Ἀλεξάνδρου. Ὁ δὲ νοῦς πάσης τῆς εἰρημένης ἐπιχειρήσεως τοιοῦτος· πάντα τὰ κατηγορούμενά τινος κυρίως καὶ μὴ κατὰ συμβεβηκὸς ἤτοι ἐν τῷ τί ἐστιν αὐτῶν κατηγορεῖται ἢ ὡς συμβεβηκότα. ἀλλὰ μὴν πάντα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καὶ τὰ ὡς συμβεβηκότα ὥρισται ὡς μήτε ἐπὶ τὸ ἄνω ἐν ταῖς προτάσεσι μήτε ἐπὶ τὸ κάτω εἰς ἄπειρον τοὺς ὅρους λαμβάνεσθαι δύνασθαι. πάντα ἄρα τὰ κατηγορούμενα ὥρισται ὥστε μήτε ἐπὶ τὸ ἄνω μήτε ἐπὶ τὸ κάτω ταῖς προτάσεσι τοὺς ὅρους λαμβάνεσθαι δύνασθαι. ὧν ὅτι μὲν τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα ὥρισται, ἐν ἑκάστῳ γένει τῶν ὄντων ἔσται λαβεῖν ἄτομόν τι ἔσχατον τῶν ἐν τῷ αὐτῷ γένει καὶ ἀνώτατόν τι καὶ γενικώτατον, οὗ οὐδὲν ἔτι τῶν ἐν τῷ αὐτῷ γένει κατηγορεῖται τῆς κατηγορίας γινομένης κατὰ φύσιν τε καὶ κυρίως. ἀλλὰ μὴν ὡρισμένων τῶν ἄκρων ὄντων ἀνάγκη καὶ τὰ μεταξὺ ὡρίσθαι. δῆλον δὲ τοῦτο διὰ τῆς ἐπαγωγῆς. ἐξ οὗ γὰρ ἂν γένους ἄτομόν τι ληφθῇ, κατὰ τούτου πάντα τὰ ἐν τῷ τί ἐστι αὐτοῦ κατηγορούμενα μέχρι τοῦ ἀνωτάτου γένους ὥρισται. τοῦ μὲν γὰρ τινὸς ἀνθρώπου προσεχῶς μὲν ὁ ἄνθρωπος ἐν τῷ τί ἐστι κατηγορεῖται, τούτου δὲ τὸ ζῷον πεζὸν δίπουν, καὶ τούτου τὸ ζῷον πεζόν, καὶ τούτου τὸ ζῷον, καὶ τούτου ἡ ἔμψυχος οὐσία, ἧς ἡ οὐσία· καὶ οὐδὲ ταύτης ἐστὶν ἐξωτέρω τῶν ἐν τῷ τί ἐστι τοῦ τινὸς ἀνθρώπου κατηγορουμένων, ὃ κοινότερον κατηγορεῖται. ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἐννέα γενῶν· καὶ γὰρ ἐπʼ ἐκείνων ἑκάστου ὥρισται τὰ ἐν τῷ τί ἐστιν ἕκαστα τῶν ἐν αὐτοῖς ἐσχάτων τε καὶ ἀτόμων κατηγορεῖσθαι δυνάμενα. ἔτι ἐπεὶ ἔστιν ἕκαστον τῶν λαμβανομένων ὁρίσασθαί τε καὶ τῇ διανοίᾳ περιλαβεῖν, ἐξ ὧν ἐστιν αὐτῷ τὸ εἶναι, τὸ δʼ εἶναι ἑκάστου συμπληροῦται ὑπὸ τῶν ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορουμένων ἁπάντων, τὰ δʼ ἄπειρα ἀπερίληπτα τῇ διανοίᾳ, οὐκ ἂν εἴη τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα καθʼ ἕκαστον γένος ἄπειρα. τὰ δέ γε ὡς συμβεβηκότα κατηγορούμενα ἅπαντα κατὰ τῆς οὐσίας κατηγορεῖται· τὰ γὰρ θʹ γένη τῇ οὐσίᾳ συμβέβηκεν, ἡ δέ γε οὐσία οὐδενί. διὸ οὐδὲ εἰ συμβεβηκυῖά τινι ἡ οὐσία κατηγορεῖται, ἀλλʼ ὑπόκειται μὲν ἡ οὐσία, κατηγορεῖται δὲ ἕκαστον αὐτῆς τῶν ἄλλων γενῶν ὡς συμβεβηκός. οὔτε δὲ ἡ οὐσία ἡ ὑποκειμένη τοῖς συμβεβηκόσιν ἐπʼ ἄπειρον ἔχει ἄλλον ἄλλῳ ὑποκείμενον ὅρον· εἰσὶ γάρ, ὡς προείρηταί τε καὶ δέδεικται, καθʼ ἕκαστον γένος τῶν ὄντων ὡρισμένοι οἱ ὅροι, οἵ τε ἄκροι καὶ οἱ μεταξύ, ὥστʼ ἔστι τι ἔσχατον ὑποκείμενον ἐν αὐτῇ. ἀλλὰ μὴν οὐδὲ οἱ κατηγορούμενοι ὅροι τῆς οὐσίας ὡς συμβεβηκότες ἐπʼ ἄπειρον τὴν προσθήκην οἷοί τε λαμβάνειν διὰ τὸ ἕκαστον γένος τῶν τῆς οὐσίας κατηγορουμένων ὡσπεροῦν καὶ αὐτὴ ἡ οὐσία ὡρισμένους ὅρους ἔχειν καὶ ἓν ἑνὸς ἐν τῇ μιᾷ προτάσει κατηγορεῖσθαι. οὔτε ἄρα ἐπὶ τὸ κάτω ἡ αὔξησις τῶν ὅρων ἐν ταῖς προτάσεσιν, ἐν αἷς συμβεβηκός τι κατηγορεῖται, ἐπʼ ἄπειρον πρόεισιν οὔτε ἐπὶ τὸ ἄνωθεν· ἐδείχθη δέ, ὅτι οὐδὲ ἐν αἷς τὸ τί ἐστι κατηγορεῖται· ἐν οὐδενὶ ἄρα εἴδει προτάσεων ἐπʼ ἄπειρον οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω προΐασιν οἱ ὅροι.
Ἀλεξάνδρου. Ὧν γὰρ ὑπαρχόντων τισὶν ἐν τῷ τί ἐστιν αὐτὰ τὰ ὑποκείμενα αὐτοῖς περιέχεται, τούτοις καθʼ αὑτὰ ἐκεῖνα ὑπάρχει. καὶ οἷς αὐτὰ ἐν τῷ τί ἐστιν ὑπάρχουσιν αὐτοῖς. τοῦτο ἀσαφῶς μὲν εἴρηται διὰ συντομίαν· λέγει δὲ καὶ οἷς ἀντὶ τοῦ «καὶ ὧν ταῦτα ἐν τῷ τί ἐστι ὑπάρχει»· τοῦτο γὰρ παρείαται ὡς ὀφειλόμενον ἐξακούεσθαι ἐκ τοῦ προειρημένου· προείρηται γὰρ τὸ «ὅσα τε γὰρ ἐκείνοις ἐνυπάρχει». ὧν οὖν αὐτὰ τὰ ὑποκείμενα ἐν τῷ τί ἐστιν ἐνυπάρχει ἐνυπαρχόντων αὐτοῖς, καὶ ἐκεῖνα τούτοις καθʼ αὑτὰ ὑπάρχει· καὶ γὰρ τοῦτο παρείαται.
Ἀλεξάνδρου. Εἶπε δὲ σχηματίσας τὴν λέξιν ὅτι ἐστὶ τόδε τοδὶ ἢ ὑπάρχει τόδε τῳδί, οὕτως καὶ ὅτι οὐκ ἔστι τόδε τοδὶ οὐδὲ ὑπάρχει τόδε τῳδί· τοῦτο δέ, ὅτι οὔκ εἰσι πᾶσαι αἱ προτάσεις ὁμοιοσχήμονες, ὡς εἶπε καὶ ἐν τῷ πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν, ἀλλʼ ἡ μὲν ὅτι τοδὶ τόδε ἐστίν, οἷον τὸ δίκαιον καλόν, ἡ δὲ ὅτι τόδε τοῦδε ὡς τὸ ἥμισυ τοῦ διπλασίου, ἢ τόδε τῷδε ὑπάρχει, οἷον ὅτι τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη· οὐ γὰρ συνετὸν τὸ «τὰ ἐναντία μία ἐπιστήμη», ἀλλʼ ὑπάρχειν τοῖς ἐναντίοις.
Ἀλεξάνδρου. Φανερὸν οὖν φησιν ἐκ τῶν δεδειγμένων γεγονέναι, καὶ πῶς ἔστι τοῦ τί ἐστιν ἀπόδειξις καὶ πῶς οὐκ ἔστιν. οὕτως μὲν γὰρ ἔσται, ὅτι λαμβάνεται ἐν ἀποδείξει· οὐκ ἔσται δὲ οὕτως ὥστε ἀπόδειξιν αὐτοῦ εἶναι. τὸ δὲ καὶ τίνων ἔστι καὶ τίνων οὐκ ἔστι δηλωτικὸν ἂν εἴη τοῦ «καὶ διὰ τίνων ὁρισμῶν ἡ τοῦ τί ἐστιν ἀπόδειξις γίνεται καὶ διὰ τίνων οὔ»· διὰ γὰρ μόνων τῶν θέσει τῆς ἀποδείξεως, ὡς εἶπε, διαφερόντων. ἢ καὶ τὸ τίνων ἔστι καὶ τίνων οὐκ ἔστι δηλωτικόν ἐστι τοῦ «καὶ τίνων ἔστιν ὁρισμῶν ἀπόδειξις καὶ τίνων οὔ». τῶν μὲν γὰρ μετὰ τῆς αἰτίας λαμβανομένων, οἳ τῆς ἀποδείξεως διαφέρουσι θέσει, καὶ τῶν ἀναποδείκτων θέσεων, οἷοί εἰσιν οἱ τῶν ἀμέσων ὁρισμοί, οὐχ οἷόν τε ἀπόδειξιν εἶναι. ὁμοίως δὲ οὐδὲ τῶν κατὰ τὸ εἶδος καὶ τὴν αἰτίαν. τῶν δὲ ὡς συμπερασμάτων ὄντων ὁρισμῶν ἔστιν ἀπόδειξις. διὰ γὰρ ἀποδείξεως οἱ τοιοῦτοι τὸν ὁρισμὸν δείκνυνται· διὸ καὶ συμπεράσματά εἰσιν. ἢ εἴρηκεν τὸ τίνων ἔστιν ἀντὶ τοῦ «ἐν τίσι τῶν συλλογισμῶν τῶν .. δεικτικῶν τὸ τί ἐστιν εἰς δεῖξιν παραλαμβάνεται καὶ ἐν τίσιν οὔ». ἐν οἷς μὲν γὰρ τὸ «ὅτι» διʼ οἰκείου μέσου δείκνυται, ἐν τούτοις δύναται καὶ τὸ τί ἦν εἶναι τοῦ ἑτέρου ἄκρου ληφθῆναι ὡς δεικτικὸν τοῦ «διὰ τί ἐστι»· ἐν οἷς δὲ τὸ «ὅτι ἐστί» διὰ συμβεβηκότος δέδεικται, οὐκέτι ἐν τούτοις τὸ τί ἐστιν. οἷόν τε δεικτικόν τινος παρειλῆφθαι. ἀλλὰ καὶ τὸ ποσαχῶς λέγεται ὁ ὁρισμὸς εἴρηται γνωρίμως. τὸ δὲ καὶ πῶς τὸ τί ἐστι δείκνυσιν ἤτοι ἀντὶ τοῦ «πῶς γνωρίζειν ποιεῖ καὶ πῶς οὔ»· ὡς μὲν γὰρ ἐν ἀποδείξει λαμβανόμενον δείκνυσιν, ὡς δὲ διὰ ἀποδείξεως δεικνύμενον καὶ συναγόμενον οὐ δείκνυσιν. ἢ πῶς τὸ τί ἐστι δείκνυσι καὶ πῶς οὔ λέγοι ἄν, διότι εἶπεν ὁρισμὸν καλεῖσθαι καὶ τὸν λόγον τὸν λέγοντα, «τί σημαίνει τοὔνομα», ὃς ὁρισμὸς οὐ δείκνυσι τὸ τί ἐστι· ἀλλʼ οὐδὲ ἄλλος ἢ μόνος ὁ τῆς ἀποδείξεως θέσει διαφέρων. τὸ δὲ καὶ τίνων ἔστι καὶ τίνων οὔ σημαίνοι ἂν νῦν τὸ ὅτι τῶν μὲν ἁπλῶν ἔστι, τῶν δὲ συνθέτων οὔ.
Ἀλεξάνδρου. Ἡ μὲν οὖν ἀγχίνοια εὐστοχία ἐδηλώθη διὰ τοῦ «ὁ ἰδὼν τὸ μέσον διὰ τοῦ αἰτίου». ὁ γὰρ τὸ αἴτιον εὑρὼν τοῦ τὸ ὁραθὲν οὕτως ἔχειν τὸν μέσον ὅρον εὕρηκεν. τῶν δὲ παραδειγμάτων τὸ μὲν πρῶτον διʼ ἀναγκαίου τοῦ μέσου, τὰ δὲ ἐφεξῆς ἔνδοξα καὶ ὡς ἐπὶ τὸ πολύ. ἐπὶ πάντων δὲ αὐτῶν ἡ μὲν ὄψις τῶν ἄκρων καὶ τοῦ συμπεράσματος, ἡ δὲ νόησις τοῦ μέσου, ὃ καὶ αὐτὸς δείκνυσιν ἐπὶ μὲν τοῦ πρώτου παραδείγματος λέγων τὸ λαμπρὸν εἶναι τὸ πρὸς τῷ ἡλίῳ, ἐφʼ οὗ τὸ α, τὸ λάμπειν ἀπὸ τοῦ ἡλίου β, σελήνην γ. τῇ μὲν οὖν σελήνῃ τὸ λάμπειν καὶ τὸ φωτίζεσθαι ἀπὸ τοῦ ἡλίου ὑπάρχει, ὃ ἐνόησεν αὐτός, τῷ δὲ φωτιζομένῳ ἀπὸ τοῦ ἡλίου τὸ ἔχειν πρὸς τοῦτον τὸ λαμπρόν· γίνεται ὅτι τῇ σελήνῃ τὸ ἔχειν πρὸς τῷ ἡλίῳ τὸ λαμπρὸν συναγόμενον διὰ μέσου τοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι, οὗ ἡ εὕρεσις ἐν ἀσκέπτῳ χρόνῳ ἀγχίνοιά ἐστι. διὰ τοῦτο γὰρ καὶ οὐκ ἀποδεικτικῶς, εἰ καὶ συλλογιστικῶς, ὅτι ἐκ τῶν ὑστέρων ἡ εὕρεσις τοῦ προτέρου ἐπὶ τῆς ἀγχινοίας. ἐκ γὰρ τοῦ συμπεράσματος ὁ μέσος· ἐπὶ δὲ τῆς ἀποδείξεως ἀνάπαλιν. ἀναλύσει γὰρ μᾶλλον ἔοικε τὸ τῆς ἀγχινοίας ἢ συλλογισμῷ. διαφέρει δὲ καὶ ταύτῃ, ὅτι ἐν ἀσκέπτῳ χρόνῳ. ὁ γὰρ αὐτὸς λόγος καὶ ἡ αὐτὴ ἀνάλυσις καὶ ἐπὶ τῶν ἄλλων παραδειγμάτων. τὸ μὲν γὰρ α ἔσται τὸ πλουσίῳ διαλέγεσθαι, τὸ δὲ β τὸ νοηθὲν τὸ θέλειν δανείσασθαι, τὸ δὲ γ ὅδε τις· κατὰ μὲν γὰρ τοῦδε τοῦ δανείσασθαι θέλοντος τὸ πλουσίῳ διαλέγεσθαι. ὁμοίως πάλιν κατὰ τούτους· ἔστωσαν οὗτοι μὲν τὸ γ, τὸ δὲ ἀλλήλοις εἶναι φίλους τὸ β ἔστω, ὃ ἦν τὸ εὑρεθέν τε καὶ νοηθέν· κατὰ δὲ τῶν ἀλλήλοις φίλων τὸ εἶναι τοῦ αὐτοῦ ἐχθρούς, ὅ ἐστι τὸ α.