eul_wid: skw-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Chione by Erotic Narrative Anonymous

Chione is an anonymous ancient Greek prose narrative, an erotic story centred on its eponymous female character. The work is structured in three passages but remains unattested within standard catalogues, major digital libraries, and the principal reference works for classical texts. It has no known manuscript tradition or documented preservation history in scholarly sources. Its complete absence from the major repositories and encyclopedias of classical literature indicates that Chione is either an exceedingly minor work or a fragment not covered by any extant references, rendering it an obscure text within the corpus of ancient Greek fiction.

« … ας ἡ βασιλεία εἰς ταύτην καὶ τὸν συνοικήσοντα αὐτῇ μετέρχεται, διόπερ οὕτω χρὴ βουλεύσασθαι νῦν ἡμᾶς ὡς μὴ μεταγνῶναί ποτε δύνασθαι. ἔχομεν δὲ εἰς σκέψιν χρόνον ἡμερῶν τριάκοντα ἃς εἰς τοῦτο παρʼ αὐτῶν … πλεῖον.» ταῦτʼ ἀκουρουσαν. οὗτοι μὲν ἦσαν πρὸς τῷ περὶ αὐτῶν βουλεύεσθαι· ταχέως δὲ διεφοίτησε ἀνὰ τὴν πόλιν ἅπασαν … φας φήμη καὶ οὐθεὶς ἄλλο οὐδὲν ἐλάλει ἢ περὶ τοῦ γάμου. πάντες δὲ ἤχθοντο λογιζόμενοι τὸ περὶ τῆς ἀπειλῆς αὐτῶν ἀπαίδευτον καὶ μάλιστα ὅσοι δύνατοι τῶν πολιτῶν ὑπάρχοντες καὶ αὐτοὶ πολιτεύεσθαι τὴν Χιόνην ἔμελλον μνηστεύεσθαι. οὐ μέντοι γε αὐτῶν τις ἐτόλμα μετʼ ἐκείνους αἰτεῖν τὴν κόρην. ἡ δὲ Χιόνη παρὰ τῆς μητρὸς μαθοῦσα ταῦτα οὐκ ετ …

«Μεγαμήδης τε προσδόκιμός ἐστιν, ἡμεῖς δὲ μέχρι νῦν πάντα κάλων κινοῦντες, ὡς εἰπεῖν, οὐδὲν ἐπὶ σωτηρίαν νενοήκαμεν. αἰτίαν δʼ οὐδεμίαν παρέσχηκέ σοι Μεγαμήδης ἵνα ἀπολίπῃς αὐτόν. ὥστε διαλογίζου τι δραστέον ἡμῖν. ἐγὼ μὲν γὰρ ἀπορῶ.» ἡ δὲ Χιόνη, «οὐδʼ ἐγὼ μέν,» φησιν, «εἰς σωτηρίαν τι εὑρίσκω. ἓν δὲ τοῦτό σοι λέγω, εἰ μὴ δυνάμεθα ζῆν μετʼ ἀλλήλων, προστάξαντες τουτω … ἐπωδυνω … τὸ γὰρ τελευταῖον ἡμῖν ἀπολείπεται. χρὴ δὲ οὐδὲν καὶ ὅπως εὐσχημόνως γενηθῇ σκοπεῖν· λεληθότας γὰρ ἡμῖν το