ΑΡΚΑΔΙΚΑ.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Πύλιοι καὶ Ἀρκάδες περὶ γῆς ὅρων ἐπολέμουν περὶ τὸ καλούμενον Ἀγκαῖον ὄρος. Νέστωρ δὲ μονομαχήσας ἐκ προκλήσεως Ἐρευθαλίωνα τὸν Ἱππομέδοντος ἢ, ὡς ἔνιοι, Ἀφείδαντος ἀνεῖλε, καὶ ὑπὸ χαρᾶς τὸ περιορισθὲν χωρίον παρεξῆλθεν, οἱ δὲ Ἀρκάδες, ἔτι σκαρίζοντος τοῦ Ἐρευθαλίωνος, ἐφορμήσαντες τοῖς Πυλίοις συνέβαλον, καὶ οὕτως ἐνίκησαν. Θάψαντες δὲ τὸν Ἐρευθαλίωνα καὶ τοὺς φίλους ἐπέγραψαν τῷ τάφῳ τόδε τὸ ἐπίγραμμα· Ἐνθάδʼ Ἐρευθαλίωνι φίλοις τʼ ἐπὶ τύμβον ἔθηκαν Ἀρκαδίης βασιλῆς, γένος ἔξοχον Ἱππομέδοντος οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.
Ἱστορεῖ Ἀρίαιθος.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Πύλιοι μὲν οὖν πρὸς Ἀρκάδας ἐπολέμουν περὶ ὅρων γῆς. Γίνεται δʼ αὐτοῖς συμβολὴ περὶ τὸν Ἀκίδαντα ποταμόν. Ἐρευθαλίωνος δὲ τοῦ Ξανθίππου προτρεπομένου τὸν βουλόμενον, Νέστωρ ἀντιστὰς ἐνίκησεν. Ὑπὸ δὲ τῆς ἡδονῆς ἁλλόμενος ἐκπεπήδηκε τοῦ περιορισθέντος χωρίου· ὅθεν Ἀρκάδες Ἐρευθαλίωνα μᾶλλον ἔφασαν νικῆσαι τὸν μὴ ἐξελθόντα τοῦ τόπου, καὶ συμβαλόντες ἐκ δευτέρου, εἶτα κοινῇ περιγράψαντες τοὺς χώρους, ἔθαψαν Ἐρευθαλίωνα, καὶ τῷ σήματι ἐπέγραψαν·» Ἐνθάδʼ Ἐρευθαλίωνα φίλοι περὶ τύμβον ἔθηκαν, Ἀρκαδίης βασιλῆ, γένος ἔξοχον Ἀμφιδάμαντος, οἵ ποτε Νέστορα καὶ λαοὺς πολέμῳ δαμάσαντο.» Ἱστορεῖ Ἀρίαιθος.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Ἕτεροι δὲ ἐκ Θρᾴκης ἀναστήσαντες αὐτὸν ἕως Ἀρκαδίας παρακομίζουσιν. Οἰκῆσαι δὲ λέγουσιν ἐν Ὀρχομενῷ τε τῷ Ἀρκαδικῷ καὶ τῇ Νήσῳ λεγομένῃ καίπερ οὔσῃ μεσόχθονι, ὑπὸ τελμάτων καὶ ποταμοῦ· τὰς δὲ καλουμένας Καπύας Αἰνείου τε καὶ Τρώων ἀπόκτισιν εἶναι, Καπύας ὀνομασθείσας ἀπὸ τοῦ Τρωικοῦ· κάπυος. Λέγεται δὲ ταῦτα ἄλλοις τε καὶ Ἀριαίθῳ γράψαντι τὰ Ἀρκαδικά.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Φερεκύδης δέ φησι καὶ Ἄραιθος ἐπὶ κύκνων αὐτὴν τὴν Κυρήνην ὀχηθεῖσαν κατὰ Ἀπόλλωνος προαίρεσιν εἰς τὴν Κυρήνην ἀφικέσθαι.
Σχόλια εἰς Εὐριπίδην Τὸν Πᾶνα οἱ μὲν Πηνελόπης φασὶ Καλλιστοῦς καὶ δύο παῖδας γενομένους — ἀφʼ ἧς ὄρος Κυλλήνης· ἄλλοι δὲ Ἀπόλλωνος καὶ Πηνελόπης, ὡς καὶ Εὐφορίων· ὃν ἔθρεψαν νύμφαι· διὸ καὶ νυμφαγενῆ αὐτόν φησι τραφέντα παρʼ ἐκείναις. Ἀρ.ῆθος δὲ ὁ Τεγεάτης Αἰθέρος αὐτὸν καὶ νύμφης Οἰνόης γενεαλογεῖ. Ἔνιοι δὲ Ὀρσινόης νύμφης καὶ Ἑρμοῦ. Ἐπιμενίδης δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους.