξάμενοι δὲ ταῦτα συνῆγον τὸ πλῆθος τὸ τῶν Ῥοδίων εἰς ἐκκλησίαν. ἄρτι δὲ συνειλεγμένων αὐτῶν Κόνων ἧκε πάλιν ἐκ Καύνου μετὰ τῶν τριήρων· οἱ δὲ τὴν σφαγὴν ἐξεργασάμενοι καταλύσαντες τὴν παροῦσαν πολιτείαν κατέστησαν δημοκρατίαν, καὶ τῶν πολιτῶν τινας ὀλίγους φυγάδας ἐποίησαν. ἡ μὲν οὖν ἐπανάστασις ἡ περὶ τὴν Ῥόδον τοῦτο τὸ τέλος ἔλαβεν. Βοιωτοὶ δὲ καὶ Φωκεῖς τούτου τοῦ θέρους εἰς πόλεμον κατέστησαν. ἐγένοντο δὲ τῆς ἔχθρας αὐτοῖς αἴτιοι μάλιστα τῶν ἐν ταῖς Θήβαις τινές· οὐ γὰρ πολλοῖς ἔτεσιν πρότερον ἔτυχον εἰς στασιασμὸν οἱ Βοιωτοὶ προελθόντες. εἶχεν δὲ τὰ πράγματα τότε κατὰ τὴν Βοιωτίαν οὕτως· ἦσαν καθεστηκυῖαι βουλαὶ τότε τέτταρες παρʼ ἑκάστῃ τῶν πόλεων, ὧν οὐχ ἅπασι τοῖς πολίταις ἐξῆν μετέχειν, ἀλλὰ τοῖς κεκτημένοις πλῆθός τι χρημάτων, τούτων δὲ τῶν βουλῶν κατὰ μέρος ἑκάστη προκαθημένη καὶ προβουλεύουσα περὶ τῶν πραγμάτων εἰσέφερεν εἰς τὰς τρεῖς, ὅτι δὲ δόξειεν ἁπάσαις τοῦτο κύριον ἐγίγνετο. καὶ τὰ μὲν ἴδια διετέλουν οὕτω διοικούμενοι, τὸ δὲ τῶν Βοιωτῶν τοῦτον ἦν τὸν τρόπον συντεταγμένον. καθʼ ἕνδεκα μέρη διῄρηντο πάντες οἱ τὴν χώραν οἰκοῦντες, καὶ τούτων ἕκαστον ἕνα παρείχετο βοιώταρχον οὕτω· Θηβαῖοι μὲν τέτταρας συνεβάλλοντο, δύο μὲν ὑπὲρ τῆς πόλεως, δύο δὲ ὑπὲρ Πλαταιέων καὶ Σκώλου καὶ Ἐρυθρῶν καὶ Σκαφῶν καὶ τῶν ἄλλων χωρίων τῶν πρότερον μὲν ἐκείνοις συμπολιτευομένων, τότε δὲ συντελούντων εἰς τὰς Θήβας. δύο δὲ παρείχοντο βοιωτάρχας Ὀρχομένιοι καὶ Ὑσιαῖοι, δύο δὲ Θεσπιεῖς σὺν Εὐτρήσει καὶ Θίσβαις, ἕνα δὲ Ταναγραῖοι, καὶ πάλιν ἕτερον Ἁλιάρτιοι καὶ Λεβαδεῖς καὶ Κορωνεῖς, ὃν ἔπεμπε κατὰ μέρος ἑκάστη τῶν πόλεων, τὸν αὐτὸν δὲ τρόπον ἐβάδιζεν ἐξ Ἀκραιφνίου καὶ Κωπῶν καὶ Χαιρωνείας. οὕτω μὲν οὖν ἔφερε τὰ μέρη τοὺς ἄρχοντας· παρείχετο δὲ καὶ βουλευτὰς ἑξήκοντα κατὰ τὸν βοιώταρχον, καὶ τούτοις αὐτοὶ τὰ καθʼ ἡμέραν ἀνήλισκον. ἐπετέτακτο δὲ καὶ στρατιὰ ἑκάστῳ μέρει περὶ χιλίους μὲν ὁπλίτας, ἱππέας δὲ ἑκατόν· ἁπλῶς δὲ δηλῶσαι κατὰ τὸν ἄρχοντα καὶ τῶν κοινῶν ἀπέλαυον καὶ τὰς εἰσφορὰς ἐποιοῦντο καὶ δικαστὰς ἔπεμπον καὶ μετεῖχον ἁπάντων ὁμοίως καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν. τὸ μὲν οὖν ἔθνος ὅλον οὕτως ἐπολιτεύετο, καὶ τὰ συνέδρια τὰ κοινὰ τῶν Βοιωτῶν ἐν τῇ Καδμείᾳ συνεκάθιζεν. Ἐν δὲ ταῖς Θήβαις ἔτυχον οἱ βέλτιστοι καὶ γνωριμώτατοι τῶν πολιτῶν, ὥσπερ καὶ πρότερον εἴρηκα, στασιάζοντες πρὸς ἀλλήλους. ἡγοῦντο δὲ τοῦ μέρους τοῦ μὲν Ἰσμηνίας καὶ Ἀντίθεος καὶ Ἀνδροκλείδας, τοῦ δὲ Λεοντιάδης καὶ Ἀσίας καὶ Κοιρατάδας, ἐφρόνουν δὲ τῶν πολιτευομένων οἱ μὲν περὶ τὸν Λεοντιάδην τὰ Λακεδαιμονίων, οἱ δὲ περὶ τὸν Ἰσμηνίαν αἰτίαν μὲν εἶχον ἀττικίζειν, ἐξ ὧν πρόθυμοι πρὸς τὸν δῆμον ἐγένοντο ὡς ἔφυγεν· οὐ μὴν ἐφρόντιζον τῶν Ἀθηναίων, ἀλλʼ εἶχον … π … του … προῃροῦντο μᾶλλον … ες κακῶς ποιεῖν ἑτοίμους α … ίζειν. διακειμένων δὲ τῶν ἐν ταῖς Θήβαις οὕτω καὶ τῆς ἑταιρείας ἑκατέρας ἰσχυούσης … τα … προῆλθον πολλοὶ καὶ τῶν ἐν ταῖς πόλεσι ταῖς κατὰ τὴν Βοιωτίαν καὶ μετέσχον ἑκατέρας τῶν ἑταιρειῶν ἐκείνοις. ἐδύναντο δὲ τότε μὲν καὶ ἔτι μικρῷ πρότερον οἱ περὶ τὸν Ἰσμηνίαν καὶ τὸν Ἀνδροκλείδαν καὶ παρʼ αὐτοῖς τοῖς Θηβαίοις καὶ παρὰ τῇ βουλῇ τῶν Βοιωτῶν, ἔμπροσθεν δὲ προεῖχον οἱ περὶ τὸν Ἀστίαν καὶ Λεοντιάδην, χρόνον δέ τινα συχνὸν καὶ τὴν πόλιν διὰ κράτους εἶχον. ὅτε γὰρ πολεμοῦντες οἱ Λακεδαιμόνιοι τοῖς Ἀθηναίοις ἐν Δεκελείᾳ διέτριβον καὶ σύστημα τῶν αὑτῶν συμμάχων πολὺ συνεῖχον, οὗτοι μᾶλλον ἐδυνάστευον τῶν ἑτέρων, ἅμα μὲν τῷ πλησίον εἶναι τοὺς Λακεδαιμονίους, ἅμα δὲ τῷ πολλὰ τὴν πόλιν εὐεργετεῖσθαι διʼ αὐτῶν. ἐπέδοσαν δὲ οἱ Θηβαῖοι πολὺ πρὸς εὐδαιμονίαν ὁλόκληρον … εὐθέως ὡς ὁ … πόλεμος τοῖς Ἀθηναίοις συνέστη καὶ τοῖς Λακεδαιμονίοις· ἀρξαμένων γὰρ ἀνταίρειν τῶν Ἀθηναίων τῇ Βοιωτίᾳ συνῳκίσθησαν εἰς αὐτὰς οἵ τʼ ἐξ Ἐρυθρῶν καὶ Σκαφῶν καὶ Σκώλου καὶ Αὐλίδος καὶ Σχοίνου καὶ Ποτνιῶν καὶ πολλῶν ἑτέρων τοιούτων χωρίων, ἃ τεῖχος οὐκ ἔχοντα διπλασίας ἐποίησεν τὰς Θήβας. οὐ μὴν ἀλλὰ πολύ γε βέλτιον ἔτι τὴν πόλιν πρᾶξαι συνέπεσεν, ὡς τὴν Δεκέλειαν ἐπετείχισαν τοῖς Ἀθηναίοις μετὰ τῶν Λακεδαιμονίων· τά τε γὰρ ἀνδράποδα καὶ τὰ λοιπὰ πάντα τὰ κατὰ τὸν πόλεμον ἁλισκόμενα μικροῦ τινος ἀργυρίου παρελάμβανον, καὶ τὴν ἐκ τῆς Ἀττικῆς κατασκευὴν ἅτε πρόσχωροι κατοικοῦντες ἅπασαν μετεκόμισαν ὡς αὑτούς, ἀπὸ τῶν ξύλων καὶ τοῦ κεράμου τοῦ τῶν οἰκιῶν ἀρξάμενοι. τότε δὲ τῶν Ἀθηναίων ἡ χώρα πολυτελέστατα τῆς Ἑλλάδος κατεσκεύαστο· ἐπεπόνθει γὰρ μικρὰ κακῶς ἐν ταῖς ἐμβολαῖς ταῖς ἔμπροσθεν ὑπὸ τῶν Λακεδαιμονίων, ὑπὸ δὲ τῶν Ἀθηναίων οὕτως ἐξήσκητο καὶ διεπεπόνητο καθʼ ὑπερβολήν, ὥστε … δὲν παρʼ αὐτοῖς ἐπα … οἰκήσεις δὲ … ᾠκοδομημένας ἢ παρὰ τοῖς ἄλλοις … γὰρ αὐτῶν ἃ παρὰ τῶν Ἑλλήνων πολεμοῦντες ἐλάμβανον εἰς τοὺς ἰδίους ἀγροὺς ἀνήγαγε. τὰ μὲν οὖν πράγματα τὰ κατὰ τὰς Θήβας καὶ τὴν Βοιωτίαν εἶχεν οὕτως. Οἱ δὲ περὶ τὸν Ἀνδροκλείδαν καὶ τὸν Ἰσμηνίαν ἐσπούδαζον ἐκπολεμῶσαι τὸ ἔθνος πρὸς τοὺς Λακεδαιμονίους, βουλόμενοι μὲν καταλῦσαι τὴν ἀρχὴν αὐτῶν ἵνα μὴ διαφθαρῶσιν ὑπʼ ἐκείνων διὰ τοὺς λακωνίζοντας, οἰόμενοι δὲ ῥᾳδίως τοῦτο πράξειν ὑπολαμβάνοντες βασιλέα χρήματα παρέξειν, ὅπερ ὁ παρὰ τοῦ βαρβάρου πεμφθεὶς ἐπηγγέλλετο, τοὺς δὲ Κορινθίους καὶ τοὺς Ἀργείους καὶ τοὺς Ἀθηναίους μεθέξειν τοῦ πολέμου· τούτους γὰρ ἐχθροὺς τοῖς Λακεδαιμονίοις ὄντας αὐτοῖς συμπαρασκευάσειν τοὺς πολίτας. διανοηθέντες δὲ ταῦτα περὶ τῶν πραγμάτων ἐνόμιζον ἀπὸ μὲν τοῦ φανεροῦ χαλεπῶς ἔχειν ἐπιτίθεσθαι τούτοις· οὐδέποτε γὰρ οὔτε Θηβαίους οὔτε τοὺς ἄλλους Βοιωτοὺς πεισθήσεσθαι πολεμεῖν Λακεδαιμονίοις ἄρχουσι τῆς Ἑλλάδος· ἐπιχειροῦντες δὲ διὰ ταύτης τῆς ἀπάτης προάγειν εἰς τὸν πόλεμον αὐτούς, ἀνέπεισαν ἄνδρας τινὰς Φωκέων ἐμβαλεῖν εἰς τὴν Λοκρῶν τῶν Ἑσπερίων καλουμένων, οἷς ἐγένετο τῆς ἔχθρας αἰτία τοιαύτη. ἔστι τοῖς ἔθνεσιν τούτοις ἀμφισβητήσιμος χώρα περὶ τὸν Παρνασσόν, περὶ ἧς καὶ πρότερόν ποτε πεπολεμήκασιν, ἣν πολλάκις ἐπινέμουσιν ἑκάτεροι τῶν τε Φωκέων καὶ τῶν Λοκρῶν, ὁπότεροι δʼ ἂν τύχωσιν αἰσθόμενοί ποτε τοὺς ἑτέρους συλλεγέντες πολλοὶ διαρπάζουσι τὰ πρόβατα. πρότερον μὲν οὖν πολλῶν τοιούτων ἀφʼ ἑκατέρων γιγνομένων ἀεὶ μετὰ δίκης τὰ πολλὰ καὶ λόγων διελύοντο πρὸς ἀλλήλους, τότε δὲ τῶν Λοκρῶν ἀνθαρπασάντων ἀνθʼ ὧν ἀπέβαλον προβάτων εὐθὺς οἱ Φωκεῖς, παροξυνόντων αὐτοὺς ἐκείνων τῶν ἀνδρῶν οὓς οἱ περὶ τὸν Ἀνδροκλείδαν καὶ τὸν Ἰσμηνίαν παρεσκεύασαν, εἰς τὴν Λοκρίδα μετὰ τῶν ὅπλων ἐνέβαλον. οἱ δὲ Λοκροὶ δῃουμένης τῆς χώρας πέμψαντες πρέσβεις εἰς Βοιωτοὺς κατηγορίαν ἐποιοῦντο τῶν Φωκέων, καὶ βοηθεῖν ἐκείνους αὑτοῖς ἠξίουν· διάκεινται δὲ πρὸς αὐτοὺς ἀεί ποτε φιλίως. ἁρπάσαντες δὲ τὸν καιρὸν ἀσμένως μάλα οἱ περὶ τὸν Ἰσμηνίαν καὶ τὸν Ἀνδροκλείδαν ἔπεισαν τοὺς Βοιωτοὺς βοηθεῖν τοῖς Λοκροῖς. Φωκεῖς δέ, ἀγγελθέντων αὐτοῖς τῶν ἐκ τῶν Θηβῶν, τότε μὲν ἐκ τῆς Λοκρίδος πάλιν ἀνεχώρησαν, πρέσβεις δὲ παραχρῆμα πέμψαντες πρὸς Λακεδαιμονίους ἠξίουν ἐκείνους ἀπειπεῖν Βοιωτοῖς εἰς τὴν αὑτῶν βαδίζειν. οἱ δὲ καίπερ λέγειν αὐτοὺς νομίσαντες ἄπιστα, πέμψαντες ὅμως οὐκ εἴων τοὺς Βοιωτοὺς πόλεμον ἐκφέρειν πρὸς τοὺς Φωκέας, ἀλλʼ εἴ τι ἀδικεῖσθαι νομίζουσι δίκην λαμβάνειν παρʼ αὐτῶν ἐν τοῖς συμμάχοις ἐκέλευον. οἱ δέ, παροξυνόντων αὐτοὺς τῶν καὶ τὴν ἀπάτην καὶ τὰ πράγματα ταῦτα συστησάντων, τοὺς μὲν πρέσβεις τοὺς τῶν Λακεδαιμονίων ἀπράκτους ἀπέστειλαν, αὐτοὶ δὲ τὰ ὅπλα λαβόντες ἐβάδιζον ἐπὶ τοὺς Φωκέας. ἐμβαλόντες δὲ διὰ ταχέων εἰς τὴν Φωκίδα καὶ πορθήσαντες τήν τε τῶν Παραποταμίων χώραν καὶ Δαυλίων καὶ Φανοτέων ἐπεχείρησαν ταῖς πόλεσι προσβάλλειν· καὶ Δαυλίᾳ μὲν προσελθόντες ἀπεχώρησαν αὖθις οὐδὲν ποιήσαντες, ἀλλὰ καὶ πληγὰς ὀλίγας λαβόντες, Φανοτέων δὲ τὸ προάστιον κατὰ κράτος εἷλον. διαπραξάμενοι δὲ ταῦτα προῆλθον εἰς τὴν Φωκίδα, καταδραμόντες δὲ μέρος τι τοῦ πεδίου τοῦ περὶ τὴν Ἐλάτειαν καὶ τοὺς Πεδιέας καὶ τοὺς ταύτῃ κατοικοῦντας ἀπῄεσαν. ποιουμένων δὲ τὴν ἀποχώρησιν αὐτῶν παρʼ Ὑάμπολιν ἔδοξεν αὐτοῖς ἀποπειρᾶσθαι τῆς πόλεως· ἔστι δὲ τὸ χωρίον ἐπιεικῶς ἰσχυρόν· προσβαλόντες δὲ τοῖς τείχεσι καὶ προθυμίας οὐδὲν ἐλλιπόντες ἄλλο μὲν οὐδὲν ἔπραξαν, ἀποβαλόντες δὲ τῶν στρατιωτῶν ὡς ὀγδοήκοντα πάλιν ἀνεχώρησαν. Βοιωτοὶ μὲν οὖν τοσαῦτα κακὰ ποιήσαντες τοὺς Φωκέας ἀπῆλθον εἰς τὴν ἑαυτῶν. Κόνων δέ, παρειληφότος ἤδη Χειρικράτους τὰς ναῦς τὰς τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων, ὃς ἀφίκετο ναύαρχος διάδοχος τῷ Πόλλιδι, συμπληρώσας εἴκοσι τῶν τριήρων ἀναγόμενος ἐκ τῆς Ῥόδου κατέπλευσεν εἰς Καῦνον· βουλόμενος δὲ συμμεῖξαι τῷ Φαρναβάζῳ καὶ τῷ Τιθραύστῃ καὶ χρήματα λαβεῖν ἀνέβαινεν ἐκ τῆς Καύνου πρὸς αὐτούς. ἐτύγχανε δὲ τοῖς στρατιώταις κατὰ τοῦτον τὸν χρόνον προσοφειλόμενος μισθὸς πολλῶν μηνῶν· ἐμισθοδοτοῦντο γὰρ ὑπὸ τῶν στρατηγῶν κακῶς, ὃ ποιεῖν ἔθος ἐστὶν ἀεὶ τοῖς πολεμοῦσιν ὑπὲρ βασιλέως, ἐπεὶ καὶ κατὰ τὸν Δεκελεικὸν πόλεμον, ὁπότε σύμμαχοι Λακεδαιμονίοις ἦσαν, κομιδῇ φαύλως καὶ γλίσχρως παρείχοντο χρήματα, καὶ πολλάκις ἂν κατελύθησαν αἱ τῶν συμμάχων τριήρεις εἰ μὴ διὰ τὴν Κύρου προθυμίαν. τούτων δὲ βασιλεὺς αἴτιός ἐστιν, ὃς ἐπειδὰν ἐνστήσηται πόλεμον καταπέμψας κατʼ ἀρχὰς ὀλίγα χρήματα τοῖς ἄρχουσιν ὀλιγωρεῖ τὸν ἐπίλοιπον χρόνον, οἱ δὲ τοῖς πράγμασιν ἐφεστῶτες οὐκ ἔχοντες ἀναλίσκειν ἐκ τῶν ἰδίων περιορῶσιν ἐνίοτε καταλυομένας τὰς αὑτῶν δυνάμεις. ταῦτα μὲν οὖν οὕτως συμβαίνειν εἴωθε· Τιθραύστης δέ, παραγενομένου τοῦ Κόνωνος ὡς αὐτὸν καὶ λέγοντος ὅτι κινδυνεύσει συντριβῆναι τὰ πράγματα διὰ χρημάτων ἔνδειαν, οἷς τοὺς ὑπὲρ βασιλέως πολεμοῦντας οὐκ εὐλόγως ἔχειν ἀπαγορεύειν, ἀποστέλλει τινὰς τῶν μεθʼ αὑτοῦ βαρβάρων ἵνα μισθὸν δῶσι τοῖς στρατιώταις, ἔχοντας ἀργυρίου τάλαντα διακόσια καὶ εἴκοσιν· ἐλήφθη δὲ τοῦτο τὸ ἀργύριον ἐκ τῆς οὐσίας τῆς Τισσαφέρνους. Τιθραύστης μὲν οὖν ἔτι περιμείνας ὀλίγον χρόνον ἐν ταῖς Σάρδεσιν ἀνέβαινεν ὡς βασιλέα, καταστήσας στρατηγοὺς ἐπὶ τῶν πραγμάτων Ἀριαῖον καὶ Πασιφέρνη καὶ παραδοὺς αὐτοῖς εἰς τὸν πόλεμον τὸ καταλειφθὲν ἀργύριον καὶ χρυσίον, ὅ φασι φανῆναι περὶ ἑπτακόσια τάλαντα. Τῶν δὲ Κυπρίων οἱ μετὰ τοῦ Κόνωνος καταπλεύσαντες εἰς τὴν Καῦνον, ἀναπεισθέντες οὕτω τινῶν διαβαλλόντων, ὡς αὐτοῖς μὲν οὐ μέλλουσιν ἀποδιδόναι τὸν μισθὸν τὸν ὀφειλόμενον, παρασκευάζονται δὲ διαλύσεις μόνον ταῖς ὑπηρεσίαις καὶ τοῖς ἐπιβάταις, χαλεπῶς ἔφερον, καὶ συνελθόντες εἰς ἐκκλησίαν εἵλοντο στρατηγὸν αὑτῶν ἄνδρα Καρπασέα τὸ γένος, καὶ τούτῳ φυλακὴν ἔδοσαν τοῦ σώματος δύο στρατιώτας ἀφʼ ἑκάστης τάξεως … ιπ … ν … κ … α … των … τὸν Κόνωνα … ως ἐτύγχανε … υσ … αραιει κατελθόντος τοῦ Κόνωνος … διελέγετο περὶ τῶν πραγμάτων. Κόνων δὲ ω … αὐτῶν τοὺς … ους οὐκ εἴα πιστεύειν … εκλ … τῶν Ἑλλήνων, ἀλλὰ πάντας ἔφη τὸν μισθὸν ἀπὸ τῆς ἴσης κομιεῖσθαι, ταύτην δὲ τὴν ἀπόκρισιν ποιησάμενος ἔφασκεν βούλεσθαι διαδηλῶσαι καὶ τοῖς ἄλλοις· ὁ δὲ στρατηγὸς ὁ τῶν Κυπρίων ὁ Καρπασεὺς αὐτῷ πρὸς τὸ πλῆθος τὸ τῶν στρατιωτῶν ἠκολούθει. ἐκείνου δὲ συνεξορμήσαντος, ἐπειδὴ πορευόμενοι κατὰ τὰς πύλας ἦσαν, ὁ μὲν Κόνων ὥσπερ ἔτυχεν ἡγούμενος ἐξεληλύθει πρότερος ἐκ τοῦ τείχους, τοῦ δὲ ἀνθρώπου τοῦ Καρπασέως, ὡς ἦν ἐξιὼν κατὰ τὰς πύλας, ἐπιλαμβάνονται τῶν Μεσσηνίων τινὲς τῶν τῷ Κόνωνι παρακολουθεῖν εἰωθότων, οὐ μετὰ τῆς ἐκείνου γνώμης, ἐπιθυμοῦντες ἐντῇ πόλει κατασχεῖν αὐτόν, ὅπως ἂν ὧν ἐξήμαρτεν δῷ δίκην. οἱ δὲ συνακολουθοῦντες τῶν Κυπρίων ἀντελαμβάνοντο τοῦ Καρπασέως καὶ διεκώλυον τοὺς Μεσσηνίους ἄγειν αὐτόν, αἰσθανόμενον δὲ καὶ τὸ τῶν ἐξω Κυπρίων πλῆθος ἐπεβοήθει τῷ στρατηγῷ. ὁ δὲ Κόνων … πε … τοὺς ἀνθρώπους εἰσπηδήσας … υσεν εἰς τὴν πόλιν· οἱ δὲ Κύπριοι τοὺς Μεσσηνίους τοὺς ἁψαμένους τοῦ Καρπασέως βάλλοντες ἀπέκρουσαν, αὐτοὶ δὲ πεπεισμένοι πάντα παρὰ τὸ προσῆκον τὸν Κόνωνα παρεσκευάσθαι περὶ τὴν τοῦ μισθοῦ διάδοσιν εἰσέβαινον … εἰς τὰς τριήρεις ἐπὶ ταύταις ταῖς πράξεσιν, ὥς γέ τινες ἔλεγον, μέλλοντες τοὺς ἐκ τῆς Ῥόδου παραλαβόντες εἰς Κύπρον πλεῖν, … εύσαντες δὲ τῆς α … αν … νιοιου καὶ παρακαλέσαντες τοὺς βουλομένους τῶν Κυπρίων, βαδι … πρὸς τὴν ἀκρόπολιν, ἵνα τὴν ἀρχὴν τ … καταλύσωσιν ὡς αἰτίου μόνου πάντων αὐτοῖς τῶν κακῶν, ὁμοίως δὲ … ποιησ … ν αὐτοῖς εἰσ … εσια … τῶν λόγων … τὴν πόλιν τα … ἀποπλεύσαντες ἀπὸ τῆς … μενοι χρήσασθαι τοῖς αὐτ … τῶν τριήρων. Κόνων δὲ κατηγμένων αὐτῶν προσελθὼν πρὸς Λεώνυμον τὸν τῶν πεζῶν ὕπαρχον εἶπεν αὐτῷ ὅτι μόνος δύναται τὰ πράγματα σῶσαι τὰ βασιλέως· εἰ γὰρ αὑτῷ βούλεται δοῦναι τούς τε φρουροὺς τοὺς Ἕλληνας, οἳ τὴν Καῦνον φρουροῦσι, καὶ τῶν Καρῶν ὡς πλείστους, παύσειν τὴν ἐν τῷ στρατοπέδῳ ταραχήν. κελεύσαντος δὲ τοῦ Λεωνύμου λαμβάνειν ὁπόσους βούλεται στρατιώτας, ταύτην μὲν τὴν ἡμέραν παρῆκεν, καὶ γὰρ ἦν ἥλιος ἤδη περὶ δυσμάς, εἰς δὲ τὴν ἐπιοῦσαν, πρὶν ἡμέραν γενέσθαι, λαβὼν παρὰ τοῦ Λεωνύμου τῶν τε Καρῶν συχνοὺς καὶ τοὺς Ἕλληνας ἅπαντας ἐξήγαγεν αὐτοὺς ἐκ τῆς πόλεως· ἔπειτα τοὺς μὲν ἔξωθεν αὐτοῦ τοῦ στρατοπέδου περιέστησεν, τοὺς δὲ … ν πρός τε τὰς ναῦς καὶ τὸν αἰγιαλὸν διετάξατο. ταῦτα δὲ ποιήσας καὶ κελεύσας κηρῦξαι τὸν κήρυκα χωρεῖν ἕκαστον τῶν στρατιωτῶν ἐπὶ τὴν ἑαυτοῦ, συνέλαβε τῶν Κυπρίων τόν τε Καρπασέα καὶ τῶν ἄλλων ἑξήκοντα, καὶ τοὺς μὲν ἀπέκτεινε, τὸν δὲ στρατηγὸν ἀνεσταύρωσεν. ἀκούσαντες δὲ … οἱ καταλειφθέντες ἐν τῇ Ῥόδῳ διηγανάκτουν, καὶ χαλεπῶς ἐνεγκόντες τοὺς μὲν ἄρχοντας τοὺς ὑπὸ τοῦ Κόνωνος καταστάντας βάλλοντες ἐξήλασαν ἐκ τοῦ στρατοπέδου, τὸν δὲ λιμένα καταλιπόντες πολὺν θόρυβον καὶ ταραχὴν παρέσχον τοῖς Ῥοδίοις· ὁ δὲ Κόνων ἀφικόμενος ἐκ τῆς Καύνου τούς τε ἄρχοντας αὐτῶν συλλαβὼν ἀπέκτεινε καὶ τοῖς ἄλλοις μισθὸν διέδωκε. τὸ μὲν οὖν βασιλικὸν στρατόπεδον οὕτως εἰς μέγαν κίνδυνον προελθὸν διὰ Κόνωνα καὶ τὴν ἐκείνου προθυμίαν ἐπαύσατο τῆς ταραχῆς. Ἀγησίλαος δὲ παραπορευόμενος εἰς τὸν Ἑλλήσποντον ἅμα τῷ στρατεύματι τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων ὅσον μὲν χρόνον ἐβάδιζε διὰ τῆς Λυδίας οὐδὲν κακὸν ἐποίει τοὺς ἐνοικοῦντας, βουλόμενος ἐμμένειν ταῖς σπονδαῖς ταῖς πρὸς Τιθραύστην γενομέναις· ἐπειδὴ δὲ κατῆρεν εἰς τὴν χώραν τὴν Φαρναβάζου, προῆγε τὸ στράτευμα λεηλατῶν καὶ πορθῶν τὴν γῆν. ἐπειδὴ δὲ παραλλάξας τό τε Θήβης πεδίον καὶ τὸ Ἀπίας καλούμενον εἰσέβαλεν εἰς τὴν Μυσίαν, προσέκειτο τοῖς Μυσοῖς κελεύων αὐτοὺς συστρατεύειν μετʼ αὐτῶν· εἰσὶ γὰρ οἱ πολλοὶ τῶν Μυσῶν αὐτόνομοι καὶ βασιλέως οὐχ ὑπακούοντες. ὅσοι μὲν οὖν τῶν Μυσῶν μετέχειν ᾑροῦντο τῆς στρατείας, οὐδὲν ἐποίει κακὸν αὐτούς, τῶν δὲ λοιπῶν ἐδῄου τὴν χώραν. ἐπειδὴ δὲ προϊὼν ἐγένετο κατὰ μέσον μάλιστα τὸν Ὄλυμπον τὸν Μύσιον καλούμενον, ὁρῶν χαλεπὴν καὶ στενὴν οὖσαν τὴν δίοδον καὶ βουλόμενος ἀσφαλῶς πορευθῆναι διʼ αὐτῆς, πέμψας τινὰς εἰς τοὺς Μυσοὺς καὶ σπεισάμενος πρὸς αὐτοὺς ἦγε τὸ στράτευμα διὰ τῆς χώρας. παρέντες δὲ π … τῶν Πελοποννησίων καὶ τῶν συμμάχων, ἐπιθέμενοι τοῖς τελευταίοις αὐτῶν καταβάλλουσι … τῶν στρατιωτῶν ἀτάκτων διὰ τὰς στενοχωρίας ὄντων. Ἀγησίλαος δὲ καταζεύξας τὸ στράτευμα ταύτην τὴν ἡμέραν ἡσυχίαν ἦγε ποιῶν τὰ νομιζόμενα τοῖς ἀποθανοῦσι· διεφθάρησαν δὲ περὶ πεντήκοντα τῶν στρατιωτῶν· εἰς δὲ τὴν ἐπιοῦσαν καθίσας εἰς ἐνέδραν πολλοὺς τῶν μισθοφόρων τῶν Δερκυλιδείων καλουμένων ἀναστὰς προῆγε τὸ στράτευμα πάλιν. τῶν δὲ Μυσῶν οἰηθέντες ἕκαστοι διὰ τὴν πληγὴν τὴν τῇ προτεραίᾳ γενομένην ἀπιέναι τὸν Ἀγησίλαον, ἐξελθόντες ἐκ τῶν κωμῶν ἐδίωκον, ὡς ἐπιθησόμενοι τοῖς τελευταίοις τὸν αὐτὸν τρόπον. οἱ δὲ τῶν Ἑλλήνων ἐνεδρεύοντες, ὡς ἦσαν κατʼ αὐτούς, ἐκπηδήσαντες ἐκ τῆς ἐνέδρας εἰς χεῖρας ᾔεσαν τοῖς πολεμίοις. τῶν δὲ Μυσῶν οἱ μὲν ἡγούμενοι καὶ πρῶτοι διώκοντες ἐξαίφνης τοῖς Ἕλλησι συμμείξαντες ἀποθνῄσκουσιν, οἱ δὲ πολλοὶ κατιδόντες τοὺς πρώτους αὑτῶν ἐν πληγαῖς ὄντας ἔφευγον πρὸς τὰς κώμας. Ἀγησίλαος δὲ προσαγγελθέντων αὐτῷ τούτων μεταβαλόμενος ἀπῆγε τὸ στράτευμα πάλιν τὴν αὐτὴν ὁδόν, ἕως συνέμειξε τοῖς ἐν ταῖς ἐνέδραις, καὶ κατεσκήνωσεν εἰς τὸ στρατόπεδον, ᾗ καὶ τῇ προτέρᾳ κατεστρατοπέδευσεν. μετὰ δὲ ταῦτα τῶν μὲν Μυσῶν, ὧν ἦσαν οἱ ἀποθανόντες, ἕκαστοι κήρυκας πέμψαντες α … ἀνείλοντο τοὺς νεκροὺς ὑποσπόνδους· ἀπέθανον δὲ πλείους ἢ τριάκοντα καὶ ἑκατόν· Ἀγησίλαος δὲ λαβὼν ἐκ τῶν κωμῶν τινας καθηγεμόνας καὶ ἀναπαύσας … ἡμέρας τοὺς στρατιώτας ἦγεν εἰς τὸ πρόσθεν τὸ στράτευμα, καὶ καταβιβάσας εἰς τὴν χώραν τῶν Φρυγῶν, οὐκ εἰς ἣν τοῦ προτέρου θέρους ἐνέβαλεν, ἀλλʼ εἰς ἑτέραν οὖσαν ἀπόρθητον, κακῶς αὐτὴν ἐποίει, Σπιθραδάτην ἔχων ἡγεμόνα καὶ τὸν υἱόν. ὁ δὲ Σπιθραδάτης τὸ μὲν γένος ἦν Πέρσης, διατρίβων δὲ πρὸς τῷ Φαρναβάζῳ καὶ θεραπεύων ἐκεῖνόν, εἰτα δὲ εἰς ἔχθραν καταστὰς πρὸς αὐτόν, φοβηθεὶς μὴ καταληφθῇ καὶ κακόν τι πάθη, παραυτίκα μὲν ἀπέφυγεν εἰς Κύζικον, ὕστερον δὲ ὡς Ἀγησίλαον ἧκεν ἄγων Μεγαβάτην υἱὸν νέον ὄντα καὶ καλόν. Ἀγησίλαος δὲ τούτων γενομένων ἀνέλαβεν αὐτοὺς μάλιστα μὲν ἕνεκα τοῦ μειρακίου· λέγεται γὰρ ἐπιθυμητικῶς αὐτοῦ σφόδρα ἔχειν· ἔπειτα δὲ καὶ διὰ Σπιθριδάτην, ἡγούμενος ἡγεμόνα τε τῆς στρατιᾶς αὐτοῖς ἔσεσθαι καὶ πρὸς ἄλλα χρήσιμον. ἐκείνους μὲν οὖν τούτων ἕνεκα ὑπεδέξατο προθύμως, αὐτὸς δὲ προάγων εἰς τὸ πρόσθεν ἀεὶ τὸ στράτευμα καὶ λεηλατῶν τὴν τοῦ Φαρναβάζου χώραν ἀφικνεῖται πρὸς χωρίον, ὃ καλεῖται Λεόντων Κεφαλαί. καὶ ποιησάμενος πρὸς αὐτὸ προσβολάς, ὡς οὐδὲν ἐπέραινεν, ἀναστήσας τὸ στράτευμα προῆγεν εἰς τὸ πρόσθεν πορθῶν καὶ λεηλατῶν τῆς χώρας τὴν ἀκέραιον. ἀφικόμενος δὲ πάλιν πρὸς Γόρδιον, χωρίον ἐπὶ χώματος ᾠκοδομημένον καὶ κατεσκευασμένον καλῶς, καὶ καταζεύξας τὸ στράτευμα περιέμενεν ἓξ ἡμέρας, πρὸς μὲν τοὺς πολεμίους προσβολὰς ποιούμενος, τοὺς δὲ στρατιώτας ἐπὶ πολλοῖς ἀγαθοῖς συνέχων. ἐπειδὴ δὲ βιάσασθαι τὸ χωρίον οὐκ ἠδύνατο διὰ τὴν Ῥαθάνου προθυμίαν, ὃς ἐπῆρχεν αὐτοῦ Πέρσης ὢν τὸ γένος, ἀναστήσας ἦγεν ἄνω τοὺς στρατιώτας, κελεύοντος τοῦ Σπιθριδάτου εἰς Παφλαγονίαν πορεύεσθαι. Μετὰ δὲ ταῦτα προάγων τοὺς Πελοποννησίους καὶ τοὺς συμμάχους πρὸς τὰ ὅρια τῆς τε Φρυγίας καὶ τῆς Παφλαγονίας ἐκεῖ τὸ στράτευμα κατεστρατοπέδευσε, τὸν δὲ Σπιθριδάτην πρὸς Γύην ἔπεμψεν· ὁ δὲ πορευθεὶς καὶ πείσας ἐκεῖνον ἐπανῆκεν αὐτὸν ἄγων. Ἀγησίλαος δὲ ποιησάμενος σπονδὰς ἐκ τῆς τῶν Παφλαγόνων ἀπήγαγε διὰ ταχέων τὴν στρατιὰν ἐπὶ θάλατταν, φοβούμενος μὴ χειμῶνος τῆς τροφῆς ἐνδέωσιν. ἐποιεῖτο δὲ τὴν πορείαν οὐκέτι τὴν αὐτὴν ὁδόν, ἥνπερ ἦλθεν, ἀλλʼ ἑτέραν, ἡγούμενος διὰ τοῦ Σαγγαρίου διεξιοῦσιν ἀκοπωτέρως ἔσεσθαι τοῖς στρατιώταις. ἀπέστειλε δὲ … ιτ … ρ … υ … αὐτῷ Γύης το … ιτ … τω … ἱππέας μὲν περὶ χιλίους, πεζοὺς δὲ πλείους δισχιλίων. καταγαγὼν δὲ τὸ στράτευμα κατὰ Κίον τῆς Μυσίας, πρῶτον μὲν περιμείνας ἡμέρας αὐτοῦ δέκα κακῶς ἐποίει τοὺς Μυσοὺς πάλιν ἀνθʼ ὧν ἐπεβούλευσαν αὐτῷ περὶ τὸν Ὄλυμπον, ὕστερον δὲ προῆγε τοὺς Ἕλληνας διὰ τῆς Φρυγίας τῆς παραθαλαττιδίου, καὶ προσβαλὼν πρὸς χωρίον τὸ καλούμενον Μιλήτου Τεῖχος, ὡς οὐκ ἠδύνατο λαβεῖν, ἀπῆγε τοὺς στρατιώτας. ποιούμενος δὲ τὴν πορείαν παρὰ τὸν Ῥύνδακον ποταμὸν ἀφικνεῖται πρὸς τὴν Δασκυλῖτιν λίμνην, ὑφʼ ᾗ κεῖται τὸ Δασκύλιον, χωρίον ὀχυρὸν σφόδρα καὶ κατεσκευασμένον ὑπὸ βασιλέως, οὗ καὶ τὸν Φαρνάβαζον ἔλεγον ἀργύριον ὅσον ἦν αὐτῷ καὶ χρυσίον ἀποτίθεσθαι. κατεστρατοπεδευκὼς δὲ τοὺς στρατιώτας ἐκεῖθι μετεπέμπετο Πάγκαλον, ὃς ἐπιβάτης τῷ ναυάρχῳ Χειρικράτει πεπλευκὼς ἐπεμελεῖτο τοῦ Ἑλλησπόντου πέντε τριήρεις ἔχων. παραγενομένου δὲ τοῦ Παγκάλου διὰ ταχέων καὶ ταῖς τριήρεσιν εἰσπλεύσαντος εἰς τὴν λίμνην, ἐκεῖνον μὲν ἐκέλευσεν ὁ Ἀγησίλαος ἐνθέμενον ὅσα τῶν διηρπασμένων ἦν πλείονος ἄξια διαγαγεῖν εἰς τ … ο … περὶ Κύζικον, ὅπως ἀπʼ αὐτῶν μισθὸς τῷ στρατεύματι γένοιτο. τοὺς δὲ στρατιώτας τοὺς ἀπὸ τῆς Μυσίας ἀπέλυσε προστάξας αὐτοῖς ἥκειν εἰς τὸ ἔαρ, παρασκευαζόμενος τὸν ἐπιόντα χειμῶνα βαδίζειν εἰς Καππαδοκίαν, ἀκούων ταύτην τὴν χώραν διατείνειν ὥσπερ ταινίαν στενὴν ἀρξαμένην ἀπὸ τῆς Ποντικῆς θαλάττης μέχρι Κιλικίας καὶ Φοινίκης, καὶ τὸ μῆκος αὐτῆς εἶναι τοσοῦτον ὥστε τοὺς ἐκ Σινώπης βαδίζοντας …