… καίτοι …
εἰ γὰρ τρ …
ὅμως … τῆς φύσεως τ …
λυπησόμεσθα μὴ βλέποντες ἐνθάδε
τὸν τοῦ θεάτρου δεσπότην, τὸν ῥήτορα,
οὗ χωρὶς οὐδεὶς σύλλογος ἐγεγόνει ποτέ,
διʼ ὅν τε δεῦρο συνελέγημεν πολλάκις.
ὑμεῖς τε πάντες ὑποθέσεως ἄλλης ὅρον
οὐκ ἂν προθύμως ἡδέως τʼ ἠκούετε,
εἰ μὴ τὸν ἄνδρα τουτονὶ τεθνηκότα
λόγοις ἐτίμων, οἷς ἐτίμα πολλάκις
ἄλλους ἐκεῖνος· καὶ γὰρ ἦν δεινὸς λέγειν.
οὐκ ἴστε, πρῴην πῶς ἑτέραν ᾑρημένος
ὁδὸν τραπέσθαι τ … να τῆς εὐφημίας
δασκεν … θηνκα … ψευ … αμμα …
ἐπαινετέον δὲ τῶν μαθητῶν τὸν χορόν
εὐγνωμοσύνης τῆς ἀμφὶ τὸν διδάσκαλον.
ἄλλως γὰρ αὐτὸν οὐκ ἔχοντες εἰσορᾶν
ἔστησαν ἐν γραφαῖσιν εἰκόνων δύο,
ὧν τὴν μὲν ἠργάσαντο παῖδες ζωγράφων,
ἣ δʼ ἦν ἐν ἑκάστῳ κατὰ φύσιν γεγραμμένη
ἐν τῇ διανοίᾳ. νῦν δʼ ἐγὼ ταύτην τρίτην
ἔμπνουν ἀναθήσω καὶ λαλοῦσαν εἰκόνα,
οὔτοι διατήξας κηρόν, ἀλλʼ εἰπὼν ἔπη.
ἐὰν δὲ δόξω τῷ πάθει νικώμενος
πολλαῖς ἐπαίνων ἐμπεσεῖν ὑπερβολαῖς
τιμῶν τὸν ἄνδρα, μηδὲ εἷς βασκαινέτω·
φθόνος γὰρ οὐδείς, φησί που Δημοσθένης
ἐκ τοῦ παλαιοῦ συγγραφέως ἀποσπάσας,
πρὸς τοὺς θανόντας τοῖς ἔτι ζῶσιν τέως.
καὶ νῦν ἰάμβων κωμικῶν πεπαυμένος
ἡρῷʼ ἔπη τὸ λοιπὸν εἰσκυκλήσομαι.
…
το … περιδέξι …
Βηρυτῷ … ἀγαλλομένηι …
νῦν … ῥητῆρος ἐυγλώσσοιο θανόντος
εὐεπίης τε λόγων, οὓς ἐς χθόνα πᾶσαν ἴαλλεν
ι … μέγα φρονέοι πολίεσσι
π … περικαλλὲς ἑὸν φαίνουσα πρόσωπον
α … νος· ἀτὰρ Ἀτθίδος εἶπε καμούσης
… μίαν γλήνην ὀλέσασα
… σιν ἐπʼ ὄφρυσι πέπλον ἐρύσσει
… λ … σὲ δʼ οὐ τόσον εἵλετο πένθος
οὐδʼ ὅτε σὸν κατὰ κύκλον ὑπώκλασε γαῖα χανοῦσα
καὶ σέο πάντα τίναξε θεμείλια· σοῖς δʼ ἐπὶ λαοῖς
πολλοῖς ἔπλεο τύμβος ἐρικλαύτοισι πεσοῦσα·
ὡς ὁπότʼ ἀγγελίη χαλεπὴ σέο τύψεν ἀκουάς
δῖον ἐς Ἕρμον ἰοῦσα νεοκτιμένης ἀπὸ Ῥώμης
κλεινοτάτου ναετῆρος ἀπαγγέλλουσα τελευτήν.
τοῦ γὰρ θεσπέσιον κλέος ἤραο, τῷ ἐπὶ μούνῳ
πρόσθε μέγα φρονέεσκες ἐν ἀντολίηι περ ἐόντι
ἀλλοδαπὴν ἀνὰ γαῖαν· ἐπεί καὶ τοῖο ἕκητι
εἰσέτʼ ἀριστοτόκον σε βροτοὶ καλέεσκον ἅπαντες.
τρεῖς γὰρ σεῖο γένοντο περικληέστατοι υἷες,
εἷς μὲν ἀοιδοπόλος, δύο δὲ ῥητῆρες ἀγαυοί.
ἦ τοι ὃ μὲν φίλος υἱὸς ἐυρρείταο Μέλητος
κῆρυξ ἀθανάτων τε καὶ ἀνδρῶν θεῖος Ὅμηρος,
Ἴλιον ὅστις ἔθηκεν ὑπʼ ὀφθαλμοῖσιν ἁπάντων
πλαγκτοσύνην τʼ Ὀδυσῆος ἰδεῖν ὑποφήτορι Μούσῃ,
οἳ δὲ δύω ῥητῆρες Ἀριστείδης τε καὶ αὐτός,
πάντα μάλʼ ἀλλήλοισιν ὁμοίιοι, ἶσα δὲ δῶρα
Ἀτθίδος ἀμφοτέροισι, διʼ ἧς ῥέεν ὡς μέλι φωνή.
ἀμφοτέρους δʼ ἐσιδοῦσα θεὰ θάμα …
…
ἢ ποταμοῦ … ος ἐυρρόου … ο …
ὕδωρ εἰς ἑὸν ἦτορ ἀπειρέσιον …
ἢ καὶ ἀπ οὐρανίης ἐσκέπτετο …
ι … αν θεσμούς τε καὶ ἤθε …
μούσαις εὐφραδέεσσι Πλατώνια …
ἀλλά οἱ οὐ τάδε πάντα κακὴν ἀπέεργε τελευτήν,
οὐδʼ ὁ πολὺς γλώσσης ῥόος ἤρκεσεν ὥστʼ ἀπαμῦναι
μοῖραν νηλεόθυμον ἀμειδέος Αἰδωνῆος,
ἀλλά ἑ χαλκείη θανάτου κοίμησεν ἀνάγκη
Κωνσταντινιάδος νεοθήλεος ἐν χθονὶ Ῥώμης.
τὸν δὲ πόλις βασιλῆος ἐμύρατο νεκρὸν ἰδοῦσα
ἀχνυμένη, πᾶσαι δὲ γόῳ πλήμυρον ἀγυιαί,
τοῖον ἐπεὶ σίγησε λιγὺ στόμα, τοῦ κλέος εὐρύ
τηλόθεν αἰὲν ἄκουσε, λιλαίετο δʼ ἐγγὺς ἀκούειν
φθεγγομένου, καὶ ἔμελλεν ἀκούεμεν· ἦλθε γὰρ αὐτός
Θρηικίην ποτὶ γαῖαν, ἑὸν χρέος ὥς κε τελέσσῃ·
τὸν δὲ μετὰ χρειὼ ζαθέη πόλις αὖθι κατασχεῖν
ἤθελε παρπεπιθοῦσα, νέων ἵνα πῶυ νομεύσῃ,
ἀνθρώπων εὐηγενέων ἀγανόφρονας υἷας,
οἵ μιν ναιετάουσιν, ἀπειρεσίαις ἐνὶ τιμαῖς
πολλοὺς κυδιόωντες ἀριζήλοισι θοώκοις.
ἀλλὰ τά γʼ οὐκ ἐτελεῖτο· τὸ καὶ νέκυν ἀνδρὸς ἰδοῦσα
ἡ πάρος αἰὲν ἄδακρυς ἐδάκρυσεν τότε Ῥώμη,
Θρηικίαι δὲ γόων ἁλιμυρέες ἔκλυον ἀκταί
μυρία κοπτόμεναι ῥοθίῳ πλήσσοντι θαλάσσης
κλυζομένης παρὰ θῖνα ῥοώδεος Ἑλλησπόντου.
ὥς ποτʼ Ὀλυμπιάδες κοῦραι Διὸς ἐννέα Μοῦσαι
πενθάδες ἀμφὶ Θέτιν Νηρηίδα κωκύεσκον
υἱέα Μυρμιδόνων ἡγήτορα δακρυχέουσαι
… νηυ· … ε …