ΑΡΤΕΜΙΣ.
Παρʼ Ἀλεξάνδρου δʼ ἐκ Θετταλίας
κόλλικα φαγὼν κρίβανος ἄρτων.
ΒΟΥΣΙΡΙΣ.
Ἡρακλῆς Οὐκ οἶσθά μʼ ὄντα πρὸς θεῶν Τιρύνθιον
Ἀργεῖον, οἳ μεθύοντες ἀεὶ τὰς μάχας
πάσας μάχονται; Β. τοιγαροῦν φεύγουσʼ ἀεί.
ΓΗΡΥΟΝΗΣ.
Τούτῳ δʼ ὁπόταν ναέται χώρας
ἰχθύν τινʼ ἕλωσʼ οὐχ ἡμέριον,
τῆς περικλύστου δʼ ἁλίας Κρήτης
μείζω μεγέθει, λοπάς ἐστʼ αὐτῷ
δυνατὴ τούτους χωρεῖν ἑκατόν.
καὶ περιοίκους εἶναι ταύτης
Ἰνδούς, Λυκίους, Μυγδονιώτας,
Κραναούς, Παφίους. τούτους δʼ ὕλην
κόπτειν, ὁπόταν βασιλεὺς ἕψῃ
τὸν μέγαν ἰχθύν, καὶ προσάγοντας,
καθόσον πόλεως ἕστηκεν ὅρος,
τοὺς δʼ ὑποκάειν. λίμνην δʼ ἐπάγειν
ὕδατος μεστὴν εἰς τὴν ἅλμην,
τοὺς δʼ ἅλας αὐτῷ ζεύγη προσάγειν
μηνῶν ὀκτὼ συνεχῶς ἑκατόν·
περιπλεῖν δʼ ἐπὶ τοῖς ἄμβωσιν ἄνω
πέντε κέλητας πεντασκάλμους,
περιαγγέλλειν τʼ οὐχ ὑποκάειν
Λυκίων πρυτάνεις. Β. ψυχρὸν τουτὶ
παύου φυσῶν, Μακεδὼν ἄρχων·
σβέννυ Κελτούς, μὴ προσκαύσῃς.
Ἔπειτα πῶς
οὐ στέφανος οὐδείς ἐστι πρόσθε τῶν θυρῶν;
οὐ κνῖσα κρούει ῥινὸς ὑπεροχὰς ἄκρας,
Ἀμφιδρομίων ὄντων; ἐν οἷς νομίζεται
ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμους,
ἕψειν τʼ ἐλαίῳ ῥάφανον ἠγλαϊσμένην,
πνίγειν τε παχέων ἀρνίων στηθύνια,
τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις,
κοινῇ τε χναύειν τευθίσιν σηπίδια,
πιλεῖν τε πολλὰς πλεκτάνας ἐπιστρόφως,
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
Καὶ συναγώγιμον
συμπόσιον ἐπιπληροῦσιν.
ΕΜΠΟΛΗ.
Ἔπειτά γʼ εἰσιόντʼ, ἐὰν λυπούμενος
τύχῃ τις ἡμῶν, ἐκολάκευσεν ἡδέως,
ἐφίλησεν, οὐχὶ συμπιέσασα τὸ στόμα,
ὥσπερ πολέμιον, ἀλλὰ τοῖσι στρουθίοις
χαυνοῦσʼ ὁμοίως ἧσε, παρεμυθήσατο,
ἐποίησέ θʼ ἱλαρὸν εὐθέως τʼ ἀφεῖλε πᾶν
αὐτοῦ τὸ λυποῦν κἀπέδειξεν ἵλεων.
Κοινωνεῖ γάρ, ὦ μειράκιον, ἡ
ἐν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ
τοῖς ἡμετέροισι παιγνίοις· ὅταν γὰρ εὖ
συναρμόσῃ τις τοῖς συνοῦσι τὸν τρόπον,
τόθʼ ἡ μεγίστη τέρψις ἐξευρίσκεται.
ΕΦΗΒΟΙ.
Χόνδρος μετὰ ταῦτʼ εἰσῆλθε, μύρον Αἰγύπτιον,
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο,
ἴτρια τραγήμαθʼ ἧκε, πυραμοῦς, ἄμης,
ᾠῶν ἑκατόμβη. πάντα ταῦτʼ ἐχναύομεν.
ἐμασώμεθʼ οὕτως ἀνδρικῶς ὅσʼ εἴχομεν·
καὶ γὰρ παραμασύντας τινὰς παραβόσκομεν.
Οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει;
οὐ κυμβίοισι πεπολέμηκʼ Εὐριπίδης;
Φιάλην ἑκατέρᾳ
ἔδωκε κεράσας ζωρότερον Ὁμηρικῶς.
ΚΙΡΚΗ.
Οἶνον πίοις ἂν ἀσφαλέστερον πολύ
ὑδαρῆ. Β. μὰ τὴν γῆν, ἀλλὰ τρία καὶ τέτταρα.
Α. οὕτως ἄκρατον, εἰπέ μοι, πίει; τί φῄς;
ΚΥΔΩΝ.
Θύννου τεμάχη, γλάνιδος, γαλεοῦ,
ῥίνης, γόγγρου, κέφαλος, πέρκη,
σαῦρος, φυκίς, βρίγκος, τρίγλη,
κόκκυξ, φάγρος, μύλλος, λεβίας,
σπάρος, αἰολίας, θρίττα, χελιδών,
καρίς, τευθίς, ψῆττα, δρακαινίς,
πουλυπόδειον, σηπία, ὀρφῶς,
κωβιός, ἀφύαι, βελόναι, κεστρεῖς.
Καὶ μετὰ δεῖπνον κόκκος …
ἐρέβινθος … κύαμος,
χόνδρος, τυρός,
μέλι, σησαμίδες, βράχος, βρυγμός,
μνοῦς, πυραμίδες, μῆλον, κάρυον,
γάλα, κανναβίδες, κόγχαι, χυλός,
Διὸς ἐγκέφαλος.
ΝΑΥΑΓΟΣ.
Ἔπειτʼ ἀναστὰς εὔστοχος νεανίας,
τῶν ἐξ Ἀκαδημίας τις ὑπὸ Πλάτωνα καί
Βρυσωνοθρασυμαχειοληψικερμάτων
πληγεὶς ἀνάγκῃ, ληψιλογομίσθῳ τέχνῃ
συνών τις, οὐκ ἄσκεπτα δυνάμενος λέγειν,
εὖ μὲν μαχαίρᾳ ξύστʼ ἔχων τριχώματα,
εὖ δʼ ὑποκαθιεὶς ἄτομα πώγωνος βάθη,
εὖ δʼ ἐν πεδίλῳ πόδα τιθεὶς ὑπὸ ξυρόν,
κνήμης ἱμάντων ἰσομέτροις ἑλίγμασιν,
ὄγκῳ τε χλανίδος εὖ τεθωρακισμένος,
σχῆμʼ ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ
ἀλλότριον, οὐκ οἰκεῖον, ὡς ἐμοὶ δοκεῖ,
ἔλεξεν «Ἄνδρες τῆς Ἀθηναίων χθονός.»
ΟΜΟΙΟΙ Η ΟΒΕΛΙΑΦΟΡΟΙ.
Ἀλλʼ ἀγόρασον εὐτελῶς·
ἅπαν γὰρ ἱκανόν ἐστι. Β. φράζε δή ποτε.
Α. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως ὅ τι ἂν ᾖ,
ὁσίας ἕνεκʼ, ἀρκεῖ τευθίδιʼ ἣ σηπίδια·
κἂν κάραβός τις ᾖ λαβεῖν, εἷς ἀρκέσει
ἢ δύʼ ἐπὶ τὴν τράπεζαν. ἐγχελύδια
Θήβηθεν ἐνίοτʼ ἔρχεται, τούτων λαβέ.
ἀλεκτρυόνιον, φάττιον, περδίκιον,
τοιαῦτα. δασύπους ἂν ἐπέλθῃ τις, φέρε.
Β. ὡς μικρολόγος εἶ. Α. σὺ δέ γε λίαν πολυτελής.
πάντως κρέʼ ἡμῖν ἐστί. Β. πότερʼ ἔπεμψέ τις;
Α. οὐκ ἀλλʼ ἔθυσεν ἡ γυνή. Β. τὸ μοσχίον
τὸ τῆς Κορώνης αὔριον δειπνήσομεν.
Διονυσίου δʼ εἰ δράματʼ ἐκμαθεῖν δέοι,
καὶ Δημοφῶντος ἅττʼ ἐποίησεν εἰς Κότυν,
ῥήσεις τε κατὰ δεῖπνον Θεόδωρός μοι λέγοι,
Λάχητί τʼ οἰκήσαιμι τὴν ἑξῆς θύραν,
κυμβία τε παρέχοιμʼ ἑστιῶν Εὐριπίδῃ.
ΠΕΛΤΑΣΤΗΣ.
Τοιαῦθʼ ὑθλῶν δειπνεῖ καὶ ζῇ
θαυμαζόμενος μετὰ μειρακίων,
οὐ γιγνώσκων ψήφων ἀριθμούς,
σεμνὸς σεμνῶς χλανίδʼ ἕλκων.
Οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός;
Νικόστρατος δʼ Ἁργεῖος ἕτερος Ἡρακλῆς;
Ἔνθʼ ὄνων ἵππων στάσεις
καὶ γεύματʼ οἴνων.
ΣΑΠΦΩ.
Ὅταν γὰρ ὢν νέος
ἀλλότριον ἐλθὼν ὄψον ἐσθίειν μάθῃ,
ἀσύμβολόν τε χεῖρα προσβάλῃ βορᾷ,
διδόναι νόμιζʼ αὐτὸν σὺ τῆς νυκτὸς λόγον.
ΦΙΛΥΡΑ.
Πότερον ἐγώ
τὴν βατίδα τεμάχη κατατεμὼν ἕψω; τί φῄς;
ἢ Σικελικῶς ὀπτὴν ποιήσω; Β. Σικελικῶς.
Παππία, βούλει δραμών
εἰς τὴν ἀγορὰν καταγοράσαι μοι; Β. φράζε τί.
Α. ἰχθῦς φρονοῦντας, ὦ πάτερ. μή μοι βρέφη.
Β. οὐκ οἶσθʼ ὁτιὴ τἀργύριόν ἐστʼ ἰσάργυρον;
Ὡς σκαιὸς εἶ κἄγροικος αἰσχροεπῶν· ἔα,
ἐπαρίστερʼ ἐν τῷ στόματι τὴν γλῶτταν φορεῖς.
Φιλῶ γε Πράμνιον οἶνον Λέσβιον.
Πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται
ἄγαν.
Κάρυα, ῥόας, φοίνικας, ἕτερα νώγαλα,
σταμνάριά τʼ οἴνου μικρὰ τοῦ φοινικίνου,
ᾠάρια, τοιαῦθʼ ἕτερα πολλὰ παίγνια.
Οἴνου σε πλῆθος πόλλʼ ἀναγκάζει λαλεῖν.
Β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν.
Ἵνʼ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.