eul_wid: ekq-aa

Ἀποσπάσματα
On Scythians and Cosmology

Mnesimachus of Phaselis On Scythians and Cosmology PDF

t1 ΠΕΡΙ ΣΚΥΘΩΝ. E LIBRO PRIMO.
1 Schol. Apoll. Rh. II, 1015: [ Ἱερὸν δ ’ αὖ τ ’ ἐπὶ τοῖσιν ὄρο ς ] Τοῦτο καθῆκόν ἐστιν εἰς τὸν Εὔξεινον πόντον. Μέμνηται αὐτοῦ καὶ Κτησίας ἐν τῷ αʹ Περιόδων, καὶ Σουΐδας ἐν βʹ, περὶ τοὺς λεγομένους Μάκρω νας· ἀκριβέστερον δὲ ὁ Ἀγάθων ἐν τῷ τοῦ Πόντου περίπλῳ· ὃς καὶ ρʹ ἀπέχειν σταδίους αὐτό φησι τῆς Τραπεζοῦντος. Ὁ δὲ Εἰρηναῖος Μνησίμαχόν φησι περὶ αὐτοῦ ἱστορεῖν ἐν αʹ περὶ Σκυθῶν, ἀγνοῶν. Ὁ γὰρ Μνησίμαχος [ὡς] ἐν τῇ Εὐρώπῃ μέμνηται κειμένης τῆς Σκυ θικῆς· ὁ δὲ Ἀπολλώνιος καὶ οἱ προειρημένοι περὶ τῆς Ἀσίας διαλέγονται. Ἔστι καὶ ἄλλο Ἱερὸν ὄρος Θρᾴκης.
t2a-2b ΔΙΑΚΟΣΜΟΙ.
2a Idem IV, 1412: Τῶν νυμφῶν αἱ μέν εἰσιν οὐράνιαι, αἱ δὲ ἐπίγειοι, αἱ δὲ ποτάμιοι, αἱ δὲ λιμναῖαι, αἱ δὲ θαλάσσιαι. Καὶ καθόλου δὲ τῶν νυμφῶν γένος εἰς πολλὰ διῄρηται, ὥς φησι Μνησίμαχος ὁ Φασιλήτης (Φασηλίτης? Φασιάτης?) ἐν Διακόσμοις.
2b Idem II, 477: Ἁμαδρυάδας νύμφας Μνησίμαχός φησι διὰ τὸ ἅμα ταῖς δρυσὶ γεννᾶσθαι. Ἢ ἐπεὶ δοκοῦσιν ἅμα ταῖς δρυσὶ φθείρεσθαι, νύμφαι Ἁμαδρυάδες λέγονται.