eul_wid: rnk-aa
Τὰ κατὰ Ἀνθίαν καὶ ἉβροκόμηνStory of Anthia and Habrocomes
Xenophon of Ephesus Story of Anthia and Habrocomes PDF
| 1.1 | Ἦν ἐν Ἐφέσῳ ἀνὴρ τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων, Λυκομήδης ὄνομα. Τούτῳ τῷ Λυκομήδει ἐκ γυναικὸς ἐπιχωρίου Θεμιστοῦς γίνεται παῖς Ἁβροκόμης, μέγα τι χρῆμα κάλλους οὔτε ἐν Ἰωνίᾳ οὔτε ἐν ἄλλῃ γῇ πρότερον γενομένου. |
| 1.2 | Μηνίει πρὸς ταῦτα ὁ Ἔρως· φιλόνεικος γὰρ ὁ θεὸς καὶ ὑπερηφάνοις ἀπαραίτητος· ἐζήτει δὲ τέχνην κατὰ τοῦ μειρακίου· καὶ γὰρ καὶ τῷ θεῷ δυσάλωτος ἐφαίνετο. Ἐξοπλίσας οὖν ἑαυτὸν καὶ πᾶσαν δύναμιν ἐρωτικῶν φαρμάκων περιβαλόμενος ἐστράτευεν ἐφ’ Ἁβροκόμην. |
| 1.3 | Ὡς οὖν ἐτετέλεστο ἡ πομπή, ἦλθον δὲ εἰς τὸ ἱερὸν θύσοντες ἅπαν τὸ πλῆθος καὶ ὁ τῆς πομπῆς κόσμος ἐλέλυτο, ᾔεσαν δὲ ἐς ταὐτὸν ἄνδρες καὶ γυναῖκες, ἔφηβοι καὶ παρθένοι, ἐνταῦθα ὁρῶσιν ἀλλήλους, καὶ ἁλίσκεται Ἄνθεια ὑπὸ τοῦ Ἁβροκόμου, ἡττᾶται δὲ ὑπὸ τοῦ Ἔρωτος Ἁβροκόμης καὶ ἐνεώρα τε συνεχέστερον τῇ κόρῃ καὶ ἀπαλλαγῆναι τῆς ὄψεως ἐθέλων οὐκ ἐδύνατο· κατεῖχε δὲ αὐτὸν ἐγκείμενος ὁ θεός. |
| 1.4 | Λαβὼν δὴ τὴν κόμην ὁ Ἁβροκόμης καὶ σπαράξας τὴν ἐσθῆτα φεῦ μοι τῶν κακῶν εἶπε, τί πέπονθα ὁ δυστυχής; ὁ μέχρι νῦν ἀνδρικὸς Ἁβροκόμης, ὁ καταφρονῶν Ἔρωτος, ὁ τῷ θεῷ λοιδορούμενος ἑάλωκα καὶ νενίκημαι καὶ παρθένῳ δουλεύειν ἀναγκάζομαι, καὶ φαίνεταί τις ἤδη καλλίων ἐμοῦ καὶ θεὸν Ἔρωτα καλῶ. |
| 1.5 | Ταῦθʼ ἑκάτερος αὐτῶν δι ’ ὅλης τῆς νυκτὸς ὠδύρετο, εἶχον δὲ πρὸ ὀφθαλμῶν τὰς ὄψεις τὰς ἑαυτῶν, τὰς εἰκόνας ἐπὶ τῆς ψυχῆς ἀλλήλων ἀναπλάττοντες· ὡς δὲ ἡμέρα ἐγένετο, ᾔει μὲν Ἁβροκόμης ἐπὶ τὰ συνήθη γυμνάσματα, ᾔει δὲ ἡ παρθένος ἐπὶ τὴν ἐξ ἔθους θρησκείαν τῆς θεοῦ. |
| 1.6 | Ὀλίγον δὲ ἀπέχει τὸ ἱερὸν τοῦ ἐν Κολοφῶνι Ἀπόλλωνος· διάπλους ἀπʼ Ἐφέσου σταδίων ὀγδοήκοντα. Ἐνταῦθα οἱ παρʼ ἑκατέρων ἀφικόμενοι δέονται τοῦ θεοῦ ἀληθῆ μαντεύεσθαι· ἐληλύθεσαν δὴ κατὰ ταὐτά. |
| 1.7 | Ταῦτα ὡς ἐκομίσθη τὰ μαντεύματα εἰς Ἔφεσον, εὐθὺς μὲν οἱ πατέρες αὐτῶν ἦσαν ἐν ἀμηχανίᾳ καὶ τὸ δεινὸν ὅ τι ἦν πάνυ ἠπόρουν· συμβάλλειν δὲ τὰ τοῦ θεοῦ λόγια οὐκ ἐδύναντο· οὔτε γὰρ τίς ἡ νόσος οὔτε τίς ἡ φυγή, οὔτε τίνα τὰ δεσμὰ οὔτε ὁ τάφος τίς οὔτε ὁ ποταμὸς τίς οὔτε τίς ἡ ἐκ τοῦ θεοῦ βοήθεια. |
| 1.8 | Ὡς οὖν ἐφέστηκεν ὁ τῶν γάμων καιρός, καὶ παννυχίδες ἤγοντο καὶ ἱερεῖα πολλὰ ἐθύετο τῇ θεῷ. Καὶ ἐπειδὴ ταῦτα ἐξετετέλεστο, ἡκούσης τῆς νυκτὸς (βραδύνειν δὲ πάντα ἐδόκει Ἁβροκόμῃ καὶ Ἀνθείᾳ) ἦγον τὴν κόρην εἰς τὸν θάλαμον μετὰ λαμπάδων, τὸν ὑμέναιον ᾄδοντες, ἐπευφημοῦντες, καὶ εἰσαγαγόντες κατέκλιναν. |
| 1.9 | Τοῖς δὲ ἑκατέροις πάθος συνέβη ταὐτόν, καὶ οὔτε προσειπεῖν ἔτι ἀλλήλους ἠδύναντο οὔτε ἀντιβλέψαι τοῖς ὀφθαλμοῖς, ἔκειντο δὲ ὑφʼ ἡδονῆς παρειμένοι, αἰδούμενοι, φοβούμενοι, πνευστιῶντες· ἐπάλλετο δὲ αὐτοῖς τὰ σώματα καὶ ἐκραδαίνοντο αὐτοῖς αἱ ψυχαί. |
| 1.10 | Ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἀνίσταντο πολὺ μὲν ἡδίονες, πολὺ δὲ εὐθυμότεροι, ἀπολαύσαντες ὧν ἐπεθύμησαν χρόνῳ καλῶς. |
| 1.11 | Ἔτι λέγοντα ἐξιόντα ἐπέσχε τὰ δάκρυα· καὶ οἱ μὲν ἀπῄεσαν εἰς τὴν πόλιν, τοῦ πλήθους αὐτοὺς θαρρεῖν παρακαλοῦντος, ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἀλλήλοις περιφύντες ἔκειντο πολλὰ ἅμα ἐννοοῦντες, τοὺς πατέρας οἰκτείροντες, τῆς πατρίδος ἐπιθυμοῦντες, τὸν χρησμὸν δεδοικότες, τὴν ἀποδημίαν ὑποπτεύοντες· παρεμυθεῖτο δʼ αὐτοὺς εἰς ἅπαντα ὁ μετ’ ἀλλήλων πλοῦς. |
| 1.12 | Κατήγετο δὴ ἡ ναῦς εἰς Ῥόδον καὶ ἐξέβαινον οἱ ναῦται, ἐξῄει δὲ ὁ Ἁβροκόμης ἔχων μετὰ χεῖρα τὴν Ἄνθειαν· συνῄεσαν δὲ πάντες οἱ Ῥόδιοι, τὸ κάλλος τῶν παίδων καταπεπληγότες, καὶ οὐκ ἔστιν ὅστις τῶν ἰδόντων παρῆλθε σιωπῶν· ἀλλʼ οἱ μὲν ἔλεγον ἐπιδημίαν θεῶν, οἱ δὲ προσεκύνουν καὶ προσεποιοῦντο. Ταχὺ δὲ δι’ ὅλης τῆς πόλεως διεπεφοιτήκει τοὔνομα Ἁβροκόμου καὶ Ἀνθείας. |
| 1.13 | Ἔτυχον μὲν ἐν Ῥόδῳ πειραταὶ παρορμοῦντες αὐτοῖς, Φοίνικες τὸ γένος, ἐν τριήρει μεγάλῃ· παρώρμουν δὲ ὡς φορτίον ἔχοντες καὶ πολλοὶ καὶ γεννικοί. Οὗτοι κατεμεμαθήκεσαν τῇ νηὶ ὅτι χρυσὸς καὶ ἄργυρος καὶ ἀνδράποδα πολλὰ καὶ τίμια. |
| 1.14 | Ἀκούσας ὁ Κόρυμβος εὐθὺς μὲν ἐκέλευσε φείσασθαι φονεύοντας, μεταθέμενος δὲ τὰ τιμιώτερα τῶν φορτίων καὶ τὸν Ἁβροκόμην καὶ τὴν Ἄνθειαν ἄλλους τε τινὰς τῶν οἰκετῶν ὀλίγους ἐνέπρησε τὴν ναῦν, καὶ οἱ λοιποὶ πάντες κατεφλέχθησαν· τὸ γὰρ πάντας ἄγειν οὔτε ἐδύνατο οὔτε ἀσφαλὲς ἑώρα. |
| 1.15 | Καὶ ἐν μὲν τῷ πλῷ οὔτε πεῖσαι δυνατὸν ἐδόκει εἶναι· ἑώρα γὰρ ὡς διάκειται μὲν ὑπʼ ἀθυμίας πονήρως, ἑώρα δὲ καὶ τῆς Ἀνθείας ἐρῶντα· ἀλλὰ καὶ τὸ βιάζεσθαι χαλεπὸν εἶναι αὐτῷ κατεφαίνετο· ἐδεδοίκει γὰρ μή τι ἑαυτὸν ἐργάσηται δεινόν· |
| 1.16 | Ἐν τούτῳ τῷ χρόνῳ ἔκειντο ἄθυμοι, πολλὰ προσδοκῶντες, ἀλλήλοις διαλεγόμενοι, συνεχὲς ὀμνύοντες τηρήσειν τὰ συγκείμενα. |
| 2.1 | Καὶ ὁ μὲν Εὔξεινος καὶ ὁ Κόρυμβος μετʼ ἀλλήλων ἦσαν περιμένοντες ὅ τι ἀκούσονται, ἤλπιζον δʼ αὐτοὺς ῥᾳδίως πείσειν· ὁ δὲ Ἁβροκόμης καὶ ἡ Ἄνθεια ἧκον εἰς τὸ δωμάτιον ἔνθα συνήθως διῃτῶντο, καὶ πρὸς ἀλλήλους εἰπόντες ἅπερ ἠκηκόεσαν, καταβαλόντες ἑαυτοὺς ἔκλαον, ὠδύροντο. |
| 2.2 | Καὶ τοῖς μὲν ταῦτα ἐδέδοκτο· ἐν δὲ τούτῳ Ἄψυρτος ὁ προεστὼς τοῦ λῃστηρίου πυθόμενος ὅτι τε ἥκουσιν οἱ περὶ τὸν Κόρυμβον καὶ ὅτι πολλὰ εἶεν καὶ θαυμάσια κομίζοντες χρήματα, ἧκεν εἰς τὸ χωρίον καὶ εἶδέ τε τοὺς περὶ τὸν Ἁβροκόμην καὶ κατεπλάγη τὴν εὐμορφίαν καὶ εὐθὺς μέγα κέρδος νομίζων ᾐτήσατο ἐκείνους. |
| 2.3 | Καὶ οἱ μὲν περὶ τὸν Ἁβροκόμην ἐν τούτοις ἦσαν· ἡμερῶν δὲ διαγενομένων ὀλίγων ὁ μὲν Ἄψυρτος ἐπ’ ἄλλην ἐμπορίαν εἰς Συρίαν ἀπῆλθε, θυγάτηρ δὲ αὐτοῦ, Μαντὼ ὄνομα, ἠράσθη τοῦ Ἁβροκόμου· ἦν δὲ καλὴ καὶ ὡραία γάμων ἤδη, πολὺ δὲ τοῦ Ἀνθείας κάλλους ἀπελείπετο. |
| 2.4 | Ταῦτα εἰπὼν ἔρχεται πρὸς Ἁβροκόμην. Τῷ δὲ ἄρα οὐδὲν ἔργον ἦν ἢ φιλεῖν Ἄνθειαν καὶ ὑπʼ ἐκείνης φιλεῖσθαι καὶ λαλεῖν ἐκείνῃ καὶ ἀκούειν λαλούσης. Ἐλθὼν δὲ παρʼ αὐτοὺς τί ποιοῦμεν, σύντροφοι; Τί δὲ βουλευόμεθα, οἰκέται; |
| 2.5 | Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· ἡ δὲ Μαντὼ χρονιζούσης τῆς Ῥόδης οὐκέτι καρτεροῦσα γράφει γραμματίδιον πρὸς τὸν Ἁβροκόμην· ἦν δὲ τὰ ἐγγεγραμμένα τοιάδε ‘ ΑΒΡΟΚΟΜΗι ΤΩι ΚΑΛΩι ΔΕΣΠΟΙΝΑΗ ΣΗ ΧΑΙΡΕΙΝ. Μαντὼ ἐρῶ σου, μηκέτι φέρειν δυναμένη· ἀπρεπὲς μὲν ἴσως παρθένῳ, ἀναγκαῖον δὲ φιλούσῃ· δέομαι, μή με περιίδῃς μηδὲ ὑβρίσῃς τὴν τὰ σὰ ᾑρημένην. |
| 2.6 | Ἀκούσας ὁ Ἄψυρτος καὶ δόξας ἀληθῆ λέγειν αὐτὴν ἠρεύνησε μὲν τὸ πραχθὲν οὐκέτι, μεταπεμψάμενος δὲ τὸν Ἁβροκόμην ὦ τολμηρὰ καὶ μιαρὰ εἶπε κεφαλή, ἐτόλμησας εἰς δεσπότας τοὺς σοὺς ὑβρίσαι καὶ διαφθεῖραι παρθένον ἠθέλησας οἰκέτης ὤν; ἀλλ’ οὔτι χαιρήσεις· ἐγὼ γάρ σε τιμωρήσομαι καὶ τοῖς ἄλλοις οἰκέταις τὴν σὴν αἰκίαν ποιήσομαι παράδειγμα. |
| 2.7 | Καὶ ὁ μὲν ἐδέδετο καὶ ἦν ἐν εἱρκτῇ, δεινὴ δὲ αὐτὸν ἀθυμία καταλαμβάνει καὶ μάλιστα ἐπεὶ Ἄνθειαν οὐχ ἑώρα· ἐζήτει δὲ θανάτου τρόπους πολλούς, ἀλλ’ εὕρισκεν οὐδένα, πολλῶν τῶν φρουρούντων ὄντων. Ὁ δὲ Ἄψυρτος ἐποίει τῆς θυγατρὸς τοὺς γάμους καὶ ἑώρταζον πολλαῖς ἡμέραις. |
| 2.8 | Τέλος δὲ ἡ μὲν ἐξῄει τοῦ δεσμωτηρίου, ὁ δὲ ὡς εἶχεν ἑαυτὸν ἐπὶ γῆς ῥίψας ἔστενεν, ἔκλαεν ὦ πάτερ λέγων φίλτατε, ὦ μῆτερ Θεμιστώ· ποῦ μὲν ἡ ἐν Ἐφέσῳ δοκοῦσά ποτʼ εὐδαιμονία; ποῦ δʼ οἱ λαμπροὶ καὶ οἱ περίβλεπτοι Ἄνθεια καὶ Ἁβροκόμης, οἱ καλοί; ἡ μὲν οἴχεται πόρρω ποι τῆς γῆς αἰχμάλωτος, ἐγὼ δὲ καὶ τὸ μόνον ἀφῄρημαι παραμύθιον, καὶ τεθνήξομαι ὁ δυστυχὴς ἐν δεσμωτηρίῳ μόνος. |
| 2.9 | Ὁ μὲν οὖν ἐν τῷ δεσμωτηρίῳ κατεκέκλειστο, ἡ δὲ Ἄνθεια εἰς Συρίαν ἤγετο καὶ ὁ Λεύκων καὶ ἡ Ῥόδη. Ὡς δὲ ἧκον οἱ περὶ τὴν Μαντὼ εἰς Ἀντιόχειαν (ἐκεῖθεν γὰρ ἦν Μοῖρις), ἐμνησικάκει μὲν Ῥόδην, ἐμίσει δὲ καὶ τὴν Ἄνθειαν. |
| 2.10 | Καὶ ἡ μὲν παρὰ τῷ αἰπόλῳ ἦν ἐν τῷ χωρίῳ πάντα χρόνον Ἁβροκόμην θρηνοῦσα· ὁ δὲ Ἄψυρτος ἐρευνώμενος τὸ οἰκημάτιον ἔνθα ὁ Ἁβροκόμης πρὸ τῆς κολάσεως διῆγεν, ἐπιτυγχάνει τῷ γραμματιδίῳ τῷ Μαντοῦς πρὸς Ἁβροκόμην καὶ γνωρίζει τὰ γράμματα, καὶ ὅτι ἀδίκως Ἁβροκόμην τιμωρεῖται ἔμαθεν· εὐθὺς οὖν λῦσαί τε αὐτὸν προσέταξε καὶ ἀγαγεῖν εἰς ὄψιν. |
| 2.11 | Ἡ δὲ Ἄνθεια ἦν μέν τινα χρόνον παρὰ τῷ αἰπόλῳ, συνεχὲς δὲ ὁ Μοῖρις ὁ ἀνὴρ τῆς Μαντοῦς εἰς τὸ χωρίον ἐρχόμενος ἐρᾷ τῆς Ἀνθείας σφοδρὸν ἔρωτα. Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο λανθάνειν, τελευταῖον δὲ λέγει τῷ αἰπόλῳ τὸν ἔρωτα καὶ πολλὰ ὑπισχνεῖτο συγκύψαντι. |
| 2.12 | Ἐν δὲ τούτῳ τις ἧκεν ἀπὸ τῆς Συρίας οἰκέτης παρὰ τῆς Μαντοῦς γράμματα κομίζων τῷ πατρὶ Ἀψύρτῳ τάδε Ἔδωκάς με ἀνδρὶ ἐν ξένῃ· Ἄνθειαν δέ, ἣν μετὰ τῶν ἄλλων οἰκετῶν ἐδωρήσω μοι, πολλὰ διαπραξαμένην κακὰ εἰς ἀγρὸν οἰκεῖν ἐκελεύσαμεν. Ταύτην συνεχῶς ἐν τῷ χωρίῳ θεώμενος ὁ καλὸς Μοῖρις ἐρᾷ· μηκέτι δὲ φέρειν δυναμένη μετεπεμψάμην τὸν αἰπόλον καὶ τὴν κόρην πραθῆναι ἐκέλευσα ἐν πόλει τινὶ τῆς Συρίας. |
| 2.13 | Οἱ δὲ περὶ τὸν Ἱππόθοον τὸν λῃστὴν ἐκείνης μὲν τῆς νυκτὸς ἔμεινον εὐωχούμενοι, τῇ δὲ ἑξῆς περὶ τὴν θυσίαν ἐγίνοντο. Παρεσκευάζετο δὲ πάντα καὶ ἀγάλματα τοῦ Ἄρεος καὶ σῦλα καὶ στεφανώματα· |
| 2.14 | Καὶ ἡ μὲν ἐν Ταρσῷ ἦν μετὰ Περιλάου, τὸν χρόνον ἀναμένουσα τοῦ γάμου· ὁ δὲ Ἁβροκόμης ᾔει τὴν ἐπὶ Κιλικίας ὁδόν· καὶ οὐ πρὸ πολλοῦ τοῦ ἄντρου τοῦ λῃστρικοῦ (ἀπεπεπλάνητο γὰρ καὶ αὐτὸς τῆς ἐπ’ εὐθὺ ὁδοῦ) συντυγχάνει τῷ Ἱπποθόῳ ὡπλισμένῳ. |
| 3.1 | Ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἐπανελθόντες εἰς τὸ ἄντρον, εἴ τι αὐτοῖς ἔτι περιττὸν ἦν, αὑτοὺς καὶ τοὺς ἵππους ἀνελάμβανον· ἦν γὰρ καὶ τῷ Ἱπποθόῳ ἵππος ἐν τῇ ὕλῃ κρυπτόμενος· τῇ δὲ ἑξῆς παρῄεσαν μὲν Κιλικίαν, ἐποιοῦντο δὲ τὴν ὁδὸν ἐπὶ Μάζακον, πόλιν τῆς Καππαδοκίας μεγάλην καὶ καλήν. |
| 3.2 | Ἐγὼ ἔφη εἰμὶ τὸ γένος πόλεως Περίνθου (πλησίον δὲ τῆς Θρᾴκης ἡ πόλις) τῶν τὰ πρῶτα ἐκεῖ δυναμένων· ἀκούεις δὲ καὶ τὴν Πέρινθον ὡς ἔνδοξος, καὶ τοὺς ἄνδρας ὡς εὐδαίμονες ἐνταῦθα. |
| 3.3 | Λέγει δὲ ὁ Ἁβροκόμης ὅτι Ἐφέσιος καὶ ὅτι ἠράσθη κόρης καὶ ὅτι ἔγημεν αὐτὴν καὶ τὰ μαντεύματα καὶ τὴν ἀποδημίαν καὶ τοὺς πειρατὰς καὶ τὸν Ἄψυρτον καὶ τὴν Μαντὼ καὶ τὰ δεσμὰ καὶ τὴν φυγὴν καὶ τὸν αἰπόλον καὶ τὴν μέχρι Κιλικίας ὁδόν. |
| 3.4 | Ἐν δὲ τῷ χρόνῳ ὃν ἡ Ἄνθεια ληφθεῖσα ἐκ τοῦ λῃστηρίου ἦλθεν εἰς τὴν Ταρσὸν πρεσβύτης Ἐφέσιος ἰατρὸς τὴν τέχνην, Εὔδοξος τοὔνομα· ἧκε δὲ ναυαγίᾳ περιπεσὼν εἰς Αἴγυπτον πλέων. |
| 3.5 | Ὡς οὖν πάντα τὰ περὶ τὸν γάμον ἐξετετέλεστο τῷ Περιλάῳ, ἐφειστήκει δὲ ἡ ἡμέρα, δεῖπνον μὲν αὐτῷ πολυτελὲς ἡτοίμαστο καὶ ἡ Ἄνθεια ἐκεκόσμητο κόσμῳ νυμφικῷ· ἐπαύετο δὲ οὔτε νύκτωρ οὔτε μεθ’ ἡμέραν δακρύουσα, ἀλλʼ ἀεὶ πρὸ ὀφθαλμῶν εἶχεν Ἁβροκόμην. |
| 3.6 | Καὶ ἤδη μὲν νὺξ ἦν, παρεσκευάζετο δὲ ὁ θάλαμος, καὶ ἧκον οἱ ἐπὶ τούτῳ τεταγμένοι τὴν Ἄνθειαν ἐξάξοντες· ἡ δὲ ἄκουσα καὶ δεδακρυμένη ἐξῄει, ἐν τῇ χειρὶ κρύπτουσα τὸ φάρμακον· καὶ ὡς πλησίον τοῦ θαλάμου γίνεται, οἱ οἰκεῖοι ἀνευφήμησαν τὸν ὑμέναιον· |
| 3.7 | Ὡς δὲ εἰσῆλθεν ὁ Περίλαος, εὐθὺς ἰδὼν τὴν Ἄνθειαν κειμένην ἐξεπλάγη καὶ ἀνεβόησε, θόρυβός τε πολὺς τῶν κατὰ τὴν οἰκίαν ἦν καὶ πάθη συμμιγῆ, οἰμωγή, φόβος, ἔκπληξις. Οἱ μὲν ᾤκτειρον τὴν δοκοῦσαν τεθνηκέναι, οἱ δὲ συνήχθοντο Περιλάῳ, πάντες δὲ ἐθρήνουν τὸ γεγονός. |
| 3.8 | Καὶ ὁ μὲν ἐκτελέσας τὰ νομιζόμενα ὑπὸ τῶν οἰκείων εἰς τὴν πόλιν ἤγετο· καταλειφθεῖσα δὲ ἐν τῷ τάφῳ ἡ Ἄνθεια ἑαυτῆς γενομένη καὶ συνεῖσα ὅτι μὴ τὸ φάρμακον θανάσιμον ἦν, στενάξασα καὶ δακρύσασα ὦ ψευσάμενόν με φησίν, ὦ κωλῦσαν ὁδεῦσαι πρὸς τὸν Ἁβροκόμην ὁδὸν εὐτυχῆ· ἐσφάλην ἄρα (πάντα καινὰ καὶ τῆς ἐπιθυμίας τοῦ θανάτου. |
| 3.9 | Καὶ οἱ μὲν ἀνύσαντες ἡμέραις οὐ πολλαῖς τὸν πλοῦν κατῆραν εἰς Ἀλεξάνδρειαν κἀνταῦθα ἐξεβίβασαν τὴν Ἄνθειαν καὶ διέγνωσαν ἐκ τοῦ πλοῦ ἀνενεγκοῦσαν παραδοῦναί τισιν ἐμπόροις· ὁ δὲ Περίλαος μαθὼν τὴν τοῦ τάφου διορυγὴν καὶ τὴν τοῦ σώματος ἀπώλειαν ἐν πολλῇ καὶ ἀκατασχέτῳ λύπῃ ἦν. |
| 3.10 | Ἀκούσας ὁ Ἁβροκόμης περιερρήξατο τὸν χιτῶνα καὶ μεγάλως ἀνωδύρετο καλῶς μὲν καὶ σωφρόνως ἀποθανοῦσαν Ἄνθειαν, δυστυχῶς δὲ μετὰ τὸν θάνατον ἀπολομένην. |
| 3.11 | Οἱ δὲ λῃσταὶ τὴν Ἄνθειαν εἰς Ἀλεξάνδρειαν παρέδωκαν ἐμπόροις πολὺ λαβόντες ἀργύριον· οἱ δὲ ἔτρεφόν τε αὐτὴν πολυτελῶς καὶ τὸ σῶμα ἐθεράπευον, ζητοῦντες ἀεὶ τὸν ὠνησόμενον κατʼ ἀξίαν. |
| 3.12 | Ἡ δὲ ναῦς ἡ τὸν Ἁβροκόμην ἔχουσα τοῦ μὲν κατ’ Ἀλεξάνδρειαν πλοῦ διαμαρτάνει, ἐκπίπτει δὲ ἐπὶ τὰς ἐκβολὰς τοῦ Νείλου τήν τε Παραίτιον καλουμένην καὶ Φοινίκης ὅση παραθαλάσσιος. |
| 4.1 | Καὶ ὁ μὲν δίκην δώσων εἰς Ἀλεξάνδρειαν ἤγετο ὑπὲρ ὧν ἐδόκει τὸν δεσπότην Ἄραξον ἀποκτεῖναι· οἱ δὲ περὶ τὸν Ἱππόθοον ἀπὸ Ταρσοῦ κινήσαντες ᾔεσαν τὴν ἐπὶ Συρίας, πᾶν ὅ τι ἐμποδὼν λάβοιεν ὑποχείριον ποιούμενοι· ἐνέπρησαν δὲ καὶ κώμας καὶ ἄνδρας ἀπέσφαξαν πολλούς. Καὶ οὕτως ἀπελθόντες εἰς Λαοδίκειαν τῆς Συρίας ἔρχονται κἀνταῦθα ἐπεδήμουν οὐκέτι ὡς λῃσταί, ἀλλʼ ὡς κατὰ θέαν τῆς πόλεως ἥκοντες. |
| 4.2 | Ὁ δὲ Ἁβροκόμης ὡς ἧκε παρὰ τὸν ἄρχοντα τῆς Αἰγύπτου (ἐπεστάλκεσαν δὲ οἱ Πηλουσιῶται τὰ γενόμενα αὐτῷ καὶ τὸν τοῦ Ἀράξου φόνον καὶ ὅτι οἰκέτης ὢν τοιαῦτα ἐτόλμησε) μαθὼν οὖν ἕκαστα, οὐκέτι οὐδὲ πυθόμενος τὰ γενόμενα κελεύει τὸν Ἁβροκόμην ἀγαγόντας προσαρτῆσαι σταυρῷ. |
| 4.3 | Καὶ ὁ μὲν ἦν ἐν τῇ εἱρκτῇ· ὁ δὲ Ψάμμις ὁ τὴν Ἄνθειαν ὠνησάμενος διέγνω μὲν ἀπιέναι τὴν ἐπʼ οἴκου καὶ πάντα πρὸς τὴν ὁδοιπορίαν παρεσκευάζετο· ἔδει δὲ αὐτὸν ὁδεύσαντα τὴν ἄνω Αἴγυπτον ἐπʼ Αἰθιοπίαν ἐλθεῖν, ἔνθα ἦν τὸ Ἱπποθόου λῃστήριον. |
| 4.4 | Καὶ ἡ μὲν ἦν παρὰ τῷ Ἱπποθόῳ ἐν τῷ ἄντρῳ τῷ λῃστρικῷ· ἐν τούτῳ δὲ μεταπέμπεται τὸν Ἁβροκόμην ὁ ἄρχων τῆς Αἰγύπτου καὶ πυνθάνεται τὰ κατʼ αὐτὸν καὶ μανθάνει τὸ διήγημα καὶ οἰκτείρει τὴν τύχην καὶ δίδωσι χρήματα καὶ εἰς Ἔφεσον ἄξειν ὑπισχνεῖτο. |
| 4.5 | Τῆς δὲ Ἀνθείας οὔσης ἐν τῷ ἄντρῳ ἐρᾷ τῶν φρουρούντων αὐτὴν λῃστῶν εἷς, Ἀγχίαλος τοὔνομα. Οὗτος ὁ Ἀγχίαλος ἦν μὲν τῶν ἀπὸ Συρίας Ἱπποθόῳ συνεληλυθότων, Λαοδικεὺς τὸ γένος, ἐτιμᾶτο δὲ παρὰ τῷ Ἱπποθόῳ νεανικός τε καὶ μεγάλα ἐν τῷ λῃστηρίῳ δυνάμενος. |
| 4.6 | Κἀκείνην μὲν τὴν νύκτα ἔμεινεν, οὔτε ὕπνου τυχοῦσα καὶ πολλὰ ἐννοοῦσα· ἐπεὶ δὲ ἡμέρα ἐγένετο, ἧκον οἱ περὶ τὸν Ἱππόθοον καὶ ὁρῶσι τὸν Ἀγχίαλον ἀνῃρημένον καὶ τὴν Ἄνθειαν παρὰ τῷ σώματι καὶ εἰκάζουσι τὸ γενόμενον καὶ ἀνακρίναντες αὐτὴν μανθάνουσι πάντα. |
| 5.1 | Καὶ ἡ μὲν ἐν τῇ τάφρῳ κατεκέκλειστο μετὰ τῶν κυνῶν, ὁ δʼ Ἀμφίνομος ἑκάστοτε κἀκείνην παρεμυθεῖτο καὶ τοὺς κύνας ἡμέρους ἐποίει τρέφων· ὁ δὲ Ἁβροκόμης διανύσας τὸν ἀπ’ Αἰγύπτου πλοῦν εἰς αὐτὴν μὲν Ἰταλίαν οὐκ ἔρχεται (τὸ γὰρ πνεῦμα τὴν ναῦν ἀπῶσαν τοῦ κατʼ εὐθὺ ἀπέσφηλε πλοῦ), ἤγαγε δὲ εἰς Σικελίαν καὶ κατήχθησαν εἰς πόλιν Συρακούσας μεγάλην καὶ καλήν. |
| 5.2 | Καὶ ὁ μὲν Ἁβροκόμης ταυτὶ κατοδυρόμενος, παραμυθουμένου αὐτὸν Αἰγιαλέως διῆγεν ἐν Συρακούσαις, ἤδη καὶ τῆς τέχνης Αἰγιαλεῖ κοινωνῶν· οἱ δὲ περὶ τὸν Ἱππόθοον μέγα μὲν ἤδη τὸ λῃστήριον κατεστήσαντο, ἔγνωσαν δὲ ἀπαίρειν Αἰθιοπίας καὶ μείζοσιν ἤδη πράγμασιν ἐπιτίθεσθαι. |
| 5.3 | Ἐν τούτῳ δὲ ὁ ἄρχων τῆς Αἰγύπτου ἐπέπυστο μὲν τὰ περὶ τὴν Ἀρείαν καὶ τὸ Ἱπποθόου λῃστήριον καὶ ὅτι ἀπʼ Αἰθιοπίας ἔρχονται· παρασκευάσας δὲ στρατιώτας πολλοὺς καὶ ἄρχοντα τούτοις ἐπιστήσας τῶν συγγενῶν τῶν αὑτοῦ Πολύιδον, νεανίσκον ὀφθῆναι χαρίεντα, δρᾶσαι γεννικόν, ἔπεμψεν ἐπὶ τοὺς λῃστάς. |
| 5.4 | Ὁ δὲ Πολύιδος οὐχ ἱκανὸν εἶναι ἐνόμισε κρατῆσαι τῶν συμβαλόντων λῃστῶν, ἀλλʼ ἔγνω δεῖν ἀνερευνῆσαί τε καὶ ἐκκαθῆραι τὴν Αἴγυπτον, εἴ που ἢ τὸν Ἱππόθοον ἢ τῶν σὺν αὐτῷ τινα ἀνεύροι. |
| 5.5 | Ἐπέπυστο δὲ ἡ Πολυΐδου γυνὴ ὅτι ἄγει κόρην ἐρωμένην, καὶ φοβηθεῖσα μή πως αὐτὴν ἡ ξένη παρευδοκιμήσῃ, Πολυΐδῳ μὲν οὐδὲν λέγει, ἐβουλεύετο δὲ καθʼ αὑτὴν ὅπως τιμωρήσεται τὴν δοκοῦσαν ἐπιβουλεύειν τοῖς γάμοις. |
| 5.6 | Ὁ δὲ Ἱππόθοος διανύσας τὸν πλοῦν κατήχθη μὲν εἰς Σικελίαν, οὐκ εἰς Συρακούσας δέ, ἀλλʼ εἰς Ταυρομένιον καὶ ἐζήτει καιρόν, δι’ οὗ τὰ ἐπιτήδεια ἕξει. Τῷ δὲ Ἁβροκόμῃ ἐν Συρακούσαις ὡς χρόνος πολὺς ἐγένετο, ἀθυμία ἐμπίπτει καὶ ἀπορία δεινή, ὅτι μήτε Ἄνθειαν εὑρίσκοι μήτε εἰς τὴν πατρίδα ἀνασώζοιτο. |
| 5.7 | Ὁ δὲ πορνοβοσκὸς ὁ τὴν Ἄνθειαν ὠνησάμενος χρόνου διελθόντος ἠνάγκασεν αὐτὴν οἰκήματος προεστάναι. Καὶ δὴ κοσμήσας καλῇ μὲν ἐσθῆτι πολλῷ δὲ χρυσῷ ἦγεν ὡς προστησομένην τέγους· ἡ δὲ μέγα ἀνακωκύσασα φεῦ μοι τῶν κακῶν εἶπεν, |
| 5.8 | Καὶ ἡ μὲν ἐθεραπεύετο ὡς νοσοῦσα παρὰ τῷ πορνοβοσκῷ· ὁ δὲ Ἁβροκόμης ἀπὸ τῆς Σικελίας ἐπαναχθεὶς καταίρει μὲν εἰς Νουκέριον τῆς Ἰταλίας, ἀπορίᾳ δὲ τῶν ἐπιτηδείων ἀμηχανῶν ὅ τι ποιήσειε, τὰ μὲν πρῶτα περιῄει τὴν Ἄνθειαν ζητῶν· |
| 5.9 | Ὁ δὲ Ἱππόθοος ὁ Περίνθιος ἐν τῷ Ταυρομενίῳ τὰ μὲν πρῶτα διῆγε πονήρως ἀπορίᾳ τῶν ἐπιτηδείων· χρόνου δὲ προϊόντος ἠράσθη πρεσβῦτις αὐτοῦ, καὶ ἔγημέ τε ὑπʼ ἀνάγκης τῆς κατὰ τὴν ἀπορίαν τὴν πρεσβῦτιν, καὶ ὀλίγῳ συγγενόμενος χρόνῳ, ἀποθανούσης αὐτῆς πλοῦτόν τε διαδέχεται πολὺν καὶ εὐδαιμονίαν· πολλὴ μὲν οἰκετῶν παραπομπή, πολλὴ δὲ ἐσθήτων ὕπαρξις καὶ σκευῶν πολυτέλεια. |
| 5.10 | Ὁ δὲ Ἁβροκόμης τὰ μὲν πρῶτα ἐπιπόνως ἐν τῷ Νουκερίῳ εἰργάζετο, τελευταῖον δὲ οὐκέτι φέρων τοὺς πόνους διέγνω νεὼς ἐπιβάς εἰς Ἔφεσον ἀνάγεσθαι. |
| 5.11 | Καὶ ὁ μὲν ἐν Ῥόδῳ διῆγε μετὰ τῶν συντρόφων, ὅ τι πράξει βουλευόμενος· ὁ δὲ Ἱππόθοος διέγνω τὴν Ἄνθειαν ἀγαγεῖν ἀπὸ Ἰταλίας εἰς Ἔφεσον, ὡς ἀποδώσων τε τοῖς γονεῦσι καὶ περὶ Ἁβροκόμου ἐκεῖ τι πευσόμενος· καὶ δὴ ἐμβαλὼν πάντα τὰ αὑτοῦ εἰς ναῦν μεγάλην Ἐφεσίαν, μετὰ τῆς Ἀνθείας ἀνήγετο, |
| 5.12 | Ὁ δὲ Λεύκων καὶ ἡ Ῥόδη τέως ὄντες περὶ τὴν πομπὴν ἐφίστανται τῷ ἱερῷ καὶ βλέπουσι τὰ ἀναθήματα καὶ γνωρίζουσι τῶν δεσποτῶν τὰ ὀνόματα καὶ πρῶτον ἀσπάζονται τὴν κόμην καὶ πολλὰ κατωδύροντο οὕτως ὡς Ἄνθειαν βλέποντες, τελευταῖον δὲ περιῄεσαν, εἴ που κἀκείνην εὑρεῖν δυνήσονται (ἤδη δὲ καὶ τὸ πλῆθος τῶν Ῥοδίων ἐγνώριζεν τὰ ὀνόματα ἐκ τῆς προτέρας ἐπιδημίας). |
| 5.13 | Συνέρρει δὲ ἅπαν τὸ πλῆθος τῶν Ῥοδίων, πυνθανόμενον τὴν Ἀνθείας εὕρεσιν καὶ Ἁβροκόμου· παρῆν δὲ ἐν τούτῳ καὶ ὁ Ἱππόθοος, ἐγνωρίσθη τε τοῖς περὶ τὸν Λεύκωνα καὶ αὐτὸς ἔμαθεν οἵ τινές εἰσι· καὶ ἦν τὰ μὲν ἄλλα ἐν αὐτοῖς ἐπιτηδείως, τὸ δὲ... ὅτι μηδέπω Ἁβροκόμης ταῦτα ἐπίσταται· ἔτρεχον δὲ ὡς εἶχον ἐπὶ τὴν οἰκίαν. |
| 5.14 | Ὡς δὲ οἱ μὲν ἄλλοι πάντες κατεκοιμήθησαν, ἡσυχία δὲ ἦν ἀκριβής, περιλαβοῦσα ἡ Ἄνθεια τὸν Ἁβροκόμην ἔκλαεν ἄνερ λέγουσα καὶ δέσποτα, ἀπείληφά σε πολλὴν γῆν πλανηθεῖσα καὶ θάλασσαν, λῃστῶν ἀπειλὰς ἐκφυγοῦσα καὶ πειρατῶν ἐπιβουλὰς καὶ πορνοβοσκῶν ὕβρεις καὶ δεσμὰ καὶ τάφρους καὶ ξύλα καὶ φάρμακα καὶ τάφους· |
| 5.15 | Ταῦτα δι’ ὅλης τῆς νυκτὸς ἀλλήλοις ἀπελογοῦντο καὶ ῥᾳδίως ἔπειθον ἀλλήλους ἐπεὶ τοῦτο ἤθελον· ἐπειδὴ δὲ ἡμέρα ἐγένετο, ἐπιβάντες νεώς, πάντα ἐνθέμενοι τὰ αὑτῶν ἐπανήγοντο παραπέμποντος αὐτοὺς παντὸς τοῦ Ῥοδίων πλήθους· συναπῄει δὲ καὶ ὁ Ἱππόθοος τά τε αὑτοῦ πάντα ἐπαγόμενος καὶ τὸν Κλεισθένη· καὶ ἡμέραις ὀλίγαις διανύσαντες τὸν πλοῦν κατῆραν εἰς Ἔφεσον. |