eul_wid: fmi-aa
ἈποσπάσματαOn the Seven Sages and Pythagoras
Andron of Ephesus the Historian On the Seven Sages and Pythagoras PDF
| t1-7 | ΤΡΙΠΟΥΣ. Diogen. |
| 1 | L. I, 31: Ἄνδρων δ’ ἐν τῷ Τρίποδι, Ἀργείους ἆθλον ἀρετῆς τῷ σοφωτάτῳ τῶν Ἑλλήνων τρίποδα θεῖναι· κριθῆναι δὲ Ἀριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χείλωνι. Schol. |
| 2 | Pind. Isthm. II, 17: Σπαρτιάτην δὲ Ἀριστόδημον ἐν τοῖς ἑπτὰ σοφοῖς ἀναγράφεται καὶ Ἄνδρων ὁ Ἐφέσιος. Clemens Alex. |
| 3 | Strom. I: Συνεχρόνισαν οἱ συγκαταλεγέντες σοφοὶ τῷ Θαλεῖ, ὥς φησιν Ἄνδρων ἐν τῷ Τρίποδι. Aristides tom. |
| 4 | III: Οὐχ Ἡρόδοτος Σόλωνα σοφιστὴν κέκληκεν; οὐ Πυθαγόραν πάλιν; οὐκ Ἀνδροτίων τοὺς ἑπτὰ σοφιστὰς προσείρηκε; λέγω δὴ τοὺς σοφούς. Diogenes L. |
| 5 [5] | I, 119: Ἄνδρων δ’ ὁ Ἐφέσιος δύο φησὶ γεγονέναι Φερεκύδας Συρίους· τὸν μὲν ἀστρολόγον· τὸν δὲ θεολόγον υἱὸν Βάβυος, ᾧ καὶ Πυθαγόραν σχολάσαι. Ἐρατοσθένης δ’ ἕνα μόνον, καὶ ἕτερον Ἀθηναῖον γενεαλόγον. Eusebius P. |
| 6 [20] | E. X (ex Porphyrio): Ἄνδρωνος ἐν τῷ Τρίποδι περὶ Πυθαγόρου τοῦ φιλοσόφου τὰ περὶ τὰς προρρήσεις ἱστορηκότος εἰπόντος τε, ὡς διψήσας ποτὲ ἐν Μεταποντίῳ καὶ ἔκ τινος φρέατος ἀνιμήσας καὶ πιὼν προεῖπεν, ὡς εἰς τρίτην ἡμέραν ἔσοιτο σεισμὸς, καὶ ἕτερά τινα τούτοις ἐπαγαγὼν ἐπιλέγει· ταῦτ’ οὖν τοῦ Ἄνδρωνος περὶ Πυθαγόρου ἱστορηκότος, πάντα ὑφείλετο Θεόπομπος. Εἰ μὲν γὰρ περὶ Πυθαγόρου λέγων, τάχα [ἃ] ἂν καὶ ἕτεροι ἠπίσταντο περὶ αὐτοῦ καὶ ἔλεγον, ταῦτα καὶ αὐτὸς ἂν εἶπον [l. εἶπεν]· νῦν δὲ τὴν κλοπὴν δήλην πεποίηκεν ἡ τοῦ ὀνόματος μετάθεσις. Τοῖς μὲν γὰρ πράγμασι κέχρηται τοῖς αὐτοῖς, ἕτερον δ’ ὄνομα μετενήνοχε· Φερεκύδην γὰρ τὸν Σύριον πεποίηκε ταῦτα προλέγοντα. Οὐ μόνον δὲ τούτῳ τῷ ὀνόματι ἀποκρύπτει τὴν κλοπὴν, ἀλλὰ καὶ τόπων μεταθέσει· τό τε γὰρ περὶ τῆς προρρήσεως τοῦ σεισμοῦ ἐν Μεταποντίῳ ὑπ’ Ἄνδρωνος ῥηθὲν, ἐν Συρίᾳ (Σύρῳ?) εἰρῆσθαί φησιν ὁ Θεόπομπος· τό τε περὶ τὸ πλοῖον οὐκ ἀπὸ Μεγάρων τῆς Σικελίας, ἀπὸ δὲ Σάμου φησὶ θεωρηθῆναι· καὶ τὴν Συβάρεως ἅλωσιν ἐπὶ τὴν Μεσσήνης μετατέθεικεν· ἵνα δέ τι δοκῇ λέγειν περιττὸν, καὶ τοῦ ξένου προτέθεικε τοὔνομα, Περίλαον αὐτὸν καλεῖσθαι λέγων. Suidas: Σαμίων ὁ δῆμος ὡς πολυγράμματος . |
| 7 [5] | .. ὅτι παρὰ Σαμίοις εὑρέθη πρώτοις τὰ κδʹ γράμματα ὑπὸ Καλλιστράτου, ὡς Ἄνδρων ἐν Τρίποδι. Τοὺς δὲ Ἀθηναίους ἔπεισε χρῆσθαι τοῖς τῶν Ἰώνων γράμμασιν Ἀρχῖνος ὁ Ἀθηναῖος ἐπ’ ἄρχοντος Εὐκλείδου· τοὺς δὲ Βαβυλωνίους ἐδίδαξε διὰ Καλλιστράτου Ἀριστοφάνης ἔτεσι πρὸ τοῦ Εὐκλείδου κδʹ ἐπὶ Εὐκλέους. Περὶ δὲ τοῦ πείσαντος ἱστορεῖ Θεόπομπος. |