eul_wid: afa-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Little Iliad Fragments by Little Iliad

The Little Iliad was a lost epic poem from ancient Greece, forming part of the Epic Cycle that narrated the complete story of the Trojan War. Traditionally ascribed to the poet Lesches, though this attribution remains uncertain, it was composed during the Archaic period, likely in the 7th or 6th century BCE. Written in the dactylic hexameter verse characteristic of epic poetry and in the Epic Greek dialect, it began its narrative after the death of Achilles, covering the concluding episodes of the conflict. Its major events included the contest between Odysseus and Ajax for the armor of Achilles, the retrieval of the archer Philoctetes, the theft of the sacred Palladium statue from Troy, and the deception of the Wooden Horse that ultimately caused the city's downfall. The poem concluded with the sack of Troy and the departure of the Greek fleet. The Epic Cycle, including this work, provided a continuous mythological narrative for audiences already deeply familiar with the Homeric epics.

The complete text of the Little Iliad has not survived antiquity. It is known today only through approximately thirty-eight fragmentary passages preserved in quotations by later Greek authors and a prose summary written by the 5th-century CE scholar Proclus. This summary underpins the reconstruction of the poem's plot structure, which ancient critics observed was more episodic and less tightly focused than the narratives of Homer. Despite its fragmentary state, the Little Iliad exerted lasting influence on later literature, establishing the canonical versions of these myths that were subsequently adapted by Greek tragedians and by Roman poets such as Virgil.

ΜΙΚΡΑ ΙΛΙΑΣ
Μοῦσά μοι ἔννεπε ἔργα, τὰ μήτʼ ἐγένοντο πάροιθε
μήτʼ ἔσται μετόπισθεν.
Αἴας μὲν γὰρ ἄειρε καὶ ἔκφερε δηϊοτῆτος
ἥρω Πηλεΐδην, οὐδʼ ἤθελε δῖος Ὀδυσσεύς.
πῶς ἐπεφωνήσω; πῶς οὐ κατὰ κόσμον ἔειπες;
καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη,
ἀλλʼ οὐκ ἂν μαχέσαιτο.
ἀμφὶ δὲ πόρκης
χρύσεος ἀστράπτει καὶ ἐπʼ αὐτῶι δίκροος αἰχμή.
νὺξ μὲν ἔην μεσάτη, λαμπρὴ δʼ ἐπέτελλε σελήνη.
αὐτὰρ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱὸς
Ἑκτορέην ἄλοχον κάταγεν κοΐλας ἐπὶ νῆας.
παῖδα δʼ ἑλὼν ἐκ κόλπου ἐυπλοκάμοιο τιθήνης
ῥῖψε ποδὸς τεταγὼν ἀπὸ πύργου, τὸν δὲ πεσόντα
ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
ὡς δʼ ὅτʼ ἀέξηται σικυὸς δροσερῶι ἐνὶ χώρωι.
Πηλεΐδην δʼ Ἀχιλῆα φέρε Σκῦρόνδε θύελλα,
ἔνθʼ ὅ γʼ ἐς ἀργαλέον λιμένʼ ἵκετο νυκτὸς ἐκείνης.
ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
ἤθελεν· ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζε
νωλεμέως κρατερῆισι, σάωσε δὲ πάντας Ἀχαιούς,
τόφρα δʼ ἔχʼ ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
φήμη δʼ εἰς στρατὸν ἦλθε
Ἴλιον ἀείδω καὶ Δαρδανίην ἐύπωλον,
ἧς πέρι πόλλʼ ἔπαθον Δαναοί, θεράποντες Ἄρηος.
ἄμπελον ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα
χρυσείην, φύλλοισιν ἀγαυοῖσιν κομόωσαν
βότρυσί θʼ οὓς Ἥφαιστος ἐπασκήσας Διὶ πατρὶ
δῶχʼ, ὃ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί.
[ ].ε̣σ̣ο[.]π..[.]ν κατ̣[.].[.]..[]
[ἐς μακάρων ν]ή̣σ̣ους τ̣.[.].ι̣νπομ̣[.] Ὠ̣κεαν[]
[ πέ]μψωσ[ι]ν, ὅ̣θι ξα̣ν̣θὸς «Ραδάμ[ανθυς.»]
[ὣς ἄρα φωνήσ]ας ἀπ̣έ̣βη πρὸς μ̣ακρὸν Ὄλυμπο̣[ν.]
[ συν]άϊξ̣αν ἐυκν̣ή̣μ̣ιδες Ἀχαι[οί.]
[ὡς δʼ εἴδοντʼ Ἀχιλῆ]α νέκυν αἴρον[τ]α̣ς Ἀχ̣αιού̣ς,
[ ]ί̣ης κεκορυθμένοι, οἳ δʼ ἅ〈μα〉 πάντ̣ε̣[ς]
[ ]ἀ̣μφὶ νέκυ[ν̣] κατατεθν〈ε〉ιῶτα μ[άχεσθαι.]
[δὴ τότε Λαρτ]ι̣άδης προσέφη Τελαμώνιον υ̣[ἱόν·]
[«Αἶαν διογενές,] Τ̣ελαμώνιε, κοίρανε λαῶν,
[ ἅ]μα καὶ νώτοισι̣ νέκυν οἴσωμ̣[εν,]
[ ]ουσι κατὰ φρέ̣να ν[.]ν̣δ[.]ρ..[]
[ἕως ἐγὼ ν]ώ̣τ̣οι̣σ̣ι φέρω, σὺ δὲ ν̣.[ ]ε̣[.]ε̣τ̣[»]
[ μετὰ] Τ̣ρῶας κα〈ὶ〉 Ἀχ̣α̣[ι]οὺς ο..[]
[ Ἀχι]λῆα, νέκυν ε̣[.].θ..κ̣[]
[ ]..υ χθόνʼ ἀ̣πʼ ο[ὐ]ρ̣[α]νόθ̣[εν]
[ ].ψεν ἐπὶ χθό̣ν̣α̣ π̣[ουλυβότειραν.]
[ κα]θύπερθεν εη.[ ]...[]
[ ]κατʼ ἄσθματι̣.αρ̣.[]
[ ]ε̣.ν δεῦ̣ε̣ν χθόν̣α.[]
[ Ὀδ]υσ〈σ〉εὺς βά̣σ̣ταζ̣[ε] ν̣έ̣[κυν]