On Purgatives is a concise medical treatise from the Hippocratic Corpus, the collection of ancient Greek medical works attributed to Hippocrates and his followers. Composed in the Ionic Greek dialect typical of scientific writing, this practical handbook is devoted to the use of drugs to induce purging. Its content is structured around three principal passages that detail specific purgative remedies, their methods of preparation, and guidelines for their administration, embodying the empirical and treatment-oriented approach characteristic of much Hippocratic medicine.

The treatise was likely written in the 5th or 4th century BCE, during a formative period when Greek medicine was increasingly seeking systematic, naturalistic explanations for disease. Its detailed focus on purging is a practical application of humoral theory, the concept that health depends on a proper balance of the body's key fluids. The text appears designed as a direct manual for practising physicians or medical students. Preserved through medieval manuscript traditions after being gathered into the great library collections of Alexandria, On Purgatives survives in its entirety in modern critical editions.

Ἐκ τοῦ περὶ φαρμάκων
Ἱπποκράτους.
Τὰ δὲ περὶ φαρμάκων πρήγ-
ματα οὐχ οἷα νομίζεται ἔστι.
τῷ γὰρ αὐτῷ φαρμάκῳ καθαί-
ρονται καὶ οὐ καθαίρονται·
ἔσθʼ ὅτε δὲ ἄλλα καθαίρει ἢ
οἷα εἴωθε καθαίρειν· ἐσοκότε
δὲ ὑπερεκάθηρεν· ἔστι δὲ ὅτε
καὶ τὰ δέοντα ἐποίησεν· ὥστε
οὐχ οἷόν τε πεποιθότα τοῖσι
φαρμάκοισιν εἰκῇ διδόναι. ὑπο-
λαμβάνειν γὰρ χρὴ καὶ τὰ
σιτία τὰ τρέφοντα ἡμᾶς φάρ-
μακα εἶναι, ἧσσον δʼ ἐκείνων·
οἱ γὰρ ἄνθρωποι ταῦτα ὀρθῶς
μὲν σιτευόμενοι ὑγιαίνουσι, μὴ
ὀρθῶς δέ, κάμνουσιν, ὑπερ-
βαλλόντως δέ, καθαίρονται ὥσπερ
ἀπὸ τῶν εἰλικρινέων φαρμάκων.
δῆλον οὖν ὅτι ἔστι τε καὶ ταῦτα
φάρμακα, ἧσσον δὲ καὶ βραδύ-
τερον τῶν εἰλικρινέων φαρμά-
κων. ὅμως δὲ ταῦτα βραδύτερα
καὶ ξυνήθη ἐόντα ἡμῖν ἑκάστην
ἡμέρην ἐσιόντα ἐς τὸ σῶμα εἰκῇ
καὶ ἀμελῶς διδόμενα ἐκεῖ τα-
ράσσει τοὺς ἀνθρώπους καὶ
νοσοποιεῖ πως. καὶ τὰ εἰλικρινέα
καὶ τὰ ὀξέα ἢν ἀπαθῶς καὶ
ἀπερισκέπτως διδῷ τις, οὐ μέλλει
διαπράξασθαί τι σύμφορον.
χρὴ οὖν πρῶτον διδόναι τοῖσι
μὲν χολώδεσιν ὅ τι χολὴν
καθαίρει, τοῖσι δὲ φλεγματώ-
δεσιν ὅ τι φλέγμα, τοῖσι δὲ
ὑδρωποειδέσι ὅ τι ὕδωρ, τοῖσι
δὲ μελαγχολώδεσιν ὅ τι μέλαιναν
χολήν. ἢν δὲ τούτων ἔξω κα-
θαίρῃς, τὰ μὲν δέοντα οὐ
καθαίρεις, τὰ δὲ μὴ δέοντα
κενώσεις, ὥστʼ ἐς ἀμφότερα
ἁμαρτάνειν.
Ὅταν οὖν μέλλῃς τινὶ φάρ-
μακον διδόναι ἤν τε κάτω ἤν
τε ἄνω, ἐπερωτᾶν αὐτὸν χρή,
εἰ δή τι ἔπιε φάρμακον καὶ
πότερον ἡ κοιλίη ἐν τοῖσι κα-
τωτερικοῖσι φαρμάκοισι ὀξεῖα
καὶ ὑπακούει ταχέως ἢ σκληρή.
καὶ ἢν φῇ ὀξεῖαν καὶ εὔλυτον
εἶναι, μαλακωτέρων τε καὶ
ἐλασσόνων τῶν φαρμάκων δεῖ-
ται· ἢν δὲ σκληρὴ εἴη, ἰσχυρο-
τέρων δεῖται. ὁ αὐτὸς δὲ τρόπος
καὶ πρὸς τὰ ἀνωτερικά. ἢν δὲ
μηδέποτι φῇ μήτε ἄνω μήτε
κάτω κεκαθάρθαι ἢ πεπωκέναι
φαρμάκων, ἐγνωκέναι χρὴ εἰ
πρὸς τὰ ἐσιόνται ὑγιαίνοντι
εὔλυτος ἡ κοιλίη πρὸς τὰ κάτω
ἢ εὐήμετος πρὸς τὰ ἄνω καὶ
εἰ, πρὸς πλησμονήν τινα γινό-
μενος, ἡ διάρροια ἐπιγίνεται
αὐτῷ· ταῦτα πάντα ἀνερέσθαι
χρή, ὅπως δυνηθῇς ὀρθῶς
βουλεύεσθαι. αἰσχρὰ γὰρ ἡ
ξυμφορὰ φάρμακον δόντα ἀν-
θρώπῳ ἀποκτεῖναι.
Ὁκόσοι μὲν οὖν ὑπὸ πυρε-
τῶν ἰσχυρῶν λαμβάνονται, οὐ
χρὴ τούτοισι φάρμακα διδόναι
καθαρτήρια, ἔστʼ ἂν μεθῇ ὁ
πυρετός· εἰ δὲ μή, μὴ ἐντὸς
τεσσαρεσκαίδεκα ἡμερῶν. θερ-
μαὶ γὰρ αἵ τε σάρκες ἐοῦσαι
αὐτέων καὶ αἱ κοιλίαι ἀναλαμ-
βάνουσι τὸ φάρμακον καὶ ἀπο-
καθαίρονται οὐδέν, καὶ ὅ τε
πυρετὸς γίνεται πλείων καὶ τὸ
χρῶμα ἐκτρέπεται καὶ ἰκτερώ-
δεις γίγνονται· κινηθείσης γὰρ
τῆς χολῆς καὶ μὴ καθαρθείσης
οὔτε ῥυφέειν θέλει οὔτε πίνειν,
ἀλλὰ πάντα βδελύσσεται καὶ ὡς
τὰ πολλὰ ἀπόλλυται· ἢν δὲ
κατάσχῃ τὸ φάρμακον, τὸ μὲν
πρὸ μέσου ἡμέρης οὐθὲν κα-
θαίρεται, ἐκ μέσου δὲ ἡμέρης
καθαιρόμενος ὑπέρινος γίνεται
καὶ ἀπόλλυται· ἢν δὲ ταύτην
τὴν ἡμέρην περιγένηται καὶ ἅμα
τῇ καθάρσει μεθῇ ὁ πυρετός,
ὑγιὴς γίνεται· ἢν δὲ ὁ πυρετὸς
πάλιν ἐπιλάβηται αὐτοῦ, ἀπόλ-
λυται. οὐκοῦν οὐ χρὴ τοῖς
ἰσχυροῖσι τῶν πυρετῶν φάρ-
μακα καθαρτήρια προσφέρειν,
ἀλλʼ ἤν τινα δέῃ, ὑποκλύζειν
χρή, ὁποσάκις ἂν βούλῃ, ἀκιν-
δυνότερον γάρ. κατὰ δὲ τὸν
αὐτὸν λόγον καὶ ἐν τῇ θερινῇ
ὥρῃ ἀπὸ κυνὸς ἀνατολῆς ἡμέ-
ρας πεντήκοντα φυλάσσεσθαι
χρὴ μὴ διδόναι φάρμακον, ἀλλὰ
κλυσμοῖσι χρέεσθαι. ὁ γὰρ
αὐτὸς κίνδυνος.