eul_wid: hcg-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Testimonies by Clinias of Tarentum

The Testimonies is a collection of five philosophical passages attributed to Clinias of Tarentum, a figure associated with the Pythagorean school. The work's title indicates it functioned as a compilation of sayings or doctrinal excerpts, a common format for preserving philosophical teachings. As a citizen of Tarentum, a major centre of Pythagorean activity, Clinias's authorship suggests the content was rooted in that tradition, potentially encompassing ethical precepts, mathematical doctrines, or biographical anecdotes concerning Pythagorean masters. The work survives only as a title noting its five constituent passages; it is not represented among extant fragments in standard reference works, indicating it is either entirely lost or preserved solely through a late catalogue or scholiast's note. Its existence underscores the Hellenistic practice of gathering philosophical testimonia and contributes to our understanding of the Pythagorean literary corpus, which aimed to systematize and transmit the school's distinctive teachings.

Ἰάμβλιχος καὶ ταῦτα πρὸς ἐκεῖνον εἰπεῖν καὶ τὰ περὶ Φιντίαν καὶ Δάμωνα περί τε Πλάτωνος καὶ Ἀρχύτου, καὶ τὰ περὶ Κλεινίαν καὶ Πρῶρον.

Λαέρτιος Διογένης Ἀριστόξενος δʼ ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασί φησι Πλάτωνα θελῆσαι συμφλέξαι τὰ Δημοκρίτου συγγράμματα, ὁπόσα ἐδυνήθη συναγαγεῖν· Ἀμύκλαν δὲ καὶ Κλεινίαν τοὺς Πυθαγορικοὺς κωλῦσαι αὐτόν, ὡς οὐδὲν ὄφελος· παρὰ πολλοῖς γὰρ εἶναι ἤδη τὰ βιβλία.

Διόδωρος ὁ Σικελιώτης ὅτι Κλεινίας, Ταραντῖνος τὸ γένος, εἷς δὲ τῶν ἐκ τοῦ προειρημένου συστήματος ὤν, πυθόμενος Πρῶρον τὸν Κυρηναῖον διά τινα πολιτικὴν περίστασιν ἀπολωλεκότα τὴν οὐσίαν καὶ τελέως ἀπορούμενον, ἐξεδήμησεν ἐκ τῆς Ἰταλίας εἰς Κυρήνην μετὰ χρημάτων ἱκανῶν καὶ τὴν οὐσίαν ἀποκατέστησε τῶι προειρημένωι, οὐδέποτε τοῦτον ἑωρακώς, ἀκούων δὲ μόνον ὅτι Πυθαγόρειος ἦν.

Ἀθήναιος Κλεινίας γοῦν ὁ Πυθαγόρειος, ὡς Χαμαιλέων ὁ Ποντικὸς ἱστορεῖ, καὶ τῶι βίωι καὶ τοῖς ἤθεσιν διαφέρων, εἴ ποτε συνέβαινεν χαλεπαίνειν αὐτὸν διʼ ὀργήν, ἀναλαμβάνων τὴν λύραν ἐκιθάριζεν· πρὸς δὲ τοὺς ἐπιζητοῦντας τὴν αἰτίαν ἔλεγεν «πραΰνομαι».

Πλούταρχος ἐμοὶ μέν, ἔφη, τὸ τοῦ Πυθαγορικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ προσιέναι· «ὅταν» φάναι «μάλιστα τυγχάνηις βλαβῆναι βουλόμενος».