ΠΕΡΙ ΤΗΣ ΑΛΗΘΕΙΑΣ
Διὰ τοῦτο οὐδενὸς δεῖται, οὐδὲ προσδέχεται οὐδενός τι, ἀλλʼ ἄπειρος καὶ ἀδέητος.
Καὶ ἡ σηπεδὼν τοῦ ξύλου ἔμβιος γένοιτο. —...— φησιν Ἀντιφῶν ὅτι — εἴ τις κατορύξειε κλίνην καὶ λάβοι δύναμιν ἡ σηπεδὼν ὥστʼ ἀνεῖναι βλαστόν, οὐκ ἂν γενέσθαι κλίνην, ἀλλὰ ξύλον.
Πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ σώματος ἡγεῖται καὶ εἰς ὑγιείαν καὶ νόσον καὶ εἰς τὰ ἄλλα πάντα.
... Δικαιοσύνη πάντα τὰ τῆς πόλεως νόμιμα ἐν ᾗ ἂν πολιτεύηταί τις μὴ παραβαίνειν· χρῷτʼ ἂν οὖν ἄνθρωπος μάλιστα ἑαυτῷ ξυμφερόντως δικαιοσύνῃ εἰ μετὰ μὲν μαρτύρων τοὺς νόμους μεγάλους ἄγοι· μονούμενος δὲ μαρτύρων, τὰ τῆς φύσεως· τὰ μὲν γὰρ τῶν νόμων ἐπίθετα, τὰ δὲ τῆς φύσεως ἀναγκαῖα· καὶ τὰ μὲν τῶν νόμων ὁμολογηθέντα, οὐ φύντʼ ἐστίν, τὰ δὲ τῆς φύσεως φύντα, οὐχ ὁμολογητά· τὰ οὖν νόμιμα παραβαίνων, ᾖ ἂν λάθῃ τοὺς ὁμολογήσαντας, καὶ αἰσχύνης καὶ ζημίας ἀπήλλακται, μὴ λαθὼν δʼ οὔ· τῶν δὲ τῇ φύσει ξυμφύτων ἐάν τι παρὰ τὸ δυνατὸν βιάζηται, ἐάν τε πάντας ἀνθρώπους λάθῃ, οὐδὲν ἔλαττον κακόν, ἐάν τε πάντες ἴδωσιν, οὐδὲν μεῖζον· οὐ γὰρ διὰ δόξαν βλάπτεται, ἀλλὰ διʼ ἀληθείαν.
Ἔστι δὲ πάντων ἕνεκα τούτων ἡ σκέψις, ὅτι τὰ πολλὰ τῶν κατὰ νόμον δικαίων πολεμίως τῇ φύσει κεῖται· νενομοθέτηται γὰρ ἐπί τε τοῖς ὀφθαλμοῖς ἃ δεῖ αὐτοὺς ὁρᾶν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ τοῖς ὠσὶν ἃ δεῖ αὐτὰ ἀκούειν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ τῇ γλώττῃ ἅ τε δεῖ αὐτὴν λέγειν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ ταῖς χερσὶν ἅ τε δεῖ αὐτὰς δρᾶν καὶ ἃ οὐ δεῖ, καὶ ἐπὶ τοῖς ποσὶν ἐφʼ ἅ τε δεῖ αὐτοὺς ἰέναι καὶ ἐφʼ ἃ οὐ δεῖ, καὶ ἐπὶ τῷ νῷ ὧν τε δεῖ αὐτὸν ἐπιθυμεῖν καὶ ὧν μή. Ἔστιν οὖν οὐδὲν τῇ φύσει φιλιώτερα οὐδʼ οἰκειότερα ἀφʼ ὧν οἱ νόμοι ἀποτρέπουσι τοὺς ἀνθρώπους ἢ ἐφʼ ἃ προτρέπουσιν· τὸ γὰρ ζῆν ἐστι τῆς φύσεως καὶ τὸ ἀποθανεῖν, καὶ τὸ μὲν ζῆν αὐτοῖς ἐστιν ἀπὸ τῶν ξυμφερόντων, τὸ δὲ ἀποθανεῖν ἀπὸ τῶν μὴ ξυμφερόντων· τὰ δὲ ξυμφέροντα, τὰ μὲν ὑπὸ τῶν νόμων κείμενα δεσμὰ τῆς φύσεως ἐστί, τὰ δʼ ὑπὸ τῆς φύσεως ἐλεύθερα· οὔκουν τὰ ἀλγύνοντα ὀρθῷ γε λόγῳ ὀνίνησιν τὴν φύσιν μᾶλλον ἢ τὰ εὐφραίνοντα· οὔκουν ἂν οὐδὲ ξυμφέροντʼ εἴη τὰ λυποῦντα μᾶλλον ἢ τὰ ἥδοντα· τὰ γὰρ τῷ ἀληθεῖ ξυμφέροντα οὐ βλάπτειν δεῖ, ἀλλʼ ὠφελεῖν· τὰ τοίνυν τῇ φύσει ξυμφέροντα … τ …
... Οἵτινες ἂν παθόντες ἀμύνωνται καὶ μὴ αὐτοὶ ἄρχωσι τοῦ δρᾶν, καὶ οἵτινες ἂν τοὺς γειναμένους, καὶ κακοὺς ὄντας εἰς αὐτοὺς, εὖ ποιῶσιν, καὶ οἳ κατόμνυσθαι διδόντες ἑτέροις, αὐτοὶ μὴ κατομνύμενοι, καὶ τούτων τῶν εἰρημένων πόλλʼ ἄν τις εὕροι πολέμια τῇ φύσει· ἔνι γε αὐτοῖς ἀλγύνεσθαί τε μᾶλλον, ἐξὸν ἥττω, καὶ ἐλάττω ἥδεσθαι, ἐξὸν πλείω, καὶ κακῶς πάσχειν, ἐξὸν μὴ πάσχειν· εἰ μὲν οὖν τις τοῖς τοιαῦτα προϊεμένοις ἐπικούρησις ἐγίγνετο παρὰ τῶν νόμων, τοῖς δὲ μὴ προϊεμένοις, ἀλλʼ ἐναντιουμένοις, ἐλάττωσις, οὐκ ἀνωφελὲς ἂν ἦν τοῖς νόμοις πείθεσθαι· νῦν δὲ φαίνεται τοῖς προσιεμένοις τὰ τοιαῦτα τὸ ἐκ νόμου δίκαιον οὐχ ἱκανὸν ἐπικουρεῖν, ὅ γε πρῶτον μὲν ἐπιτρέπει τῷ πάσχοντι παθεῖν καὶ τῷ δρῶντι δρᾶσαι, καὶ οὔτε ἐνθαῦτα διεκώλυε τὸν πάσχοντα μὴ παθεῖν οὐδὲ τὸν δρῶντα δρᾶσαι, εἴς τε τὴν τιμωρίαν ἀναφερόμενον οὐδὲν ἰδιώτερον ἐπὶ τῷ πεπονθότι ἢ τῷ δεδρακότι ..... ταῦτα δὲ καταλείπεται καὶ τῷ δράσαντι ἀρνεῖσθαι.
… ρων ἐπαιδούμεθά τε καὶ σεβόμεθα, τοὺς δὲ ἐκ φαύλου οἴκου ὄντας οὔτε ἐπαιδούμεθα οὔτε σεβόμεθα· ἐν τούτῳ γὰρ πρὸς ἀλλήλους βεβαρβαρώμεθα, ἐπεὶ φύσει πάντα πάντες ὁμοίως πεφύκαμεν καὶ βάρβαροι καὶ Ἕλληνες εἶναι· σκοπεῖν δὲ παρέχει τὰ τῶν φύσει ὄντων ἀναγκαίων πᾶσιν ἀνθρώποις π …
Οὔτε βάρβαρος ἀφώρισται ἡμῶν οὐδεὶς οὔτε Ἕλλην· ἀναπνέομέν τε γὰρ εἰς τὸν ἀέρα ἅπαντες κατὰ τὸ στόμα καὶ κατὰ τὰς ῥῖνας. Καὶ ...
Ὅταν οὖν γένωνται ἐν τῷ ἀέρι ὄμβροι τε καὶ πνεύματα ὑπεναντία ἀλλήλοις, τότε συστρέφεται τὸ ὕδωρ καὶ πυκνοῦται κατὰ πολλὰ· ὅ τι γὰρ ἂν τῶν ξυμπιπτόντων κρατηθῇ, τοῦτʼ ἐπυκνώθη καὶ συνεστράφη ὑπό τε τοῦ πνεύματος εἰλούμενον καὶ ὑπὸ τῆς βίας.
ΠΕΡΙ ΟΜΟΝΟΙΑΣ
Ἄνθρωπος, ὅς φησι μὲν πάντων θηρίων θεαιδέστατον γενέσθαι.
Ἀναθέσθαι δὲ, ὥσπερ πεττὸν, τὸν βίον οὐκ ἔστιν.
Πολλοὶ δʼ ἔχοντες φίλους οὐ γιγνώσκουσιν, ἀλλʼ ἑταίρους ποιοῦνται θῶπας πλούτου καὶ τύχης κόλακας.
ΑΠΑΡΑΣΗΜΑ
Νόσος δειλοῖσιν ἑορτή· οὐ γὰρ ἐκπορεύονται ἐπὶ πρᾶξιν.
Κακὸς δʼ ἀεὶ ἐπʼ ἀποῦσι μὲν καὶ μέλλουσι τοῖς κινδύνοις τῇ γλώττῃ θρασύνεται καὶ τῷ θέλειν ἐπείγει, τὸ δʼ ἔργον ἂν παρῇ, ὀκνεῖ.
Οἱ δὲ ἐργαζόμενοι μὲν καὶ φειδόμενοι καὶ ταλαιπωροῦντες καὶ προστιθέντες ἥδονται, οἷα δή τις ἂν εἰκάσειεν ἥδεσθαι· ἀφαιροῦντες δὲ καὶ χρώμενοι ἀλγοῦσιν, ὥσπερ ἀπὸ τῶν σαρκῶν ἀφαιρούμενοι.
Εἰσί τινες οἳ τὸν παρόντα μὲν βίον οὐ ζῶσιν, ἀλλὰ παρασκευάζονται πολλῇ σπουδῇ, ὡς ἕτερόν τινα βίον βιωσόμενοι, οὐ τὸν παρόντα, καὶ ἐν τούτῳ παραλειπόμενος ὁ χρόνος οἴχεται.
Ἔστι δέ τις λόγος, ὡς ἄρα ἰδὼν ἀνὴρ ἄνδρα ἕτερον ἀργύριον ἀναιρούμενον πολὺ ἐδεῖτό οἱ δανεῖσαι ἐπὶ τόκῳ, ὁ δʼ οὐκ ἠθέλησεν, ἀλλʼ ἦν οἷος ἀπιστεῖν τε καὶ μὴ ὠφελεῖν μηδένα, φέρων δʼ ἀπέθετο ὅποι δή· καί τις καταμαθὼν τοῦτο ποιοῦντα ὑφείλετο, ὑστέρῳ δὲ χρόνῳ ἐλθὼν οὐχ ηὕρισκε τὰ χρήματα ὁ καταθέμενος. Περιαλγῶν οὖν τῇ συμφορᾷ τά τε ἄλλα καὶ ὅτι οὐκ ἔχρησε τῷ δεομένῳ, ὃ ἂν αὐτῷ καὶ σῶον ἦν καὶ ἕτερον προσέφερεν, ἀπαντήσας δὴ τῷ ἀνδρὶ τῷ τότε δανειζομένῳ ἀπωλοφύρετο τὴν συμφοράν, ὅτι ἐξήμαρτε καὶ ὅτι οἱ μεταμέλει οὐ χαρισαμένῳ, ἀλλʼ ἀχαριστήσαντι, ὡς πάντως οἱ ἀπολόμενον τὸ ἀργύριον. Ὁ δʼ αὐτὸν ἐκέλευε μὴ φροντίζειν, ἀλλὰ νομίζειν αὑτῷ εἶναι καὶ μὴ ἀπολωλέναι, καταθέμενον λίθον εἰς τὸ αὐτὸ χωρίον· πάντως γὰρ οὐδʼ ὅτε ἦν σοι ἐχρῶ αὐτῷ, ὅθεν μηδὲ νῦν νόμιζε στέρεσθαι μηδενός. Ὅτῳ γάρ τις μὴ ἐχρήσατο μηδὲ χρήσεται, ὄντος ἢ μὴ ὄντος αὐτῷ οὐδὲν οὔτε πλέον οὔτε ἔλασσον βλάπτεται. Ὅταν γὰρ ὁ θεὸς μὴ παντελῶς βούληται ἀγαθὰ διδόναι ἀνδρὶ, χρημάτων μὲν πλοῦτον παρασχών, τοῦ δὲ φρονεῖν καλῶς πένητα ποιήσας, τὸ ἕτερον ἀφελόμενος ἑκατέρων ἀπεστέρησεν.
Ὅστις δὲ ἰὼν ἐπὶ τὸν πλησίον κακῶς ποιήσων δειμαίνει, μὴ ἃ θέλει ποιῆσαι ἁμαρτὼν τούτων, ἃ μὴ θέλει ἀπενέγκηται, σωφρονέστερος. Ἐν ᾧ γὰρ δειμαίνει, μέλλει· ἐν ᾧ δὲ μέλλει, πολλάκις ὁ διὰ μέσου χρόνος ἀπέστρεψε τὸν νοῦν τῶν θελημάτων· καὶ ἐν μὲν τῷ γεγενῆσθαι οὐκ ἔνεστιν, ἐν δὲ τῷ μέλλειν ἐνδέχεται τὸ μὴ γενέσθαι. Ὅστις δὲ δράσειν μὲν οἴεται τοὺς πέλας κακῶς, πείσεσθαι δὲ οὔ, οὐ σωφρονεῖ. Ἐλπίδες δʼ οὐ πανταχοῦ ἀγαθόν· πολλοὺς γὰρ τοιαῦται ἐλπίδες κατέβαλον εἰς ἀνηκέστους συμφοράς, ἃ δʼ ἐδόκουν τοὺς πέλας ποιήσειν, παθόντες ταῦτα ἀνεφάνησαν αὐτοί. Σωφροσύνην δὲ ἀνδρὸς οὐκ ἂν ἄλλο ὀρθότερόν τις κρίνειεν, ἢ ὅστις τοῦ θυμοῦ ταῖς παραχρῆμα ἡδοναῖς ἐμφράσσει αὐτὸς ἑαυτὸν καὶ κρατεῖν τε καὶ νικᾶν ἠδυνήθη αὐτὸς ἑαυτόν· ὃς δὲ θέλει χαρίσασθαι τῷ θυμῷ παραχρῆμα, θέλει τὰ κακίω ἀντὶ τῶν ἀμεινόνων.
Ὅστις δὲ τῶν αἰσχρῶν ἢ τῶν κακῶν μήτε ἐπεθύμησε μήτε ἥψατο, οὔκ ἐστι σώφρων· οὐ γὰρ ἔσθʼ ὅτου κρατήσας αὐτὸς ἑαυτὸν κόσμιον παρέχεται.
Φέρε δὴ προελθέτω ὁ βίος εἰς τὸ πρόσθεν καὶ γάμων καὶ γυναικὸς ἐπιθυμησάτω. Αὕτη ἡ ἡμέρα, αὕτη ἡ νὺξ καινοῦ δαίμονος ἄρχει, καινοῦ πότμου· μέγας γὰρ ἀγὼν γάμος ἀνθρώπῳ. Εἰ γὰρ τύχοι μὴ ἐπιτήδεια γενόμενα, τί χρὴ τῇ συμφορᾷ χρῆσθαι; χαλεπαὶ μὲν ἐκπομπαί, τοὺς φίλους ἐχθροὺς ποιῆσαι, ἴσα φρονοῦντας, ἴσα πνέοντας, ἀξιώσαντα καὶ ἀξιωθέντα· χαλεπὸν δὲ κεκτῆσθαι κτῆμα τοιοῦτον, δοκοῦντα ἡδονὰς κτᾶσθαι λύπας ἄγεσθαι. Φέρε δή, μὴ τὰ παλίγκοτα λέγωμεν, γενέσθω τὰ πάντων ἐπιτηδειότατα. Τί γὰρ ἥδιον ἀνθρώπῳ γυναικὸς καταθυμίας; τί δὲ γλυκύτερον, ἄλλως τε καὶ νέῳ; ἐν τῷ αὐτῷ δέ γε τούτῳ, ἔνθα τὸ ἡδύ, ἔνεστι πλησίον που καὶ τὸ λυπηρόν. αἱ γὰρ ἡδοναὶ οὐκ ἐπὶ σφῶν αὐτῶν ἐμπορεύονται, ἀλλʼ ἀκολουθοῦσιν αὐταῖς λῦπαι καὶ πόνοι. Ἐπεὶ καὶ ὀλυμπιονῖκαι καὶ πυθιονῖκαι καὶ οἱ τοιοῦτοι ἀγῶνες καὶ σοφίαι καὶ πᾶσαι ἡδοναὶ ἐκ μεγάλων λυπημάτων ἐθέλουσι παραγίγνεσθαι· τιμαὶ γὰρ καὶ ἆθλα, δελέατα ἃ ὁ θεὸς ἔδωκεν ἀνθρώποις, μεγάλων πόνων καὶ ἱδρώτων εἰς ἀνάγκας καθιστᾶσιν. Ἐγὼ γάρ, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον οἷον ἐγὼ ἐμαυτῷ, οὐκ ἂν δυναίμην ζῆν, οὕτως ἐμαυτῷ πολλὰ πράγματα παρέχων ὑπέρ τε τῆς ὑγιείας τοῦ σώματος ὑπέρ τε τοῦ καθʼ ἡμέραν βίου ἐς τὴν ξυλλογὴν ὑπέρ τε δόξης καὶ σωφροσύνης καὶ εὐκλείας καὶ τοῦ εὖ ἀκούειν. Τί οὖν, εἴ μοι γένοιτο σῶμα ἕτερον τοιοῦτον, ὅ γε μοι οὕτως ἐπιμελὲς εἴη; οὐκοῦν δῆλον ὅτι γυνὴ ἀνδρὶ, ἐὰν ᾖ καταθυμία, οὐδὲν ἐλάσσους τὰς φιλότητας παρέχεται καὶ τὰς ὀδύνας ἢ αὐτὸς αὑτῷ ὑπέρ τε τῆς ὑγιείας δισσῶν σωμάτων ὑπέρ τε τοῦ βίου καὶ τῆς συλλογῆς ὑπέρ τε τῆς σωφροσύνης καὶ τῆς εὐκλείας. Φέρε δή, καὶ παῖδες γενέσθων· φροντίδων ἤδη πάντα πλέα καὶ ἐξοίχεται τὸ νεοτήσιον σκίρτημα ἐκ τῆς γνώμης καὶ τὸ πρόσωπον οὐκέτι τὸ αὐτό.
Εὐκατηγόρητος πᾶς ὁ βίος καὶ ὁ θαυμαστῶς ὡς μακάριος, καὶ οὐδὲν ἔχων περιττὸν οὐδὲ μέγα καὶ σεμνὸν, ἀλλὰ πάντα σμικρὰ καὶ ἀσθενῆ καὶ ὀλιγοχρόνια καὶ ἀναμεμιγμένα λύπαις μεγάλαις.
Τὸ ζῆν ἔοικε φρουρᾷ ἐφημέρῳ, τό τε μῆκος τοῦ βίου ἡμέρᾳ μιᾷ, ὡς ἔπος εἰπεῖν, ἣν ἀναβλέψαντες πρὸς τὸ φῶς παρεγγυῶμεν τοῖς ἐπιγιγνομένοις ἑτέροις.
Πρῶτον οἶμαι τῶν ἐν ἀνθρώποις ἐστὶ παίδευσις· ὅταν γάρ τις πράγματος κἂν ὁτουοῦν τὴν ἀρχὴν ὀρθῶς ποιήσηται, εἰκὸς καὶ τὴν τελευτὴν ὀρθῶς γίγνεσθαι. Καὶ γὰρ τῇ γῇ οἷον ἄν τις τὸ σπέρμα ἐναρόσῃ, τοιαῦτα καὶ τὰ ἔκφορα δεῖ προσδοκᾶν, καὶ ἐν νέῳ σώματι ὅταν τις τὴν παίδευσιν γενναίαν ἐναρόσῃ, ζῇ τοῦτο καὶ θάλλει διὰ παντὸς τοῦ βίου καὶ αὐτὸ οὔτε ὄμβρος οὔτε ἀνομβρία ἀφαιρεῖται.
Ἀναρχίας δʼ οὐδὲν κάκιον ἀνθρώποις· τοῦτο γιγνώσκοντες οἱ πρόσθεν ἄνθρωποι ἀπὸ τῆς ἀρχῆς εἴθιζον τοὺς παῖδας ἄρχεσθαι καὶ τὸ κελευόμενον ποιεῖν, ἵνα μὴ ἐξανδρούμενοι εἰς μεγάλην μεταβολὴν ἰόντες ἐκπλήσσοιντο.
Αἱ νέαι φιλίαι ἀναγκαῖαι μέν, αἱ δὲ παλαιαὶ ἀναγκαιότεραι.
Οἵῳ τις ἂν τὸ πλεῖστον τῆς ἡμέρας συνῇ, τοιοῦτον ἀνάγκη γενέσθαι καὶ αὐτὸν τοὺς τρόπους.