eul_wid: duc-aa

Ἀποσπάσματα
Arcadian Antiquities and Myths

Aristippus of Cyrene Arcadian Antiquities and Myths PDF

t1-4 ΑΡΚΑΔΙΚΑ.
t1-2 E LIBRO PRIMO.
1 Clemens Alex. Strom. I: Ἆπίς τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὥς φησιν Ἀρίστιππος ἐν πρώτῳ Ἀρκαδικῶν. Τοῦτον δὲ ὁ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθῆναί φησι Σάραπιν καὶ τοῦτον εἶναι ὃν Αἰγύ πτιοι σέβουσιν.
2 Schol. Theocrit. I, 3: Ἀρίστιππος δὲ ἐν τῷ α Ἀρκαδικῶν Διὸς καὶ νύμφης Οἰνηΐδος (Πᾶνα εἶναι λέγει).
t3-4 E LIBRIS INCERTIS.
3 Schol. Apoll. Rh. III, 1087: Ἐκ τίνος γυναικὸς ὁ Δευκαλίων ἐγένετο Προμηθεῖ, σεσιώπηται. Ἔστι δὲ καὶ ἕτερος Δευκαλίων, περὶ οὗ Ἑλλάνικος ἱστορεῖ· καὶ ἄλλος, ὁ Μίνωος, περὶ οὗ Φερεκύδης· καὶ τέταρτος, ὁ Ἄβαντος, οὗ μνημονεύει Ἀρίστιππος ἐν Ἀρκαδικοῖς.
4 Schol. vet. Pind. Ol. XI, 83: Μετὰ τὴν τῆς Ἤλιδος ἅλωσιν εἷς ἦν τῶν ἀγωνισαμένων ὁ Θησεὺς, οὐχ ἅρματι δὲ, ἀλλὰ παγκρατίῳ· ἱστο ρεῖ Ἀρίστιππος.