eul_wid: aaa-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Epic Fragments by Eumelus of Corinth

The Epic Fragments attributed to Eumelus of Corinth consist of seventeen surviving verses drawn from several lost archaic epic poems. These works, primarily the Corinthiaca, the Titanomachy, and possibly the theogonic Europia, are preserved exclusively through quotations by later prose authors and commentators, with the geographer Pausanias and the scholia on Apollonius Rhodius's Argonautica serving as the principal sources. The Corinthiaca detailed the foundation myths and royal lineage of Corinth, tracing its kings from Sisyphus and incorporating the Argonautic saga through the figure of Medus, the son of Medea. The Titanomachy narrated the cosmic war between the Olympian gods and the Titans. This corpus of poetry functioned to establish a heroic pedigree for Corinth and its ruling Bacchiad aristocracy, thereby legitimizing their status within the broader Panhellenic epic tradition. Eumelus represents a significant contributor to the early Greek epic cycle, and his Corinthiaca in particular became a key source for subsequent mythographers and historians of Corinth, influencing the construction of local identity within the wider framework of Greek cultural memory.

ΚΟΡΙΝΘΙΑΚΑ
πλεῖσται μὲν κεφαλαί, πλεῖσται δέ τε χεῖρες.
ἀλλʼ ὅτε δʼ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο
Ἠελίου τε καὶ Ἀντιόπης, τότε δʼ ἄνδιχα χώρην
δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός.
ἣν μὲν ἔχʼ Ἀσωπός, ταύτην πόρε δίωι Ἀλωεῖ·
ἣν δʼ Ἐφύρη κτεάτισσʼ, Αἰήτηι δῶκεν ἅπασαν.
Αἰήτης δʼ ἄρʼ ἑκὼν Βούνωι παρέδωκε φυλάσσειν,
εἰσόκεν αὐτὸς ἵκοιτʼ ἢ ἐξ αὐτοῖό τις ἄλλος,
ἢ πάις ἢ υἱωνός· ὃ δʼ ἵκετο Κολχίδα γαῖαν.
Ἰσθμοῖʼ εὐδαίμων πιτυώδεος ὄλβιος αὐχήν,
Ὠκεανοῦ κούρης Ἐφύρης ἕδος, ἔνθα Ποσειδῶν,
μητρὸς ἐμῆς Λαμίης γενέτωρ, προὔθηκεν ἀγῶνα
πρῶτος ἅμʼ Ἠελίωι, τιμὰς δʼ ἠνέγκατο μοῦνος.
ΕΥΡΩΠΙΑ
ὄφρα θεῶι δεκάτην ἀκροθίνιά τε κρεμάσαιμεν
σταθμῶν ἐκ ζαθέων καὶ κίονος ὑψηλοῖο.
Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἐννέα κοῦραι.
οἳ δʼ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν
γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσι
δούρασι τʼ ἀμφιγύοις κορύθεσσί τε λαμπομένηισιν
Ἄρηος τέμενος φθισιμβρότου, ἵκετο δʼ αἴγλη
νειόθεν Οὔλυμπόνδε διʼ ἠέρος ἀστράπτουσα.