Ἐκ τῶν Δίωνος Χρειῶν·
Λάκαινα γυνὴ τοῦ υἱοῦ αὐτῆς ἐν παρατάξει χωλωθέντος καὶ δυσφοροῦντος ἐπὶ τούτῳ, Μὴ λυποῦ, τέκνον, εἶπεν· καθʼ ἕκαστον γὰρ βῆμα τῆς ἰδίας ἀρετῆς ὑπομνησθήσῃ.
Ἐκ τῶν Δίωνος Χρειῶν·
Τὴν ἐπιτίμησιν ὁ Διογένης ἀλλότριον ἀγαθὸν ἔλεγεν εἶναι.
Ἐκ τῶν Δίωνος Χρειῶν·
Τῶν συνόντων τις μειρακίων Διογένει ἐρωτώμενος ὑπʼ αὐτοῦ ἐσιώπα. ὁ δὲ ἔφη, Οὐκ οἴει τοῦ αὐτοῦ εἶναι εἰδέναι ἅ τε λεκτέον καὶ πότε καὶ τίνα σιωπητέον καὶ πρὸς τίνα;
Δίωνος ἐκ τοῦ Οἰκονομικοῦ.
Ἀρξόμεθα δὲ ἀπὸ τοῦ μάλιστα ὠφελοῦντος οἰκίαν· εἴη δʼ ἂν τοῦτο ἐπιτίμησις διαβολῆς· διαβολὴ γὰρ κακῶν τὸ ὀξύτατον καὶ ἐπιβουλότατον.
Χρὴ οὖν δεσπόζειν ἐπιεικῶς καὶ ἀνεθῆναί ποτε βουλομένοις ἐπιτρέπειν. αἱ γὰρ ἀνέσεις παρασκευαστικαὶ πόνων εἰσί, καὶ τόξον καὶ λύρα καὶ ἄνθρωπος ἀκμάζει διʼ ἀναπαύσεως.
Εὐσέβεια δὲ γυναικεία ὁ πρὸς τὸν ἄνδρα ἔρως.
Γέλως δὲ συνεχὴς καὶ μέγας θυμοῦ κακίων, διὰ τοῦτο μάλιστα ἑταίραις ἀκμάζων καὶ παίδων τοῖς ἀφρονεστέροις. ἐγὼ δὲ κοσμεῖσθαι πρόσωπον ὑπὸ δακρύων ἡγοῦμαι μᾶλλον ἢ ὑπὸ γέλωτος. δάκρυσι μὲν γὰρ ὡς ἐπὶ τὸ πλεῖστον σύνεστι καὶ μάθημά που χρηστόν, γέλωτι δὲ ἀκολασία. καὶ κλάων μὲν οὐδεὶς προυτρέψατο ὑβριστήν, γελῶν δὲ ηὔξησεν αὐτοῦ τὰς ἐλπίδας.
Μέγα γὰρ δυσώπημα σωφροσύνης τέκνωσις.
Ἀλλὰ τὸ μὲν τίκτειν ἀνάγκης ἔργον ἐστί, τὸ ἐκτρέφειν δὲ φιλοστοργίας.
Δίωνος τοῦ Χρυσοστόμου· Πῶς οὐ δεινὸν τοῖς μὲν θεοῖς ἐνοχλεῖν, αὐτοὺς δὲ μὴ βούλεσθαι πράττειν ἅ γε ἐφʼ ἡμῖν εἶναι δοκεῖ τοῖς θεοῖς.
Δίωνος τοῦ Χρυσοστόμου· Κινδύνων ἐλπὶς ἄνευ κινδύνων τίθησι τὸν ἐλπίζοντα τῷ προησφαλίσθαι τῶν δυσχερῶν τῇ δοκήσει τὰ πράγματα.
Δίωνος τοῦ Χρυσοστόμου· Πονηρίαν γὰρ ἀρχομένην μὲν κωλῦσαι τάχα τις κολάζων ἄν δυνηθείη· ἐγκαταγεγηρακυῖαν δὲ καὶ γεγενημένην τῶν εἰθισμένων κρατῆσαι διά τινων ἐπικειμένων τιμωριῶν ἀδύνατον εἶναι λέγουσιν.