---
title: Epic Fragments
title_greek: Ἐπικὰ Ἀποσπάσματα
author: Eumelus of Corinth
eul_wid: aaa-ab
eul_aid: aaa
canonical: "https://eulogikon.org/works/eumelus-corinth-epic-fragments-aaa-ab"
lang: grc
period: Archaic
dialect: Homeric
domain: "Poetry, Mythology"
genre: Epic
content_hash: "sha256:a779a0d7bbd7094aef031252624de5e85c7c3fe9a5dbb03ca54bfe9e91ddbdf1"
content_modified_at: "2026-11-15"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Epic Fragments

*Ἐπικὰ Ἀποσπάσματα*

**Author:** Eumelus of Corinth

**eul_wid:** `aaa-ab` · [HTML page](https://eulogikon.org/works/eumelus-corinth-epic-fragments-aaa-ab)

## Text

ΚΟΡΙΝΘΙΑΚΑ

  

`2`

πλεῖσται μὲν κεφαλαί, πλεῖσται δέ τε χεῖρες.  

`3`

ἀλλʼ ὅτε δʼ Αἰήτης καὶ Ἀλωεὺς ἐξεγένοντο  

Ἠελίου τε καὶ Ἀντιόπης, τότε δʼ ἄνδιχα χώρην  

δάσσατο παισὶν ἑοῖς Ὑπερίονος ἀγλαὸς υἱός.  

ἣν μὲν ἔχʼ Ἀσωπός, ταύτην πόρε δίῳ Ἀλωεῖ·  

ἣν δʼ Ἐφύρη κτεάτισσʼ, Αἰήτῃ δῶκεν ἅπασαν.  

Αἰήτης δʼ ἄρʼ ἑκὼν Βούνῳ παρέδωκε φυλάσσειν,  

εἰσόκεν αὐτὸς ἵκοιτʼ ἢ ἐξ αὐτοῖό τις ἄλλος,  

ἢ πάις ἢ υἱωνός· ὃ δʼ ἵκετο Κολχίδα γαῖαν.  

`8`

Ἰσθμοῖʼ εὐδαίμων πιτυώδεος ὄλβιος αὐχήν,  

Ὠκεανοῦ κούρης Ἐφύρης ἕδος, ἔνθα Ποσειδῶν,  

μητρὸς ἐμῆς Λαμίης γενέτωρ, προὔθηκεν ἀγῶνα  

πρῶτος ἅμʼ Ἠελίῳ, τιμὰς δʼ ἠνέγκατο μοῦνος.  

`12t`

ΕΥΡΩΠΙΑ

  

`12`

ὄφρα θεῷ δεκάτην ἀκροθίνιά τε κρεμάσαιμεν  

σταθμῶν ἐκ ζαθέων καὶ κίονος ὑψηλοῖο.  

`16`

Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἐννέα κοῦραι.  

`19`

οἳ δʼ ἤδη κατὰ πᾶσαν ἀνασταχύεσκον ἄρουραν  

γηγενέες· φρίξεν δὲ περὶ στιβαροῖς σακέεσσι  

δούρασι τʼ ἀμφιγύοις κορύθεσσί τε λαμπομένῃσιν  

Ἄρηος τέμενος φθισιμβρότου, ἵκετο δʼ αἴγλη  

νειόθεν Οὔλυμπόνδε διʼ ἠέρος ἀστράπτουσα.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: aaa-ab`.
