ΚΑΤΑ ΝΕΑΙΡΑΣ
Ἡ στάσις τοῦ λόγου στοχαστική. περὶ γὰρ οὐσίας τὸ ζήτημα καὶ οὔτε περὶ ἰδιότητος οὔτε περὶ ποιότητος. λέγει δὲ Θεόμνηστος. διαγράφονται δέ τινες καὶ τοῦτον τὸν λόγον ὡς οὐ γνήσιον.
κλητεύσω κλητῆρες καὶ κλητεύειν οἱ ἄνδρες διʼ ὧν εἰς τὰς δίκας προσκαλοῦνται οἱ δικαζόμενοί τισιν. ἔδει γὰρ παρεῖναί τινας ὥσπερ μάρτυρας τῆς προσκλήσεως· κλητεῦσαι δέ ἐστι τὸ κλητῆρα γενέσθαι. λέγεται δὲ κλητεύεσθαι καὶ ἐκκλητεύεσθαι ἐπὶ τῶν μαρτύρων, ὅταν μὴ ὑπακούσωσι πρὸς τὴν μαρτυρίαν ἐν τοῖς δικαστηρίοις· καὶ ἔστιν ἐπιτίμιον κατʼ αὐτῶν δραχμαὶ χίλιαι.
ἐπὶ Κωλιάδι Κωλιὰς ἐπιθαλασσία ἄκρα τῆς Ἀττικῆς.
συνεῖναι δʼ ἑκατέρῳ περὶ πορνείας ἀναιδοῦς.
ἐπιβουλεύσας σημείωσαι, τὸ «ἐπιβουλεύσας» αἰτιᾶται τὸ ἀποδιδόμενον.