eul_wid: ceo-aa

Μαρτυρίαι
Testimonies

Lyco of Tarentum Testimonies PDF

1 IAMBL. V. P. 267 p. 190, 4 Λύκων u. d. Ταραντῖνοι. DIOG. V 69 γεγόνασι δὲ Λύκωνες καὶ ἄλλοι· πρῶτος Πυθαγορικός.
2 ATHEN. II 69E Λύκοσ(?) δ’ ὁ Πυθαγόρειος τὴν ἔκ〈λυσιν ποιοῦσαν〉 γεννήσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα· διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια· ἔστι δὲ κρατίστη ἐσθίεσθαι.
3 ATHEN. X 418E καὶ Πυθαγόρας δ’ ὁ Σάμιος μετρίαι τροφῆι ἐχρῆτο, ὡς ἱστορεῖ Λύκων ὁ Ἰασεὺς ἐν τῶι Περὶ Πυθαγορείου 〈βίου 〉.
4 ARISTOCL. b. Eus. P. E. XV 2, 8 πάντα δ’ ὑπερπαίει μωρίαι τὰ ὑπὸ Λύκωνος εἰρημένα τοῦ λέγοντος εἶναι Πυθαγορικὸν ἑαυτόν. φησὶ γὰρ θύειν Ἀριστοτέλη θυσίαν τετελευτηκυίαι τῆι γυναικὶ τοιαύτην, ὁποίαν Ἀθηναῖοι τῆι Δήμητρι, καὶ ἐν ἐλαίωι θερμῶι λουόμενον τοῦτο δὴ πιπράσκειν· ἡνίκα δὲ εἰς Χαλκίδα ἀπήιει, τοὺς τελώνας εὑρεῖν ἐν τῶι πλοίωι λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα.
5 SCHOL. NICANDR. Ther. 585 Δημήτριος ὁ Χλωρὸς τὴν βούπλευρον δένδρον εἶναί φησιν· οὐκ ἔστι δέ, ἀλλὰ λάχανον ... Ἀντίγονος δέ φησι καὶ Λύκωνα μεμνῆσθαι τοῦ λαχάνου.