eul_wid: ndy-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Remains of the Second Book on the Ancient Orators by Dionysius of Halicarnassus

The Remains of the Second Book on the Ancient Orators constitutes the surviving fragments of a larger, lost treatise on rhetoric by Dionysius of Halicarnassus, a Greek historian and rhetorician active in Rome during the late first century BCE. Preserved in later Byzantine sources, these five passages are believed to be remnants from the second book of that work. Written in Attic Greek, the fragments offer critical analyses of the style and techniques of classical Athenian orators, championing the clear and refined prose of the fifth and fourth centuries BCE as the ideal model. This advocacy formed part of the contemporary polemic against the more florid and elaborate "Asianist" style of Hellenistic rhetoric. The work functions both as a practical pedagogical tool for teaching composition and as a polemical essay aimed at defining literary taste for the educated Greco-Roman elite of the early imperial period. The extant critiques demonstrate Dionysius's method of close reading, examining an orator's diction, argument structure, and overall compositional harmony. Although the complete treatise is lost, Dionysius's critical project proved highly influential, significantly shaping the later canon of ancient oratory and impacting rhetorical education for centuries.

Τζέτζης Διονύσιος ὁ Ἁλικαρνασσεὺς φησίν· ἁγνεύεται τὸ στόμα τῷ Δημοσθένει.

τὴν παράταξιν ὅση γεγένηται δοκεῖ δὲ τραγικώτερον κεχρῆσθαι εὐθὺς ἐν ἀρχῇ τῇ μεταφορᾷ, πολιτικώτερον δὲ ὑπὸ Δημοσθένους εἰρῆσθαι τὸ αὐτὸ νόημα ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἐν ἀρχῇ, ἔχον οὕτως «ὅση μέν, ὦ ἄνδρες Ἀθηναῖοι, σπουδὴ καὶ παραγγελία γέγονε» καὶ τὰ ἑξῆς.

μέμψαιτο δʼ ἄν τις τὸ προοίμιον ὡς τραγικὸν καὶ περιττὸν καὶ ἐπιλόγῳ μᾶλλον ἐοικός.

ὅρα δὲ πῶς ἐπιλογικῶς ἤρξατο ἀπὸ συνηγόρων ἐκβολῆς, ὥσπερ καὶ ὁ Δημοσθένης. ἀξιοῦσι τινὲς μέμφεσθαι τῷ ῥήτορι ἐν ἀγῶνι συνηγόρων ἐκβολὴν ποιησαμένῳ, δέον ἐν ἐπιλόγῳ.

πλείους τραπόμενος τροπὰς τοῦ Εὐρίπου ἔστι δὲ τὸ κῶλον χαριεντισμός. ἐπαινοῦσι δὲ τοῦτο τὸ κῶλον οἱ κριτικοὶ λέγοντες σωφρόνως αὐτὸ πεφράσθαι καὶ οὐ κούφως.

τὰ σώματα παρακαταθέμενοι ἐπιλαμβάνεται δὲ Διονύσιος, ὅτι τὸ παρακαταθέσθαι φυλακῆς πλείονʼ ἔνδειξιν ἔχει, ἐπὶ δὲ τῶν σωμάτων τὸ ἐναντίον γίγνεται, διαφθείρονται γὰρ ἔσθʼ ὅτε. οὐκοῦν κακῶς ἐχρήσατο τῇ λέξει ὁ Αἰσχίνης.

τοῖς μὲν πύκταις ἔστιν ὁ ἀγὼν πρὸς ἀλλήλους, τοῖς δʼ ἀξιοῦσι στεφανοῦσθαι πρὸς αὐτὴν τὴν ἀρετήν ὁ Διονύσιος ἐπιλαμβάνεται. οὐ γάρ. φησί, νικῆσαι βουλόμεθα τὴν ἀρετήν, ὡς τοὺς ἀνταγωνιστάς.