Πρὸς ὑγιείην πόνος σιτίων ἡγείσθω.
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΕΚΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΕΜΠΤΟΝ
εἴρηται δὲ πολλάκις ὡς τὰς τοιαύτας γραφάς, ἐν αἷς οὐδὲν ὑπαλλάττεται τὸ λεγόμενον, ἀλλʼ ἡ διάνοια μένει κατὰ πᾶν ἡ αὐτή, κρίνειν οὐ πρόκειταί μοι φυλαττομένῳ τὸ μῆκος τῶν ὑπομνημάτων, ἀλλὰ καὶ νῦν αὐτὸ τοῦτο χάριν ἀναμνήσεως εἶπον, ἐπεὶ καὶ κατὰ τὰς μελλούσας λέγεσθαι ῥήσεις οὐδὲν ἐρῶ περὶ τῶν τοιούτων γραφῶν.
ὁ τοίνυν τῆς λέξεως νοῦς, εἰ μὲν ἁπλῶς τις ἀκούοι τοῦ λεγομένου, σαφής ἐστι, δηλοῦντος τοῦ Ἱπποκράτους τὴν ἑαυτοῦ γνώμην, ὡς οὐκ εἴη τοῦ χοροῦ τῶν ἄτεχνον ἡγουμένων εἶναι τὴν φύσιν, ἀλλὰ τεχνικὴν καὶ προνοητικὴν τοῦ ζῴου. δύναμιν δὲ προσήκει νῦν ἀκούειν ἐκ τοῦ τῆς φύσεως ὀνόματος ἐνοικοῦσαν αὐτοῖς τοῖς σώμασι τοῖς διοικουμένοις ὑπʼ αὐτῆς, ἧς τὴν οὐσίαν ἥτις ἐστὶν οὐκ ἀναγκαῖον ἐν τῷ παρόντι ζητεῖν, ὥσπερ οὐδὲ τῆς ψυχῆς ἡμῶν ἢ τοῦ κατʼ αὐτὴν ἡγεμονικοῦ. δεῖται γὰρ οὐδενὸς αὐτῶν ὁ ἐνεστηκὼς λόγος, ἀλλὰ μόνον ὅτι καλῶς ὑπελάμβανεν ὁ Ἱπποκράτης τὴν φύσιν ἰατρὸν εἶναι τῶν νοσημάτων. ἴσως γάρ τις οἰήσεται τὴν ἰατρικὴν τέχνην ἀναιρεῖσθαι τῷ λόγῳ τούτῳ. διὰ τοῦτʼ οὖν οὐχ ἁπλῶς ἀκούειν χρὴ τὸ νούσων φύσις ἰητρός. βαθύτερον γὰρ νόημα κατὰ τὴν λέξιν τήνδε περιέχεται διαρθρώσεως ἀκριβεστέρας δεόμενον, ἣν οὐδαμόθι πρόσθεν ἐποιησά μην ἑτέρωθι. γινώσκοντας δέ μου τὴν προαίρεσιν τοὺς ἑταίρους, οἷς χαριζόμενος ἐπὶ τὴν ἐξήγησιν ἀφῖγμαι τοῦ προκειμένου γράμματος, ἀναμνήσω καὶ νῦν, ὡς ἕκαστον τῶν δογμάτων τῶν ἀποδείξεως δεομένων ἅπαξ που διελθὼν τελέως, οὐκ ἐν ἑτέρῳ βιβλίῳ γράφω, μακρολογίαν περιττὴν εἰδὼς γινομένην, εἰ περὶ τῶν αὐτῶν λέγοι τις τὰ αὐτά, καθάπερ ἔνιοι πεποιήκασι τῶν νεωτέρων ἰατρῶν οὐ δὶς μόνον ἢ τρίς, ἀλλὰ καὶ τετράκις ἢ πλεονάκις ἔτι περὶ τῶν αὐτῶν τὰ αὐτὰ γράψαντες ἐν πολλοῖς ὑπομνήμασί τε καὶ συγγράμμασιν. ἐγὼ δὲ ἅπαξ ἀποδείξας τι χρῶμαι τοῦ λοιποῦ κατὰ τὰ ἄλλα βιβλία τῷ κεφαλαίῳ μόνον ἀναμιμνῄσκων, ὡς ἀποδέδεικταί μοι κατὰ τόδε καὶ τόδε τὸ γράμμα.
καὶ νῦν οὖν ἅπαξ ποιήσομαι τὸν περὶ τῆς φύσεως λόγον, ὅπως τέ φησιν αὐτὴν ἰατρὸν εἶναι τῶν νοσημάτων ὁ Ἱπποκράτης, ὅτι τε τὴν ἰατρικὴν τέχνην οὐδαμῶς ἀναιρεῖσθαι συμβέβηκεν ὑπὸ τοῦ δόγματος τούτου. σὺ δὲ ὁ τοῖσδε τοῖς ὑπομνήμασιν ὁμιλῶν ἤδη μοι πρόσεχε τὸν νοῦν ἀρχομένῳ τοῦ λόγου.
τὰς νόσους ὑπὸ τροφῆς ἐν καιρῷ δοθείσης ποιᾶς καὶ ποσῆς αἰονήσεώς τε καὶ καταπλασμάτων καὶ κλυστήρων καὶ φλεβοτομίας ὅσα τʼ ἄλλα τοιαῦτα θεραπεύεσθαί τις λέγων οὐκ ἂν ψεύσαιτο, καθάπερ οὐδʼ ὁ φάσκων ὑπὸ τῶν ἰατρῶν θεραπεύεσθαι τὰς νόσους, οὐδʼ ὁ τὴν ἰατρικὴν τέχνην θεραπευτικὴν εἶναι τῶν νοσούντων. ὥσπερ δὲ ὁ ταῦτα λέγων οὐκ ἂν ὡς ψευδόμενος ἐλεγχθείη, κατὰ τὸν αὐτὸν τρόπον οὐδʼ ὁ τὴν φύσιν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου πράττειν πάνθʼ ἡγούμενος. ἕπεται δὲ τούτῳ καὶ τὸ τὰς νόσους ἐκείνην πρώτην ἰᾶσθαι, καὶ μάλισθʼ ὅταν ἐναργῶς ὑγιάσῃ τὸν ἄνθρωπον ἱδρῶτας ἐκχέασα πολλοὺς ἢ διʼ οὔρων ἢ διὰ γαστρὸς ἢ διʼ ἐμέτων κενώσασα τοὺς λυποῦντας χυμούς.
τί τοίνυν τούτων ἁπάντων ἀξιώματι πρῶτόν ἐστιν ἢ τί δεύτερον ἢ τί τρίτον, ὅσα ποιεῖν ὑγείαν ἔφαμεν, ἐπισκέψασθαι προσήκει, καὶ μάλισθʼ ὅτι δὴ καὶ ἄλλα τινὰ προσέρχεται, διʼ ὧν αἱ νόσοι θεραπεύονται, περὶ ὧν ἁπάντων τῆς κατὰ τὴν ἀξίαν τάξεως ἄμεινον ἐγνῶσθαι. δοκεῖ γὰρ ἡμῖν ἄμεινον μὲν λέγεσθαι καὶ ἡ φύσις ἰᾶσθαι τὰς νόσους, ὀρθῶς δὲ καὶ ἡ ἰατρικὴ καὶ ὁ ἰατρός, ἀληθῶς δὲ καὶ ὁ ὑπηρέτης αὐτοῦ καὶ ἡ φλεβοτομία καὶ ἡ διʼ αὐτὴν γενομένη ῥύσις τοῦ αἵματος. ἴσως δʼ ἀξιώσει τις καὶ τὸν μάγειρόν τι συντελεῖν καὶ τὸν ὑφάντην καὶ τὸν οἰκοδόμον καὶ τὸν χαλκέα καί τινας ἄλλους τεχνίτας, ὧν τοῖς ἔργοις εἰς ὑπηρεσίαν χρώμεθα τῶν παρασκευαζομένων τοῖς ἀνθρώποις ὑγείας ἕνεκα. ἀλλὰ τῶν τοιούτων ἔνια μὲν ὗλαι βοηθημάτων, οὐ βοηθήματά εἰσιν, ἔνια δʼ ὄργανα τοῖς βοηθοῦσιν ἐπιτήδεια. βοηθήματα δὲ γίνεται διὰ τοὺς ἐν καιρῷ δέοντι καὶ ὡς προσήκει χρωμένους αὐτοῖς. ὅταν μὲν γὰρ ὠφελήσῃ δοθεὶς αὐτοῖς οἶνος, ἡ δόσις αὐτοῦ βοήθημά ἐστιν. ἐὰν δʼ ἀκαίρως προσενεχθεὶς παραφροσύνην ἢ φρενῖτιν ἐργάσηται, νοσῶδες αἴτιον, οὐχ ὑγιεινὸν οὐδὲ βοήθημα γίνεται. τίς οὖν αἴτιός ἐστι τῆς γενέσεως τοῦ βοηθήματος; ὁ τὸν καιρὸν εὑρίσκων δηλονότι. τίνα δὲ τοῦτον οἱ Ἕλληνες ὀνομάζουσιν; ἦ καὶ τοῦτο πᾶσιν εὔδηλον, ὡς ἰατρὸς οὗτος καλεῖται; ὥστε ἰατρὸς οἴνου κυριώτερος εἰς ὑγείας φυλακήν τε καὶ ποίησιν. ὑγιαίνουσί τε γὰρ ὠφέλιμος οἶνος γίνεται καιρῷ καὶ μέτρῳ πινόμενος ἰᾶταί τε τὰς νόσους ὅτε χρὴ προσφερόμενος. ἀλλʼ ὅ γε ἰατρὸς οὐχ ὅτι ζῷόν ἐστιν ἤτοι πεζὸν ἢ ὅτι δίπουν ἢ ὅτι λογικὸν ἢ πολιτικὸν ἐπίσταται καιρὸν καὶ μέτρον ἑκάστης τῶν ὑλῶν, ἀλλʼ ὅτι τέχνην μεμάθηκεν ὑγιεινῶν τε καὶ νοσωδῶν γνωστικήν. εἰ γὰρ διʼ ἐκείνων ταῦτʼ ἠπίστατο, πάντες ἂν ἄνθρωποι τὴν αὐτὴν ἐπιστήμην εἶχον, ὥστε προτέρα κατὰ τὸ ἀξίωμα τῶν ἰατρῶν ἐστιν ἡ τέχνη, διʼ ἣν ἰατροὶ γίνονται. τῇ γὰρ ἐκείνης δυνάμει χρώμενοι τὰς νόσους θεραπεύομεν. ἀλλʼ ὃν ἔχει λόγον ὕλη καὶ τὰ ὄργανα πρὸς ἰατρόν τε καὶ τὴν τέχνην αὐτοῦ, τοῦτον αὖ πάλιν αὐτός τε καὶ ἡ τέχνη πρὸς τὴν ἐν τῷ θεραπευομένῳ φύσιν. ἐκείνη γάρ ἐστιν ἡ πάντα τὰ δέοντα πράττουσα κατὰ τὰ τῶν ζῴων σώματα καὶ τρέφουσα μὲν ἡνίκα θρέψεως δεῖται, παρασκευάζουσα δʼ αὐτῇ τὸ αἷμα, διʼ οὗ θρέψει τὰ τροφῆς δεόμενα μόρια, τῷ δʼ αἵματι πάλιν καὶ αὐτῷ πρὸς τὸ γεννηθῆναι παρασκευάζουσα τὴν ἐν τῇ γαστρὶ πεττομένην τροφήν. εἰ δέ γε καταποθέντα τὰ σιτία μήτε πεφθείη καλῶς μήτʼ ἀναδοθείη μήθʼ αἱματωθείη μήτε τὴν τῶν τραφησομένων δύναμιν εὕροι, τὴν ἀρχὴν οὐδʼ ἂν τροφὴ λέγοιτο γεγονέναι τοῦ σώματος ἡμῶν. ὥσπερ δʼ εἰς τὸ τραφῆναι τὰ θρέψεως δεόμενα μόρια κυριωτάτη τῶν αἰτιῶν ἐστιν ἡ τρέφουσα δύναμις αὐτά, κατὰ τὸν αὐτὸν τρόπον ἡ μὲν ἐν τῇ γαστρὶ πρὸς τὴν τῶν σιτίων πέψιν, ἡ δʼ ἐν ἥπατί τε καὶ φλεψὶ πρὸς τὴν τοῦ πεφθέντος αἱμάτωσιν. οὐ μὴν οὐδʼ ἀναγκαῖον ἅπαντά με τὰ κατὰ μέρος ἔργα τῆς φύσεως διέρχεσθαι νῦν. ἀρκεῖ γὰρ ἀναμνῆσαι μόνον, ὡς ἐν τοῖς Περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἐδείχθησαν αἱ καθόλου δυνάμεις αὐτῆς, αἷς ἅπαντα τὰ κατὰ τὸ ζῷον ἐργάζεται, τέτταρες οὖσαι. πρώτη μὲν ἡ τῶν οἰκείων ἑλκτική, δευτέρα δὲ ἡ τούτων αὐτῶν ἀλλοιωτική τε καὶ πεπτικὴ καὶ τρίτη ἡ καθεκτικὴ τῶν οἰκείων καὶ τετάρτη ἡ τῶν οὐκ οἰκείων ἀποκριτική.
ταύταις οὖν ταῖς δυνάμεσιν οὐ μόνον ὑγιεινὸν φυλάττει τὸ ζῷον, ἀλλὰ καὶ νοσῆσαν ὑγιάζει, κἀκ τῶνδε δῆλον, ὅσον ἀξιώματι προύχει τῶν ποιητικῶν ὑγείας αἰτίων. ἅπαντα γὰρ τἄλλα παρασκευάζει τὴν οἰκείαν ὕλην αὐτῇ, καθάπερ ἐκτὸς ὁρῶμεν ἄλλην τέχνην ἄλλαις ὑπουργοῦσαν. ὑφάντῃ μὲν γὰρ κερκίδας καὶ ἱστοὺς καὶ κτένας ὁ τέκτων παρασκευάζει, τούτῳ δὲ ξύλα μὲν ὁ ὑλοτόμος, ἀξίνην δὲ καὶ σκέπαρνον ὁ χαλκεύς, τῷ χαλκεῖ δʼ αὐτῷ τὸν σίδηρον ὁ μεταλλεύς. καὶ σπάνιόν ἐστιν εὑρεῖν τέχνην ποιητικὴν οὐδεμιᾶς ἑτέρας δεομένην ἢ ὄργανα παρασκευαζούσης ἢ ὕλην ἐπιτήδειον εἰς τὸ δημιουργούμενον. οὕτως οὖν καὶ τῷ ἰατρῷ πολλαὶ τέχναι παρασκευάζουσι τὰ ὄργανα καὶ τὰς ἐπιτηδείους ὕλας, ὥσπερ αὐτὸς αὖ πάλιν τῇ φύσει μετά τινων ὑπηρετῶν. ἀνὰ λόγον γάρ ἐστιν ὡς ἀρχιτέκτων πρὸς οἰκοδόμους καὶ τέκτονας καὶ τοὺς ἄλλους τεχνίτας, ὧν ἐστιν ἀρχικός, οὕτως ὁ ἰατρὸς πρὸς ὑπηρέτας. εἰσὶ δʼ οὗτοι ῥιζοτόμοι, μυρεψοί, μάγειροι, καταπλάττοντες, ἐπιβρέχοντες, κλύζοντες, ἀποσχάζοντες, φλεβοτομοῦντες, σικυάζοντες. εἰ δʼ ἡμεῖς καὶ ταῦτα μεμαθήκαμέν τε καὶ πράττομεν, ὅμοιόν τι ποιοῦμεν ἐρέσσειν ἐπισταμένῳ κυβερνήτῃ καὶ ῥᾳδίως ἐπʼ ἄκρον ἀναβῆναι δυναμένῳ τοῦ ἱστοῦ ὅσα τʼ ἄλλα τῶν ναυτῶν ἐστιν ἔργα γινώσκοντί τε καὶ πράττοντι. καὶ γὰρ στρατηγοὶ πολλοὶ πολλάκις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ μάχεσθαι διὰ ξιφῶν τε καὶ δοράτων ἐπίστανταί τε καὶ πράττουσι καὶ βασιλεῖς ὡσαύτως, ἀλλʼ οὐχ ᾗ βασιλεὺς ἢ στρατηγὸς ἦν Ἀλέξανδρος ὁ Μακεδὼν ἢ Φίλιππος ὁ πατὴρ αὐτοῦ, ταύτῃ τὰ τῶν στρατιωτῶν ἔπραττον, ἀλλὰ καθʼ ἑτέρας τέχνας ὑπηρετικὰς τῇ στρατηγικῇ τε καὶ βασιλικῇ. καὶ τοίνυν καὶ ἡμεῖς ᾗ μὲν ἰατροὶ γινώσκομεν ἑκάστου βοηθήματος ποιότητά τε καὶ ποσότητα καὶ καιρὸν καὶ τρόπον χρήσεως, ᾗ δʼ ὑπηρέται φλεβοτομοῦμεν καὶ σικυάζομεν καὶ τἄλλα διὰ τῶν χειρῶν ἐνεργοῦμεν. ἀξιώματι τοιγαροῦν ἡ μὲν ἰατρικὴ προτέρα τῶν ἰατρῶν ἐστιν, ὁ δʼ ἰατρὸς τῆς ὑπηρετικῆς τέχνης, ἐκείνη δὲ τῶν ὑπηρετῶν, οἱ δʼ ὑπηρέται τῶν παρασκευαζουσῶν αὐτοῖς τά τε ὄργανα καὶ τὰς ὕλας τεχνῶν, ἐκεῖναι δὲ τῶν ἐργαζομένων τὰ κατὰ ταύτας τεχνιτῶν, αὐτοὶ δʼ οἱ τεχνῖται τῶν παρασκευαζομένων ὑλῶν τε καὶ ὀργάνων. ἀνάπαλιν τοίνυν ἕνεκα μονιμωτέρας γνώσεώς τε καὶ μνήμης τῷ καταλόγῳ τῶν τεχνῶν ἀκόλουθον ἐσχάτους μὲν εἰς ὑγείας φυλακὴν καὶ ποίησιν εἶναι τοὺς κατασκευάζοντας ἡμῖν κλυστῆρας καὶ φλεβοτόμα καὶ σμίλας καὶ ψαλίδας καὶ καυστῆρας καὶ τἄλλα τῆς ἰατρικῆς τέχνης ὄργανα, σὺν αὐτοῖς δὲ καὶ τοὺς τὰς ὕλας προπαρασκευάζοντας, οὓς ὀνομάζουσι ῥιζοτόμους καὶ βοτανικοὺς καὶ τὰ ἐκ τῶν μετάλλων ὅσα τʼ ἄλλα τοιαῦτα παρέχοντας, ἀνωτέρω δὲ τούτων τὰς τέχνας αὐτῶν καὶ τούτων ἀνωτέρω τοὺς ὑπηρέτας τῶν ἰατρῶν καὶ τούτων ἀνωτέρω τὴν τέχνην αὐτῶν, ἐφʼ ᾗ τοὺς ἰατρούς, εἶτα τὴν ἰατρικὴν αὐτήν, ἥτις πάλιν ὑπηρετεῖ τῇ φύσει. καὶ τῶν γε τῆς φύσεως αὐτῆς δυνάμεων ἔνιαι μέν εἰσι πρῶται, καθʼ ἃς τὸ ζῷον ἐν τῇ ζωῇ διαμένει, τὸ τελειότατον ἀξίωμα πρὸς τὴν ἀρίστην ζωὴν τοῦ σώματος ἔχουσαι. καλῶ δὲ ἀρίστην ζωὴν τὴν ἐν ὑγείᾳ δηλονότι, μοχθηρὰ γὰρ ἡ ἐν νόσοις. ἕτεραι δʼ εἰσὶ τούτων ὑπηρετικαὶ δυνάμεις, εἶτʼ ἐκείνων πάλιν ἄλλαι.
καὶ τοίνυν ἐπειδὴ τὸν κατάλογον ἅπαντα τῶν πρὸς ὑγείαν τε καὶ ζωὴν ἀναγκαίων τεχνῶν τε καὶ δυνάμεων ἐν τῷδε τῷ λόγῳ προὐθέμην εἰπεῖν ἑτέρωθί γε μηδαμόθι διεληλυθώς, οὐκ ὀκνήσω καὶ τὰ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἀξιώματα προσθεῖναι. πρῶται μὲν οὖν εἰσιν αἱ τὴν ὑγιεινὴν συμμετρίαν φυλάττουσαι τῷ ζῴῳ κατὰ ποσόν τε καὶ ποιόν. ἐπειδὴ γὰρ οὐκ ἔστι μόνιμος ἡ οὐσία τοῦ σώματος ἡμῶν, οὔτε κατὰ τὸ ποσὸν οὔτε κατὰ τὸ ποιόν, ἀλλʼ ἡ μὲν ποσότης μειοῦται κατὰ τὴν ἄδηλον αἰσθήσει διαπνοήν, ἡ δὲ ποιότης ὑπαλλάττεται τρεπομένης ἀεὶ τῆς κράσεως οὐ μόνον ἐκ τοῦ περιέχοντος, ἀλλὰ κἀξ ἡμῶν, ὡς ἐν τοῖς Ὑγιεινοῖς ἐπιδέδεικται, πρὸς μὲν τὴν τῆς ποσότητος ἐπανόρθωσιν ἡ θρεπτικὴ δύναμις ἡμῖν ἐστι, πρὸς δὲ τὴν τῆς ποιότητος ἥ τε ἀναπνοὴ καὶ ἡ καθʼ ὅλον τὸ σῶμα διαπνοή. δεομένων δὲ ὕλης οἰκείας τῶν τρέφεσθαι μελλόντων ἑτέρα τίς ἐστιν ἡμῖν δύναμις, ἣν οὐ χεῖρον ὀνομάσαι συντόμου καὶ σαφοῦς ἕνεκα διδασκαλίας αἱματοποιητικήν· ᾗ πάλιν ἐπιτήδειος ἑτέρα δύναμίς ἐστιν, ἡ κατὰ τὴν γαστέρα πεπτική. … κοιναὶ δὲ ἁπασῶν τῶν εἰρημένων δυνάμεων ἕτεραι τέτταρές εἰσιν, ὧν ἔμπροσθεν ἐμνημόνευσα, κληθεισῶν ὑπʼ ἐμοῦ σαφηνείας ἕνεκεν, ἑλκτικῆς, καθεκτικῆς, ἀλλοιωτικῆς καὶ ἀποκριτικῆς. τούτων οὖν ὑμᾶς ἀξιῶ μεμνῆσθαι γινώσκοντας ἐνταῦθα μόνον εἰρῆσθαί μοι τὸν λόγον τόνδε, δεικνύντι τὴν φύσιν ἁπασῶν τεχνῶν πρώτην τε καὶ κυριωτάτην οὖσαν εἰς τὰς ἰάσεις.
Ἀνευρίσκει ἡ φύσις ἑαυτῇ τὰς ἐφόδους οὐκ ἐκ διανοίης, τὰ μὲν οἷον τὸ σκαρδαμύσσειν, τὰ δὲ καὶ ἡ γλῶσσα ὑπουργέει καὶ ὅσα ἄλλα τοιαῦτα. εὐπαίδευτος ἡ φύσις ἐοῦσα καὶ οὐ μαθοῦσα τὰ δέοντα ποιέει.
Ἐφόδους ὠνόμασε φύσεως, ὡς εἰ καὶ ὁδοὺς ἢ ὁρμὰς ἐπὶ τὰς ἐνεργείας εἶπεν, οὐχ ὡς ἡμεῖς διανοούμενοί τε καὶ προαιρούμενοι πράττομεν, οὕτως γινομένας. τὸ γοῦν σκαρδαμύσσειν — ὀνομάζεται δʼ οὕτως τὸ κλείσαντα τὰ βλέφαρα διὰ ταχέων αὖθις ἀνοῖξαι — παραχρῆμα τοῖς γεννηθεῖσιν εὐθέως ὑπάρχει ζῴοις ἀδιδάκτως. δῆλον δʼ ὅτι τὸ ἔργον τοῦτο μεγίστην ὠφέλειαν παρέχει τοῖς ὀφθαλμοῖς. ἔκαμνέ τε γὰρ ἂν ἀνεῳγμένα τὰ βλέφαρα παντὶ τῷ χρόνῳ τῆς ἐγρηγόρσεως, ἐνέπιπτέ τʼ ἂν ἔξωθεν αὐτοῖς πολλὰ λυμαινόμενα τοῖς χιτῶσιν αὐτῶν. τούτου δʼ ἔτι θαυμασιώτερόν ἐστιν ἔργον τῆς φύσεως, ὃ παρορῶσιν οὐχ οἱ πολλοὶ μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν οἱ πλείονες, καίτοι καθʼ ἑκάστην ἡμέραν γινόμενον. ἐὰν γοῦν παιδίῳ διετεῖ δείξας ἄρτον ὀνομάσῃς αὐτὸ τοῦτο τοὔνομα τοῦ «ἄρτος» ἅμα τῷ δεῖξαι καὶ ποιήσῃς οὕτω δίς που καὶ τρίς, ὅτι τε τοῦ δεικνυμένου σώματος ἡ «ἄρτος» φωνὴ σημεῖόν ἐστιν, ἐνενόησε τὸ παιδίον αὐτό τε μιμησάμενον αὐτὴν φθέγγεται μὴ διδαχθὲν ὅπως χρὴ κινῆσαι τὴν γλῶτταν. ἀνὰ λόγον δὲ τούτῳ καὶ κατὰ τὰς ἄλλας κινήσεις, ἃς ὀνομάζουσι προαιρετικάς, ὑπὸ πάντων γίνεται τῶν ζῴων. ἐὰν γοῦν ἐθελήσῃ κάμψαι τι τῶν κώλων, αὐτίκα τοῦτο ποιεῖ, καίτοι μὴ γινῶσκον ἐκεῖνον τὸν μῦν, ὑφʼ οὗ κάμπτεται. κατὰ τὸν αὐτὸν λόγον ἐκτεῖναι βουληθὲν ἐκτείνει διʼ ἑτέρου μυός, ἀλλʼ οὔθʼ ὅστις ὁ μῦς οὗτός ἐστιν οὔτε κατὰ τίνα τρόπον ἐνεργεῖν δύναται δῆλόν ἐστι τῷ κινουμένῳ ζῴῳ. πῶς γὰρ οἷόν τε γινώσκειν αὐτοῖς, ἃ μηδὲ τοῖς πολλοῖς τῶν ἰατρῶν ἐστι πρόδηλα; καίτοι τί λέγω τοῖς πολλοῖς; ἐνίους γὰρ τῶν μυῶν οὐδὲ τῶν ἀνατομικωτάτων τις ἔγνω πρὸ ἡμῶν, ὥσπερ καὶ τὸν κάμπτοντα τὴν ἰγνύην, ἐγκατακεκρυμμένον τῇ διαρθρώσει, ἀλλʼ ὅμως ἅπαντες ἄνθρωποι κάμπτουσι τὴν κατὰ γόνυ διάρθρωσιν ἅμα τῷ βουληθῆναι. καὶ μὴν οὐ μόνον τοῖς ἀνθρώποις ὑπάρχει τὸ τοιοῦτον τῆς ἐνεργείας εἶδος, ἀλλὰ καὶ τοῖς ἄλλοις ζῴοις ἅπασιν. οὕτως ἄρα τῆς φύσεως ἡ δύναμις ἰσχυροτέρα ἐστὶ πρὸς τὸ πράττειν ἁπάσης τέχνης βέλτιον, ἃ συμφέρει τοῖς ζῴοις. καὶ τοίνυν Ἱπποκράτης τῆς μὲν τῶν βλεφάρων κινήσεως, ᾗ κινοῦμεν αὐτὰ κἂν εἰ πρὸς ἄλλην τινὰ πρᾶξιν προσέχομεν τὸν νοῦν, ἐμνημόνευσεν ἐν τῷ φάναι οἷον τὸ σκαρδαμύσσειν, τῆς δὲ κατὰ γλῶτταν ἐν τῷ φθέγγεσθαι διὰ τοῦ φάναι καὶ ἡ γλῶσσα ὑπουργέει. προελομένων γὰρ ἡμῶν ἡντινοῦν φθέγξασθαι φωνὴν ἡ γλῶττα πρὸς τὴν διάρθρωσιν αὐτῆς ἑτοίμως ὑπηρετεῖ. τὰ γοῦν παιδία τὰ νῦν πρῶτον ἀκούσαντα τῶν δυσρήτων φωνῶν οἷον τῆς στρὰγξ καὶ σφὶγξ εὐθέως αὐτὰς φθέγγονται μιμούμενα, μήθʼ οὕστινας μῦς τῆς γλώττης δεῖ κινῆσαι γινώσκοντα μήθʼ ὅπως αὐτὴν ἀνατείνειν ἢ κλᾶν ἢ περιάγειν ἢ στηρίζειν ἄνω πρὸς τὴν ὑπερῴαν ἢ τοὺς προσθίους ὀδόντας ἤ τι μέρος ἄλλο τοῦ στόματος. ὅταν δʼ εἴπῃ καὶ ὅσα ἄλλα τοιαῦτα, τῶν προαιρετικῶν ἀναμιμνῄσκει σε κινήσεων, ἐφʼ ὧν, ὡς ἔφην, τὰ ζῷα πάντα μὴ ὅτι τὰς κινήσεις τῶν μυῶν, ἀλλὰ μηδʼ αὐτοὺς γινώσκοντα τοὺς μῦς ὅμως ἅμα τῷ προελέσθαι κάμψαι τὸ μόριον ἢ ἐκτεῖναι παραχρῆμα τοῦτο ποιεῖ, καθάπερ γε κἂν εἰς τὸ πλάγιον ἀπαγαγεῖν ἐθελήσῃ καὶ περιτρέψαι καὶ ἐλελίξαι καὶ ὁπωσοῦν ἑτέρως κινῆσαι. διὸ καὶ τούτοις αὐτοῖς ἐπεφώνησεν· εὐπαίδευτος ἡ φύσις οὖσα οὐ μαθοῦσα τὰ δέοντα ποιέει. καλοῦνται μὲν οὖν οἱ μαθόντες ὁτιοῦν μάθημα πεπαιδεῦσθαι κατʼ ἐκεῖνο, τῇ φύσει δʼ ὑπάρχει πεπαιδευμένῃ τὰ μέγιστα εἶναι χωρὶς τοῦ μαθεῖν, ὥσπερ ὁ Θουκυδίδης ἐπὶ τοῦ Θεμιστοκλέους εἶπεν· «οἰκείᾳ γὰρ συνέσει καὶ οὔτε προμαθὼν εἰς αὐτὴν οὐδὲν οὔτε ἐπιμαθὼν τῶν τε παραχρῆμα διʼ ἐλαχίστης βουλῆς κάλλιστος γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος εἰκαστής.»
Δάκρυα, ῥινῶν ὑγρότης, πταρμοί, ὠτὸς ῥύπος, στόματος σίαλον, ἀναγωγή, πνεύματος εἴσοδος, ἔξοδος, χάσμη, βήξ, λυγμὸς οὐ τοῦ αὐτοῦ παντάπασι τρόπου.
Εἰς τὴν ἐξήγησιν τῆσδε τῆς ῥήσεως ὅσα δοκοίη μοι κάλλιστʼ ἄν τις εἰπεῖν ἐγὼ διεξελθὼν πρότερον οὕτω μεταβήσομαι πρὸς τοὺς ἐξηγησαμένους τὸ βιβλίον, ἅπαντας μὲν οἰομένους ἀφωρίσθαι τῆς προγεγραμμένης ῥήσεως τὴν νῦν ἡμῖν προκειμένην ἐξηγουμένους τε τὰς λέξεις αὐτῆς ἁπάσας ὡς εἰς πρόγνωσιν συμφερούσας. ἐμοὶ δὲ φαίνεται τὸ προκείμενον ἐξ ἀρχῆς ἔτι καὶ νῦν διὰ ταύτης ὅλης κατασκευάζειν ὁ Ἱπποκράτης· προὔκειτο δὲ αὐτῷ δεῖξαι τὴν φύσιν πάντα ἐπὶ σωτηρίᾳ τοῦ ἀνθρώπου πράττουσαν. ἀρξάμενος οὖν ἀπὸ τῶν ἔργων αὐτῆς, ὅσα κατὰ τὰ σώματα τῶν ζῴων ὑγιαινόντων ἐργάζεται, καὶ διελθὼν αὐτὰ κατὰ τὴν πρὸ ταύτης ῥῆσιν, ἑξῆς ὅσα κατὰ τὰς νοσώδεις διαθέσεις ἢ κοινὰς ὑγιαινόντων καὶ νοσούντων σωμάτων ἐπὶ σωτηρίᾳ τοῦ ζῴου ποιεῖ, κατὰ τὸν ἐνεστῶτα λόγον ἐδήλωσεν, ὧν ἕκαστον ἐγὼ κατὰ μέρος προχειριζόμενος ἐπιδείξω τινὰ μέν, ὡς ἔφην, ὄντα ἴδια νοσωδῶν διαθέσεων, ἔνια δὲ κοινὰ νοσοῦσί τε καὶ ὑγιαίνουσι. καὶ μέντοι τὰ δάκρυα κοινὰ λέγομεν, καὶ γὰρ ὑγιαίνουσι καὶ νοσοῦσι γίνεται, ποτὲ μὲν ἑπόμενα τῷ τρόπῳ τῆς κατὰ τοὺς ὀφθαλμοὺς νοσώδους διαθέσεως, ὥσπερ ὅταν φλεγμαίνωσι, ποτὲ δὲ τῆς φύσεως ἀποκρινούσης τὸ πλεονάζον ὑγρὸν ἢ γεννώσης τὸ λεῖπον ἐν τοῖς κατʼ αὐτοὺς ἀδέσιν. οὕτως δὲ καὶ ἡ τῆς ῥινὸς ὑγρότης ἐκκενουμένων διʼ αὐτῆς τῶν κατὰ τὸν ἐγκέφαλον ἀθροιζομένων περιττωμάτων γίνεται. καὶ οἱ πταρμοὶ δὲ φύσεως μὲν ἔργον ὑπάρχουσιν ἀεί, γίνονται δὲ ἐπὶ νοσώδεσι διαθέσεσιν. ὀνομάζω δὲ νοσώδεις διαθέσεις οὐ μόνον ὅταν ἤδη νοσῶσιν, ἀλλὰ κἀπειδὰν ἄρχηταί τις αὐτῶν συνίστασθαι. οἵα γὰρ ἐπʼ ὀφθαλμῶν ἐστιν ἡ τάραξις ἰδίως ὀνομαζομένη, φλεγμονῆς ἀρχή τις οὖσα, τοιαῦται πολλαὶ νοσώδεις διαθέσεις ἀρχόμεναι συνίστασθαι λύονται τῆς φύσεως ἐκκρινούσης τοὺς γεννῶντας αὐτὰς ἀτμούς τε καὶ χυμούς. εἴρηται δὲ περὶ πάντων τῶν τοιούτων ἐν ταῖς τῶν Συμπτωμάτων αἰτίαις. ἔνια μὲν γὰρ αὐτῶν ἀεὶ ὑπὸ τῆς φύσεως γίνεται, κωλυτικὰ δʼ ἐστὶ νοσωδῶν διαθέσεων ἤτοι γεννωμένων ἢ γεννᾶσθαι μελλουσῶν, ὥσπερ ἔνια τῶν ἤδη γεγεννημένων τε καὶ συμπεπληρωμένων θεραπευτικά, καὶ τοῦτʼ ἐστὶ τὸ τοὺς ἐξηγητὰς ἀπατῆσαν, ὡς οὐκ εἴη νῦν ὁ λόγος Ἱπποκράτους περὶ τῶν τῆς φύσεως ἔργων. ἀλλʼ ἔν γε τοῖς τρισὶν ὑπομνήμασιν ἐν οἷς διέρχομαι Περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων, ἅπας οὗτος ὁ λόγος ἐξείργασταί μοι δεικνύντι τῆς φύσεως ἐνεργούσης γίνεσθαι τοιαῦτα πάντα συμπτώματα, περὶ ὧν νῦν ὁ λόγος ἐνέστηκε. καὶ γὰρ ὁ τῶν ὤτων ῥύπος ὑπʼ ἐκείνης γίνεται καθαιρούσης ἐγκεφάλου τὰ περιττώματα, καὶ ἡ βὴξ ἕνεκα τοῦ καθαρὰς ἐργάσασθαι τὰς ὁδοὺς τῆς ἀναπνοῆς ἐδείχθη γινομένη, καθάπερ γε καὶ λυγμὸς καὶ χάσμη καὶ σκορδινισμὸς ἐκκρίσεως ἕνεκεν περιττωμάτων. ἔνια δὲ τῶν εἰρημένων κατὰ τὴν προκειμένην ῥῆσιν οὐδὲ συμπτώματα ὅλως ἐστίν, ὥσπερ ἥ τε ἀναπνοὴ καὶ ἡ καθʼ ὅλον τὸ σῶμα διαπνοή. δεδήλωται δὲ ὑπʼ αὐτοῦ περὶ μὲν τῆς ἀναπνοῆς, ἔνθα φησίν· πνεύματος εἴσοδος, ἔξοδος, περὶ δὲ τῆς διαπνοῆς ἐφεξῆς, ἔνθα πάλιν ἔγραψε· «τροφῆς καὶ πνοῆς.» σιάλου δὲ γένεσις ἐν τῷ στόματι τῶν προνοητικῶς ὑπὸ τῆς φύσεώς ἐστι γινομένων, ὥσπερ γε καὶ ἡ ἐκ θώρακός τε καὶ πνεύμονος ἀναγωγὴ τῶν πτυέλων. εἴρηται δὲ καὶ περὶ τούτων ἐν τῇ προκειμένῃ ῥήσει κατὰ τήνδε τὴν λέξιν· στόματος σίαλον, ἀναγωγή. καὶ χρὴ τὸ μὲν στόματος σίαλον αὐτὸ καθʼ ἑαυτὸ προενέγκασθαι, τὸ δʼ ἀναγωγὴ μετʼ αὐτὸ προσθέντας τὸ «πτυέλου», τάχα μὲν ἁμαρτηθέντος εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου τῶν ἀντι γράφων ὑπὸ τοῦ πρώτου βιβλιογράφου, τάχα δὲ αὐτοῦ τοῦ Ἱπποκράτους παραλιπόντος, ὡς ἂν ἑαυτῷ τινα ὑποτύπωσιν γράφοντος, οὐ πρὸς ἔκδοσιν σύγγραμμα. τὸ δʼ ἐπὶ τῇ τελευτῇ τῆς προκειμένης ῥήσεως γεγραμμένον οὐ τοῦ αὐτοῦ παντάπασι τρόπου τοιόνδʼ ἐστί· «πάντα τὰ εἰρημένα πᾶσι τοῖς εἰρημένοις οὐ τοῦ αὐτοῦ τρόπου ἐστίν.» ὡς γὰρ ἐδείξαμεν, ἔνια μὲν ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων μόνων γίνεται, τινὰ δὲ ἐπὶ μόνων τῶν νοσωδῶν διαθέσεων, ὥσπερ γʼ αὖ πάλιν ἐπʼ ἀμφοτέρων ἔνια καὶ τινὰ μὲν αὐτῶν μόνης τῆς φύσεώς ἐστιν ἔργα, … γραφόντων δὲ τήνδε τὴν λέξιν τῶν ἐξηγητῶν πολυειδῶς, ὀλίγον ὕστερον αἱ γραφαὶ λεχθήσονται. νυνὶ δὲ πρότερον, ὅσον ἔθʼ ὑπόλοιπόν ἐστιν ὅλης τῆς ῥήσεως, ἐν ᾗ τὰ τῆς φύσεως ἔργα κατέλεξεν, ἐξηγήσομαι.
Οὖρα καὶ ἄφοδος καὶ φύση διττὴ καὶ τροφὴ καὶ πνοὴ, καὶ τοῖσι θήλεσι ἃ τούτοισι, καὶ κατὰ τὸ ἄλλο σῶμα ἱδρῶτες, κνησμοὶ, σκορδινισμοὶ καὶ ὅσα τοιαῦτα.
Γράφουσι μὲν καὶ ταύτην τὴν λέξιν ἄλλος ἄλλως, ἀλλʼ ἐγὼ καὶ νῦν τὴν τοῖς πλείστοις ὁμολογουμένην γραφὴν ὅλῃ τε τῇ κατὰ τὴν ῥῆσιν διανοίᾳ συμφωνοῦσαν ἔν τε τοῖς ἀκριβέσι τῶν παλαιῶν ἀντιγράφων εὑρισκομένην εἱλόμην. ἔστι δʼ ὁ νοῦς αὐτῆς τοιοῦτος· ὥσπερ ἐπὶ τῶν προειρημένων συμπτωμάτων ἔργα φύσεως αὐτοδιδάκτου διῆλθεν ἐπὶ σωτηρίᾳ τοῦ ζῴου γινόμενα, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν οὔρου καὶ ἀφόδου καὶ φύσης διττῆς ἐμνημόνευσε καὶ τροφῆς καὶ διαπνοῆς καὶ τῶν τοῖς θήλεσι ζῴοις ὑπαρχόντων μόνοις, εἶτʼ ἐφεξῆς ἱδρώτων τε καὶ κνησμῶν καὶ σκορδινισμῶν.
ἡ μὲν γὰρ τῶν οὔρων διάκρισις ἐὰν ἀναμνησθῇς ὅπως γίνεται, θαυμαστὴν ἐνδείξεταί σοι τῆς φύσεως πρόνοιαν εἰς τὰ ζῷα, τῆς τε τῶν νεφρῶν κατασκευῆς ἕνεκα καὶ τῆς τῶν οὐρητήρων ἐκφύσεως, ἣν ἐκ τῆς κοιλίας τῶν νεφρῶν ἴσχουσιν, ἔτι τε τῶν ἐπιθεμάτων, ἃ τοῖς εἰς τὴν κύστιν ἐμφυομένοις στόμασιν αὐτῶν ἐπίκειται, τοῦ τε μυὸς, ὃς ἀνὰ λόγον τῷ κατὰ τὴν ἕδραν σφιγκτῆρι περιβέβληται τῷ τραχήλῳ τῆς κύστεως, ἐπὶ τούτοις τε τῶν ἄλλων, ὅσα μικρότερα μέν ἐστι τούτων καὶ ἧττον θαυμαστά, τοσαύτην δʼ ἔχοντα χρείαν εἰς τοὔργον, ὥστε, εἰ μὴ τὸν τρόπον τοῦτον ἅπαντα κατεσκεύαστο, μοχθηρῶς ἂν ἢ οὐδʼ ὅλως ἐγίνετο τὰ περὶ τὴν τῶν οὔρων διάκρισίν τε καὶ κένωσιν.
ὡσαύτως δὲ καὶ τὰ κατὰ τὴν ἄφοδον, ὅπερ ἐστὶν ἀπόκρισιν τῶν περιττῶν τῆς τροφῆς, παρεσκευασμένα τῇ φύσει κατὰ τὴν τῶν τροφίμων ὀργάνων κατασκευὴν ἐνδείκνυται τὴν εἰς τὰ ζῷα πρόνοιάν τε καὶ σοφίαν αὐτῆς, ἃ σύμπαντʼ ἔχεις ἐν τοῖς Περὶ χρείας μορίων εἰρημένα. νυνὶ δʼ ἀρκεῖ τῶν κεφαλαίων ἀναμιμνῄσκειν μόνον. ἔνιοι μὲν οὖν ἑκάτερον τῶν ἐν ἀρχῇ τῆς προκειμένης ῥήσεως γεγραμμένων ἀναγνόντες αὐτὸ καθʼ ἑαυτὸ μόνον οὔρων αὐτὸν ἐνταῦθα καὶ ἀποπατημάτων μνημονεύειν φασίν. ἔνιοι δὲ συνάψαντες ἀμφότερα τὴν ἄφοδον τῶν οὔρων, ὅπερ ἐστὶ τὴν κένωσιν, ἐκ τῆς λέξεως δηλοῦσθαί φασιν, ὡς εἰ καὶ «οὔρου ἔκκρισιν» εἶπεν. οὗτοι τοίνυν ἐν ἀρχῇ τῆς ῥήσεως ἔγραψαν «κόπρου καὶ οὔρου ἄφοδος», ὡς εἰ καὶ οὕτως εἴρητο· «κόπρου καὶ οὔρου κένωσις».
ὥσπερ δὲ τῆς τροφῆς περιττώματα θαυμαστὴν οἰκονομίαν ἔχει κατὰ τὴν διάκρισιν, οὕτω καὶ περὶ τὴν τῆς φύσης ἀπόκρισιν ἑκατέρας, τῆς τε κατὰ τὸ ἀπευθυσμένον ἔντερον καὶ τῆς διὰ τοῦ στομάχου γινομένης, ἣν ἐρυγὴν ὀνομάζουσιν, τῆς φύσεως ἐμφαίνεταί τις πρόνοια, πρὸς ἔκκρισιν ἑκατέρας τῆς φύσης ὁρμώντων τῶν ὀργάνων, ἐν οἷς ἀθροίζονται. φαίνονται γὰρ ἑκατέρως ἐκκρινόμεναι, κἂν ὑπνοῦντες τύχωσιν οἱ ἔχοντες αὐτὰς κἂν ἐν καταφορᾷ καὶ καταλήψει καὶ ληθάργῳ καὶ κάρῳ καὶ παραφροσύνῃ καὶ βαθεῖ κώματι.
παραπλησίως δʼ ἂν εὕροις τέχνην τῆς φύσεως, εἰ μάθοις, ὅσα περί τε τὴν τῆς τροφῆς οἰκονομίαν καὶ τοῦ πνεύματος ἐργάζεται, καὶ τούτων ἔτι μᾶλλον θαυμάσεις, εἰ γνοίης ὅσα τοῖς θήλεσιν ἕνεκα τῆς κυήσεως ἐτεχνήσατο.
παραπλήσια δὲ αὐτοῖς ἐστι καὶ τὰ καθʼ ὅλον τὸ σῶμα περί τε τὴν τῶν ἱδρώτων ἔκκρισιν καὶ κνησμοὺς καὶ σκορδινισμούς. ὀνομάζουσιν μὲν οὖν κνησμὸν τὴν διὰ τῶν ὀνύχων ἐπιβολήν τε καὶ κίνησιν, ἣν ἐπὶ τῶν ὀδαξουμένων μορίων ποιεῖται τὰ ζῷα, φύσει καὶ τούτου πᾶσιν ὑπάρχοντος αὐτοῖς. ἐθεάσασθε οὖν καὶ πρῴην, ἡνίκα τὴν αἶγα ζῶσαν ἀνετέμνομεν ἐγκύμονα οὖσαν, τὸ καταδεδεμένης αὐτῆς ἐξαιρεθὲν ἔμβρυον ὅπως ἐπὶ τὴν γῆν κατατεθὲν πρῶτον ἐπὶ τῶν τεττάρων ποδῶν βαδίζειν ἐπεχείρησεν, οὐδενὸς αὐτὸ διδάξαντος ἕνεκα βαδίσεως ὑποτεθεῖσθαι ταῦτα τὰ μόρια, καὶ μικρὸν ὕστερον ἀποσεισάμενον τὴν περικειμένην ἔξωθεν ἑαυτῷ περιττὴν κατὰ τοῦ δέρματος ὑγρότητα καὶ μετʼ ὀλίγον αὖθις ἑνὶ τῶν ποδῶν τὰς πλευρὰς κνησάμενον, ἐφʼ ᾧ καὶ πάντες οἱ παρόντες ἀνεκράγετε, πρῶτον μὲν ὅτι τὴν ἴασιν εὗρεν αὐτὸ τοῦ συμπτώματος ἄνευ τοῦ διδαχθῆναι, δεύτερον δὲ ὅτι διὰ τοῦδε τοῦ μορίου δύναται μόνου γενέσθαι, καὶ τρίτον ὅτι κατὰ τόνδε τὸν τρόπον. ὁ δὲ σκορδινισμὸς τοιοῦτον μέν ἐστι σύμπτωμα κατὰ πάντας οἶμαι τοὺς μῦς, οἷόνπερ ἐπὶ τῆς χάσμης γίνεται μόνοις τοῖς περὶ τὴν κάτω γένυν, ἐδείχθη δʼ ἐν ταῖς τῶν Συμπτωμάτων αἰτίαις, εἴ τί γε μέμνησθε, καὶ τοῦτο κενώσεως ἕνεκα τῶν ἐν τοῖς μυσὶν ἀτμωδῶν περιττωμάτων ὑπὸ τῆς φύσεως γινόμενον. ὁρᾶται δὲ ἀδιδάκτως αὐτὸ καὶ τὰ βρέφη καὶ τὰ ἄλλα ζῷα ποιοῦντα. ταῦτʼ οὖν ἅπαντα καὶ ὅσα σὺν αὐτοῖς εἴπομεν, ὥσπερ καὶ τὸ ἀποσείσασθαι τὴν ὑγρότητα μικρὸν ἔμπροσθεν ἐπὶ τοῦ κατὰ τὴν ἀνατομίαν ἐρίφου λέλεκται, θαυμαστήν τινα τῆς φύσεως ἐνδείκνυται πρόνοιαν εἰς τὰ ζῷα, καθʼ ἣν ὑγιαίνοντά τε φυλάττεται καὶ νοσοῦντα θεραπεύεται.
Ἀνθρώπου ψυχὴ αἰεὶ φύεται ἄχρι θανάτου. ἢν δʼ ἐκπυρωθῇ, ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα φέρβεται.
Μαντείας δεῖ μᾶλλον ἤ τινος μεθόδου, καθʼ ἣν εὑρήσει τις, ὅ τί ποτε σημαίνειν βουληθεὶς ἔγραψε τὸ φύεται. δύναται μὲν γὰρ ἀκούεσθαι καὶ ἀντὶ τοῦ «γεννᾶται», καθάπερ ὁ Ἀσκληπιάδης ὕστερον ὑπέλαβε, δύναται δὲ καὶ ἀντὶ τοῦ «αὐξάνεται», δύναται δʼ, ὥσπερ τινὲς ἤκουσαν, ἀντὶ τοῦ «διασῴζεται», τροφῇ καὶ ἀναπνοῇ χρωμένων ἡμῶν· ὅσοι γὰρ οἴονται τὴν ψυχὴν εἶναι πνεῦμα, διασῴζεσθαι λέγουσιν αὐτὴν ἔκ τε τῆς ἀναθυμιάσεως τοῦ αἵματος καὶ τοῦ κατὰ τὴν εἰσπνοὴν ἀέρος ἑλκομένου διὰ τῆς τραχείας ἀρτηρίας εἴσω τοῦ σώματος. οὐκ ἄδηλον δʼ ἐστὶ καὶ ὡς οὐδὲν ὧν εἶπον ἀποφήνασθαι δυνατὸν ἡμῖν ἐστι διατεινομένοις, ὡς ἀληθὲς εἴη, μὴ πρότερον οὐσίαν ψυχῆς ἀκριβῶς ἐξευροῦσιν. εἰ μὲν οὖν, ὥσπερ ἐν τῷ Περὶ ἑβδομάδων ὁ γράψας τὸ βιβλίον ἐκεῖνο σαφῶς ἀπεφήνατο περὶ ψυχῆς οὐσίας, οὕτως καὶ κατʼ ἄλλο τι τῶν ὁμολογουμένων γνησίων Ἱπποκράτους συγγραμμάτων ἦν εἰρημένον, εἶχον ἄν τι κἀγὼ λέγειν περὶ τοῦ φύεται ῥήματος. ἐπεὶ δʼ οὐδαμόθι τῶν γνησίων βιβλίων Ἱπποκράτης ἀπεφήνατο σαφῶς … , ὅ τί ποτε σημαίνει τὸ φύεται ῥῆμα. πρὸς δὲ τῷ τοῦτʼ ἀγνοεῖν οὐδʼ αὐτὸς ἐμαυτὸν πέπεικα ψυχῆς οὐσίαν ἐπίστασθαι βεβαίως. ὅτι μὲν γὰρ ὁ ἐγκέφαλος αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθʼ ὁρμὴν ἡγεμών ἐστι τοῖς τοῦ ζῴου μορίοις ἅπασιν, ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἀποδέδειγμαι. πέπεισμαι δὲ καὶ πρός γε τούτῳ τὸ κατὰ τὰς κοιλίας αὐτοῦ πνεῦμα πρῶτόν τι τῶν ὀργάνων εἶναι τῶν ψυχικῶν, ὅπερ ἦν μοι προπετέστερον ἀποφηναμένῳ ψυχῆς οὐσίαν εἰπεῖν. εἴτε δὲ ἡ ὅλη τοῦ ἐγκεφάλου φύσις ἐκ τῆς τῶν τεττάρων στοιχείων κράσεως εἰς τοιαύτην τῆς οὐσίας ἦλθεν ἰδιότητα, καθʼ ἣν αἰσθήσεώς τε καὶ κινήσεως τῆς καθʼ ὁρμὴν ἀρχηγὸς ἔσται τῷ ζῴῳ καὶ δηλονότι καὶ φαντασίας καὶ μνήμης τε καὶ νοήσεως, εἴτε τις ἄλλη δύναμις ἀσώματος ὑπὸ τοῦ δημιουργήσαντος ἡμᾶς ἐνδεῖταί τε τῷ ἐγκεφάλῳ καὶ χωρίζεται πάλιν ἀποθνῃσκόντων, οὐδεμίαν ἔχω ἀπόδειξιν βεβαίαν, ἀλλὰ καὶ τοὺς ἀποφηναμένους περὶ τούτων ἡγοῦμαι πλεονεκτεῖν ἐμοῦ προπετείᾳ μᾶλλον ἢ σοφίᾳ. καὶ μέντοι καὶ περιττὸν εἶναι νομίζω τοῖς ἰατροῖς ἐπίστασθαι ψυχῆς οὐσίαν. ἀρκεῖ γὰρ γινώσκεσθαι τοῖς τὴν ἰατρικὴν τέχνην λογικῶς μεταχειριζομένοις, ὡς, ἡ κατὰ φύσιν κρᾶσις αὐτοῦ τοῦ ἐγκεφάλου καὶ τοῦ κατὰ τὰς κοιλίας αὐτοῦ πνεύματος ἄχρι περ ἂν διασῴζηται, ζῆν δυνάμενον τὸ ζῷον. ἐὰν δὲ ἤτοι τὸ κατὰ τὰς κοιλίας πνεῦμα διαφθαρῇ παντάπασιν ἢ τῆς κατὰ φύσιν κράσεως ἐπὶ πλεῖστον ἐκτραπῇ, μετὰ τῆς κατὰ τὸν ἐγκέφαλον οὐσίας ἀναγκαῖον αὐτῇ ἢ ψυχικὴν νόσον ἢ θάνατον ἀκολουθῆσαι. ταῦτα γὰρ γινώσκων ὁ ἰατρὸς τῆς τʼ εὐκρασίας αὐτῶν καὶ τῆς ὑπάρξεως προνοήσεται τοῦ πνεύματος ἀεὶ κατὰ τὰς εἰρημένας μεθόδους ὑφʼ ἡμῶν ἔν τε τοῖς Ὑγιεινοῖς καὶ τοῖς Θεραπευτικοῖς ὑπομνήμασιν, ἃς ἔδειξα πάσας Ἱπποκράτην πρῶτον εὑρηκότα. διὰ τοῦτʼ οὖν οὐδὲ γνησίαν νομίζω τὴν προκειμένην ῥῆσιν εἶναι, παρεγγεγράφθαι δʼ ὑπό τινος ὥσπερ καὶ ἄλλας οὐκ ὀλίγας, ἴσως δὲ καὶ τὸν υἱὸν αὐτοῦ Θεσσαλόν, ὃν ἀθροῖσαί φασι τὰς ὑπογραφὰς τοῦ πατρὸς εὑρόντα γεγραμμένας ἐν χάρταις τε καὶ διφθέραις καὶ δέλτοις, καὶ τοιαύτας τινὰς παρεντεθεικέναι ῥήσεις.
τῶν μέντοι γραψάντων ὑπομνήματα τοῦ προκειμένου βιβλίου τινὲς ἀντὶ τοῦ βελτίων γίνεται τὸ φύεταί φασιν εἰρῆσθαι. γίνεσθαι δʼ αὐτὴν ἐν τῷ χρόνῳ βελτίονα νομίζουσι τοῖς προνοουμένοις ἐπιστήμης τε καὶ σοφίας, ἀλλʼ οὔτε ἰατρικὸς ὁ λόγος οὔθʼ ὁμολογῶν τοῖς ἐπιφερομένοις. ὅτι γὰρ ἐπὶ τῆς οὐσίας αὐτῆς εἴρηται τὸ φύεται, δῆλον ἐκ τοῦ φάναι· ἢν δʼ ἐκ πυρωθῇ, ἅμα τῇ νούσῳ καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα φέρβεται. καὶ δόξειε δʼ ἂν ἐνδείκνυσθαι τὸ ἐκπυρωθῇ ῥῆμα τὴν οὐσίαν τῆς ψυχῆς ἡγεῖσθαι τὸν Ἱπποκράτην τὸ ἔμφυτον εἶναι θερμὸν, ὃ καὶ τῶν φυσικῶν ἔργων αἰτιᾶται πολλαχόθι. μέγιστον δʼ ἐνταῦθα κινεῖται δόγμα διαπεφωνημένον καὶ αὐτοῖς τοῖς φιλοσόφοις. ἔνιοι μὲν ἡγοῦνται μίαν οὐσίαν εἶναι ψυχῆς τε καὶ φύσεως, οἱ μὲν ἐν τῷ πνεύματι τιθέμενοι τὴν ὕπαρξιν αὐτῶν, οἱ δʼ ἐν τῇ τοῦ σώματος ἰδιότητι. τινὲς δὲ οὐ μίαν, ἀλλʼ ἰδίαν ἑκατέρᾳ τὴν οὐσίαν εἶναί φασι καὶ οὐ σμικρῷ γʼ εἴδει τινὶ διαφερούσας, ἀλλʼ ὅλῳ τῷ γένει, ὅπου γε καὶ τὴν μὲν τῆς φύσεως φθαρτὴν εἶναι ἡγοῦνται, τὴν δὲ τῆς ψυχῆς ἄφθαρτον. Ἀριστοτέλης μὲν οὖν καὶ Πλάτων ὑπὸ μίαν προσηγορίαν ἀμφοτέρας ἄγουσι τὰς δυνάμεις, οὐ μόνον ᾗ λογιζόμεθα καὶ μεμνήμεθα ψυχὴν καλοῦντες, ἀλλὰ καὶ τὴν ἐν τοῖς φυτοῖς, ᾗ τρέφεταί τε καὶ αὔξεται καὶ διασῴζεται, μέχρι περ ἂν ἐν τῷ χρόνῳ ξηρανθῇ. τοῖς Στωικοῖς δʼ ἔθος ἐστὶ φύσιν μὲν ὀνομάζειν, ᾗ τὰ φυτὰ διοικεῖται, ψυχὴν δὲ ᾗ τὰ ζῷα, τὴν οὐσίαν ἀμφοτέρων μὲν τίθενται τὸ σύμφυτον πνεῦμα καὶ διαφέρειν ἀλλήλων οἴονται ποιότητι. ξηρότερον μὲν γὰρ πνεῦμα τὸ τῆς ψυχῆς, ὑγρότερον δὲ τὸ τῆς φύσεως εἶναι, δεῖσθαι δʼ ἄμφω πρὸς διαμονὴν οὐ τροφῆς μόνον, ἀλλὰ καὶ ἀέρος. καὶ ὅσοι γε τοῦ δόγματος τούτου νομίζουσιν ἡγεμόνα τὸν Ἱπποκράτην γεγονέναι, καθάπερ ἐν τῷ Περὶ ἑβδομάδων εἴρηται, τὸ φύεσθαι λέγουσιν εἰρῆσθαι κατὰ τῆς γινομένης ἐν αὐτοῖς προσθέσεως ἐξ ἀμφοτέρων τῶν οὐσιῶν, τῆς τε τροφῆς καὶ τοῦ ἀέρος, ὡς ἐναργῶς φαίνεται καὶ τὴν ἑκατέρου χρείαν ἐπιστάμεθα — δέδεικται γὰρ ἡ μὲν ἀναπνοὴ τὴν συμμετρίαν τῆς ἐμφύτου θερμασίας φυλάττειν, ἡ δὲ τῶν σιτίων προσφορὰ τὸ διαρρέον τῆς σωματικῆς οὐσίας ἀναπληροῦν — καὶ, εἴπερ εἶδός τι τοῦ σώματός ἐστιν ἡ ψυχή, προσηκόντως ἂν λέγοιτο φύεσθαι μέχρι τοῦ θανάτου. εἰ δʼ ἐστὶν ἑτέρα τις αὐτῆς ἡ οὐσία, περὶ ταύτης τῆς φύσεως, ἣν Ἀριστοτέλης μὲν ὀνομάζει θρεπτικὴν, ἐπιθυμητικὴν δὲ Πλάτων, ἀληθὲς ἂν εἴη τὸ εἰρημένον, οὐκ ἀληθὲς δὲ ἐπὶ τῆς διανοητικῆς ψυχῆς. ὅτι μέντοι τὸ ἔμφυτον θερμόν, ᾧ μάλιστα ἀναφέρει τὰ σωματικὰ τῶν ἔργων ὁ Ἱπποκράτης, ἐκπυρωθὲν οὐ μόνον οὐκέτι δύναται τὰς ἔμπροσθεν ἐνεργείας ἐπιτελεῖν οὐδὲ τρέφειν ἡμᾶς, ὅπερ ἦν ἔργον αὐτῷ κυριώτατον, ἀλλὰ διαφθείρει τε καὶ τήκει καθάπερ τὸ πῦρ, εὔδηλόν ἐστι τῷ λόγῳ σκοπουμένοις ἡμῖν καὶ τὰς γινομένας ὑπὸ τῶν διακαῶν πυρετῶν συντήξεις τοῦ σώματος ἐναργῶς ὁρῶσι. παραλελειμμένης δὲ κατὰ τὸν εἰρημένον λόγον ἅπαντα τῆς τρίτης ψυχῆς ἢ δυνάμεως ἢ ὅπως ἂν ἐθέλῃς ὀνομάζειν αὐτήν, ἣν ὁ Πλάτων ἐκάλει θυμοειδῆ, καὶ περὶ ταύτης ἄμεινόν ἐστιν εἰπεῖν ἕνεκα τοῦ μηδὲν ἔτι ὑπολείπεσθαι κατὰ τὸν περὶ ψυχῆς λόγον. θερμασία μέν τις ἔμφυτος ἐν ἥπατι περιέχεται, καθʼ ἣν αἷμα γεννᾶται· θερμασία δὲ ἑτέρα πλείων ἐστὶ κατὰ τὴν καρδίαν εἰς θυμοῦ γένεσιν ἡμῖν δοθεῖσα. καὶ γὰρ εἰ χρεία τούτου τίς ἐστιν, ὡς ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπιδέδεικται, δεῖται μὲν αὕτη ἡ θερμασία τῆς ἀναπνοῆς, ἡ δʼ ἑτέρα τῆς διαπνοῆς. οὕτω γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς τὴν διὰ τῶν ἀρτηριῶν γινομένην καθʼ ὅλον τὸ σῶμα διττὴν ἐνέργειαν, ἐκπεμπουσῶν αἰθαλῶδες περίττωμα κατὰ τὴν συστολὴν, ἑλκουσῶν δὲ τὸν πέριξ ἀέρα κατὰ τὴν διαστολήν.
Νοῦσοι ξύντροφοι ἐν γήραϊ λείπουσι καὶ διὰ πεπασμὸν καὶ λύσιν καὶ ἀραίωσιν.
Οὐ περὶ πασῶν ὁ λόγος αὐτοῦ νῦν τῶν συντρόφων νόσων — ὀνομάζουσι δʼ οὕτως τὰς ἐκ πολλοῦ χρόνου κατὰ τὸ σῶμα τῶν ἀνθρώπων διαμενούσας· οὔτε γὰρ φαίνεται τοῦτο γινόμενον οὔτε αὐτὸς ἀγνοεῖ σαφῶς ἐν Ἀφορισμοῖς εἰπών· «οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πλεῖστα νοσέουσιν ἧσσον· ὅσα δὲ αὐτοῖς χρόνια νοσήματα γίνεται, τὰ πολλὰ συναποθνῄσκει.» προσθεὶς δʼ ἐν αὐτῷ τῷ λόγῳ τὸ «τὰ πολλὰ» καὶ μὴ καθόλου ποιησάμενος τὴν ἀπόφασιν, ὡς ὅσα χρόνια νοσήματα γίνεται συναποθνῄσκει, δῆλός ἐστιν εἰδὼς ἔνια λυόμενα πρὸ τοῦ θανάτου. τίνα τοίνυν ἐστὶ ταῦτα, καθάπερ γε καὶ τίνα τὰ μὴ λυόμενα πρὸ τοῦ θανάτου, διὰ τῶν Ἀφορισμῶν αὐτὸς ἐνεδείξατο γράφων ὧδε· «βράγχοι καὶ κόρυζαι τοῖς σφόδρα πρεσβυτέροισιν οὐ πεπαίνονται.» ψυχρῶν οὖν ἐνταῦθα μνημονεύσας δῆλός ἐστιν ἔνια τῶν θερμῶν συγχωρῶν λυθῆναι δύνασθαι κατὰ τὴν τῶν πρεσβυτέρων ἡλικίαν, εἴ γε «τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα» — σπάνια γάρ ἐστι ταῦτα —, καὶ τάς γε κεφαλαίας τὰς θερμὰς ἑτεροκρανίας τε καὶ νεφρίτιδας τὰς τοιαύτας, ἔτι τε ἀρθρίτιδας, ὅσαι πάνυ θερμὴν ἔχουσι τὴν διάθεσιν. οὗτος μὲν οὖν ἐκ τῆς τοῦ γήρως κράσεως γινόμενος ὁ τρόπος τῆς λύσεως ἐν τῷ μέρει τῶν πεπασμῶν ἐστι, δηλοῦντος τοῦ πεπασμοῦ πᾶσαν ἀγωγὴν εἰς τὴν σύμμετρον κρᾶσιν, ὡς ἐπὶ τῶν πεπαινομένων ἐδείχθη καρπῶν. ἑτέρους δὲ δύο τρόπους προστίθησιν ἔτι σπανιωτέρους τοῦ πεπασμοῦ, τόν τε κατὰ τὴν ἀραίωσιν καὶ τὸν ἀμφιβόλως εἰρημένον, εἴτε κατὰ τὴν διάλυσιν εἴτε κατὰ λύσιν ἀκοῦσαι χρή. γίνεται δὲ οὗτος ἐξ αὐτῆς τῆς σωματικῆς οὐσίας κοινῆς ἅπασιν οὔσης, μὴ ὅτι τοῖς ἐμψύχοις, ἀλλὰ καὶ τοῖς ἀψύχοις. ἀπορρεῖ μὲν γάρ τι πάντως αὐτῶν, ἀλλὰ πλεῖστον μὲν τῶν μαλακωτέρων, ἔλαττον δὲ τῶν ἧττον μαλακῶν. οὕτως γοῦν ἔνιοι τῶν παρὰ φύσιν ὄγκων λύονται, διαφορουμένης τῆς οὐσίας αὐτῶν κατὰ βραχὺ χρόνῳ πλείονι, καὶ γίνεται τοῦτο τοῖς καλῶς διαιτωμένοις, ὡς ὅσοι γε πληρωτικῇ διαίτῃ χρῶνται, τὴν ἐπιρροὴν τοῖς πεπονθόσι μέρεσιν ἴσην τῇ διαφορουμένῃ ποιούμενοι φυλάττουσι τὰ πάθη. τρίτον δὲ τρόπον εἴρηκε λύσεως τὴν ἀραίωσιν τοῦ σώματος, ὑπὸ μὲν τῶν ἰατρῶν ἐκ προνοίας γινομένην, ὑπὸ δὲ τῆς γεροντικῆς ἡλικίας σπανίως, ὅταν ἀσθενεστέρας γινομένης τῆς δυνάμεως ἰσχνοτέρας τε τῆς ἕξεως, ἀτροφωτέρου δὲ καὶ τοῦ δέρματος ἀραιωθῶσιν οἱ πόροι.
ἡμεῖς μὲν οὖν οὕτως ἐξηγούμεθα τὴν ῥῆσιν, ἀεὶ πειρώμενοι τοῖς ἐπὶ τῶν ἀρρώστων ὁρωμένοις ὁμολογούσας ἐπιδεικνύναι τὰς λέξεις αὐτοῦ, τῶν δʼ ἐξηγητῶν οἱ πλεῖστοι πάντα μᾶλλον ἢ τοῦτο πράττουσιν, οἵ γε καὶ νῦν ὡς ἐπὶ πάντων τῶν νοσημάτων εἰρημένου τοῦ λόγου τὰς αἰτίας ἀποδιδόναι πειρῶνται. τούτων δʼ ἀτοπώτερα λέγουσιν οἱ τὰ τοιαῦτα πάθη φάσκοντες ἐν τῷ γήρᾳ λύεσθαι, τῆς ψυχῆς μὲν οὖν ὀργάς, φιλαργυρίας, δεισιδαιμονίας, τοῦ δὲ σώματος ἐρωτικὰς διαθέσεις.
Ἴησις ἀντίνοον, μὴ ὁμονοέειν τῷ πάθει.
Οὗτος ὁ λόγος ὁ αὐτός ἐστι τῇ δυνάμει τῷ «τἀναντία τῶν ἐναντίων ἰάματα», περὶ οὗ πολλάκις ἤδη διείλεγμαι.
Τὸ ψυχρὸν καὶ ἐπικουρέει καὶ κτείνει.
Εἰς ἀνάμνησιν ἑαυτῷ καὶ τοῦτʼ ἔγραψε τῆς προειρημένης ἀποφάσεως καθόλου μέρος ὑπάρχον. τὸ γάρ τοι ψυχρὸν ἐπικουρεῖ μὲν τοῖς θερμοῖς πάθεσι, κτείνει δὲ τοὺς ψυχρὰ νοσοῦντας, καὶ οὕτως καὶ τὸ θερμὸν ἐπικουρεῖ μὲν τοῖς ψυχροῖς πάθεσι, κτείνει δὲ τοὺς θερμὰ νοσοῦντας. ἀφʼ ἑνὸς γὰρ ὡς ἀπὸ παραδείγματος ἐπὶ πάντα τἀναντία μετάγειν χρὴ τὸν λόγον.
Ὀξυθυμίῃ ἀνασπᾶται καρδίη καὶ πνεύμων ἐς ἑωυτὰ καὶ ἐς κεφαλὴν καὶ τὰ θερμὰ καὶ τὸ ὑγρόν, τῇ δὲ εὐθυμίῃ ἀφίησι καρδίη.
Αἰνιγματωδέστερον ἡ λέξις σύγκειται καὶ διὰ τοῦτο καὶ γραφὰς αὐτῆς πλείονας ἐποιήσαντο καὶ ταῖς γραφαῖς ἐοικυίας ἐξηγήσεις, … ἀληθέστερον δʼ ἂν εἴποι τις, οὐ ταῖς γραφαῖς τὰς ἐξηγήσεις, ἀλλὰ ταῖς ἐπινοηθείσαις ἐξηγήσεσι προσαναπεπλάσθαι τὰς γραφάς. εὐθὺς οὖν τὸ ἀνασπᾶται τί ποτε σημαίνει κατὰ τήνδε τὴν ῥῆσιν; ἀνασπᾶσθαι τὴν καρδίαν καὶ τὸν πνεύμονα λέγειν αὐτὸν ὑπὸ τῆς ὀξυθυμίης ἐξηγησόμεθα, προσκειμένου δὲ τοῦ ἐς ἑωυτὰ καὶ ἐς κεφαλὴν διανοίας ἑτέρας ἔμφασις γίνεται τοιαύτης· «ἡ καρδία καὶ ὁ πνεύμων ἀνασπᾶται εἰς ἑαυτὰ καὶ εἰς τὴν κεφαλὴν καὶ τὸ θερμὸν καὶ τὸ ὑγρόν», ὄντος καὶ τοῦ θερμὰ πλησίον ἀδιανοήτου. «θερμὸν» γὰρ ἐχρῆν ἢ θερμὰ εἰρῆσθαι μᾶλλον. ἄμεινον οὖν ἐστιν ἴσως ἀπογνόντα τῆς κατὰ μέρος ἐν τῇ ῥήσει λέξεως ὡς συγκεχυμένης ἔκφρασιν αὐτῆς μᾶλλον ἢ παράφρασιν ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ ποιήσασθαι. τοῦτο δʼ ἀδύνατον γενέσθαι, μὴ κἂν εἴ γʼ ἕν τι τῶν ὀνομάτων ἐξηγησαμένων ἡμῶν, ὅπερ ἐστὶ τὸ ἀνασπᾶν. δυοῖν γὰρ θάτερον ἐν ταῖς ὀξυθυμίαις ἤτοι τὸν πνεύμονα καὶ τὴν καρδίαν εἰς τὴν κεφαλὴν ἀνασπᾶσθαι φάναι ἢ τὴν καρδίαν καὶ τὸν πνεύμονα ἐκ τῶν κάτωθεν ἀνασπᾶν εἰς ἑαυτὰ τό τε θερμὸν καὶ τὸ ὑγρόν. πιθανὸν γὰρ ἐκ τῶν κατὰ τὸ ἧπαρ χωρίων, ὅθεν ἡ χορηγία τοῦ αἵματός ἐστιν, ἀνασπᾶσθαι τήν τε θερμασίαν καὶ τὴν ὑγρότητα. φαίνεται οὖν ἐναργῶς ἐν ταῖς ὀξυθυμίαις μείζονά τε καὶ σφοδρότερον ἡ καρδία ποιουμένη τὸν σφυγμὸν ἅμα ταῖς καθʼ ὅλον τὸ ζῷον ἀρτηρίαις. εὔλογον δὲ καὶ τὰ πληρώσαντα τὴν διαστολὴν αὐτῆς ἕλκεσθαι τηνικαῦτα πλείω. τοῦ δὲ πρὸς τὴν κεφαλὴν ἀναφέρεσθαι τό τε ὑγρὸν καὶ τὴν θερμασίαν πλείονα σημεῖόν ἐστι τὸ κατὰ τοὺς ὀφθαλμούς τε καὶ τὸ πρόσωπον ὅλον ἔρευθος. ἀλλὰ καὶ εἰ ἅψαιο, θερμότερα ταῦτα φανεῖταί σοι γεγονότα. προδήλως δὲ καὶ οἱ ὀφθαλμοὶ λάμπουσί τε ἅμα καὶ πυρωδέστεροι δηλοῦνται γεγονέναι καὶ ἡ σύμπασα κεφαλὴ θερμοτέρα. κατὰ δὲ τὴν εὐθυμίαν, φησίν, ἀφίησιν ἡ καρδία, τουτέστι καταλείπει τὰ προειρημένα. … χρήσιμος δὲ τῶν εἰρημένων ἡ γνῶσις εἰς τὸ ποτὲ μὲν φυλάττεσθαι τὴν ὀξυθυμίαν, ποτὲ δʼ αὐτὴν ἐπιτηδεύειν, φυλάττεσθαι μὲν, ὅταν ἡ κεφαλὴ θερμοτέρα τοῦ προσήκοντος ὑπάρχῃ κατὰ φυσικὴν δυσκρασίαν ἤ τι πάθος θερμὸν ἐπίκτητον, ἐπιτηδεύειν δʼ ἐν τοῖς πάθεσι ψυχροῖς ἢ τῇ φύσει ψυχροτέρᾳ κεφαλῇ. ὡσαύτως δὲ ἡ καθʼ ὅλον τὸ σῶμα κρᾶσις, εἰ μὲν εἴη θερμοτέρα τοῦ δέοντος, ἤτοι κατὰ πάθος ἢ φύσει, βλαβήσεται μεγάλως ὑπὸ τῆς ὀξυθυμίας, ἡ δʼ ἐναντία τῇδε μεγάλως ὀνήσεται. τοῦτο γάρ τοι καὶ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν ἐδείκνυμεν ὑπʼ αὐτοῦ δεδιδαγμένον, ἡνίκʼ ἔλεγεν· «ἐπιτηδεύειν ὀξυθυμίην ἐμποιέειν καὶ χροιῆς ἀναλήψιος ἕνεκα καὶ ἐγχυμώσιος.»
Πόνος τοῖσιν ἄρθροισι καὶ σαρξὶ σῖτος ὕπνος σπλάγχνοισι.
Ἐπειδὴ τὸ πόνος ὄνομα πολλάκις μὲν εἴωθεν ὁ Ἱπποκράτης ἀντὶ τοῦ γυμνασίου λέγειν, ἐνίοτε δʼ ἀντὶ τῆς ὀδύνης ἢ ἁπλῶς ἡστινοσοῦν βλάβης, ὡς ἐν πολλοῖς ὑπομνήμασιν ἤδη μεμαθήκατε, διὰ τοῦτο τοίνυν ἄλλος ἐπʼ ἄλλο τῶν τριῶν σημαινομένων ἧκε τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὁ μέν τις ἡγούμενος αὐτὸν λέγειν τὸ γυμνάσιον τοῖς ἄρθροις τε καὶ ταῖς σαρξὶν οἷόν περ σῖτον εἶναι, τουτέστι τροφὴν καὶ ῥώμην καὶ ὠφέλειαν· αὐξάνεσθαι γὰρ αὐτίκα καὶ κρατύνεσθαι καὶ ῥώννυσθαι διὰ τῶν γυμνασίων οὐδὲν ἧττον ἢ διὰ τῶν τροφῶν. ὁ δέ τις ἄλγημα καὶ ὀδύνην τοῖς ἄρθροις τε καὶ ταῖς σαρξὶ τὸν πολὺν σῖτον ἤκουσεν εἰρῆσθαι· τὴν γὰρ πληθώραν οὐ μόνον δυσκίνητα ποιεῖν τά τε ἄρθρα καὶ τὰς σάρκας, ὅπερ ἐστὶ τοὺς μῦς — ἐν τούτοις γὰρ τὸ τῶν σαρκῶν γένος —, ἀλλὰ καὶ ῥευματίζειν ὡς ὀδύνας ἐργαζέσθαι. ταύτῃ δʼ ἕπεται τῇ γνώμῃ καὶ τὸ κατὰ τὸ τρίτον σημαινόμενον, ἡγουμένων τινῶν τὸν πολὺν σῖτον, ὅπερ ἐστὶ τὴν πληθώραν, βλάβην εἶναι τοῖς τε ἄρθροις καὶ ταῖς σαρξίν. οὐ μόνον δὲ σαρξὶ καὶ ἄρθροις, ἀλλὰ καὶ πᾶσι τοῖς μορίοις τοῦ σώματος ἡ πληθώρα καὶ βλάβην εἴωθε καὶ ὀδύνας ἐπιφέρειν.
καὶ μέντοι καὶ τὸ δεύτερον μέρος τῆς ῥήσεως, ἐν ᾧ φησιν· ὕπνος σπλάγχνοισι, τὴν μὲν διάνοιαν ἕξει τοιαύτην· «ὥσπερ ὁ πόνος τοῖς ἄρθροις καὶ ταῖς σαρξίν, οὕτως ὁ ὕπνος τοῖς σπλάγχνοις ἤτοι γυμνάσιον ἔσται φέρον εὐεξίαν ἢ ὀδύνην ἢ βλάβην οἴσει.» γυμνάζεσθαι μὲν ἐν τοῖς ὕπνοις τὰ σπλάγχνα, καθʼ ὅσον ἐνεργεῖ μάλιστα τηνικαῦτα καὶ κατεργάζεται τὴν τροφήν, ἀκούειν ἄν τις δύναιτο. βλάβην δέ τινα καὶ ὀδύνην ἐπιφέρειν οὐκ ἀληθές, ἀνωδυνίαν τε γὰρ καὶ ὠφέλειαν μᾶλλον ὁ ὕπνος, οὐ τοὐναντίον πέφυκεν ἐργάζεσθαι, πλὴν εἴ τις ἐν ἀρχαῖς παροξυσμῶν λέγοι ταῦτα ποιεῖν αὐτόν. ἀλλὰ νῦν γε χωρὶς διορισμοῦ τῆς ῥήσεως γεγραμμένης οὐκ ἀληθὴς ὁ λόγος ἔσται. μήτι τοίνυν ἄμεινόν ἐστιν οὕτως ἀναγινώσκειν· πόνος τοῖς ἄρθροις καὶ ταῖς σαρξίν· εἶτʼ ἀφʼ ἑτέρας ἀρχῆς· σῖτος, ὕπνος σπλάγχνοισιν, ἵνʼ ὁ λόγος γένηται τοιόσδε· «τὸ μὲν γυμνάσιον τοῖς ἄρθροις καὶ ταῖς σαρξὶν ὠφέλειαν παρέχει, σῖτος δὲ καὶ ὕπνος τοῖς σπλάγχνοις.» τοῦ γὰρ ἐμφύτου θερμοῦ συννεύοντος εἰς τὸ βάθος, ὡς αὐτὸς ἐδίδαξεν, αἵ τε πέψεις τῶν σιτίων ἀμείνους γίνονται καὶ τρέφεται τηνικαῦτα τὰ σπλάγχνα. κατὰ δὲ τὴν ἐγρήγορσιν ἀποτεινομένου πρὸς τὸ δέρμα τοῦ ἐμφύτου θέρμου τὰ σπλάγχνα ψυχρότερα γίνεται σφῶν αὐτῶν. ἅπερ δὲ ἐκείνοις ὑπῆρχεν ἐν τοῖς ὕπνοις, ταῦτα τοῖς κώλοις πᾶσί τε τοῖς ἐκτὸς ἐν ταῖς ἐγρηγόρσεσιν.
Ψυχῆς περὶ παντὸς φροντὶς ἀνθρώποις.
… Τὸν περίπατον ἀντὶ τοῦ γυμνασίου πάντες ἤκουσαν οἱ ἐξηγησάμενοι τὸ βιβλίον, ἵνʼ ὁ λόγος ᾖ τοιόσδε· «τοῖς ἀνθρώποις αἱ φροντίδες γυμνάσιον», νομίσαντες αὐτὸν τῇ προσηγορίᾳ κεχρῆσθαι τῇ τοῦ περιπάτου, δηλούσης τῆς φωνῆς ταύτης εἶδός τι γυμνασίου. κακοζήλου δὲ τῆς ἑρμηνείας οὔσης, εἰκότως αὐτὴν ὁ Διοσκουρίδης φυλαττόμενος, οὐ περίπατος ἔγραψεν, ἀλλὰ προσθεὶς τὸ ν γράμμα «περὶ παντὸς», ὥστε γενέσθαι τὴν λέξιν τοιάνδε· ψυχῆς περὶ παντὸς φροντὶς ἀνθρώποις, ἵνʼ ᾖ δηλούμενον ἐξ αὐτῆς· «περὶ παντὸς τοῖς ἀνθρώποις ἀσκητέον ἐστὶ τὸν λογισμόν.» αἱ γάρ τοι διανοήσεις ὀνομάζονται φροντίδες, ὅθεν καὶ τὸν Σωκράτην φροντιστὴν ἐκάλουν καὶ φροντίδας τὰ σοφὰ βουλεύματα τἀνδρὸς ὠνόμαζον, ὡς κἀν ταῖς Ἀριστοφάνους Νεφέλαις ἔστιν εὑρεῖν, ἔνθα κωμῳδεῖ καὶ σκώπτει τὸν Σωκράτην ὡς ἀδολέσχην. εἰ δέ τῳ δόξει φιλοσόφου θεωρίας, οὐκ ἰατρικῆς ὁ λόγος ἔχεσθαι, πρῶτον μὲν ἐνθυμείτω κοινὸν ἁπασῶν εἶναι τῶν λογικῶν αὐτὸν τεχνῶν, ἐν αἷς τὸν λογισμὸν χρὴ γυμνάζειν, ὡς ἄλλοις τε πολλοῖς εἴρηται τῶν ἰατρῶν Ἐρασιστράτῳ τʼ οὐκ ὀλιγάκις. ἔπειτα δὲ καὶ πάθη τινὰ γίνεται τὰ μὲν οἷον ναρκοῦντα τὸ λογιστικὸν καὶ τὸ μνημονευτικὸν τῆς ψυχῆς, τὰ δὲ καρώδη καὶ καταφορικά. τούτοις οὖν ἡγητέον ὠφελίμους εἶναι τὰς φροντίδας, ὡς ἐν ἄλλοις ἐδίδαξε τὰς ὀξυθυμίας εἶναι χρησίμους εἰς εὐχυμίαν τε καὶ τῆς κατὰ φύσιν ἕξεως ἀνάκτησιν.
Ἐν τοῖς τρώμασι τὸ αἷμα συντρέχει, βοηθητέον ὡς τὸ κενὸν πλησθῆναι.
Αἰνιγματώδης καὶ ἥδε ἡ ῥῆσίς ἐστιν. οὔτε γὰρ τί τὸ συντρέχειν δηλοῖ σαφές ἐστιν οὔτε τί τὸ τὸ κενὸν πλησθῆναι. διὰ τοῦτʼ οὖν ἔνιοι μὲν τῶν ἐξηγητῶν εἰρῆσθαι τὸν λόγον φασὶ περὶ τῆς ἐπὶ τραύμασιν αἱμορραγίας, ἔνιοι δὲ περὶ τῆς ἐπιγινομένης φλεγμονῆς. ἑκάτεροι γὰρ ἀξιοῦσιν εἰς τὸ τετρωμένον μέρος ἐπιρρεῖν αἷμα καὶ μέντοι καὶ τούτου γινομένου κενοῦσθαι τὰς ἐν ὅλῳ τῷ σώματι φλέβας, ὧν προνοητέον εἶναί φασιν, ὡς ἂν πλησθῶσιν αὖθις. εἶναι δὲ τὴν πλήρωσιν αὐτῶν διττήν, ἀναστελλομένου μὲν ὑπὸ τῶν ψυχόντων καὶ στυφόντων φαρμάκων, καὶ σχήματος δὲ ἐπιτηδείου τοῦ συρρέοντος αἵματος. ἐπὶ τοῦ τετρωμένου τραυματίου … τινὲς δὲ οὐκ ἐπὶ τραυμάτων μόνον, ἀλλὰ κἀπὶ τῶν σφοδρῶς συντριβέντων ὀστῶν, καὶ μάλιστʼ ἐφʼ ὧν ἔξω τοῦ δέρματος ἀνέσχε τι μέρος αὐτῶν, ὡσαύτως δὲ κἀπὶ τῶν τοιούτων ἐξαρθρωμάτων ἁπασῶν τε τῶν μεγάλην θλάσιν ἐν τῷ σώματι ποιουσῶν πληγῶν τὸν λόγον εἰρῆσθαί φασι. τρώματα γὰρ ὀνομάζειν Ἱπποκράτην τὰς μεγάλας βλάβας ἔκ τινος τῶν ἔξωθεν γινομένας, εἰ καὶ χωρὶς τραύματος. ἀρίστη δὲ περὶ τοῦ συντρέχειν ἐκ τούτων τὸ αἷμα καὶ πληροῦν τὸ ἐκκενωθὲν αὕτη ἡ κατὰ τοὺς ταῦτα λέγοντας ἐξήγησις. ὅτι μὲν οὖν ὁ Ἱπποκράτης εἴθισται τρώματα καλεῖν τὰς τοιαύτας βλάβας ἐν πολλοῖς ἤδη τῶν βιβλίων αὐτοῦ μεμαθήκαμεν. εἰ δὲ καὶ νῦν ἐκείνων μέμνηται, προπετὲς εἰπεῖν. ἔνιοι δʼ ἐπὶ τῶν αἱμορραγούντων τρωμάτων αὐτὸν ἐνταῦθα συμβουλεῦσαί φασι τὸ κενὸν τῶν τραυμάτων πληροῦν ἐνθέσει φαρμάκων τε τῶν ἐπιτηδείων καὶ μοτῶν.
Ἢν οὖς ἀλγέῃ, εἴριον περὶ τὸν δάκτυλον ἑλίξας ἐγχεῖν ἄλειφα θερμόν, ἔπειτα ὑποθεὶς ἔσω ἐν τῷ θέναρι τὸ εἴριον ὑπὸ τὸ οὖς ἐπιθεῖναι, ὡς δοκέῃ τί οἱ ἐξιέναι, ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν ἀπάτῃ.
Ταύτην τὴν ῥῆσιν ὑπώπτευσάν τινες ὡς παρεγγεγραμμένην, οὐχ ἥκιστα διὰ τὸ προσκείμενον ἐπὶ τῷ τέλει λεξείδιον, τὴν ἀπάτην. ὁ μὲν γὰρ πρὸ αὐτῆς λόγος τοιόσδε τίς ἐστιν· «ἐὰν οὖς ἀλγῇ τις, ἔριον περὶ τὸν δάκτυλον ἑλίξας δηλονότι τὸν λιχανὸν — ἐγχωρεῖ δὲ καὶ περὶ τὸν ἀντίχειρα — βρέχων ἀλείφατι, τουτέστιν ἤτοι ἐλαίῳ ἢ πιμελῇ τετηκυίᾳ τὸ ἔριον ἐνστάζειν εἰς τὸ οὖς,» ὡς καὶ νῦν εἰώθαμεν ποιεῖν διὰ τῆς ἠμφιεσμένης εἰρίῳ μηλωτίδος, οὐ μόνον ἄλειφα, καθάπερ αὐτὸς ὠνόμασεν, ἀλλὰ καὶ πᾶν ἄλλο φάρμακον ὑγρὸν ἐγχέοντες. ἔστω δὲ δηλονότι τὸ φάρμακον ἐν ὠτεγχύτῃ θερμαινόμενον ὑπὸ λυχνιαίας φλογὸς ἢ ὑπὸ τοῦ καλουμένου κηρίωνος. χρὴ δʼ ἐγχεῖν οὐχ ἅπαξ ἢ δίς, ἀλλὰ πολλάκις, ὡς ἀπορρεῖν τι πρὸς τὴν ἐκτὸς χώραν τοῦ πόρου τοῦ ἀκουστικοῦ. τὸ δʼ ἀπορρέον τοῦτο νῦν ἡμεῖς οὐχ ἁπλῶς ἔριον ὑποτιθέντες δεχόμεθα. κελεύει δʼ ὁ Ἱπποκράτης ἐπὶ τῷ θέναρι τῆς χειρὸς ἡμῶν ἐπικεῖσθαι τοῦτο, τῆς ἀριστερᾶς χειρὸς δηλονότι, τὸ ἀπορρέον ἐκ τοῦ ὠτὸς ὑγρὸν ἀποδεχόμενον, ᾧ καὶ δῆλον ὡς οὐχ ἅπαξ ἢ δίς, ἀλλὰ καὶ πλεονάκις ἐγχεῖν κελεύει.
τούτοις δʼ ἐφεξῆς, εἰ μὲν ἁπλῶς ἦν γεγραμμένον· ἔπειτα ἐπὶ πῦρ ἐπιβάλλειν, εὐλόγως ἂν ἔφαμεν ἐξηγεῖσθαι τοὺς εἰπόντας ἕνεκεν αὐτοῦ τοῦ κατὰ τοῦ πυρὸς ἐπιβάλλειν ἀξιοῦν αὐτόν, ὡς δοκιμάσαι διὰ τῆς ὀδμῆς ὁποῖόν ἐστιν. αὐτὸς γὰρ οὕτω καὶ τὸ μετὰ βηχὸς ἀναπτυόμενον ἐκ πνεύμονος ἐδοκίμαζεν. ἐπεὶ δὲ πρόσκειται κατὰ τὸν λόγον ὡς δοκέῃ τί οἱ ἐξιέναι καὶ φαίνεται τὸ δοκέῃ συμφωνεῖν τῷ κατὰ τὸ τέλος εἰρημένῳ τῆς ῥήσεως ὅλης τῷ ἀπάτῃ, διὰ τοῦτο ἀποστάντες οἱ δοκιμώτεροι τῶν ἐξηγητῶν ἐπὶ τῇ τοῦ κάμνοντος ἀπάτῃ πρὸς τὴν τοιαύτην ἐνέργειαν ἀφῖχθαί φασι τὸν Ἱπποκράτην· παρηγορεῖσθαι γὰρ ἐνίοτε κἀκ τῶν τοιούτων τοὺς κάμνοντας ἡγεῖσθαί τε θεραπείαν ἑαυτῶν ἐπιμελεστέραν γίνεσθαι καὶ μέντοι καὶ τὸ μείζονα τῶν ὄντων τὰ πάθη φαίνεσθαι τοῖς κάμνουσι χρήσιμον εἶναί φασιν εἰς τὸ μὴ μέμφεσθαι τοῖς προνοουμένοις, ὡς οὐ ταχέως ἰωμένοις αὐτὰ καὶ πρὸς τὸ πείθεσθαι τῇ κατὰ τὴν δίαιταν ἀκριβείᾳ. τινὲς δὲ προστιθέασιν, ὅτι καὶ μισθοὺς μείζονας καὶ δῶρα θεραπευθέντες δώσουσι τοῖς ἰατροῖς οἱ μεγάλων παθῶν ἀπηλλάχθαι νομίζοντες. ὅπερ αὖ πάλιν ἐνίοις οὐ κατὰ τὴν Ἱπποκράτους προαίρεσιν εἶναι φαίνεται καὶ διὰ τοῦτο τὴν ῥῆσιν ὅλην ὑποπτεύουσιν ὡς παρεγγεγραμμένην. … οὐδὲ γὰρ οὐδὲ τοῦτʼ ἔστιν εἰπεῖν περὶ τῆς προκειμένης ῥήσεως, ὅπερ ἔνιοι πιθανῶς ἔδοξαν εὑρηκέναι, τὴν παρηγορίαν τῆς ὀδύνης ἀπάτην εἰρῆσθαι νομίζοντες, ὡς οὐ ταὐτὸν ὂν ἰάσασθαί τε τὴν νοσώδη διάθεσιν ἐκκόπτοντας τὴν οἷον ῥίζαν αὐτῆς ὀδύνην τε πραῧναι παρηγορήσαντας. ἐνίοτε γοῦν αὐτὸ τοῦτο χείρονα τὴν ὅλην διάθεσιν ἐργάζεται, καθάπερ ἐπὶ τῶν κωλικῶν αἱ διʼ ὀπίου καὶ ὑοσκυάμου καὶ μανδραγόρου καὶ στύρακος συντιθέμεναι ἀντίδοτοι. περιψύχουσαι γὰρ αὗται τὰ μόρια καὶ πρὸς τὸ δεύτερον ἐκ τῶν αὐτῶν αἰτιῶν παθεῖν ἑτοιμότερα παρασκευάζουσιν. ἀλλʼ οὐδὲ διὰ τὸ πραΰνειν τὴν ὀδύνην, ὡς ἔφην, οἷόν τʼ ἐστὶ δέξασθαι προσγεγράφθαι τὴν ἀπάτην. ἐναντιοῦται γὰρ τῷ ὡς δοκέῃ τί οἱ ἐξιέναι, τοῦ γράψαντος οὕτως ἐνδεικνυμένου τῆς τῶν καμνόντων ἀπάτης ἕνεκεν ἐπὶ τὴν τοιαύτην χειρουργίαν ἀφικνεῖσθαι τοὺς ἰατρούς. ἄμεινον οὖν ὑπολαμβάνειν οὐδʼ ὅλως εἶναι τὴν ῥῆσιν Ἱπποκράτους.
Γλῶσσα οὖρον σημαίνει· γλῶσσαι χλωραὶ χολώδεες, τὸ δὲ χολῶδες ἀπὸ πίονος, ἐρυθραὶ δὲ ἀφʼ αἵματος, μέλαιναι δὲ ἀπὸ μελαίνης χολῆς. αὖαι δὲ ἀπὸ λιγνυώδεος ἐγκαύσιος καὶ μητρῴου μορίου, λευκαὶ δὲ ἀπὸ φλέγματος.
Τὴν γλῶττάν φησι σημαίνειν ὁποῖόν ἐστι τὸ οὖρον, ἤτοι τὸ κυρίως οὕτως ὀνομαζόμενον, ὃ καθʼ ἑκάστην ἡμέραν ἀποκρίνομεν, ἢ τὸν τῶν χυμῶν ὀρρόν. ἑκατέρως δʼ ἂν ὁ λόγος ἐπὶ τὴν αὐτὴν ἥκοι διάνοιαν. ἡ γάρ τοι γλῶττα τῆς ἐν τοῖς χυμοῖς διαθέσεώς ἐστι δηλωτική, καθάπερ καὶ τὰ οὖρα. καὶ τό γε χρήσιμον ἐκ τῆς ῥήσεως ἔχοντες ἐκ περιττοῦ ζητήσομεν, ὅ τι ποτὲ σημαίνει τὸ οὖρον. ἔστι δὲ τὸ χρήσιμον, ὃ καθʼ ὅλην τὴν ῥῆσιν διδάσκει, τὰς μέν τινας γλώττας χολῆς πλεονεξίαν ἐνδείκνυσθαι, τὰς δʼ αἵματος ἤ τινος ἄλλου τοιούτου, περὶ ὧν ἐφεξῆς ἁπάντων ἐπισκεπτέον. ἐν γὰρ τοῖς χρησίμοις εἰς τὰ τῆς τέχνης ἔργα διατρίβειν ἀξιῶ παρατρέχοντας ὅσα σοφιστικῶς ἐζήτηται. χλωρὰς οὖν γλώττας εἴρηκεν, ὡς κἀν τῷ βίῳ συνήθως ὀνομάζουσιν ἅνθρωποι, χλωρούς τινας ἑωρακέναι φάσκοντες, οἷς ἂν ἐπὶ τὸ χολωδέστερον ἡ χρόα μεταβάλῃ, τῆς ὠχρᾶς δηλονότι χολῆς. ταύτην γὰρ ἁπλῶς ὀνομάζουσιν, οὐχ ὥσπερ τὰς ἄλλας μετὰ προσθήκης, ἤτοι μέλαιναν ἢ ἰώδη καλοῦντες ἢ ἐρυθρὰν ἢ ξανθὴν ἢ λεκιθώδη. ἐγγυτάτω μὲν οὖν ἐστι καὶ τοῦ αὐτοῦ σχεδόν τι γένους ἡ ξανθὴ χολὴ τῇ ὠχρᾷ. λέγουσι δὲ τοὐπίπαν ἄνευ τοῦ προσθεῖναι τὴν ὠχρὰν ἁπλῶς οὕτως χολὴν ἐμημεκέναι τὸν ἄνθρωπον. ἐπὶ δὲ τῆς ξανθῆς σπανίως ἔστιν εὑρεῖν ἁπλῶς τινα λέγοντα. προστιθέασι γὰρ εὐθέως αὐτῇ τὸ τοῦ χρώματος ὄνομα, ξανθὴν χολὴν ἐμημεκέναι τόνδε τινὰ λέγοντες ἢ ἄκρατον χολήν. ἰώδη δὲ καὶ μέλαιναν χολὴν οὔτʼ ἰατρός τις οὔτʼ ἰδιώτης ὠνόμαζεν ἄνευ προσθήκης, ὥσπερ οὐδὲ ἰσατώδη καὶ πρασοειδῆ καὶ λεκιθώδη. καὶ γὰρ ταῦτα ὀνόματα χολῶν ἐστιν ὑπό τινων ἰατρῶν εἰρημένα παρωνύμως ταῖς χρόαις, ἃς ἔχουσιν. οὕτως δὲ καὶ τὴν ἐρυθρὰν χολὴν ὀνομάζουσιν, αἵματος οὖσαν ὀρρόν. ἡ δὲ λεκιθώδης τῆς ξανθῆς παχυνθείσης γίνεται χολῆς, καθάπερ ἡ ὠχρὰ προσλαβούσης ὑδατώδη τινὰ οὐσίαν. αἱ τοίνυν χλωραὶ γλῶτται νῦν εἴρηνται σαφῶς ἀντὶ τῶν ὠχρῶν, ὑπὸ τῆς ὠχρᾶς χολῆς βαπτόμεναι. μεγάλας τε γὰρ ἔχουσα φλέβας ἡ γλῶττα καὶ κατὰ τὴν οὐσίαν οὖσα χαύνη τε καὶ σπογγοειδὴς ἑτοιμοτέρα τῶν ἄλλων ἐστὶ μορίων, ὅσα σκληρὰ καὶ πυκνά, δέξασθαί τε τοὺς ὀρρώδεις χυμοὺς εἰς αὐτὴν βαφῆναί τε πρὸς αὐτῶν ὥσπερ τὰ ἔρια. παρέγκειται δὲ τῷ λόγῳ τὸ χολῶδες ἀπὸ πίονος ἐνδεικνυμένου τἀνδρὸς τὴν γένεσιν τῷ χολώδει πλείστην ἐκ τοῦ πίονος ἐν τῇ τροφῇ γίνεσθαι. πίονα δὲ ἀκουστέον οὐ μόνον τὸ λιπαρόν, ἀλλὰ καὶ τὸ γλυκὺ καὶ ὅλως τὸ ἐν τοῖς κατὰ φύσιν ἔχουσιν ἡδύ. μόνοι γὰρ οἱ παρὰ φύσιν διακείμενοι πικροῖς καὶ στρυφνοῖς καὶ ὀξώδεσιν ἐδέσμασι χαίρουσιν. οἱ δὲ κατὰ φύσιν ἔχοντες καὶ ἀπέριττοι τά τε λιπαρὰ καὶ τὰ γλυκέα καὶ τά γε μηδεμίαν ἔχοντα ἰσχυρὰν ποιότητα μεθʼ ἡδονῆς προσφέρονται. πάντʼ οὖν τὰ τοιαῦτα τὸ πῖόν ἐστιν ἐν τροφῇ καὶ διὰ τοῦτο καὶ «πίονα ἄρουραν» καὶ «λιπαρὰν χώραν» εἰρήκασι πολλοὶ τῶν παλαιῶν, εὔφορον ἐνδεικνύμενοι διὰ τῶν προσηγοριῶν τούτων ὑπάρχειν αὐτὴν τῶν ὑγιαίνουσιν ἡμῖν ἀμέμπτως ἐσθιομένων καρπῶν. ὅτι δʼ ἔκ τε μέλιτος καὶ ὅλως τῶν γλυκέων, ὅταν ἐπὶ πλέον θερμανθῶσιν, ὁ πικρόχολος γεννᾶται χυμός, ἐν τῷ Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπιδέδεικται κατὰ τὸ τέταρτον ὑπόμνημα, μετὰ τοῦ καὶ φαίνεσθαι σαφῶς, ὅταν ἐν τῇ γαστρὶ πλείονι χρόνῳ τὰ τοιαῦτα μείνῃ μήτʼ ἀναδοθῆναι φθάσαντα μήτε πεφθῆναι, τὴν ὠχρὰν ἐξ αὐτῶν γεννωμένην χολήν. ὅσοι γοῦν ἤμεσαν τηνικαῦτα, τὴν τοιαύτην ἤμεσαν. περὶ μὲν οὖν τῆς ὠχρᾶς γλώττης ἱκανὰ καὶ ταῦτα.
τὰς δʼ ἐρυθρὰς ἀφʼ αἵματος γίνεσθαί φησιν. οὐδὲ γὰρ οὐδʼ ἐπινοῆσαι δυνατὸν ἀφʼ ἑτέρου χυμοῦ πλεονεκτοῦντος ἐρυθρὰν γενέσθαι χρόαν ἔν τινι μορίῳ. τὸ γὰρ χρῶμα τῶν χυμῶν ἐστὶ τῶν ἐπικρατούντων δηλονότι καὶ πλεονεκτούντων, οὐ τῶν ἐλλειπόντων. οὕτως δὲ καὶ τὰς μελαίνας γλώττας ἀπὸ μελαίνης χολῆς γίνεσθαί φησιν, ὁ γὰρ αὐτὸς λόγος κἀνταῦθα. τὰς δὲ αὔας, ὅπερ ἐστὶ ξηρὰς ἱκανῶς ἐκ πυρετοῦ διακαοῦς, ὃς οἷον πῦρ κατακαίων τὸ αἷμα λιγνύι μᾶλλον ἤπερ ἀτμῷ παραπλήσιον ἀναθυμίασιν ἐργάζεται· διὸ καὶ μέλαιναι πολλάκις αἱ τοιαῦται φαίνονται γλῶτται. γίνονται δὲ τοιαῦται γλῶτται καὶ ἀπὸ μητρῴου μορίου, τῆς ὑστέρας δηλονότι. καὶ γὰρ καὶ ταύτῃ φλεγμαινούσῃ πυρετοὶ θερμότατοι συνεδρεύουσιν. ὥσπερ δὲ ὠχραὶ μὲν ἀπὸ τῆς ὠχρᾶς, μέλαιναι δʼ ἀπὸ τῆς μελαίνης, ἐρυθραὶ δʼ ἀπὸ τοῦ αἵματος, οὕτως ἀπὸ τοῦ φλέγματος αἱ λευκαὶ γίνονται γλῶτται. τοῖς μὲν οὖν εἰρημένοις σημείοις ἀκολουθεῖ διὰ παντὸς τὰ δηλούμενα, τοῖς δὲ πράγμασιν οὐκ ἐξ ἀνάγκης τὰ σημεῖα· φλεγμαινούσης γὰρ τῆς μήτρας οὐ διὰ παντὸς οἱ πυρετοὶ διακαεῖς γίνονται, καθάπερ οὐδʼ αἵματος πλεονάζοντος ἐρυθραίνεται γλῶττα. καὶ μέντοι καὶ χολῆς μελαίνης ἐν σπληνὶ περιεχομένης ἢ κατά τινας τῶν κάτω φλεβῶν, ἡ γλῶττα τὴν χρόαν οὐ μεταβάλλει, καθάπερ οὐδʼ ἐπὶ τῆς ὠχρᾶς οὐδʼ ἐπὶ τοῦ φλέγματος, ἀλλʼ ὅταν ἤτοι κατὰ τὴν γαστέρα περιέχηταί τι τούτων ἢ θερμασίας πολλῆς χεούσης τε καὶ πνευματούσης τοὺς χυμούς, ἡ φορὰ γίνεται πρὸς τὸ μετέωρον. καθόλου τοίνυν ἐστὶ ῥητέον, ὡς ἕκαστον τῶν εἰρημένων ἐπὶ τῆς γλώττης σημεῖον ἐνδεικτικόν ἐστιν ἤτοι πυρετοῦ περικαοῦς ἅμα τῷ κατὰ τὴν τῆς γλώττης χρόαν ἕκαστον αὐτῶν τῶν ὑφʼ Ἱπποκράτους γεγονέναι λεγομένων χυμῶν πλεονάζειν ἢ τοῦ περὶ τὴν γαστέρα περιέχεσθαι τὸν τοιοῦτον.
Οὖρον ὁμόχρουν σώματι καὶ πόματι καὶ ὡς ἔσωθεν ἰόν, ποτοῦ ὑγρότης, σύντηξις. τὸ οὖρον ποτὲ μὲν ὁμόχρουν τῷ πεπομένῳ φαίνεται, μὴ μεταβαλλομένων μηδʼ αἱματουμένων καλῶς τῶν σιτίων, οἷς καὶ τὸ ποθὲν αὐτὸ συμμεταβάλλεται, ποτὲ δὲ συντήξεώς τινος ἐν τῷ σώματι μορίου γενομένης, ὡς ὁ Σαβῖνος ἔγραψεν. ταῦτα μὲν οὖν ἀμφότερα παρὰ φύσιν διοικουμένου τοῦ σώματος γίνεται, κατὰ φύσιν δʼ ἔχοντος ἅμα τῇ τῶν χυμῶν γενέσει τὸ ποτὸν μεταβαλλόμενόν τε καὶ χροϊζόμενον ἐργάζεται τὰς διαφορὰς τῶν οὔρων οὔτε κατὰ τὰς τῶν πεπομένων ποιότητας οὔτε κατὰ τὰς τῶν συντακέντων ἐν τῷ σώματι μορίων, ἀλλὰ κατὰ τὰς ἰδέας τῶν γεννηθέντων χυμῶν, ὡς ἔμπροσθεν ἤδη δέδεικται. πότε δʼ οὖν διασῴζει τὸ οὖρον τῶν πεπομένων τὴν χρόαν; εἰ μὲν ὕδωρ εἴη τὸ ποθὲν ἤ τις οἶνος λευκὸς καὶ λεπτός, ὑδατῶδες φαίνεται καὶ λευκόν· εἰ δὲ παχὺς καὶ μέλας εἴη ὁ οἶνος, μελάντερόν τε καὶ παχύτερον, ὥσπερ γε καὶ ξανθότερον, εἰ παλαιὸς καὶ κιρρὸς ὁ οἶνος. τῶν δὲ συντακέντων μορίων ἐνδείκνυται τὴν χρόαν, ὅταν οἷον ὀροβοειδῆ τε καὶ κριμνοειδῆ συνεξέρχηταί τινα αὐτοῖς. ἀφʼ ἥπατος γάρ ἐστι τὰ τοιαῦτα, καθάπερ γε τὰ σαρκωδέστερα τῶν νεφρῶν, οὕτω δὲ καὶ τὰ πεταλώδη τῆς κύστεως, τὰ δὲ λιπαρὰ πιμελῆς, τὰ δὲ κριμνώδη μὲν τῷ τε μεγέθει καὶ τῇ σκληρότητι, μὴ μέντοι λευκὰ σαρκὸς συντετηγμένης γνωρίσματα, καθάπερ γε καὶ τὰ μέλανα τοῦ σπληνὸς μᾶλλον. οὐ μέντοι τά γε τοῖς τῶν ὑποζυγίων ἐοικότα τοῦ ἐγκεφάλου συντήξεώς ἐστι σημεῖον, ὥσπερ ὁ Σαβῖνος ᾤετο. δέδεικται γὰρ ἐν τοῖς Εἰς τοὺς ἀφορισμοὺς ὑπομνήμασι τὰ τοιαῦτα γινόμενα τοῖς τὸν καλούμενον ὠμὸν χυμὸν ἠθροικόσι πλεῖστον, ὅταν ὑπὸ θέρμης χυθῇ. τηνικαῦτα γὰρ αὐτῷ συμβαίνει πνευματουμένῳ πρὸς τὴν κεφαλὴν ἀναπέμπειν πνεῦμα φυσῶδες, ὅθεν αἱ κεφαλαλγίαι γίνονται.
Γλῶσσα ὁμόχρους τῇσι προστάσεσι, διόπερ ταύτῃ γινώσκομεν τοὺς χυμούς.
… ἀσαφής ἐστιν ἐνταῦθα ἡ προστάσεσι φωνή, τινῶν μὲν οἰομένων προστάσεις χυμῶν εἰρῆσθαι ἐκ τῆς γαστρὸς ὁρμώντων, ἐνίων δὲ τοὺς ἐπιπηγνυμένους τῇ γλώττῃ, τινῶν δὲ τοὺς διαβρέχοντας αὐτήν. ἄμεινον δὲ τούτους ἅπαντας ἀκούειν, ἵνα ἐπὶ τῶν ὁπωσοῦν ψαυόντων τῆς γλώττης χυμῶν ὁ λόγος ᾖ γινόμενος. ὁμόχρους γὰρ αὐτοῖς φαίνεται, κἂν ἐκ τῆς γαστρὸς ἄνω φέρωνται, κἂν διὰ τῶν φλεβῶν ἥκωσι τῶν τρεφουσῶν, κἂν ἐξ ἀτμῶν τινων ἀναφερομένων ἔξωθεν ἐπʼ αὐτῆς ἐπιπήγνυνταί τε καὶ περιπήγνυνται χωρὶς τοῦ διαβρέχειν τὸ βάθος. διὰ τοῦτο οὖν αὐτὸ καὶ τοὺς χυμοὺς διαγινώσκομεν· ἐὰν μὲν γὰρ χλωρὰ γένηται, τοὺς πικροχόλους, ἐὰν δὲ μέλαινα, τοὺς μελαγχολικούς, ἀνὰ λόγον δὲ τοῖσδε τοὺς ἄλλους, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν εἶπον ἐξηγούμενος τὴν ῥῆσιν, ἐν ᾗ φησι· «γλῶσσαι χλωραὶ χολώδεες.»
Ἢν ἁλμυραὶ σάρκες γευομένῳ, περισσώσιος σημεῖον.
Οὐ μόνον ἡ χρόα τῆς γλώττης ἐνδείκνυται τοὺς πλεονάζοντας χυμούς, ἀλλὰ καὶ ἡ γευστικὴ κατʼ αὐτὴν δύναμις. οὕτως γοῦν ἐνίοις μὲν ἔχουσι πικρὸν χυμὸν ἐν τῇ γλώττῃ πάντα φαντάζεται πικρά, κἂν ᾖ γλυκύτατα, καθάπερ τοῖς ἰκτεριῶσιν, ἐνίοις δʼ ἁλμυρὰ διὰ τὸν ἁλυκὸν ὀνομαζόμενον χυμόν. ἐναργὲς δὲ τούτου τεκμήριον ἐπʼ αὐτῶν τῶν ὑγιαινόντων ἐστίν. ἐὰν γοῦν τις ἀψινθίου γευσάμενος εὐθέως ἐπʼ αὐτῷ γεύηταί τινος ἄλλου, πικρὸν αὐτὸ φανεῖται, κἂν ἅλας μασησάμενος ἄλλο τι μετʼ αὐτοὺς αὐτίκα προσενέγκηται, καὶ τοῦτο φανεῖται τὸ γευσθὲν ἁλμυρόν. οὕτως οὖν κἀν ταῖς νοσώδεσι διαθέσεσιν, ὅταν ἡ γλῶττα μὴ καθαρὰ καὶ ἀπέριττος ᾖ, κατὰ τὴν φύσιν τοῦ περιττώματος ὁ τῶν σιτίων γευόμενος εὑρήσει τὸν ἐν αὐτῇ πλεονάζοντα χυμόν, ἐὰν τὸ προσφερόμενον, οὗ γεύσεταί τις, ἔξω πάσης ᾖ σφοδρᾶς ποιότητος. εἰ δὲ μή, μικτή τις αἴσθησις ἔσται τῇ γλώττῃ δυοῖν χυμῶν, αὐτοῦ τε τοῦ κατʼ αὐτὴν πλεονάζοντος καὶ τοῦ κατὰ τὸ προσφερόμενον ἐπικρατοῦντος. ἔνια μὲν γὰρ ἱκανῶς ἐστιν ἁλμυρά, τινὰ δὲ πικρά, τινὰ δὲ δριμέα, καθάπερ ὀξέα μὲν ἄλλα, γλυκέα δʼ ἄλλα. μικτὴ τοιγαροῦν, ὡς ἔφην, εἰ τῶν τοιούτων τις γεύοιτο, γενήσεται τῶν χυμῶν αὐτῶν ἡ διάγνωσις ἔκ τε τοῦ κατὰ τὴν γλῶτταν ὑπάρχοντος ἤδη καὶ τοῦ ψαύοντος ἔξωθεν αὐτῆς. διὰ τοῦτʼ οὖν ὁ Ἱπποκράτης ἕν τι τῶν τοιούτων ἔγραψεν εἰς ἀνάμνησιν ἑαυτῷ, καθάπερ εἴωθε ποιεῖν ἐν τούτοις τοῖς ὑπομνήμασι.
Ἢν τῶν μασθῶν αἱ θηλαὶ καὶ τὸ ἐρυθρὸν χλωρὸν ᾖ, νοσῶδες τὸ ἄγγος.
… οὐ κατὰ τὴν Ἱπποκράτους ἑρμηνείαν ἐστὶν ἄγγος ὀνομάσαι τὴν ὑστέραν. τὸ γοῦν λεγόμενον εὔδηλόν ἐστιν. ἐὰν γάρ τι τῶν εἰρημένων σημείων περὶ τοὺς τιτθοὺς γένηται, νοσώδη διάθεσιν εἶναι κατὰ τὴν ὑστέραν δηλοῖ. πολλάκις γὰρ ἤδη μεμαθήκατε περὶ τῆς κοινωνίας τῶν τιτθῶν πρὸς τὴν μήτραν.
Ἀνθρώποισιν ὁ ἐν τοῖς ὠσὶ ῥύπος ὁ μὲν γλυκὺς θανάσιμος, ὁ δὲ πικρὸς οὔ.
Τάχʼ ἂν καίτοι γε ἄκων τις ὑπομείνειε γεύσασθαι τοῦ κατὰ τὸ οὖς ῥύπου. τῷ δʼ ἰατρῷ βδελυρὸν ἂν εἴη τὸ πρόσταγμα. πρόδηλον δʼ ὡς οὐκ ἐν ἄλλῳ καιρῷ δύναται γενέσθαι ὁ ῥύπος γλυκὺς ἢ καθʼ ὃν ὁ ἐγκέφαλος νοσεῖ. κατὰ φύσιν γάρ ἐστιν αὐτῷ τὸ πικρῷ φαίνεσθαι, διὸ καὶ τὸ γλυκὺ ἐγκεφάλου συντηκομένου φασὶ γίνεσθαι. …
Γῆν μεταμείβειν σύμφορον ἐπὶ τοῖσι μακροῖσι νοσήμασιν.
Εἴτε πλέων εἴτε πεζεύων τις εἰς ἑτέραν ἀφικνοῖτο γῆν, ἥ τε κίνησις ἡ κατὰ τὴν ὁδοιπορίαν ἢ τὸν πλοῦν ἥ θʼ ὑπαλλαγὴ τοῦ ἀέρος ὀνήσει, καὶ μάλισθʼ ὅταν εἰς ἐναντίαν ἔχοντα κρᾶσιν ἀέρα μεταστῇ. λέγω δʼ ἐναντίαν οὐ μόνον τῇ κατὰ τὴν οἰκείαν τοῦ κάμνοντος χώραν, ἀλλὰ καὶ τῇ κράσει τοῦ νοσήματος. εἰ μὲν γὰρ ὑγρὸν εἴη, ξηροτέρου τοῦ ἀέρος, εἰς ὃν μεταβαίνει, δεήσεται· εἰ δὲ ξηρόν, ὑγροτέρου· κατὰ τὴν αὐτὴν δὲ ἀναλογίαν ψυχροτέρου μέν, εἰ θερμὸν εἴη, θερμοτέρου δέ, εἰ ψυχρόν. κατὰ τὴν αὐτὴν δὲ ὑγροτέρου καὶ ψυχροτέρου, εἰ θερμὸν εἴη καὶ ξηρόν. οὕτω δὲ καὶ κατὰ τὰς ἄλλας συζυγίας. ἔτι δὲ μᾶλλον ὠφελήσει τὸν μεθιστάμενον, ἐὰν κατὰ τὰ μέτρα τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς τοῦ νοσήματος ἡ πρὸς τὸν ἀέρα τὸν ἐναντίον γίνηται μεταβολή. τὸ μὲν γὰρ ἐπʼ ὀλίγον ἐκ τῆς κατὰ φύσιν κράσεως εἰς ψυχροτέραν μεθιστάμενον ὀλίγῳ τοῦ συμμέτρου κατὰ τὴν κρᾶσιν ἀέρος θερμοτέρου, τὸ δʼ ἐπὶ πολὺ πολλῆς καὶ τῆς εἰς τοὐναντίον ὑπερβολῆς δεῖται. καὶ περὶ χωρίων δὲ τὸν αὐτὸν εἰρῆσθαί σοι νόμιζε λόγον. ἀκριβῶς γὰρ ἀλλήλοις ἐστὶν ἐναντία τὰ τοῦ συμμέτρου τε καὶ μέσου παραχωροῦντα τὸ ἴσον ἑκατέρωσε.
Τὰ ἀσθενέστερα σιτία ὀλιγοχρόνιον βιοτὴν ἔχει.
Σιτίον ἀσθενὲς οὐκ ἄλλο τι δυνατόν ἐστιν ἀκούειν τοῦ βραχεῖαν τροφὴν διδόντος τῷ σώματι, τοιαῦτα δʼ ἐστὶ τά τε λάχανα καὶ τῶν ἀκροδρύων τὰ πλεῖστα. ταῦτʼ οὖν, φησίν, ὀλιγοχρόνιον βιοτὴν ἔχει, τουτέστι τοὺς χρωμένους αὐτοῖς ὀλιγοχρονίους ἐργάζεσθαι πέφυκεν, ἢ αὐτὰ τὰ σιτία ταχέως ἐκ τοῦ σώματος κενοῦται. κακόζηλον δʼ ἐστὶ τὴν ἐν τῷ σώματι μονὴν τῶν σιτίων ζωὴν ἀκούειν αὐτῶν.
Κεδμάτων τὰς ἐπὶ τοῖς ὠσὶν ὄπισθεν φλέβας σχάζειν.
κέδματα λέγει τὰ εἰς τὰ σκέλη κατασκήπτοντα ῥεύματα, καὶ μάλιστά γʼ αὐτῶν τὰ εἰς τὴν πρώτην διάρθρωσιν, ἥτις ἐστὶ κατʼ ἰσχίον. οὐ μὴν ἀληθῆ γε τὰ περὶ τῆς φλεβοτομίας εἶναι πείθομαι, καθάπερ οὐδὲ αὐτῶν τῶν προσιεμένων αὐτὴν οὐδεὶς ἀκριβῶς ἐπείσθη. δηλοῦσι γὰρ ἔργῳ τοῦτο, μηδέποτε ἐπὶ τῶν ἀρρώστων χρώμενοι. κατὰ μέντοι τὴν ῥῆσιν αὐτὴν ἡ λέξις οὐκ ἀκριβῶς ἑρμηνεύεται, γράψαντος αὐτοῦ τὰς ἐπὶ τοῖς ὠσὶ φλέβας. οὐ γὰρ τὰς ἐπὶ τοῖς ὠσὶν ἐχρῆν, ἀλλὰ «τὰς περὶ τὰ ὦτα» λελέχθαι. φλέβες γάρ τινές εἰσιν ὄπισθεν τῶν ὤτων ἀξιόλογοι, κατʼ αὐτὰ δὲ τὰ ὦτα πάνυ σμικραὶ καὶ δυσθεώρητοι καὶ τὰ πολλὰ μηδὲ φαινόμεναι.
Λαγνείη τῶν ἀπὸ φλέγματος νούσων ὠφέλιμον.
Οὐ πᾶσιν, ἀλλὰ τοῖς ἰσχυροῖς τὴν δύναμιν ὠφέλιμός ἐστιν ἡ λαγνεία νοσοῦσιν ἀπὸ φλέγματος. οἱ γὰρ ἀσθενεῖς εἰς ἔσχατον ἀρρωστίας ὑπʼ αὐτῆς ἀφικόμενοι βλαβήσονται μεγάλως, οἱ δʼ ἰσχυρὰν ἔχοντες τὴν δύναμιν οὔτε καταλυθήσονται ἀλλὰ καὶ ὠφεληθήσονται, ξηραινούσης τῆς λαγνείας τὴν τοῦ φλέγματος περιουσίαν. μεμαθήκατε γὰρ ὅτι λαγνεία ξηραίνει, καθάπερ ἀγρυπνία, διὰ τὸ διαφορεῖν ἐπὶ πλέον τοὺς χυμούς. ἀλλὰ καὶ θερμαίνει τὸ σῶμα τοῖς ἐρρωμένην ἔχουσι τὴν δύναμιν ἡ λαγνεία, τοῖς δʼ ἀσθενέσιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα γενναίως.
Θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ ταρακτικά.
Οὐχ ὡς ἔμπροσθεν ἰσχυρὰν δίαιταν ἔφαμεν εἶναι τὴν τῶν πολυτρόφων σιτίων, οὕτω καὶ νῦν ἀκουστέον ἐστὶν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ τὰ πολλὴν διδόντα τῷ σώματι τροφήν, ἀλλὰ τὰ τὴν δύναμιν ἔχοντα δριμεῖαν, κρόμυα δηλονότι καὶ σκόροδα καὶ σίλφιον καὶ ὀπὸν οἶνόν τε παλαιότατον, ὅσα τʼ ἄλλα τοιαῦτα τὴν φυσικὴν δυσκρασίαν αὐξάνοντα. τὰ δὲ ταύτης ἐναντία χρησιμώτατα. πολλάκις γὰρ ἤδη μεμαθήκαμεν ὡς τὰς μὲν ἀμέμπτους φύσεις ὠφελεῖ τὰ ὅμοια, τὰς δὲ δυσκράτους ὥσπερ καὶ τὰς νόσους τὰ τῆς καθεστώσης αὐταῖς κράσεως ἐναντία. τινὲς δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον τῆς ἐχομένης ῥήσεως τὴν ἀρχὴν τέλος ἐποιήσαντο τῆς νῦν προκειμένης, ὡς γίνεσθαι τοιαύτην· θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ ταρακτικὰ μελαίνης χολῆς. ὅτι μὲν οὖν ταρακτικὰ τῶν κατὰ τὴν γαστέρα μάλιστά ἐστι τοῖς θερμοκοιλίοις τὰ τοιαῦτα πρόδηλον, οὐ μὴν ὁμοίως γε τὰ καθʼ ὅλον τὸ σῶμα ταράττει πᾶσιν, ἀλλὰ καὶ τοῖς τὴν ἐν τούτοις κρᾶσιν ἤτοι θερμὴν ἢ ξηρὰν ἔχουσιν ἢ κατʼ ἄμφω δύσκρατον, ὥστʼ οὐ μόνον χολῆς μελαίνης ἐστὶ ταρακτικὰ τὰ τοιαῦτα τῶν ἐδεσμάτων, ἀλλὰ καὶ τῆς ξανθῆς. ἴσως δʼ ἐπεὶ μείζονα βλάβην ἡ μέλαινα χολὴ ταραχθεῖσα φέρει, διὰ τοῦτʼ ἐπʼ αὐτῆς ἠξίωσαν ἀκούειν τοῦ λόγου κατʼ ἐξοχήν. οἱ πλεῖστοι δὲ περιγράψαντες αὐτὴν καθʼ αὑτὴν τὴν προκειμένην ῥῆσιν ἀρχὴν τῆς ἑπομένης ἐποιήσαντο τὸ «μελαίνης χολῆς».
Μελαίνης χολῆς ἐς ὅμοιον αἱμορροΐδι. τὸ μὲν οὖν τὰς μελαγχολίας ὑπὸ τῆς αἱμορροΐδος ὠφελεῖσθαι τῶν ἐναργῶς φαινομένων ἐστὶ καὶ πολλοὺς ἐπιστάσης αὐτῆς ἐθεασάμεθα μελαγχολήσαντας, ἐνίους δʼ οὐ μόνον ἅπαξ ἢ δίς, ἀλλὰ καὶ τρὶς καὶ τετράκις εἰς μελαγχολίαν ἐμπεσόντας ἅμα τῷ στῆναι τὴν αἱμορροΐδα, τινὰς δὲ καὶ καθʼ ἕκαστον ἔτος εἰς τὸ πάθος ἐπιφερομένους, εἰ μὴ φθάσειαν ἤτοι διʼ αἱμορροΐδος ἢ διὰ τοῦ καθαρθῆναι μέλαιναν χολὴν ὠφεληθέντες. οἱ πλεῖστοι μὲν οὖν αὐτῶν αἷμα μέλαν ἐκκενοῦνται διὰ τῆς αἱμορροΐδος, οὐ μὴν ἅπαντές γε. γίνεται δʼ οὐ κατὰ μίαν αἰτίαν αἱμορροΐς, ἀλλʼ ἐνίοτε μὲν οὖν αὐτῆς τῆς φύσεως ἐκκαθαιρούσης τὸν μελαγχολικὸν χυμόν, ἐνίοτε δὲ πλῆθος ἐκκενούσης, ὡς καὶ τοῖς διὰ ῥινῶν αἱμορραγοῦσιν, ἔστι δʼ ὁτὲ φλεβὸς ἀναστομωθείσης τῇ βίᾳ τοῦ κατασκήψαντος εἰς αὐτὴν αἵματος ἄνευ τοῦ τὴν φύσιν ἐργάζεσθαι τοῦτο προνοητικῶς, διὸ καὶ τὸ κενούμενον ἐνίοτε μέλαν οὔκ ἐστιν. καὶ μέντοι καὶ τῆς φύσεως ἕνεκα τοῦ τὸ μέλαν ἐκκενῶσαι τὴν ἀναστόμωσιν ἐργαζομένης, συμβαίνει δή ποτε κενωθέντι τῷ μοχθηρῷ τὸ χρηστὸν συνακολουθεῖν, ὅταν μὴ φθάσῃ μύσαι τὸ ἀγγεῖον, ἀλλʼ ἐπὶ πλέον ἀνεστομωμένον διαμένῃ. κατὰ τὴν προκειμένην οὖν ῥῆσιν οὐ τοῦτο λέγειν αὐτὸν ἡγητέον, ὅτι πᾶσα τὴν χολὴν μέλαιναν αἱμορροῒς ἐκκενοῖ καὶ διὰ τοῦτο τοὺς μελαγχολικοὺς ὠφελεῖ μὲν γενομένη, βλάπτει δʼ ἐπισχεθεῖσα καὶ ὡς ἀναστομωτέον αὐτήν ἐστιν, εἰ μύσειεν.
Τὰς ἐπαυξέας νούσους μῖξις.
… πότερον ὠφελεῖ μῖξις αὐτὰς ἢ βλάπτει, παραλέλειπται. πάντων δὲ τῶν ἐξηγητῶν οὐκ οἶδʼ ὅπως ὑποθεμένων αὐτὰς ὠφελεῖσθαι καὶ μῖξιν ἀκουσάντων τὴν πρὸς γυναῖκα, χωρὶς Ἡρακλείδου τοῦ Ἐρυθραίου, πάντων δὲ διαφερομένων ἐν τῷ κατὰ τὰς ἐπαυξέας σημαινομένῳ, ὅ μοι δοκεῖ πιθανώτατον ὡς ἐν αἰνίγμασιν εἶναι, τοῦτο μόνον ἐρῶ. νόσους τὰς ἐπαυξεῖς, τὰς αὐξανομένας ἐν τῷ χρόνῳ καὶ χείρονας ἀεὶ γινομένας, εἰ μὴ φθάσειε λυθῆναι, οἷον ἀπὸ ποδάγρας, ἀρθρίτιδας, νεφρίτιδας, ἐπιληψίας, μελαγχολίας ἁπάσας βλαπτομένας ὑπʼ ἀφροδισίων. Σαβῖνος δʼ ἐπαυξεῖς ἀκούει νόσους τὰς τοῖς παιδίοις γινομένας καὶ συναυξανομένας ἄχρι τοῦ δύνασθαι μείγνυσθαι ὡς αὐτὸς ὀνομαστί φησι ἐπιληψίαν τε εἶναι καὶ φρενίτιδας καὶ τεταρταίους πυρετοὺς καὶ κεφαλαλγίας. οὐ μὴν φαίνεταί γε παισὶ τὰ πάθη ταῦτα γινόμενα πλὴν τῆς ἐπιληψίας, ἣν καὶ διʼ αὐτὸ τοῦτο πρὸς τῶν παλαιῶν ὀνομασθῆναι συνέβη «παίδειον πάθος». γίνεται δὲ καὶ ὁ κατὰ τὴν κύστιν λίθος παισίν, ἀλλʼ οὐχ οὕτως πολλοῖς ὡς ἐπιληψία. ταύτην μὲν οὖν ἐν τῇ μεταβολῇ τῆς τῶν παίδων ἡλικίας ὡς τὰ πολλὰ συμβαίνει λύεσθαι τοῖς μὴ μεγάλα πλημμελοῦσι περὶ τὴν δίαιταν. ὁ δʼ ἐν τῇ κύστει λίθος οὐχ ὑπὸ μεταβολῆς ἡλικίας, ἀλλʼ ὑπὸ χειρουργίας μόνης θεραπεύεται. γινώσκοντες οὖν ἡμεῖς καὶ χωρὶς τῆς προκειμένης ῥήσεως, ὅτι τὴν ἐπιληψίαν καὶ τὰ ἄλλα ὅσα φλεγματικὰ νοσήματα μεγάλως ὀνίνησιν ἡ μεταβολὴ τῆς τῶν παίδων ἡλικίας εἰς τὴν τῶν μειρακίων, εἰ καὶ χωρὶς ἀφροδισίων χρήσεως γίνοιτο, πρὸς τούτῳ δʼ ἐπιστάμενοι καὶ ὡς οὔτε νεφρῖτις οὔτε πυρετὸς τεταρταῖος οὔτε ἀρθρῖτις παύεται διʼ ἀφροδισίων, ὑπὸ μὲν τῆς προκειμένης ῥήσεως αἰνιγματώδους οὔσης οὐδὲν διδασκόμεθα, καθάπερ οὐδʼ ὑπʼ ἄλλης οὐδεμιᾶς τῶν τοιούτων. καὶ γὰρ τὴν ὠφέλειάν ποτε τῷ ψύχειν ἐργάζεται μόνους ἐκείνους ὀνινᾶσα τοὺς αἰθαλώδεις ἢ καπνώδεις διαπνοὰς ἴσχοντας διὰ φυσικὴν δυσκρασίαν. οἵτινες γὰρ, ὅταν ἐπισχεθῶσιν αὐτάς, βλάπτονται μεγάλως, οὗτοί γε πρὸς τῶν ἀφροδισίων ἐν καιρῷ καὶ μέτρῳ γινομένων ὠφελοῦνται.
Ψῦξις τὰ κατὰ κοιλίην σκληρύνει.
Καὶ κατὰ ταύτην τὴν ῥῆσιν τὸ μέν τι χρήσιμόν ἐστιν ἅπασι τοῖς τὴν τέχνην μετιοῦσιν, ἄν τʼ οὖν ἐμπειρικοὶ τύχωσιν ὄντες ἄν τε δογματικοί, τὸ δέ τι μόνοις τοῖς τὰς αἰτίας ἑκάστου τῶν γινομένων ἐπίστασθαι προῃρημένοις. ἐρῶ δὲ πρότερον περὶ προτέρου, τοῦ χρησίμου πᾶσιν. ἐν τοίνυν τῇδε τῇ λέξει ψῦξις τὰ κατὰ κοιλίην σκληρύνει κοινῇ μὲν ἐδέξαντο πάντες, οὓς κἀγὼ γινώσκω, περὶ τῶν διαχωρουμένων αὐτῷ τὸν λόγον εἶναι, τὸν αὐτὸν ὄντα δυνάμει τῷ κατὰ τοὺς Ἀφορισμούς· «ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοι λίαι σκληραί.» πότερον δὲ τήν γε τῶν ἐκτὸς μερῶν τοῦ σώματος λέγει ψῦξιν μόνον, ἥτις κἀν ταῖς βορείαις γίνεται καταστάσεσιν, ἢ καὶ τὴν τῶν ἔνδον, ἐν οἷς ἐστι καὶ τὰ κατὰ τὴν κοιλίαν, ἐπισκέψασθαι παρέλιπον οἱ ἐξηγηταί, καίτοι διαφορὰν ἐχούσας οὐ σμικράν. τὴν μὲν γὰρ τῶν ἔξω ψῦξιν ἴσμεν οἵ γε παραφυλάττοντες τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἀεὶ σκληρύνουσαν τὴν γαστέρα· τὴν δὲ τῶν ἔνδον ἔμπαλιν ὑγραίνουσαν, ἥ γε καὶ τὰς καλουμένας κοιλιακὰς ἐργάζεται διαθέσεις, ἐνίοτε καθʼ ὃν καιρὸν αὐτὰ μὲν τὰ σώματα τῶν ἔνδον μορίων ἐνδέχεται γίνεσθαι σκληρότερα, διαχωρεῖσθαι δʼ ὑγρά, μήτε πεττομένων καλῶς τῶν σιτίων μήτʼ ἀναδιδομένων.
ταῦτα μὲν οὖν ἀναγκαῖον γινώσκεσθαι τοῖς ἰατροῖς ἅπασι, τὰς δʼ αἰτίας αὐτῶν μόνοις τοῖς ἀρίστοις. οὐ γὰρ ὅπερ οἱ ἐξηγησάμενοι τὴν ῥῆσιν ταύτην λέγουσιν, ἀληθές ἐστιν εἰπεῖν, ἀεὶ τὸ ψυχρὸν συνάγον καὶ πηγνύον, οἷς ἂν ὁμιλήσῃ, σκληρότερα κατὰ τοῦτο ποιεῖν αὐτά. τοῦτο γὰρ ἐπὶ μὲν αὐτῶν τῶν ψυχομένων σωμάτων, ὅσα μὴ κατὰ βάθος ἐστίν, ὀρθῶς ἂν λέγοιτο, τὰ δὲ κατὰ τὴν κοιλίαν ἀδύνατον εἰς τοσαύτην ψῦξιν ἐλθεῖν, ὥστε βρωτὰ καὶ ποτὰ παγέντα σκληρυνθῆναι, καθάπερ τὰ ἐκτὸς ἐν χειμῶνι — τεθνήξεται γὰρ θᾶττον ὁ ἄνθρωπος ἢ τοσαύτην ἕξει ψῦξιν —, ἀλλὰ μόνον ὅταν ὑπὸ τοῦ περιέχοντος ψύχηται τὰ ἔξωθεν μέλη τοῦ σώματος, ἀβλαβῶν ὄντων τῶν κατὰ τὴν γαστέρα, φαίνεται σκληρυνόμενα τὰ διαχωρήματα, θερμοτέρας γινομένης τῆς κοιλίας, ὥσπερ αὐτὸς ἔλεγεν «αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει.» καὶ τούς γʼ ἐξηγητὰς εὕροις ἂν ἀεὶ λέγοντας ἀντιπεριίστασθαι τὸ θερμὸν τῷ ψυχρῷ, πρὸς τὸ βάθος τοῦ σώματος ὑποχωροῦν, ὁπόταν ψυχθῇ τὰ ἐκτός. οὕτως οὖν καὶ νῦν φημί, τῆς μὲν γαστρὸς θερμοτέρας γινομένης, τῆς δὲ ὑποχωρήσεως ἐπεχομένης, διʼ ἣν ὀλίγον ὕστερον αἰτίαν ἐρῶ, πέττεσθαί τε ἅμα κάλλιστα καὶ ἀναδίδοσθαι τὸν ἐκ τῆς τροφῆς χυλὸν ἅπαντα. τούτου δὲ συμβαίνοντος ἀκόλουθόν ἐστι ξηραίνεσθαι τὰ διαχωρήματα, τούτῳ δʼ ἕπεται τὸ σκληρύνεσθαι. δυοῖν γὰρ τούτων αἰτίων σκληρυνόντων, οἷς ἂν ὁμιλήσῃ σώμασιν, ὧν τὸ μὲν ψῦχόν ἐστι, τὸ δὲ ξηραῖνον, ἡ μὲν ἐκ τῆς ψύξεως αἰτία τοῖς περιεχομένοις κατὰ τὴν κοιλίαν οὐκ ἄν ποτε συμβαίη ζῶσιν ἡμῖν, ἡ δὲ διὰ τὴν πολυχρόνιον ἔνδον μονήν, ὅταν χωρὶς τοῦ τὴν πέψιν ἢ τὴν ἀνάδοσιν βεβλάφθαι γένηται, πάντως ἀκολουθήσει. λείποι δʼ ἂν οὖν ἔτι τὸ ἀναβληθὲν ἐπιδεῖξαι, διὰ τίνα αἰτίαν, ὅταν ψυχρὸς ὁ περιέχων ἡμᾶς ἀὴρ γένηται, χρονίζει τὰ κατὰ τὴν κοιλίαν. ἔστι δὲ τὸ συμβαῖνον τοιοῦτον. φυσικὸν μὲν γὰρ ἔργον ἐστὶν ἡ τῶν σιτίων διὰ τῶν ἐντέρων φορὰ καὶ δέδεικται κατὰ τὰ Περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα γινομένη τῇ περιστολῇ τῶν ἐντέρων. ἐπίκεινται δὲ κατὰ τὸ κάτω πέρας οἱ κλείοντες τὴν ἕδραν μῦες, οἵτινες ἐν τῷ κρύει συνάγονταί τε καὶ σφίγγονται, τὴν ἐναντίαν λαμβάνοντες διάθεσιν ἢ ὅταν αἰονᾷ τις αὐτοὺς ὕδατι θερμῷ. χαλῶνται μὲν γὰρ τηνικαῦτα καὶ δέχονται τὰ καταφερόμενα τῇ θλίψει τε καὶ περιστολῇ τῶν ἐντέρων ἐπὶ τὴν ἕδραν περιττώματα, καὶ μάλισθʼ ὅταν προκαλῆται διὰ τὸ θερμόν· ὡμολόγηται γὰρ καὶ τοῦτο προκλητικὸν ἀποκρίσεως εἶναι. τῶν δὲ κατὰ τὴν ἕδραν ψυχομένων καὶ διὰ τοῦτο συναγομένων τε καὶ σφιγγομένων τοὐναντίον ἀκολουθεῖ σύμπτωμα, τὸ τὴν περισταλτικὴν τῶν ἐντέρων ἐνέργειαν ἀπὸ τῶν κάτω μερῶν ἀρχομένην ἄνω προωθεῖν τὰ περιεχόμενα, καθάπερ ἐναργῶς ὁρᾶται πολλάκις, ὅταν ἤτοι χολῆς ἢ διαχωρημάτων δακνωδῶν ἀφικομένων ἐπὶ τὴν ἕδραν ἑκόντες αὐτὰ κατασχῶμεν ἤτοι διά τινα πρᾶξιν ἐν ἐκείνῳ τῷ χρόνῳ διαπραττομένην ἢ πόρρω τοῦ κοπρῶνος ὄντες. ἀνατρέχει γὰρ ἄνω ταχέως ὡς μηδὲ βιαζομένοις ἡμῖν αὖθις ὑπακούειν ἑτοίμως. ἡ μὲν οὖν αἰτία, διʼ ἣν χρονίζει κατὰ τὴν γαστέρα τὰ σιτία καὶ τὰ ποτὰ ψυχροῦ τοῦ πέριξ ἀέρος γινομένου, καὶ δὴ λέλεκται. ταύτῃ δʼ ἐδείχθη ξηρότης αὐτῶν ἑπομένη, καθάπερ γε ἐναργῶς τῇ ξηρότητι σκληρότης. εἰ δὲ τὰ σώματα τῶν κατὰ τὴν γαστέρα μορίων ψυχθείη, τήν τε πέψιν ἀνάγκη βλάπτεσθαι καὶ διʼ αὐτὴν ὑγραίνεσθαι μᾶλλον ἢ ξηραίνεσθαι τὰ διαχωρήματα. συμπεπληρωμένου δʼ ἡμῖν ἤδη τοῦ λόγου παντός, ἐπὶ τῇ προτέρᾳ γραφῇ μεταβῶμεν ἐφʼ ἑτέρας τὰς ὑπογεγραμμένας. Μίξις τὰ κατὰ τὴν γαστέρα σκληρύνει. ὅτι μὲν ἡ λαγνεία ξηραίνει τὸ σύμπαν σῶμα, τῶν ὁμολογουμένων ἐστίν. οὐ μὴν ἀεί γε τὰ κατὰ τὴν κοιλίαν περιττώματα φαίνεται ξηραίνειν, ἀλλʼ ὅταν μεγάλως ὑπʼ αὐτῶν βαρυνθῇ διὰ τὴν κατάλυσίν τε τῆς δυνάμεως καὶ ψῦξιν τῶν μορίων, ὑφʼ ὧν ἡ τροφὴ πέττεται καὶ ἀναδίδοται τὰ κατὰ τὴν κοιλίαν. … «μίξις τὰ κατὰ τὴν κοιλίαν ψύχει καὶ σκληρύνει.» … βούλονται μὲν γὰρ ὑπὸ τῆς μίξεως τὴν ψῦξιν γίνεσθαι τῶν κατὰ τὴν κοιλίαν, ὑπὸ δὲ τῆς ψύξεως τὴν ξηρότητα, καίτοι μὴ γινομένην τῷ λόγῳ τῆς ψύξεως ἐδείξαμεν, ἀλλὰ τῷ τῆς σκληρότητος. ὃ δὲ ἐν τοῖς ἔμπροσθεν λόγοις οὐκ εἶπον, ἴσως ἄμεινόν ἐστι νῦν προσθεῖναι. τὴν γὰρ τῶν ἐκτὸς ψῦξιν ἐπιδείξαντός μου σκληρύνειν τὰ διαχωρούμενα τάχα τις οἰήσεται μόνην ταύτην αἰτίαν εἶναι τοῦ ξηραίνεσθαι τὰ κατὰ τὴν κοιλίαν. ἔστι δʼ οὐχ αὕτη μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς περισταλτικῆς τῶν ἐντέρων δυνάμεως ἀρρωστία καὶ προσέτι ῥώμη τῆς καθεκτικῆς κἀκείνης, καθʼ ἣν ἀναδίδοται τὰ τῆς γαστρὸς εἰς ἧπαρ, ἔτι τε πρὸς τούτοις ἡ δυσαισθησία τῶν ἐντέρων καὶ τὸ τῆς τροφῆς ἄδηκτον. εἰ δέ τις οἰήσεται παραλελεῖφθαι τὰ στύφοντα βρώματά τε καὶ πόματα κακῶς ὑπολήψεται. περιέχεται γὰρ ἐν τοῖς ῥώμην ἐργαζομένοις τῆς καθεκτικῆς δυνάμεως.
Ἐλλέβορον πιόντα θᾶσσον καθαίρειν ἢν ἐθέλῃς, λούειν ἢ φαγεῖν.
Ὁ μὲν καθόλου τε καὶ κοινὸς λόγος ἁπάσης καθάρσεως κατὰ τόνδε τὸν Ἀφορισμὸν εἴρηται· «τὰ σώματα ὅκου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν», ἐνταυθοῖ δʼ ἐφʼ ἑνὸς τῶν καθαιρόντων τοῦ σφοδροτάτου παρασκευῆς μιᾶς εἰς εὔροιαν ἐμνημόνευσε τῆς ἐκ τοῦ λουτροῦ, χέοντος μὲν τοὺς χυμούς, χαλῶντος δʼ εἴ πού τι συντέταται καὶ κατεσκλήρυνται τὸ σῶμα. λούειν οὖν συμφέρει τοὺς ἐλλεβοριζομένους, οὔτε πρὸ πολλοῦ τοῦ λαβεῖν τὸν ἐλλέβορον οὔτε μετὰ πολὺν χρόνον, ἀλλὰ μάλιστα μὲν πρὶν λαμβάνειν. ἐγχωρεῖ δὲ καὶ μετὰ τὸ λαβεῖν εὐθέως. εἰ δὲ τῆς καθάρσεως ἤτοι γε ἀρχομένης ἢ ὅσον οὔπω μελλούσης ἄρχεσθαι λούοις τὸν ἄνθρωπον, ἀντισπάσεις τὴν ἔσω ῥοπὴν τῶν ὑπὸ τοῦ καθαίροντος φαρμάκου χυμῶν ἑλκομένων. ὥσπερ οὖν ἐφʼ ὧν παχὺ τὸ αἷμα λούοντας ἡμᾶς ἐκέλευσε φλεβοτομεῖν, οὕτως, ἐφʼ ὧν μέλλομεν καθαίρειν, χρῆσθαι λουτροῖς πρὸς τὸ θᾶττον ἅμα καὶ ἀλυπότερον καθαρθῆναι. αὐτὸς δʼ ἐνταῦθα μόνου τοῦ θᾶττον ἐμνημόνευσεν. ἄμεινον δὲ δὴ οὐ μόνον ἐν αὐτῇ τῇ ἡμέρᾳ, καθʼ ἣν λαμβάνει ὁ ἄνθρωπος τὸ φάρμακον, λούειν αὐτόν, ἀλλὰ κἀν ταῖς ἔμπροσθεν ἡνίκα παρεσκευάζετο πρὸς τὴν κάθαρσιν. αὐτὸς γὰρ ὁ Ἱπποκράτης καὶ τοῦτο κατὰ τοὺς Ἀφορισμοὺς ἐκέλευσεν, ἡνίκα ἔγραψε «πρὸς τοὺς ἐλλεβόρους τοῖς μὴ ῥᾳδίως καθαιρομένοις προϋγραίνειν χρὴ τὸ σῶμα πρότερον τροφῇ καὶ ἀναπαύσει.» εἰ δὲ ἀναπαύσει τε καὶ τροφῇ καὶ ὅλως ὑγραίνειν κελεύει, δηλονότι καὶ λουτροῖς χρῆσθαι πλείοσιν ἐν ὕδασι ποτίμοις, ὑγραίνει γὰρ καὶ ταῦτα. καὶ νῦν δὲ προσέθηκε τῇ ῥήσει τὸ φαγεῖν, ἤτοι καθʼ ὃν χρόνον λαμβάνει τὸν ἐλλέβορον ὁ ἄνθρωπος ἢ καὶ κατὰ τὴν ἔμπροσθεν δίαιταν, ἧς καὶ ἄλλο τι κεφάλαιον ἔφαμεν εἶναι τὸ λεπτύνειν τοὺς χυμοὺς καὶ τὰς ὁδοὺς τοῖς ἐπὶ τὴν γαστέρα καταφερομένοις χυμοῖς εὐπετεῖς παρασκευάζειν. ἐν γὰρ τῷ «εὔροα ποιεῖν», ὃ κατὰ τοὺς Ἀφορισμοὺς ἐκέλευσε, περιέχεται ταῦτα.
Τὸ αἷμα ἐν ὕπνῳ εἴσω μᾶλλον φεύγει.
Καὶ κατὰ τὸν ἔμπροσθεν λόγον αὐτὸς ἔγραψε τήνδε τὴν λέξιν· «ὁ ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ ἔσω δὲ ψυχρότερος, καθεύδων τἀναντία.» καὶ νῦν οὖν νόμιζε τῆς προκειμένης εἶναι κοινὴν ἐκείνην τὴν ἐξήγησιν. ἃ γὰρ ἐπὶ τοῦ θερμοῦ τῆς κινήσεως καὶ τῆς μεταστάσεως ἤκουσας ἐγρηγορότων τε καὶ κοιμωμένων, ταῦτα νόμιζε καὶ περὶ τοῦ αἵματος ἀκηκοέναι. τὸ γὰρ ἔμφυτον θερμὸν ἐν τούτῳ τε καὶ τοῖς ἐκ τούτου τρεφομένοις ἐστὶ πλεῖστον.
Ῥῖγος ἀπὸ τῆς ἄνω κοιλίης, πῦρ δὲ μᾶλλον ἀπὸ τῆς κάτω. τῶν κατὰ τὴν κοιλίαν μορίων τὸ μὲν ἄνω ῥίγους μᾶλλόν ἐστι, τὸ δὲ κάτω πυρετοῦ γεννητικὸν ἢ αἰσθητικὸν ἢ ἀρκτικόν, ὅπερ καὶ πιθανώτατόν ἐστι, καὶ διʼ αὐτό γε τοῦτο προσκεῖσθαι νομίζω τὸ μᾶλλον, ὡς ἀλλήλοις παραβαλλομένων μόνον τῶν εἰρημένων μορίων. ἀλλʼ εἰ καὶ τοῦτο συγχωρήσαιμεν, ἐπέρχεταί τις ἄλλη ζήτησις οὐκ εἰδότων ἡμῶν, πότερον, ὅταν ἐν φλεγμονῇ γένηται τὰ εἰρημένα μόρια, τοῦτο αὐτοῖς ἕπεσθαί φησιν ἢ ὅταν εἰς αὐτὰ συρρεύσωσι χυμοί τινες ἐκ τοῦ σώματος δακνώδεις ἢ ὅταν ἡ τροφὴ διαφθαρῇ. καί μοι δοκεῖ βέλτιον εἶναι τὸν λόγον αὐτῷ νομίζειν ἡμᾶς γεγονέναι περί τε τῆς ἐκ χυμῶν βλάβης καὶ τῆς ἑπομένης αὐτῇ διαφθορᾶς τῶν σιτίων. ὅταν γὰρ ἤτοι ψυχρὸς ἢ δακνώδης ἐν τῷ στόματι τῆς κοιλίας ἀθροισθῇ χυμός, ἐκ διαφθορᾶς σιτίων ἢ μοχθηρᾶς ποιότητος ἢ καὶ συρροῆς ἐκ τοῦ σώματος ἀρχὴ ῥίγους ἐντεῦθεν γίνεται. δέδεικται γὰρ ἐν τῷ Περὶ ῥίγους λόγῳ διὰ ψυχρὸν αἴτιον ἢ δακνῶδες τὸ ῥῖγος γινόμενον, ὅταν γε τὸ αἴτιον τοῦτο διὰ σωμάτων αἰσθητικῶν κινῆται καὶ φέρηται σφοδρότερον. ὥσπερ δὲ τοῦτο φαίνεται συμβαῖνον, οὕτως ἐνίοτε πυρετὸς ἐπὶ διαφθορᾷ τροφῆς ὁρᾶται γινόμενος, ἐπειδὰν εἰς τὴν κάτω κοιλίαν ἡ διεφθαρμένη κατενεχθῇ, μὴ προηγουμένου τηνικαῦτα ῥίγους, ὥσπερ ὁπότε τὰ κατὰ τὸ στόμα τῆς κοιλίας ἐδάκνετο.
Ἐπισπασμός, πνεύμων, ξηρὸν καῦμα, ὑπέρινον ἰσχναίνει ὕπνος πολύς. τὸν δὲ κεκενωμένον ὅτι πολὺς ὕπνος ξηραίνει καὶ τῇ πείρᾳ μὲν εἴσῃ, διʼ ἧς ἅπαντες λόγοι κρίνονται, καὶ πρὸ τῆς πείρας δὲ ποδηγηθείης ἂν εἰς τὴν τοῦ λεγομένου πίστιν ἐξ ὧν προμεμάθηκας. εἰ μὲν ἐν τοῖς ὕπνοις εἴσω συννεύει τὸ αἷμα καὶ δηλονότι τὸ ἔμφυτον θερμόν, ἐν δὲ ταῖς ἐγρηγόρσεσιν ἐπὶ τἀκτὸς ἀποτείνεται, πεφθήσεται μὲν ἐν τοῖς ὕπνοις τὰ κατὰ τὴν γαστέρα τε καὶ τὸ ἧπαρ, ὅλον δὲ τραφήσεται τὸ σῶμα κατὰ τὰς ἐγρηγόρσεις. ἐν τοίνυν τοῖς κεκενωμένοις ἔσω μὲν συννεύει τὸ θερμόν, οὐδὲν δὲ ἔχον ὃ πέψει μαραίνεται. πρῶτον γάρ τοι τῶν ἄλλων ὑπὸ τῆς τροφῆς αὐτὸ τρέφεται, καθάπερ τὸ πῦρ ὑπὸ τῶν ξύλων. ἀσφαλῶς δὲ προσέθηκε τὸ πολύς. ὁ γὰρ ὀλίγος ἰᾶται τὸν προγεγονότα κάματον, ἡνίκα ὁ ἄνθρωπος ἐκκενοῦται διὰ τῆς γαστρός. εἶτʼ εἰ καθʼ ἧπάρ τε καὶ τὰς πρώτας φλέβας εἴη τι χυμῶν ἀπέπτων ὑπολειπόμενον, ἐκπέττει πᾶν αὐτό. τοῦτο μὲν οὖν τὸ δεύτερον μέρος τῆς ῥήσεως οὐδὲν ἔχει ἰσχυρὸν κατὰ τὴν λέξιν ἁμάρτημα. τὸ δὲ πρότερον, ὃ κατὰ τήνδε γέγραπται τὴν λέξιν· ἐπισπασμός, πνεύμων, ξηρὸν καῦμα, πάμπολυ τοῦ τῶν Ἑλλήνων ἔθους ἀποκεχώρηκεν. ἐχρῆν γὰρ εἰρῆσθαι κατὰ τήνδε τὴν λέξιν αὐτό· «ἐπισπασμὸς γίνεται, διότι ξηρὸν καῦμα κατὰ τὴν τοῦ πνεύμονος κρᾶσίν ἐστιν», ἐπισπασμὸν ἀκουόντων ἡμῶν δηλονότι τὴν εἰσπνοήν. ὁ δὲ Κόιντος οὐδʼ ὅτι ξηρὸς καὶ θερμός ἐστιν ὁ πνεύμων, διὰ τοῦτο ἔφη γίνεσθαι τὴν ταχεῖάν τε καὶ πυκνὴν ἀναπνοήν, ἀλλὰ διὰ τὴν τοιαύτην ξηραίνεσθαί τε καὶ θερμαίνεσθαι τὸν πνεύμονα. τὸν γὰρ ἐπισπασμὸν οὐχ ἁπλῶς ἀναπνοὴν ἅπασαν, ἀλλὰ μόνην τὴν ταχεῖάν τε καὶ πυκνὴν ἐβούλετο δηλοῦν. ὅτι δὲ ὑπὸ τῆς πυκνῆς ὁ πνεύμων καταξηραίνεται κἀν τῷ Περὶ διαίτης ὀξέων ὑπʼ αὐτοῦ λέλεκται.
Ψυχρότατον βρῶμα φακοί, κέγχροι, κολοκύνθαι.
Κέγχροι καὶ κολοκύνθαι ψυχρὰ βρώματα σαφῶς εἰσιν, εἰ καὶ μὴ ψυχρότατα. φακῆν δὲ οὐκ ἂν ὁμολογήσαιμι ψυχρὸν εἶναι βρῶμα. φαίνεται γὰρ σαφῶς, ὥσπερ αἱ κολοκύνθαι καὶ σὺν αὐταῖς ἀτράφαξύς τε καὶ βλίτον καὶ θριδακίνη καὶ χονδρίλη καὶ τῶν σιτηρῶν ἐδεσμάτων ἡ κριθὴ καὶ κέγχροι ψύχοντα, κατὰ τὸν ἐναντίον δὴ τρόπον ἡ φακῆ μηδεμίαν ἐνδεικνυμένη ψῦξιν ἢ παραχρῆμα μετὰ τὸ βρωθῆναι περιεχομένη κατὰ τὴν ἄνω κοιλίαν ἢ ὕστερον ἐν τοῖς λεπτοῖς ἐντέροις ἢ παχέσι γινομένη. τάχα δʼ ἐπειδὴ ψυκτικὸν ἔχειν τι τὸν στύφοντα χυμὸν ἐδείξαμεν ἐν τῇ Περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ, τὴν φακῆν οἰήσεταί τις ψύχειν, ἐπιλελησμένος ἐν τοῖς αὐτοῖς ὑπομνήμασιν εἰρημένον, ὡς ἕκαστον τῶν τοιούτων ἁπλοῦν μὲν φαίνεται καὶ λέγεται, παραβαλλόμενον δὲ τοῖς ὑφʼ ἡμῶν ἐκ συνθέσεως κατασκευαζομένοις οὐ μὴν ἀκριβῶς γε ἁπλοῦν ἐστιν. ἐδείχθη γοῦν καὶ ἡ φακῆ κατὰ τὸ πρῶτον γράμμα Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἐξ ἐναντίων οὐσιῶν συγκειμένη, τῆς μὲν ἐπεχούσης τὰ κατὰ τὴν γαστέρα, τῆς δὲ εἰς ἀπόκρισιν αὐτὴν ἐπεγειρούσης. τούτων οὖν ἡ μὲν ἐπέχουσα ψυχρὰ καὶ γεώδης ἐστίν, ἡ δʼ ἐπεγείρουσα θερμή. καὶ διὰ τοῦτο ξηραντικὸν μὲν ἔδεσμα φακῆ, ψυχρὸν δʼ οὐδαμῶς, ὥσπερ οὐδὲ θερμόν, ἀλλʼ ἐξ ἀμφοῖν μικτὸν καὶ μέσον ἢ καὶ βραχύ τι πρὸς τὸ θερμότερον ἀποκεχωρηκός ἐστιν ἀπὸ τοῦ μέσου. ὁπότʼ οὖν οὐδὲ ψυχρὸν ἁπλῶς συγχωρήσειεν ἄν τις εἶναι τὴν φακῆν, ἦ πού γε ψυχρότατον ὑπερβολικῶς. καὶ μέντοι καὶ καταπλαττομένη τοῖς φλεγμαίνουσιν ἕλκεσι φακῆ φαίνεται μὲν ἀναστέλλουσα καὶ ἀποκρουομένη τοὺς ἐπιρρέοντας χυμοὺς τῷ πεπονθότι μέρει, τῷ στύφειν δηλονότι ποιοῦσα. φαίνεται δὲ καὶ πεπτικὸν ἔχειν τι καὶ πυοποιόν, ὅπερ ἥκιστα τοῖς ψυχροῖς ὑπάρχει. εἴτʼ οὖν αὐτὸς ὁ Ἱπποκράτης οὕτως ἔγραψεν, εἴτε τις ἄλλος ἐστὶν ὁ παρεγγράψας τήνδε τὴν ῥῆσιν, οὐκ ὀρθῶς ἐγίνωσκε περὶ φακῶν δυνάμεως.
Ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ.
Τοῦτʼ ἀναγκαῖόν ἐστιν, ἐμάθομεν γὰρ ἐν τοῖς πόνοις, τουτέστιν ἐν τοῖς γυμνασίοις, τὴν θερμασίαν πλείονα γινομένην ἐκ τοῦ βάθους ἄγειν ἐπὶ τὸ δέρμα καὶ διαφορεῖν τοὺς χυμούς. ὅταν οὖν οὗτοι φθάνωσιν ἠθροῖσθαι κατὰ τὸ σῶμα μοχθηροί, διαβιβρώσκουσι τῇ δριμύτητι τὸ δέρμα καὶ γεννῶσιν ἕλκη, καθάπερ, ὅταν παχεῖς καὶ κολλώδεις ὦσιν, ἐμφράττουσιν ἧπάρ τε καὶ νεφρούς. κατὰ δὲ τὸ δέρμα τὰ μετʼ ὄγκου ἐργάζεται παθήματα.
Γυνή, αἲξ ἐλατήριον ἢ σίκυον ἄγριον βεβρωκυῖαι καὶ παιδίοισι κάθαρσις.
Οὐκ ἐλατήριον μόνον, ὅπερ ἐστὶν ἀγρίου σικύου χυλός, ὥσπερ γε οὐδὲ σίκυον μόνον αἱ προσενεγκάμεναι καθαρτικὸν ἴσχουσι τὸ γάλα τῶν θηλαζόντων παίδων, ἀλλὰ κἂν ἄλλο τι λάβωσι τῶν ὑπηλάτων ὀνομαζομένων φαρμάκων. εἴτε δὲ τὴν μὲν γυναῖκα τὸ ἐλατήριον, τὴν δὲ αἶγα τὸν σίκυον ἄγριον, εἴτε δʼ ἀμφοτέρας ἀμφότερα βεβρωκυίας καθαίρειν τὰ παιδία τῷ γάλακτί φησιν, οὐδὲν διαφέρει, καθάπερ οὐδʼ εἰ βεβρωκυῖα γράψει τις ἢ «φαγοῦσα». χρήσιμος δʼ ὁ λόγος εἴς τε χρείαν ἰατρικὴν καὶ δόγμα φυσικόν. ὅταν γὰρ βουληθῶμεν ὑποκαθῆραι βρέφη διδόντες τι τῶν τοιούτων φαγεῖν ἤτοι τῇ θηλαζούσῃ μητρὶ τὸ παιδίον ἢ αἰγί, διʼ ἐκείνων αὐτὸ καθαροῦμεν, εἴς τε δόγματος ἐπίκρισιν διαπεφωνημένου χρήσιμον τοῦτο. τινὲς γὰρ ἡγοῦνται μηδεμίαν δύναμιν τῶν ἐν ταῖς τροφαῖς ἐξ ἀρχῆς οὐσῶν διαφυλάττεσθαι μετὰ τὸ πεφθῆναι καὶ αἱματωθῆναι, τινὲς δὲ διαμένειν ἄχρι πολλοῦ τὰς ἰσχυρὰς δυνάμεις, ὥστε καὶ τοὺς ἱδρῶτας αὐτῶν ὄζειν, ὅπερ ἐκ τοῦ νῦν εἰρημένου μαρτυρεῖται. φαίνεται γὰρ ἐπὶ τῶν τοιούτων φυλαττομένη τῶν ἐδηδεσμένων ἡ δύναμις. ἀλλὰ καὶ παρʼ ἡμῖν κατὰ τὸ ἔαρ, ὅταν τῆς σκαμμωνίας τὰ βλαστήματα φάγωσιν αἶγες, καθαρτικὸν αὐταῖς γίνεται τὸ γάλα, κἂν τιθυμάλλου δὲ προσενέγκωνται, ταὐτὸ συμβαίνει. καὶ μέντοι καὶ περὶ τὴν Δωρίδα καὶ Βοιωτίαν καὶ Θετταλίαν ὅσα τʼ αὐτῇ γειτνιᾷ χωρία τάσεσι τῶν μυῶν ἑάλωσαν πολλοὶ φαγόντες ὄρτυγας, ἐπειδὴ τὸν ἐλλέβορον ἐσθίουσιν οὗτοι. ταὐτὸ δὲ τοῦτο καὶ κατὰ τὰς Ἀθήνας οἶδά τισι συμβὰν ὀρτύγων δαψιλέστερον ἐδηδοκόσι.
Ἐνθέρμῳ βρωθὲν ἔνδοθεν ψῦξις, ἔξωθεν πόνος ἡλίῳ, πυρί, ἐσθῆτι, ὥρῃ θερινῇ, τῷ δὲ ἐναντίῳ τὰ ἐναντία. «Τῷ ἐνθέρμῳ φύσει ψῦξίν» φησι καὶ «ποτὸν ὕδωρ» συμφέρειν καὶ πρὸς τούτοις «ἐλινύειν», ὅπερ ἐστὶν ἀπέχεσθαι σφοδρῶν γυμνασίων. πῶς οὖν νῦν κελεύει γυμνάζεσθαι, ὥς τινες ἐξηγοῦνται; πῶς δʼ ἐν ἡλίῳ καὶ πυρὶ θερμαίνεσθαι; λουτρὰ μὲν γὰρ ἐδείχθη ψύχοντα τὰς τοιαύτας κράσεις ἀπολύσει μὲν τοῦ καπνώδους καὶ λιγνυώδους, ὃ ταῖς θερμαῖς κράσεσι συμβαίνει γεννᾶν, ὑγρότητι δὲ ψυχούσῃ τὰ στερεὰ διαβρέχοντα. πῦρ δὲ καὶ ἥλιος θερμαίνει καὶ τού τοις ὁμοίως ἐσθής τε καὶ ὥρα θερινή. λέγει δʼ οὖν ἐν τοῖς Ἀφορισμοῖς ὧδε· «κατὰ μὲν τὰς ὥρας τοῦ ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τούτων ἐχόμενοι τῇσιν ἡλικίῃσιν ἄριστά τε διάγουσι καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες· τὸ δὲ λοιπὸν καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσιν.» εἴπερ οὖν ἡ ἔνθερμος ἡλικία τοῦ χειμῶνος, ἡ ψυχρὰ δὲ τοῦ θέρους ἄμεινον … οὐκ ὠφέλειαν ἐξ ἡλίου καὶ πυρὸς καὶ ὥρας θερινῆς τοῖς ἐνθέρμοις φύσει γίνεσθαι νομίζειν αὐτόν, ἀλλὰ καὶ βλάβην. καὶ τοίνυν τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον τὸ ἐνθέρμῳ δεόμενον ἔχειν ἑαυτῷ τι προσυπακουόμενον, ἤτοι «κράσει» ἢ «φύσει» ἢ «σώματι» ἢ «ἀνθρώπῳ», διὰ τῆς ἀντιθέσεως ἐγνώσθη «σώματι» καὶ «ἀνθρώπῳ» λελεγμένον μᾶλλον, οὐ «κράσει» καὶ «φύσει». πάντως γὰρ ἂν εἶπε «τῇ δʼ ἐναντίᾳ τἀναντία», τὸ τοῦ θήλεος γένους ἄρθρον, τὸ «τῇ», προτάξας τοῦ τοῖς ἄρρεσιν. γένοιτʼ ἂν οὖν ὁ σύμπας λόγος τοιοῦτος· «τῷ πολυθέρμῳ σώματι διὰ μὲν τῶν βρωμάτων καὶ τῶν πομάτων ἡ ἔνδοθεν ψῦξις οἰκεία, βλαβερὰ δʼ ἡ ἔξωθεν θερμασία διʼ ἡλίου καὶ πυρὸς καὶ ὥρας θερινῆς καὶ ἱματίων», ἐν οἷς ἅπασιν ἡ ξηρὰ θερμασία δηλοῦται. τὴν γὰρ ὑγρὰν καὶ σύμμετρον, ὁποία τῶν βαλανείων, ψύχειν ἐδείξαμεν τῇ δυνάμει. πρόδηλον δʼ ὅτι τὰ συνήθη ταῦτα βαλανεῖα λέγομεν ἐν τοῖς τοιούτοις ἀεὶ λόγοις, ἔνθα μὴ προστίθεμεν τὸ ὑδάτων αὐτοφυῶν ἢ θαλαττίων ἢ θειωδῶν ἢ στυπτηριωδῶν ἢ ἄλλων τοιούτων· ἐκεῖνα μὲν γὰρ ξηραίνει, τὰ δὲ ποτίμων ὑδάτων ὑγραίνει τε καὶ ψύχει. τῷ δʼ ἐναντίῳ φύσει σώματι τὰ ἐναντία προσυπακοῦσαι πάλιν ἐνταῦθα δεῖ, τῶν μὲν ὠφελούντων τὰ ὠφελοῦντα, τῶν δὲ βλαπτόντων τὰ βλάπτοντα, τὰ μὲν ὥσθʼ αἱρεῖσθαι, τὰ δὲ ὥστε φεύγειν. εἰ γὰρ τὰς πολυθέρμους φύσεις ἐδέσμασί τε καὶ πόμασιν ἐκέλευσε ψύχειν, τὰς ψυχροτέρας δηλονότι τοῖς ἐναντίοις ἀξιώσει θερμαίνειν. καὶ μέντοι καὶ εἰ τὰς θερμοτέρας φύσεις ἔλεγεν ὑφʼ ἡλίου καὶ πυρὸς καὶ θέρους βλάπτεσθαι, τὰς ψυχροτέρας δηλονότι διὰ μὲν τούτων ὠφεληθήσεσθαι, διὰ δὲ τῶν ἐναντίων βλαβήσεσθαι δηλοῖ.
Βρώματα τὰ μὲν ταχέως κρατέεται, τὰ δὲ βραδέως.
Μόνος ὧν οἶδα Καπίτων ἔγραψεν ἀντὶ τοῦ βραδέως «ἐναντίως» τὴν λέξιν ποιήσας τοιάνδε· «βρώματα τὰ μὲν ταχέως κρατεῖται, τὰ δʼ ἐναντίως.» ἡ γοῦν διάνοια καθʼ ἑκατέραν λέξιν ἡ αὐτή. τὰ γὰρ ἐσθιόμενα διαφέρειν ἀλλήλων φησὶ τῷ τὰ μὲν ταχέως κρατεῖσθαι ὑπὸ τοῦ σώματος, τὰ δὲ βραδέως. ἀκουστέον δὲ κρατεῖσθαι τὸ μεταβάλλεσθαι καὶ πέττεσθαι καὶ προστίθεσθαι καὶ ἐξομοιοῦσθαι τῷ σώματι. τῶν δὲ κατὰ μέρος ἐδεσμάτων τίνα μέν ἐστι ταχέως πεττόμενα καὶ αἱματούμενα καὶ τρέφοντα, τίνα δὲ βραδέως, ἐν τρισὶν ὑπομνήμασιν, ἐν τοῖς Περὶ τῶν τῆς τροφῆς δυνάμεων διῆλθον ἀκριβῶς ἅπαντα.